MIGNE.APP

Patrologia Græca · Vol. 87 ·

PRATUM SPIRITALE

PG 87, coll. 2852–3112  ·  Greek from the Migne printing  ·  New English translation  ·  column numbers follow the original plates; Greek and Latin swap sides page by page, so the Greek runs in the columns marked

John Moschus

Joannes Moschus

d. 619 or 634

Monk of the monastery of St Theodosius and then of the New Laura in Palestine, who travelled with his disciple Sophronius, later patriarch of Jerusalem, through Palestine, Sinai, Egypt, Syria and Cyprus, and ended at Rome, collecting the stories of the monks he met. The Spiritual Meadow (Λειμών) is the book he made of them, dedicated to Sophronius; Migne prints it in Greek with the Latin of Lipomanus facing, under Moschus's own name in the running heads and "John Eviratus" in the heading, an old variant of his by-name.

2852Τῶν ἐαρινῶν λειμώνων τὴν θέαν. ἀγαπητὲ, πολλῆς εὑρίσκω τέρψεως γέμουσαν, ἣν ἡ παντοδαπὴς τῶν ἀνθέων βλάστη τοῖς θεωμένοις παρέχεται· κατἔχουσα τοὺς παριόντας, καὶ ἑστιῶσα ποικίλως αὐτούς· κατά τι μὲν τοὺς ὀφθαλμοὺς φαιδρύνουσα, κατά τι δὲ νῦν τὴν ὄσφρησιν ἡδύνουσα. Τούτου μὲν γὰρ τοῦ λειμωνος τὸ τυχὸν τῇ τῶν ῥόδων ἐρυθρότητι καταλάμπεται· τοῖς δὲ κρίνοις ἕτερον ἂν εἴη χωρίον· ἱκανῶς ἀπὸ τῶν ῥόδων ἐφ᾿ ἑαυτὰ βιάσασθαι προτρεπόμενα· ἄλλοθεν ἀπαστράπτει τὸ χρῶμα τῶν ἴων, βασιλικῆς ὑπάρχον μίμημα πορφυρίδος· καὶ ὅλως ἡ ποικίλη καὶ διάφορος τῶν ἀμυθήτων ἀνθέων, εὐωδίας τε καὶ τέρψεως χάρισμα πάντοθεν ἀναδδοται. Τοιοῦτον δὲ καὶ τὸ παρὸν πόνημα ὑπολάμβανε, ἱερὸν καὶ πιστὸν τέκνον Σωφρόνιε. Εὑρήσεις γὰρ ἐν αὐτῷ ἀρετὰς ἁγίων ἀνδρῶν ἐν τοῖς χρόνοις ἡμῶν διαλαμψάντων· καὶ κατὰ τὸ ψαλμικὸν ἐκεῖνο λόγιον, παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένους· καὶ πάντων μὲν χάριτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν θεοφιλῶν ὁμοίως· ἄλλοτε ἄλλου ἐν ἄλλαις ἀρεταῖς ὡραϊζομένου κάλλει τε καὶ εὐπρεπείᾳ, ἐξ ὧν τὰ καλὰ δρεψάμενος ἄνθη πλεκτὸν στέφανον ἀκηράτου λειμῶνος λαβὼν, προσφέρω σοι, τέκνον πιστότατον, καὶ διὰ σοῦ τοῖς πᾶσι. Διὸ καὶ τὸ παρὸν τοῦτο τὸ πόνημα Λειμῶνα ἀπεκαλέσαμεν, διὰ τὴν ἐν αὐτῷ τέρψιν τε καὶ εὐωδίαν, καὶ ὠφέλειαν τοῖς ἐντυγχάνουσιν. Ἀρετὴ γὰρ βίου, καὶ τρόπος σεμνότητος, οὐ μόνον ἡ περὶ τὰ θεῖα μελέτη, καὶ τὸ εὖ πεφρονηκέναι, καὶ περὶ τὰ τῇδε μᾶλλον ἐμφιλοχωρεῖν· ἀλλὰ καὶ τὰς ἄλλων ἀναγράφεσθαι πολιτείας. Διὸ πρὸς τὸ παρὸν ἐλήλακα σύνταγμα, πληροφορῶν τὴν ὑμετέραν, τέκνον, ἀγάπην, ὡς πολλὴν καὶ ἀληθῆ συλλογὴν ἐποιησάμην· ὡς ἐπὶ τῆς σοφωτάτης μελίττης τὰ ψυχωφελῆ τῶν Πατέρων ἀρυσάμενος κατορθώματα. Ἐντεῦθεν οὖν ἄρξομαι λέγειν οὕτως ταῦτα.

Ἦν τις γέρων οἰκῶν ἐν τῇ μονῇ τοῦ ἀββᾶ Εὐστοργίου, ὅντινα ὁ ἐν ἁγίοις ἡμῶν ὁ ἀρχιεπίσκοπος Ἱεροσολύμων ἠθέλησεν ποιῆσαι ἡγούμενον τοῦ μοναστηρίου. Ὁ δὲ οὐ κατεδέξατο, λέγων· Ἐν τῷ Σινᾶ ὄρει θέλω γενέσθαι εὐχῆς χάριν. Ὁ δὲ ἀρχιεπίσκοπος ἠνάγκαζεν αὐτὸν γενέσθαι, καὶ οὕτως ἀπελθεῖν. Οὐκ ἀνασχεθέντα δὲ αὐτοῦ τὸν γέροντα, ἀπέλυσεν συνταξάμενον, μετὰ τὴν ἐπάνοδον τὴν ἡγεμονίαν καταδέχεσθαι. Καὶ δὴ οὕτως ἀσπασάμενος τὸν ἀρχιεπίσκοπον, ἐξῆλθεν τὴν ὁδοιπορίαν ποιούμενος ἐπὶ τὸ Σίναιον ὄρος, λαβὼν τὸν ἑαυτοῦ μαθητήν.

2852DEDICATION

John Eviratus

The sight of meadows in spring, beloved, I find full of much delight, which the manifold budding of the flowers affords to those who behold it. It holds back those who pass by, and feasts them in many ways: in one part it gladdens the eyes, in another it now sweetens the sense of smell. For one part of this meadow, as it may be, glows with the redness of roses; another spot may belong to the lilies, well able to draw the beholder from the roses to themselves; from elsewhere flashes the colour of violets, a likeness of royal purple. And altogether the varied and diverse grace of the numberless flowers, of fragrance and of delight, springs up on every side.

Such, then, consider the present work to be, holy and faithful child Sophronius. For thou wilt find in it the virtues of holy men who have shone out in our times, and who, according to that saying of the Psalm, are planted by the outgoings of the waters; all of them, by the grace of Christ our God, alike dear to God, but one adorned at one time, another at another, with beauty and comeliness in different virtues. From these I have plucked the fair flowers, and taking a woven crown of an undefiled meadow I offer it to thee, most faithful child, and through thee to all. That is why we have called this present work the Meadow, for the delight and the fragrance in it, and the profit to those who read it. For virtue of life and a grave manner of living are not only the study of divine things, and right thinking, and lingering the more lovingly over the things that are here; but also setting down in writing the ways of life of others. That is why I have pressed on to the present compilation, assuring your love, child, that I have made a large and true collection, drawing up, as with the wisest bee, the soul-profiting achievements of the Fathers. From here, then, I shall begin to tell these things thus.

CHAPTER 1

There was an elder living in the monastery of abba Eustorgius, whom our [?] archbishop of Jerusalem, who is among the saints, wanted to make superior of the monastery. But he would not accept, saying, "I want to go to Mount Sinai, for prayer." The archbishop kept pressing him to become superior first, and then go away. But the elder would not bear it, and he let him go, on his promise to take up the headship after his return. And so, having embraced the archbishop, he went out, making his journey to Mount Sinai, and took his own disciple.

Καὶ διαβάντος τὸν Ἰορδάνην ποταμὸν, ὡς ἀπὸ σημείου 2853ἑνὸς, ἤρξατο φρικιᾷν ὁ γέρων καὶ πυρέσσειν. Ὡς δὲ οὐκ ἐδύνατο περιπατῆσαι, εὗρον σπήλαιον μικρὸν, καὶ εἰσῆλθον ἐν αὐτῷ πρὸς τὸ ἀνεθῆναι τὸν γέροντα. Ὡς δὲ ἐπέμενε πυρέσσων καὶ μήτε κινηθῆναι σχεδὸν δυνάμενος (ἐποίησε γὰρ τρεῖς ἡμέρας ἐν τῷ αὐτῷ σπηλαίῳ), θεωρεῖ ὁ αὐτὸς γέρων καθ᾿ ὕπνους τινὰ λέγοντα αὐτῷ· Εἰπὲ, γέρων, ποῦ θέλεις ὑπάγειν; Λέγει δὲ τῷ φανέντι αὐτῷ· Εἰς τὸ Σινᾶ ὄρος. Λέγει αὐτῷ· Μὴ, παρακαλῶ, μὴ ἀπέλθῃς. Ὡς δὲ οὐκ ἔπεισε τὸν γέροντα, ἀνεχώρησε ἀπ᾿ αὐτοῦ. Ὁ δὲ πυρετὸς πλέον ἐπετίθετο τῷ γέροντι. Πάλιν δὲ τῇ ἐπιούσῃ νυκτὶ, ὁ αὐτὸς παρίσταται αὐτῷ, τῷ αὐτῷ σχήματι, λέγων· Τί θέλεις, καλόγηρε, κοπωθῆναι; ἄκουσόν μου, καὶ μηδαμοῦ ἀπέλθῃς. Ἔφη αὐτῷ ὁ γέρων· Αὐτὸς γὰρ τίς εἶ; Ἀπεκρίθη αὐτῷ ὁ φανείς· Ἐγώ εἰμι Ἰωάννης ὁ Βαπτιστής· καὶ διὰ τοῦτό σοι λέγω, μηδαμοῦ ἀπέλθῃς· τὸ γὰρ σπήλαιον τὸ μικρὸν τοῦτο μεῖζον τοῦ Σινᾶ ὄρους ἐστίν. Πολλάκις γὰρ ἐν τούτῳ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν ἐπισκεπτόμενός με. Δός μοι οὖν λόγον ὅτι ὧδε κατοικεῖς, κἀγώ σοι τὴν ὑγείαν παρέχω. Ὁ δὲ γέρων ἡδέως καταδεξάμενος συνέθετο μετὰ λόγου παραμένειν τῷ σπηλαίῳ. Παραχρῆμά τε ὑγιάνας διέμεινεν ἐν αὐτῷ μέχρι τῆς αὐτοῦ ζωῆς· ποιήσας τὸ σπήλαιον ἐκεῖνο ἐκκλησίαν· συναγαγὼν δὲ καὶ ἀδελφότητα. Ἔστιν δὲ ὁ τόπος ὁ ἐπιλεγόμενος Σάψας. Τούτου ἐξ εὐωνύμων προπαράκειται ὁ χείμαῤῥος Χωρὰθ, εἰς ὃν ἀπεστάλη Ἠλίας ὁ Θεσβίτης ἐν καιρῷ τῆς ἀβροχίας, ὁ ἐπὶ πρόσωπον τοῦ Ἰορδάνου.

Ἄλλος γέρων ἦν ἐν αὐτῷ τῷ τόπῳ τοῦ Σάψας,Σ καὶ εἰς τοσαύτην ἤλασεν ἀρετὴν, ὥστε τοὺς λέοντας ἐρχομένους ἐν τῷ σπηλαίῳ αὐτοῦ, ὑποδέχεσθαι αὐτὸν, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ παραβάλλειν αὐτοῖς· καὶ οὕτως πλήρης ἦν τῆς θείας χάριτος τοῦ Θεοῦ ἄνθρωπος.

Παρεβάλομεν ἐν τῇ λαύρᾳ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σάβα, τῷ Ἀθανασίῳ. Διηγήσατο ἡμῖν ὁ γέρων, λέγων, ὅτι Ὡς ἡμῖν εἰς τὸ κοινόβιον τοῦ Πενθουκλᾶ, ἦν τις Κόνων, ὀνόματι Κίλιξ, πρεσβύτερος εἰς τὸ βάπτισμα· καὶ ὡς μέγαν ὄντα τὸν γέροντα, ἔταξαν αὐτὸν ποιεῖν τὰ βαπτίσματα, αὐτὸς δὲ ἔχριεν, καὶ ἐβάπτιζεν τοὺς ἐπὶ τοῦτο παραγενομένους. Καθ᾿ ὅτι οὖν ἔχριεν γυναῖκα, ἐσκανδαλίζετο, καὶ διὰ τοῦτο ἤθελεν ἀναχωρῆσαι τοῦ κοινοβίου· καθ᾿ ὅτι οὖν ἔσχεν λογισμὸν τοῦ ἀναχωρῆσαι, ἐφίσταται αὐτῷ ὁ ἅγιος Ἰωάννης, λέγων· Καρτέρησον, καὶ κουφίσω σε τοῦ πολέμου. Ἐν μιᾷ οὖν ἦλθεν κόρη Πέρσισα, ἐπὶ τὸ βαπτισθῆναι· ἦν δὲ εὐειδὴς πάνυ ὡραία, ὥστε μὴ δυνηθῆναι τὸν πρεσβύτερον αὐτὴν χρῖσαι τῷ ἁγίῳ ἐλαίῳ· καὶ ποιησάσης αὐτῆς δύο ἡμέρας, ἤκουσεν ἀρχιεπίσκοπος Πέτρος, ἐξεπλάγη ἐπὶ τῷ γεγονότι, καὶ ἠθέλησεν ἀφορίσαι διάκονον γυναῖκα ἐπὶ τῷ αὐτῷ. Ἀλλὰ τοῦτο οὐκ ἐποίησεν, διὰ τὸ μὴ ἐπιδέχεσθαι τὸν τρόπον.

And when they had crossed the river Jordan, about a mile on, 2853the elder began to shiver and to run a fever. As he could not walk, they found a small cave, and went into it so that the elder could rest. As he went on in the fever, and could scarcely even move (for he spent three days in that same cave), the same elder sees in his sleep someone saying to him, "Tell me, elder, where dost thou want to go?" He says to the one who appeared to him, "To Mount Sinai." He says to him, "Don't, I beg thee, don't go." When he did not persuade the elder, he withdrew from him. And the fever pressed on the elder more heavily. Again, the next night, the same one stands by him, in the same form, saying, "Why dost thou want to wear thyself out, good elder? Listen to me, and go nowhere." The elder said to him, "And who art thou?" The one who appeared answered him, "I am John the Baptist; and that is why I tell thee, go nowhere. For this small cave is greater than Mount Sinai. Many times our Lord Jesus Christ came into it, visiting me. So give me thy word that thou wilt dwell here, and I give thee health." The elder gladly accepted, and gave his word that he would stay in the cave. And at once he was made well, and he stayed in it to the end of his life. He made that cave a church, and gathered a brotherhood too. It is the place called Sapsas. On its left lies the torrent Chorath, to which Elijah the Tishbite was sent in the time of the drought, the one opposite the Jordan.

CHAPTER 2

Another elder was in that same place of Sapsas, and he came to such virtue that he received the lions that came into his cave, and set food before them in his lap. So full of divine grace was the man of God.

CHAPTER 3

We visited the laura of our father among the saints Sabas, and abba Athanasius. The elder told us: "When we were at the coenobium of Penthucla, there was one Conon by name, a Cilician, priest for the baptism. And as the elder was a great man, they appointed him to perform the baptisms, and he himself anointed and baptized those who came for it. So whenever he anointed a woman he was troubled, and for this reason he wanted to withdraw from the coenobium. So whenever he had the thought of withdrawing, holy John would stand by him, saying, 'Endure, and I will relieve thee of the warfare.' Then one day a Persian girl came to be baptized. She was so fair, so very lovely, that the priest could not bring himself to anoint her with the holy oil. And when she had waited two days, archbishop Peter heard of it, and was astonished at what had happened, and wanted to appoint a deaconess for the purpose. But he did not do it, because the custom did not allow it.

Ὁ δὲ πρεσβύτερος Κόνων, λαβὼν 2856τὸ μηλωτάριον αυτοῦ, ἀνεχώρησεν, εἰπὼν ὅτι Οὐ μενῶ εἰς τὸν τόπον τοῦτον. Ὡς οὖν ἐξῆλθεν ἐπὶ τοὺς βουνοὺς, ἰδοὺ ἀπαντᾷ αὐτῷ ὁ ἅγιος Ἰωάννης ὁ Βαπτιστὴς, καὶ πραείᾳ τῇ φωνῇ λέγει αὐτῷ· Ὑπόστρεψον εἰς τὸ μοναστήριόν σου, καὶ κουφίσω σε τοῦ πολέμου· Ὁ ἀββᾶς Κόνων λέγει αὐτῷ μετ᾿ ὀργῆς· Πίστευε, οὐκ ἐπιστρέψω, πολλάκις γὰρ συνέθου μοι, καὶ οὐδὲν ἐποίησας. Κρατήσας οὖν αὐτὸν ὁ ἅγιος Ἰωάννης ἐκάθισεν αὐτὸν ἐφ᾿ ἕνα τῶν βουνῶν, καὶ ἀνασκέψας τὰ ἱμάτια αὐτοῦ τῷ σημείῳ τοῦ σταυροῦ τρίτον κατεσφράγισεν αὐτὸν ὑποκάτω τοῦ ὀμφαλοῦ, καὶ εἶπεν αὐτῷ· Πίστευέ μοι, πρεσβύτερε Κόνων· ἤθελόν σοι ἔχειν μισθὸν ἐκ τοῦ πολέμου, ἐπειδὰν δὲ οὐ θέλεις, ἐκούφισα τὸν πόλεμον, καὶ μισθὸν οὐκ ἔχεις τοῦ πράγματος τούτου. Καὶ ὑποστρέψας εἰς τὸ κοινόβιον τοῦ βαπτίσματος ὁ πρεσβύτερος Κόνων, τῇ ἐπαύριον χρίσας ἐβάπτισεν τὴν Πέρσισαν, μὴ θεωρήσας ὅλως ὅτι γυνὴ τὴν φύσιν ὑπῆρχεν· ἐποίησεν δὲ καὶ ἄλλα δώδεκα ἔτη χρίων, καὶ βαπτίζων, μήτε κινηθεὶς τὸ σῶμα, μήτε γυναῖκα θεωρήσας ἔτι κατὰ τὴν φύσιν. Καὶ οὕτως ἐτελειώθη.

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Λεόντιος τοῦ κοινοβίου τοῦ ἁγίου Πατρὸς ἡμῶν Θεοδοσίου, λέγων, ὅτι Μετὰ τὸ διωχθῆναι τοὺς νέους λαυρήτας, ἐκ τῆς νέας λαύρας, ἀπελθὼν ἐκάθισεν εἰς τὴν αὐτὴν λαύραν. Κατελθὼν οὖν ἐν μιᾷ Κυριακῇ, ἀπῆλθον ἐν τῇ Ἐκκλησίᾳμεταλαβεῖν· καὶεἰσελθὼν ἴδον ἄγγελον παρεστῶτα ἐν τῷ δεξιῷ μέρει τοῦ θυσιαστηρίου, καὶ ληφθεὶς ἀνεχώρησα ἐν τῷ κελλίῳ μου· καὶ ἦλθέν μοι φωνὴ λέγουσα, ὅτι Ἐξότου ἡγιάσθη τὸ θυσιαστήριον τοῦτο, ἐγὼ ἐπιστεύθην παραμένειν ἐν αὐτῷ.

Ὁ ἀββᾶς Πολυχρόνιος διηγήσατο ἡμῖν, λέγων, ὅτι Εἰς τὴν λαύραν τῶν Πυργίων τοῦ Ἰορδάνου, ἕνα τῶν ἐκεῖσε ἀδελφῶν Al. inser. καθημένων. ἔβλεπον ἀμελοῦντα ἑαυτοῦ, καὶ μηδέποτε πληροῦντα τὸν τῆς ἁγίας Κυριακῆς κανόνα. Εἶτα ὡς μετὰ χρόνον τινὰ, θεωρῶ τὸν οὕτως ἀμελοῦντα, μετὰ πάσης σπουδῆς σχολάζοντα, σὺν προθυμίᾳ πολλῇ. Λέγω οὖν αὐτῷ, ὅτι Καλῶς νῦν ποιεῖς, φροντίζων τῆς ἑαυτοῦ ψυχῆς, ἀδελφέ. Ὁ δὲ λέγει μοι· Κῦρι ἀββᾶ, ἄρτι ἔχω ἀποθανεῖν. Καὶ μετὰ τρεῖς ἡμέρας ἀνεπάη Al. ἀπέθανεν et ἐκοιμήθη..

The priest Conon took 2856his sheepskin and withdrew, saying, 'I will not stay in this place.' So as he went out onto the hills, behold, holy John the Baptist meets him, and in a gentle voice says to him, 'Go back to thy monastery, and I will relieve thee of the warfare.' Abba Conon says to him in anger, 'Believe me, I will not go back; for many times thou hast promised me, and done nothing.' So holy John took hold of him and sat him down on one of the hills, and uncovering his clothes he sealed him three times with the sign of the cross below the navel, and said to him, 'Believe me, priest Conon, I wanted thee to have a reward from the warfare; but since thou dost not want it, I have relieved thee of the warfare, and thou hast no reward for this matter.' And the priest Conon went back to the coenobium of the baptism, and the next day he anointed and baptized the Persian girl, without noticing at all that she was a woman by nature. And he went on another twelve years anointing and baptizing, neither stirred in his body nor any more noticing a woman according to nature. And so he was perfected."

CHAPTER 4

Abba Leontius, of the coenobium of our holy father Theodosius, told us: "After the new laurites were driven out of the New Laura, I went and settled in that same laura. One Sunday I went down, I went to the church to communicate; and going in I saw an angel standing on the right side of the altar. And seized [with fear] I withdrew to my cell. And a voice came to me, saying, 'Since this altar was consecrated, I have been entrusted to remain at it.'"

CHAPTER 5

Abba Polychronius told us: "At the laura of the Towers by the Jordan I used to see one of the brethren there neglecting himself, and never completing the rule of holy Sunday. Then, after some time, I see that same man who had been so neglectful applying himself with all diligence and with great eagerness. So I say to him, 'Thou art doing well now, brother, taking care of thine own soul.' He says to me, 'Lord abba, I am about to die now.' And after three days he went to his rest."

Ὁ αὐτὸς ἀββᾶς Πολυχρόνιος ὁ τῆς νέας λαύρας πρεσβύτερος διηγήσατό μοι λέγων, ὅτι Καθημένου μού ποτε ἐν τῇ λαύρᾳ τῶν πυργίων, ἀδελφοῦ τελευτήσαντος, λέγει μοι ὁ οἰκονόμος· Ποίησον ἀγάπην, ἀδελφὲ, ἐλθὲ ἵνα τὰ σκεύη τοῦ ἀδελφοῦ ἀπενέγκωμεν 2857εἰς τὸ οἰκονομεῖον. Ὡς οὖν ἠρξάμεθα μεταφέρειν τὰ σκεύη, θεωρῶ τὸν οἰκονόμον κλαίοντα·α λέγω αὐτῷ· Ὄντως σὺ al. σοι., κῦρι ἀββᾶ, τί οὕτως κλαίεις; ὁ δὲ λέγει μοι· Ὅτι σήμερον τὰ τοῦ ἀδελφοῦ al ins. μου. σκεύη βαστάζω, καὶ μετὰ δύο ἡμέρας ἄλλοι τὰ ἐμά. Καὶ οὕτως ἐγένετο. Τῇ γὰρ δευτέρᾳ al. inser. ἡμέρᾳ. ἀνεπάη ὁ αὐτὸς οἰκονόμος, καθὼς εἶπεν.

Ὁ ἀββᾶς Πολυχρόνιος ὁ πρεσβύτερος διηγήσατο ἡμῖν ὅτι ἀκηκόει παρὰ τοῦ ἀββᾶ Κωνσταντίνου τοῦ ἡγουμένου τῆς ἁγίας Μαρίας τῆς Θεοτόκου τῆς νέας, ὅτι ἀνέπαυέν τις τῶν ἀδελφῶν ἐν τῷ νοσοκομείῳ τῆς Ἰεριχὼ, καὶ τοῦτον ἐλάβομεν, καὶ ἐπηνέγκαμεν εἰς τὰ Πυργία, ἵνα θάψωμεν αὐτὸν ἐκεῖ· καὶ ἐξότου κατήλθομεν ἐκ τοῦ νοσοκομείου, ἕως οὗ ἐφθάσαμεν εἰς τὰ Πυργία, οὐ διέλιπεν ἀστὴρ ἐπάνω τοῦ τελευτήσαντος συνοδοιπορῶν, καὶ φαινόμενος, μέχρι κατεστήσαμεν αὐτὸν ἐν τῇ γῇ.

Γέρων τις ἐκάθητο ἐν τῇ λαύρᾳ τῶν Πυργίων. Οἱ οὖν πρεσβύτεροι τῆς αὐτῆς λαύρας καὶ οἱ λοιποὶ ἀδελφοὶ, ἐπειδὴ ἦν τελειωθεὶς αὐτῶν ὁ ἡγούμενος, ὡς μέγαν καὶ εὐάρεστον ὄντα, ἠθέλησαν αὐτὸν ποιῆσαι ἡγούμενον. Ὁ δὲ γέρων παρεκάλει αὐτοὺς, λέγων· Συγχωρήσατέ μοι, Πατέρες, κλαῦσαι τὰς ἁμαρτίας μου. Ἐγὼ γὰρ οὐκ εἰμὶ τοιοῦτος ὥστε al. ins. δύνασθαι. φροντίσαιΣ ψυχῶν· ἀλλὰ τοῦτο τὸ ἔργον τῶν μεγάλων ἐστὶ Πατέρων al. add. καὶ θεοφόρων., τῶν περὶ τὸν ἀββᾶν Ἀντώνιον al. Παχώμιον καὶ Θεόδωρον τὸν ἡγιασμένον. καὶ τοὺς λοιπούς. Καθ᾿ ἑκάστην οὖν ἡμέραν, οὐ συνεχώρουν αὐτῷ, παρακαλοῦντες αὐτὸν οἱ ἀδελφοί· καὶ οὐκ ἐπείθετο. Ὡς δὲ ἐπὶ πολὺ εἶδεν αὐτὸν ἀναγκαζόμενον ὑπ᾿ αὐτῶν, λέγει τοῖς πᾶσιν· Ἐάσατέ με τρεῖς ἡμέρας εὔξασθαι· καὶ εἴ τι θέλει ὁ Θεὸς, ποιῆσαι ἔχω. Ἦν δὲ Παρασκευὴ ἡμέρα. Καὶ τῇ Κυριακῇ ὄρθρου ἀνεπάη.

Γέρων τις ἦν ἐν τῇ λαύρᾳ τῶν Πυργίων ὀνόματι Μυρογένης, καὶ εἰς τοσαύτην σκληραγωγίαν, ὥστε αὐτὸν ὑδρωπικὸν γενέσθαι· ἔλεγεν δὲ συνεχῶς τοῖς παραβάλλουσιν αὐτῷ γέρουσιν πρὸς θεραπείαν· Εὔξασθε ὑπὲρ ἐμοῦ, Πατέρες, ἵνα μὴ ὑδρωπικὸς γένηται ὁ ἔσω μου ἄνθρωπος· ἐγὼ γὰρ ἐπὶ πολὺ τῇ τοιαύτῃ ἐπιμένειν νόσῳ εὔχομαι τῷ Θεῷ.

CHAPTER 6

The same abba Polychronius, priest of the New Laura, told me: "Once when I was living in the laura of the Towers, a brother died, and the steward says to me, 'Do me a kindness, brother: come, so that we may carry 2857the brother's belongings to the steward's store.' So as we began to move the belongings, I see the steward weeping. I say to him, 'Truly, lord abba, why art thou weeping so?' He says to me, 'Because today I carry the brother's belongings, and after two days others will carry mine.' And so it happened. For on the second day the same steward went to his rest, as he had said."

Abba Polychronius the priest told us that he had heard from abba Constantine, superior of Holy Mary the Theotokos, the New Church: "One of the brethren went to his rest in the hospital of Jericho, and we took him and carried him to the Towers, to bury him there. And from the time we came down from the hospital until we reached the Towers, a star did not cease to travel along above the dead man, and to shine, until we laid him in the earth."

CHAPTER 7

An elder lived in the laura of the Towers. Now the priests of that laura and the rest of the brethren, since their superior had been perfected, wanted to make him superior, as he was a great man and well-pleasing. But the elder kept begging them, saying, "Allow me, Fathers, to weep for my sins. For I am not such as to take care of souls; this is the work of the great Fathers, abba Antony and those with him, and the rest." So every day the brethren would not let him be, entreating him; and he would not be persuaded. When he saw himself pressed by them for a long while, he says to them all, "Let me pray for three days; and whatever God wills, that I have to do." It was a Friday. And on the Sunday, at dawn, he went to his rest.

CHAPTER 8

There was an elder in the laura of the Towers named Myrogenes, and [he came] [?] to such hardness of life that he became dropsical. And he kept saying to the elders who visited him to care for him, "Pray for me, Fathers, that my inner man may not become dropsical. For myself, I pray God that I may stay a long time in this sickness."

Περὶ τοῦ ἀββᾶ Μυρογένους ἀκούσας ὁ ἀρχιεπίσκοπος Ἱεροσολύμων Εὐτύχιος, ἠθέλησεν αὐτῷ πέμψαι τὰς χρείας, καὶ οὐδέποτε ἐδέξατο παρ᾿ αὐτοῦ τιποτοῦν· ὅτι Εὖξαι ὑπὲρ ἐμοῦ, Πάτερ, ἵνα τῆς αἰωνίου ῥυσθῶ κολάσεως.

2860Ἐν αὐτῇ τῇ λαύρᾳ τῶν Πυργίων, ἐκάθητό τις γέρων. Ἦν δὲ ἀκτήμων πάνυ· εἶχεν δὲ καὶ τὸ χάρισμα τῆς ἐλεημοσύνης. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, ἦλθεν πτωχὸς εἰς τὸ πυργίον αὐτοῦ αἰτῶν ἐλεημοσύνην. Ὁ δὲ γέρων οὐκ εἶχεν εἰ μὴ ἕνα ἄρτον, καὶ ἐξενέγκας δέδωκεν αὐτὸν τῷ πτωχῷ. Λέγει αὐτῷ ὁ πτωχός· Οὐ θέλω ἄρτον, ἀλλ᾿ ἱμάτιον. Θέλων δὲ ὁ γέρων ἀποθεραπεῦσαι αὐτὸν πιάσας al. κρατήσας. αὐτὸν τῆς χειρὸς, εἰσήνεγκεν αὐτὸν εἰς τὸ πυργίον al. ἐν τῷ κελλίῳ. αὐτοῦ. Ὁ δὲ πτωχὸς μηδὲν ὅλως εὑρηκὼς, εἰ μὴ ὃ ἐφόρει μόνον, κατανυγεὶς ἐπὶ τῇ ἀρετῇ τοῦ γέροντος, ἔλυσεν τὸ ἴδιον σακκὴν(, καὶ εἰς τὸ al. τόν. μέσον τοῦ κελλίου αὐτοῦ ἐκένωσεν ὅσα εἶχε, λέγων· Λάβε ταῦτα, καλόγηρε, κἀγὼ ἀλλαχοῦ οἰκονομοῦμαι.

Ἦν τις ἀναχωρητὴς εἰς τὰ σπήλαια τοῦ ἁγίου Ἰορδάνου, ὀνόματι Βαρνάβης. Οὗτος ἐν μιᾷ κατερχόμενος πιεῖν ἐκ τοῦ Ἰορδάνου, ἐμπαγὲν εἰς τὸν πόδα αὐτοῦ τι ἔσχεν, καὶ ἔμεινεν ἔχων τὸν σκόλοπα, μὴ ἀνεχόμενος ἵνα ἰατρὸς ἴδῃ αὐτόν. Καὶ ἐσάπη ὁ ποῦς αὐτοῦ, καὶ ἠναγκάσθη λαβεῖν ἑαυτῷ πυργίον εἰς τὰ Πυργία. Ὁ δὲ ποῦς αὐτοῦ πρόσκαιρα ἐσήπετο. Ἔλεγε δὲ πᾶσι τοῖς πρὸς αὐτὸν παραβάλλουσιν, ὅτι ὅσον ἔξω πάσχει ἄνθρωπος, τοσοῦτον ὁ ἔξω θάλλει. Μετὰ τὸ ἀνελθεῖν τὸν ἀββᾶν Βαρνάβαν τὸν ἀναχωρητὴν ἐκ τοῦ σπηλαίου αὐτοῦ εἰς τὰ Πυργία, καὶ ποιῆσαι χρόνον τινὰ, ἕτερός τις ἀναχωρητὴς ἀπέρχεται εἰς τὸ σπήλαιον αὐτοῦ· καὶ εἰσελθὼν θεωρεῖ ἄγγελον Θεοῦ ἑστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, ὅπερ ἦν ποιήσας ὁ γέρων ἐπ᾿ αὐτοῦ τοῦ σπηλαίου, καὶ ἁγιάσας. Καὶ λέγει ὁ ἀναχωρητὴς τῷ ἀγγέλῳ· Τί ποιεῖς ὧδε; Λέγει αὐτῷ, Ἄγγελός εἰμι τοῦ Κυρίου, καὶ ἀφ᾿ οὗ ἡγιάσθη, ἐμοὶ ἐπιστεύθη ὑπὸ τοῦ Θεοῦ.

Ὁ ἀββᾶς Πέτρος ὁ πρεσβύτερος τῆς λαύρας τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σάβα, διηγήσατο ἡμῖν περὶ Ἁγιοδούλου, λέγων, ὅτι Ὄντος αὐτοῦ ἡγουμένου τῆς — λαύρας τοῦ μακαρίου Γερασίμου, συνέβη ἀδελφόν τινα τῶν ἐκεῖ τελευτῆσαι, καὶ οὐκ ἔμαθεν ὁ γέρων. Καὶ κρούσαντος τοῦ κανονάρχου τὸ ξύλον, ἐφ᾿ ᾧ πάντας τοὺς ἀδελφοὺς συναχθῆναι, καὶ προπέμψαι τὸν τελευτήσαντα, ἐλθὼν ὁ γέρων, καὶ ἰδὼν τὸ λείψανον τοῦ ἀδελφοῦ κείμενον ἐν τῇ ἐκκλησίᾳ, ἐλυπήθη, ὅτι οὐκ ἠσπάσατο αὐτὸν πρὸ τοῦ ἐξελθεῖν ἐκ τοῦ βίου. Ἀπελθὼν δὲ πρὸς τὴν κλίνην λέγει τῷ τεθνεῶτι, Ἐγείρου, ἀδελφὲ, δός μοι ἀσπασμόν.

Eutychius [?], archbishop of Jerusalem, hearing about abba Myrogenes, wanted to send him what he needed, and he never accepted anything at all from him, but said, "Pray for me, Father, that I may be delivered from eternal punishment."

2860CHAPTER 9

In that same laura of the Towers an elder lived. He had no possessions at all, and he had besides the gift of almsgiving. So one day a poor man came to his tower asking for alms. The elder had nothing but one loaf, and he brought it out and gave it to the poor man. The poor man says to him, "I don't want bread, but a garment." And the elder, wanting to satisfy him, took him by the hand and brought him into his tower. And the poor man, finding nothing at all except what he was wearing, was struck with compunction at the elder's virtue, and untied his own sack, and emptied out into the middle of his cell all that he had, saying, "Take these, good elder; I will find my keep elsewhere."

CHAPTER 10

There was an anchorite in the caves of the holy Jordan, named Barnabas. One day as he was going down to drink from the Jordan, something stuck in his foot, and he went on with the splinter in it, not allowing a doctor to see it. And his foot rotted, and he was compelled to take a tower for himself at the Towers. And his foot went on rotting for a time. And he used to say to all who visited him that as much as a man suffers outwardly, so much does the inner man flourish.

After abba Barnabas the anchorite had gone up from his cave to the Towers, and had spent some time there, another anchorite goes off to his cave. And going in he sees an angel of God standing at the altar which the elder had made in that very cave, and consecrated. And the anchorite says to the angel, "What art thou doing here?" He says to him, "I am an angel of the Lord, and since it was consecrated, it has been entrusted to me by God."

CHAPTER 11

Abba Peter, priest of the laura of our father among the saints Sabas, told us about Agiodulus: "When he was superior of the laura of blessed Gerasimus, it happened that one of the brethren there died, and the elder did not hear of it. And when the canonarch struck the wood for all the brethren to gather and escort the dead man, the elder came, and seeing the brother's body lying in the church, he was grieved that he had not embraced him before he went out of this life. And going to the bier he says to the dead man, 'Rise, brother, give me a kiss.'

Ὁ 2861δὲ ἀναστὰς ἠσπάσατο τὸν γέροντα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Κοίμα τὸ λοιπὸν ἕως ἐλθὼν ὁ Υἱὸς τοῦ Θεοῦ ἐγείρῃ σε. Ὁ αὐτὸς ἀββᾶς Ἁγιόδουλος ἀνερχόμενος παρὰ τὰς ὄχθας τοῦ ἁγίου Ἰορδάνου, ἐν τῷ λογισμῷ διενοεῖτο, τί ἄρα γεγόνασιν οἱ λίθοι οἱ ἐκλεκτοὶ οἱ ἐμβληθέντες ὑπὸ Ἰησοῦ τοῦ Ναυῆ, ἀντὶ τῶν ἀρχόντων ὑπ᾿ αὐτοῦ, καὶ ὡς ταῦτα διελογίζετο παραχρῆμα, διέστη ἔνθα καὶ ἔνθα τὰ ὕδατα, καὶ ἐθεάσατο τοὺς δώδεκα λίθους, καὶ βαλὼν μετάνοιαν τῷ Θεῷ, ἀνεχώρησεν.

Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ὀλύμπιον τὸν πρεσβύτερον τῆς λαύρας τοῦ ἀββᾶ Γερασίμου, λέγων· Εἰπόν μοι ῥῆμα. Ὁ δὲ λέγει αὐτῷ· Μὴ καθίσῃς μετὰ αἱρετικῶν, καὶ κράτει γλώσσης καὶ κοιλίας, καὶ ὅπου κάθῃ, συνεχῶς λέγε, ὅτι Ξένος εἰμί.

Ἔλεγον περὶ τοῦ ἀββᾶ Μάρκου τοῦ ἀναχωρητοῦ (οὗτος δὲ ἐκάθητο πλησίον τῆς μονῆς τοῦ Πενθουκλᾶ), ὅτι ἐπὶ ἑξήκοντα ἐννέα ἔτη ταύτην ἔσχεν τὴν ἐργασίαν, τὰς ἑβδομάδας νηστεύων, ὥστε νομίζειν τινὰς, ὅτι ἄσαρκός ἐστιν. Ἠργάζετο δὲ νύκτα καὶ ἡμέραν περὶ τῶν ἐπαγγελιῶν τοῦ Χριστοῦ, καὶ ἐδίδου αὐτὰς πτωχοῖς, οὐδὲ παρά τινος ἔλαβεν τιποτοῦν· περὶ τούτου ἀκούσαντες φιλόχριστοι ἦλθον δοῦναι αὐτῷ τὴν ἀγάπην· ὁ δὲ ἔλεγεν· Οὐ λαμβάνω· τὸ γὰρ ἐμὸν χείρεργον τρέφει με, καὶ τοὺς ἐρχομένους πρός με διὰ τὸν Θεόν.

Ὁ ἀββᾶς Πολυχρόνιος πάλιν ἡμῖν διηγήσατο, ἡμῖν λέγων, ὅτι Ἐν τῷ κοινοβίῳ τοῦ Πενθουκλᾶ, ἀδελφὸς ἦν πάνυ προσέχων αὐτὸν, καὶ ἀσκητής. Ἐπολεμήθη δὲ εἰς πορνείαν, καὶ μὴ εἰσενεγκὼν τὸν πόλεμον, ἐξῆλθεν τοῦ μοναστηρίου, καὶ ἀπῆλθεν εἰς Ἰεριχὼ πληρῶσαι τὴν ἐπιθυμίαν αὐτοῦ. Καὶ ὡς εἰσῆλθεν εἰς τὸ καταγώγιον τῆς πορνείας, εὐθέως ἐλεπρώθη ὅλως· καὶ θεασάμενος ἑαυτὸν ἐν τοιούτῳ σχήματι, εὐθέως ἐπέστρεψεν εἰς τὸ μοναστήριον αὐτοῦ, εὐχαριστῶν τῷ Θεῷ, καὶ λέγων, ὅτι Ὁ Θεὸς ἐπήγαγέν μοι τὴν τοιαύτην νόσον, ἵνα ἡ ψυχή μου σωθῇ. Καὶ μεγάλως ἐδόξαζεν τὸν Θεόν.

Ἔλεγον περὶ τοῦ ἀββᾶ Κόνωνος τοῦ ἡγουμένου τοῦ Πενθουκλᾶ, ὅτι Ἐν μιᾷ ἀπερχομένου αὐτοῦ ἐπὶ Βίτων ἅγιον τὸ χωρίον ὑπήντησαν αὐτῷ Ἑβραῖοι, καὶ ἠθέλησαν αὐτὸν φονεῦσαι· καὶ γυμνωσάντων αὐτῶν τὰ ξίφη, ἔδραμον πρὸς τὸν γέροντα, καὶ πλησιάσαντες, ἀνέτειναν τὰς χεῖρας αὐτῶν ἐπὶ τῷ δοῦναι αὐτῷ· καὶ ἔμειναν αἱ χεῖρες αὐτῶν ἐν τῷ μετεώρῳ ἀκίνητοι.

And 2861he rose up and kissed the elder. And the elder says to him, 'Sleep now, until the Son of God comes and raises thee.'"

The same abba Agiodulus, going up along the banks of the holy Jordan, was turning over in his thought what had become of the chosen stones that were thrown in by Joshua son of Nun in place of those taken up by him. And as he was reasoning on these things, at once the waters parted this way and that, and he beheld the twelve stones; and making a prostration to God, he withdrew.

CHAPTER 12

A brother asked abba Olympius, priest of the laura of abba Gerasimus, saying, "Tell me a word." He says to him, "Do not sit with heretics, and keep hold of thy tongue and thy belly, and wherever thou sittest, say constantly, 'I am a stranger.'"

CHAPTER 13

They used to say of abba Mark the anchorite (he lived near the monastery of Penthucla) that for sixty-nine years he kept this practice, fasting the whole week through, so that some thought he was without flesh. He worked night and day for the sake of Christ's promises, and gave the proceeds to the poor, and never took anything at all from anyone. Hearing about this, Christ-loving people came to give him a love-offering; but he said, "I do not take it. My own handiwork feeds me, and those who come to me for God's sake."

CHAPTER 14

Abba Polychronius told us again: "In the coenobium of Penthucla there was a brother who paid great heed to himself, and an ascetic. He was warred against with fornication, and not bearing the warfare, he went out of the monastery and went off to Jericho to fulfil his desire. And as he went into the house of harlotry, at once he became leprous all over. And seeing himself in such a state, at once he turned back to his monastery, giving thanks to God, and saying, 'God has brought this sickness on me, so that my soul may be saved.' And he greatly glorified God."

CHAPTER 15

They used to say of abba Conon, superior of Penthucla, that one day, as he was going off to the village of Biton Hagion [?], Hebrews met him and wanted to kill him. And baring their swords, they ran at the elder, and coming close they stretched out their hands to strike him; and their hands stayed in the air, motionless.

Καὶ ἐποίησεν αὐτοῖς ὁ γέρων εὐχὴν, καὶ ἀπῆλθον χαίροντες καὶ δοξάζοντες τὸν Θεόν.

2864Γέρων τις ἐκάθητο εἰς τὴν λαύραν τοῦ αββᾶ Πέτρου πλησίον τοῦ ἁγίου Ἰορδάνου, ὀνόματι Νικόλαος. Οὗτος διηγήσατο ἡμῖν λέγων, ὅτι Καθεζομένου μού ποτε εἰς τὴν Ῥαϊθοῦν al. Ῥαϊθοῦ., ἐπέμφθημεν τρεῖς ἀδελφοὶ εἰς διακονίαν, εἰς Θηβαΐδα. Καὶ δὴ ἀπερχόμενοι κατὰ τὴν ἔρημον, ἐπλανήθημεν τὴν ὁδὸν, καὶ περιεφερόμεθα ἐν τῇ ἐρήμῳ. Τοῦ οὖν ὕδατος ἡμῶν δαπανηθέντος, καὶ μὴ εὑρισκόντων ἡμῶν ὕδωρ ἐπὶ ἡμέρας, ἠρξάμεθα ἀπὸ δίψης καὶ ἐκ τοῦ καύματος ἐκλείπειν. Καὶ λοιπὸν μὴ δυνάμενοιβαδίζειν, εὑρόντες εἰς τὴν αὐτὴν ἔρημον δένδρα μυρίκινα, ἐθήκαμεν ἑαυτοὺς, εἷς ἕκαστος ἡμῶν, ὅπου ηὗρεν τόπον κατάσκιον(, προσδοκῶντες τὸν ἐκ τῆς δίψης θάνατον. Καὶ δὴ ἀνακείμενος ἐγὼ γίνομαι ἐν ἐκστάσει, καὶ θεωρῶ κολυμβήθραν πεπληρωμένην ὕδατος καὶ περιεκχύνουσαν, καὶ δύο τινὰς ἐφεστῶτας ἐπάνω εἰς τὸ χεῖλος τῆς κολυμβήθρας, καὶ ἐν ξυλίνῳ καυκίῳ() ἀντλοῦντας· καὶ ἠρξάμην παρακαλεῖν τὸν ἕνα, λέγων· Ποίησον ἀγάπην, κύριε, δός μοι ὀλίγον ὕδωρ, ὅτι ἐκλείπω. Ὁ δὲ οὐκ ἤθελέν μοι παρασχεῖν. Λέγει αὐτῷ ὁ ἄλλος· Δὸς αὐτῷ ὀλίγον. Ἀποκρίνεται αὐτῷ, λέγων· Μὴ δῶμεν αὐτῷ, ὅτι πολὺ ῥάθυμός ἐστιν καὶ ἀμελεῖ ἑαυτοῦ. Λέγει αὐτῷ· Ναὶ, ναὶ, ὅτι μὲν ῥᾴθυμός ἐστιν, ῥάθυμός ἐστιν· διὰ δὲ τὴν ξενιτείαν αὐτοῦ δώσωμεν αὐτῷ. Καὶ οὕτως παρέσχεν μοι· δοὺς, φησὶν, καὶ τοῖς μετ᾿ ἐμοῦ.

And the elder made a prayer for them, and they went away rejoicing and glorifying God.

2864CHAPTER 16

An elder lived in the laura of abba Peter near the holy Jordan, named Nicholas. He told us: "Once when I was living at Raithou, three of us brethren were sent on a service into the Thebaid. And as we were going through the desert, we lost the way and wandered about in the desert. So when our water was spent, and we found no water for some days, we began to faint from thirst and from the heat. And at last, being unable to walk, we found tamarisk trees in that same desert and laid ourselves down, each of us where he found a shady place, waiting for death from thirst. And as I lay there I fall into a trance, and I see a pool full of water and overflowing, and two men standing up on the edge of the pool and drawing water with a wooden cup. And I began to beg the one, saying, 'Do me a kindness, sir, give me a little water, for I am fainting.' But he would not give it me. The other says to him, 'Give him a little.' He answers him, saying, 'Let us not give him any, for he is very lazy and neglects himself.' He says to him, 'Yes, yes, that he is lazy, he is lazy; but because he is a stranger, let us give to him.' And so he gave to me," he says, "and to those with me. And we drank, and we journeyed three more days without drinking; and then we reached inhabited country."

Καὶ ἐπίομεν, καὶ ὡδεύσαμεν al. διωδεύσαμεν. ἄλλας τρεῖς ἡμέρας μὴ πιόντες· καὶ τότε ἐφθάσαμεν τὴν οἰκουμένην.

Ἔτι δὲ καὶ τοῦτο εἶπεν ὁ αὐτὸς γέρων, περί al. Ἔλεγον περί. τινος μεγάλου γέροντος, ἐν τῇ αὐτῇ λαύρᾳ al. inser. τοῦ Ἀββᾶ Πέτρου. καθημένου, 2865ὅτιπεντήκοντα ἔτη ἐποίησεν, καθήμενος εἰς Ἁ τὸ σπήλαιον αὐτοῦ, μήτε οἶνον πίνων, μήτε ἄρτον ἐσθίων, εἰ μὴ πίτυρα· μετελάμβανεν δὲ τρίτον τῆς ἑβδομάδος.

Διηγήσατο ἡμῖν πάλιν ὁ ἀββᾶς Πολυχρόνιος al. add. ὁ πρεσβύτερος., ὅτι Ἄλλος γέρων ἐκαθέζετο ἐν τῇ αὐτῇ λαύρᾳ τοῦ ἀββᾶ Πέτρου, καὶ πολλάκις ἀναχωρῶν, καὶ μένων εἰς τὰς τοῦ ἁγίου Ἰορδάνου ὄχθας, ὅπου ηὕρισκεν κοίτην λέοντος, ἐκεῖ ἐκάθευδεν. Ἐν μιᾷ οὖν εὑρίσκει δύο σκυμνία λέοντος εἰς σπήλαιον, καὶ φέρει αὐτὰ εἰς τὴν ἐκκλησίαν, εἰς τὸ παλλίον ὃ ἦν περιβεβλημένος· καὶ ἔλεγεν, ὅτι Εἰ ἐφυλάττομεν τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ταῦτα εἶχον ἡμᾶς φοβεῖσθαι· ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν, δοῦλοι γεγόναμεν, καὶ μᾶλλον ἡμεῖς φοβούμεθα ταῦτα. Καὶ μεγάλως ὠφεληθέντες οἱ ἀδελφοὶ, ἀνεχώρησαν εἰς τὰ σπήλαια αὐτῶν. Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Ἠλίας ὁ βοσκὸς, ὅτι Καθημένου μού ποτε εἰς τὰ μέρη τοῦ Ἰορδάνου ἐν σπηλαίῳ, διὰ τὸ μὴ κοινωνεῖν με τῷ ἀββᾷ Μακαρίῳ τῷ ἐπισκόπῳ Ἱεροσολύμων· ἐν μιᾷ τῶν ἡμερῶν ὡς περὶ ὥραν ἕκτην τοῦ καύσονος σφοδροτέρου ὄντος, ἔκρουσέν τις τῷ σπηλαίῳ μου, καὶ ἐξελθὼν ἐθεασάμην γυναῖκα· καὶ λέγω αὐτῇ· Τί ὧδε ποιεῖς; Καὶ ἀποκριθεῖσα, λέγει μοι· Κῦρι ἀββᾶ, κἀγὼ τὴν πολιτείαν ταύτην μετέρχομαι, καὶ ὡς ἀπὸ σημείου ἑνὸς τοῦ κελλίου σου καθέζομαι ἔχουσα σπήλαιον μικρόν· ἔδειξέν μοι καὶ τὸν τόπον ὡς ἐπὶ Νότου. Καὶ λέγει μοι, ὅτι Διερχομένη τὴν ἔρημον ταύτην, ἐδίψησα ἐκ τοῦ πολλοῦ καύσονος, ἀλλὰ ποίησον ἀγάπην, δός μοι ὀλίγον ὕδωρ. Κἀγὼ ἐξενέγκας τὸ βαυκάλιόν μου δέδωκα αὐτῇ. Ἡ δὲ λαβοῦσα ἔπιεν, καὶ ἀπέλυσα αὐτήν. Καὶ μετὰ τὸ ἀπελθεῖν αὐτὴν, ἤρξατο ὁ διάβολος πολεμεῖν με εἰς αὐτὴν, καὶ ἐμβάλλειν λογισμούς. Καὶ κατακυριευθεὶς, καὶ μὴ βαστάξας τὴν πύρωσιν, λαβὼν τὴν ῥάβδον μου, ἐξῆλθον τοῦ σπηλαίου, τοῦ καύσονος καὶ τοὺς λίθους ἐκκαίοντος, καὶ ἀπῄειν πρὸς αὐτὴν, εἰς τὸ τὴν ἐπιθυμίαν πληρῶσαι. Γενόμενος δὲ ὡς ἀπὸ σταδίου ἑνὸς, τῆς ἐπιθυμίας καταφλεγούσης με, γίνομαι ἐν ἐκστάσει, καὶ εἶδον τὴν γῆν ἀνοιγεῖσαν, κἀμὲ κατασπώμενον, καὶ θεωρῶ σώματα νεκρὰ κείμενα σεσηπότα, καὶ διεῤῥαγότα, καὶ δυσωδίας ἀνεικάστου ποτὲ πεπληρωμένα, καί τινα ἱεροπρεπῆ ὑποδεικνύντα τὰ πράγματα, καὶ λέγοντά μοι· Ἰδοὺ τοῦτο γυναικός ἐστιν, τοῦτο ἀνδρός ἐστιν· ἀπόλαυσον ποῖον ὅσον θέλεις τῆς ἐπιθυμίας σου. Διὰ τοιαύτην οὖν ἡδονὴν βλέπε πόσους κόπους θέλεις ἀπολέσαι, ἴδε διὰ ποίαν ἁμαρτίαν θέλετε ἑαυτοὺς ἀποστερῆσαι τῆς βασιλείας τῶν οὐρανῶν. Ἀβάλε τῇ ἀνθρωπότητι! Διὰ μίαν ὥραν ὅλον ἐκεῖνον τὸν κάματον θέλεις ζημιωθῆναι; Ἐγὼ δὲ ἀπὸ τῆς πολλῆς δυσωδίας ἔπεσα εἰς τὴν γῆν.

CHAPTER 17

This too the same elder told, about a great elder in that same laura, 2865that he spent fifty years sitting in his cave, neither drinking wine nor eating bread, but only bran; and he partook three times a week.

CHAPTER 18

Abba Polychronius told us again: "Another elder lived in that same laura of abba Peter, and often he would withdraw and stay on the banks of the holy Jordan; and wherever he found a lion's lair, there he slept. So one day he finds two lion cubs in a cave, and he carries them into the church in the cloak he had on, and he said, 'If we kept the commandments of our Lord Jesus Christ, these would have had to fear us. But because of our sins we have become slaves, and it is rather we who fear them.' And the brethren, greatly profited, withdrew to their caves."

CHAPTER 19

Abba Elias the grazer told us: "Once when I was living in a cave in the parts of the Jordan, because I would not communicate with abba Macarius, bishop of Jerusalem, one day, about the sixth hour, when the heat was very fierce, someone knocked at my cave. And going out I saw a woman, and I say to her, 'What art thou doing here?' And she answered and says to me, 'Lord abba, I too follow this way of life, and I live about a mile from thy cell, in a small cave.' And she showed me the place, towards the south. And she says to me, 'Crossing this desert, I have grown thirsty in the great heat; but do me a kindness, give me a little water.' And I brought out my flask and gave it to her. She took it and drank, and I sent her away. And after she had gone, the devil began to war against me over her, and to cast thoughts into me. And being overmastered, and not bearing the burning, I took my staff and went out of the cave, with the heat scorching even the stones, and set off towards her, to fulfil the desire. When I had gone about one stade, with the desire inflaming me, I fall into a trance; and I saw the earth opened, and myself being dragged down, and I see dead bodies lying there, rotted and burst open, and filled with a stench past imagining; and a man of holy appearance showing me these things, and saying to me, 'See, this is a woman's, this is a man's. Enjoy whichever thou wilt, as much as thou wilt, of thy desire. See how many toils thou wouldst lose for such a pleasure; see for what sort of sin you would deprive yourselves of the kingdom of heaven. Alas for human nature! For one hour wilt thou be stripped of all that labour?' And I, from the great stench, fell to the ground.

Καὶ ἐλθὼν ὁ φανείς μοι 2868Αἱεροπρεπὴς, ἀνέστησέν με, καὶ τὸν πόλεμον ἔπασεν, κἀγὼ ἀνεχώρησα εἰς τὴν κέλλην μου, εὐχαριστῶν τῷ Θεῷ.

Διηγήσατό μοί τις τῶν Πατέρων, ὅτι δρακονάρις ( τις διηγήσατό μοι al. inser. καὶ τῷ σοφιστῇ Σωφρονίῳ. λέγων, ὅτι Πόλεμον ἔχομεν εἰς τὰ μέρη τῆς Ἀφρικῆς μετὰ τῶν Μαυριτιάνων al. Μαυριτιανῶν.· καὶ ἡττηθέντες ὑπὸ τῶν Βαρβάρων, ἐδιωκόμεθα. Κατεδίωκον οὖν ὀπίσω ἡμῶν οἱ Βάρβαροι, καὶ πολλοὺς ἐξ ἡμῶν ἐφόνευσαν. Ἔφθασεν δὲ, φησὶ, κἀμὲ εἷς Βάρβαρος, καὶ τὸ δόρυ αὐτοῦ ἐξέτεινεν ἵνα κρούσῃ με. Ἐγὼ δὲ ὡς εἶδον, ἠρξάμην παρακαλεῖν τὸν Θεὸν, καὶ λέγειν· Κύριε ὁ Θεὸς, ὁ φανεὶς τῇ δούλῃ σῇ Θέκλῃ, καὶ ῥυσάμενος αὐτὴν ἐκ τῶν ἀνόμων χειρῶν, ῥῦσαί με ἐκ τῆς ἀνάγκης ταύτης, καὶ σῶσόν με ἀπὸ τοῦ πικροῦ θανάτου τούτου, καὶ ὑπάγω εἰς τὴν ἔρημον, καὶ ἡσυχάζω. Καὶ στραφεὶς, φησὶν, οὐκ εἶδόν τινα τῶν Βαρβάρων. Καὶ εὐθέως ἦλθον εἰς τὴν λαύραν ταύτην τοῦ Κοπραθᾶ. Καὶ ἰδοὺ ἔχω χάριτι Θεοῦ ἐν τῷ σπηλαίῳ τούτῳ ἔτη τριακονταπέντε.

Ὁ ἀββᾶς Γερόντιος ὁ ἡγούμενος τῆς μονῆς τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου διηγήσατό μοι λέγων, ὅτι Τρεῖς ἤμεθα βοσκοὶ πέραν τῆς Νεκρᾶς Θαλάσσης, ὡς ἐπὶ Βησιμοῦντα. Καὶ περιπατούντων ἡμῶν εἰς τὸ ὄρος, ἄλλος βοσκὸς κάτωθεν ἡμῶν περὶ τὸ χεῖλος τῆς θαλάσσης περιεπάτει. Συνέβη δὲ ἀπαντῆσαι αὐτῷ Σαρακηνοὺς[διερχομένους τοὺς τόπους ἐκείνους. Ὡς οὖν ἀντιπαρῆλθον αὐτὸν, ὑποστρέψας εἷς τῶν Σαρακηνῶν ἀπεκεφάλισεν τὸν ἀναχωρητὴν, ἡμῶν θεωρούντων ἀπὸ μακρόθεν. Ἤμεθα γὰρ ἡμεῖς εἰς τὸ ὄρος.

And the one who appeared to me, 2868the man of holy appearance, came and raised me up, and stopped the warfare. And I withdrew to my cell, giving thanks to God."

CHAPTER 20

One of the Fathers told me that a dragonarius told him, saying: "We had a war in the parts of Africa with the Mauritanians, and being beaten by the barbarians, we were put to flight. So the barbarians pursued after us, and killed many of us. And one barbarian overtook me too," he says, "and stretched out his spear to strike me. And as I saw it, I began to entreat God and say, 'Lord God, who didst appear to thy handmaid Thecla, and deliver her out of lawless hands, deliver me from this distress, and save me from this bitter death, and I will go away into the desert and keep stillness.' And turning round," he says, "I saw none of the barbarians. And at once I came to this laura of Kopratha. And behold, by the grace of God, I have been in this cave thirty-five years."

CHAPTER 21

Abba Gerontius, superior of the monastery of our father among the saints Euthymius, told me: "We were three grazers beyond the Dead Sea, towards Besimous. And as we were walking on the mountain, another grazer was walking below us along the shore of the sea. And it happened that Saracens passing through those places met him. So when they had gone past him, one of the Saracens turned back and beheaded the anchorite, while we watched from afar; for we were up on the mountain.

Δακρυσάντων δὲ ἡμῶν διὰ τὸν ἀναχωρητὴν, ἰδοὺ ἄφνω ὄρνεον ἐλθὸν ἐπάνω τοῦ Σαρακηνοῦ, καὶ ἁρπάσαν al. inser. αὐτόν. ἀνέφερεν ἐπὶ τὸ μετέωρον(, καὶ ἐξαφῆκαν αὐτὸν ἐπὶ τὴν γῆν, ὅπου καὶ μέλος γέγονεν ὁ Σαρακηνός.

2869Γέρων τις ἐκαθέζετο εἰς τὸ κοινόβιον τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ ἀρχιμανδρίτου, ὀνόματι Κόνων, Κίλιξ τὸ γένος, τοῦτον ἐκτελέσας τὸν κανόνα ἐπὶ τριακονταπέντε ἔτη· κατὰ ἑβδομάδα ἅπαξ μετελάμβανεν ἄρτου καὶ ὕδατος, ἀδιαλείπτως ἐργαζόμενος, καὶ τῆς ἐκκλησίας μὴ ἀπολιμπανόμενος al. ἀφιστάμενος et ἐξερχόμενος..

Ἄλλον δὲ ἐθεασάμεθα γέροντα ἐν τῇ αὐτῇ μονῇ Θεόδουλον ἀπὸ στρατιωτῶν, πάσας τὰς ἡμέρας νηστεύοντα, καὶ μηδέποτε ἐπὶ πλευρὸν κοιμηθέντα al. add. μηδὲ ὑπόδημα φορέσαντα..

Ἦν τις γέρων εἰς τὰ κελλία τοῦ Χωζιβᾶ al. Χουζιβᾶ. οἰκῶν, καὶ διηγοῦντο ἡμῖν περὶ αὐτοῦ οἱ τοῦ αὐτοῦ τόπου γέροντες, ὅτι Ὅτε ἦν ἐν τῇ κώμῃ αὐτοῦ, ταύτην εἶχεν τὴν ἐργασίαν· εἴποτε ἔβλεπέν τινα εἰς τὴν κώμην αὐτοῦ διὰ πολλὴν πενίαν μὴ εὐποροῦντα σπεῖραι τὸ χωρίον τὸ ἴδιον, ἀπήρχετο ἐν νυκτὶ μὴ γινώσκοντος τοῦ κυρίου τοῦ χωρίου, καὶ ἐλάμβανεν τὰ ἴδια βοΐδια καὶ σπόρον ἴδιον, καὶ ἔσπειρεν al. ἔσπερεν. τὸ τοῦ ἑτέρου χωρίον. Ὅτε δὲ ἦλθεν εἰς τὴν ἔρημον, καὶ ἔμεινεν εἰς τὰ κελλία τοῦ Χωζιβᾶ, τὴν αὐτὴν πάλιν συμπάθειαν εἶχεν ὁ γέρων. Ἀπήρχετο al. ἀνήρχετο. γὰρ εἰς τὴν ὁδὸν τὴν ἄγουσαν εἰς τὴν ἁγίαν πόλιν ἀπὸ τοῦ ἁγίου Ἰορδάνου, βαστάζων ἄρτους καὶ ὕδωρ. Καὶ εἴποτε εἶδέν τινα ἀτονήσαντα, ἐβάσταζεν τὸ γομάριν al. γομάριον. αὐτοῦ, καὶ ἀνήρχετο ἕως τοῦ ἁγίου ὄρους τῶν Ἐλαιῶν· καὶ πάλιν τὴν αὐτὴν ὑπέστρεψεν, βαστάζων, εἴπερ εὗρεν ἄλλους, τὰ ἐκείνων γομάρια ἕως Ἰεριχώ. Ἦν οὖν ἰδεῖν τὸν γέροντα, ποτὲ μὲν βαστάζοντα γομάριν μέγα, καὶ ἱδροῦντα, ποτὲ δὲ παιδίον εἰς τὸν ὦμον φέροντα· ἔστιν δὲ ὅτε καὶ δύο ἐβάσταζεν. Ἄλλοτε ἐκάθητο, τὰ ὑποδήματα, εἰ ἐκόπη, ἀνδρὸς ἢ γυναικὸς ποιῶν· ἐβάσταζεν γὰρ τὰ ἐπιτήδεια. Ἄλλους ἐπότιζεν ἐκ τοῦ ἐπιφερομένου παρ᾿ αὐτοῦ ὕδατος· ἄλλοις δὲ καὶ ἄρτους παρεῖχεν. Εἰ δὲ εὗρεν γυμνὸν, καὶ τὸ ἱμάτιον ὃ ἐφόρει ἐδίδου αὐτῷ. Καὶ ἦν ἰδεῖν αὐτὸν διὰ πάσης ἡμέρας κοπιῶντα. Εἴποτε δὲ καὶ νεκρὸν εὗρεν ἐν τῇ ὁδῷ, ἐποίει ἐπάνω αὐτοῦ τὸν κὰ νόνα, καὶ ἔθαπτεν αὐτόν.

Ὁ ἀββᾶς Γρηγόριος ὁ ἀπὸ Σχολαρίων, ἔλεγεν ἡμῖν, ὅτι Ἦν τις ἀδελφὸς ἐν τῷ κοινοβίῳ τοῦ Χουζιβᾶ, ὃς ἦν μαθὼν τὴν προσκομιδὴν τῆς ἁγίας ἀναφορᾶς. Ἐν μιᾷ οὖν ἐπέμφθη ἐνέγκαι εὐλογίας, καὶ ἐρχόμενος ἐν τῷ μοναστηρίῳ, εἶπεν τὴν προσκομιδὴν ὡς ἐν τάξει τῆς στιχολογίας.

And as we wept for the anchorite, behold, suddenly a bird came down over the Saracen, and seizing him it carried him up into the air, and let him fall to the ground, where the Saracen was broken limb from limb."

2869CHAPTER 22

An elder lived in the coenobium of our father among the saints Theodosius the archimandrite, named Conon, a Cilician by race, who kept this rule for thirty-five years: once a week he partook of bread and water, working without ceasing, and never absent from the church.

CHAPTER 23

Another elder we saw in that same monastery, Theodulus, formerly a soldier, fasting every day, and never sleeping on his side.

CHAPTER 24

There was an elder living in the cells of Choziba, and the elders of that place told us about him: "When he was in his village, this was his practice: whenever he saw someone in his village unable, for great poverty, to sow his own field, he would go off by night, without the owner of the field knowing, and take his own oxen and his own seed and sow the other man's field. And when he came into the desert and stayed in the cells of Choziba, the elder had the same compassion again. For he would go off to the road that leads from the holy Jordan to the holy city, carrying loaves and water. And whenever he saw someone worn out, he carried his load and went up as far as the holy Mount of Olives; and he came back again the same way, carrying, if he found others, their loads as far as Jericho. So one could see the elder, now carrying a great load and sweating, now bearing a child on his shoulder; and there were times when he carried two. At other times he would sit mending shoes, if they were torn, a man's or a woman's; for he carried what was needed. Some he gave to drink from the water he carried with him; to others he gave loaves as well. And if he found someone naked, he gave him even the garment he was wearing. And one could see him toiling all day long. And whenever he found a dead man on the road, he sang the office over him and buried him."

CHAPTER 25

Abba Gregory, who had been of the Scholarii, told us: "There was a brother in the coenobium of Choziba who had learned the prayer of oblation of the holy anaphora. So one day he was sent to bring the blessings, and as he was coming to the monastery he said the prayer of oblation as though in the course of the psalm-singing. And the deacons set out those same blessings on the paten at the holy altar.

Καὶ τὰς αὐτὰς εὐλογίας προέθηκαν ἐν τῷ δίσκῳ ἐν τῷ ἁγίῳ θυσιαστηρίῳ οἱ διάκονοι· καὶ 2872ἐν τῷ προσκομίζειν τὸν ἀββᾶν τὸν Ἰωάννην τὸν τότε πρεσβύτερον ὄντα, τὸ ἐπίκλην Χοζεβίτην· ὃς καὶ ὕστερον γέγονεν Καισαρείας τῆς κατὰ Παλαιστίνην ἐπίσκοπος. Οὐκ ἐθεάσατο κατὰ τὸ ἔθος τὴν ἐπιφοίτησιν τοῦ ἁγίου Πνεύματος. Καὶ λυπηθεὶς μήτι ἄρα αὐτὸς ἥμαρτεν, καὶ διὰ τοῦτο ἀπέστη τὸ Πνεῦμα τὸ ἅγιον, εἰσῆλθεν ἐν τῷ διακονικῷ κλαίων καὶ ῥίπτων ἑαυτὸν ἐπὶ πρόσωπον· καὶ φαίνεται αὐτῷ ὁ ἄγγελος Κυρίου λέγων, ὅτι Ἐξότου ἐν τῇ ὁδῷ ἐπικομιζόμενος τὰς εὐλογίας ὁ ἀδελφὸς ἔλεγεν τὴν ἁγίαν ἀναφορὰν, ἡγιάσθησαν, καὶ τετελειωμέναι εἰσίν. Καὶ ἀπὸ τότε λόγον ἔθηκεν ὁ γέρων, ὥστε μηδένα μαθεῖν τὴν ἁγίαν ἀναφορὰν, μὴ ἔχοντα χειροτονίαν, μηδὲ ὡς ἔτυχεν λέγειν αὐτὴν ἐν οἱῳδήποτε καιρῷ, χωρὶς τόπου ἡγιασμένου.

Γέρων τις ἐκάθητο ἐν τῇ λαύρᾳ τοῦ Καλαμῶνος τῇ οὔσῃ ἐν τῷ ἁγίῳ Ἰορδάνῃ, ὀνόματι Κυριακός· ἦν δὲ μέγας ὁ γέρων κατὰ Θεόν. Τούτῳ παρέβαλεν ἀδελφὸς ξενικὸς, ἐκ τῆς χώρας τοῦ Δαρᾶς (, ὀνόματι Θεοφάνης, ἐρωτῆσαι τὸν γέροντα περὶ λογισμοῦ πορνείας. Καὶ δὴ ὁ γέρων ἤρξατο ἐπαλείφειν αὐτὸν τοῖς περὶ σωφροσύνης καὶ ἁγνείας λόγοις. Ὁ οὖν ἀδελφὸς ὠφεληθεὶς μεγάλως, λέγει τῷ γέροντι· Κῦρι ἀββᾶ, ἐγὼ εἰς τὴν χώραν μου τοῖς Νεστοριανοῖς κοινωνῶ, καὶ διὰ ταύτην τὴν αἰτίαν οὐ δύναμαι· ἐπεὶ μετὰ σοῦ εἶχον μεῖναι. Ὡς δὲ ἤκουσεν ὁ γέρων τὸ Νεστορίου ὄνομα, θλιβεὶς ἐπὶ τῇ ἀπωλείᾳ τοῦ ἀδελφοῦ, ἐνουθέτει αὐτὸν καὶ παρεκάλει ἀποστῆναι τῆς βλαβερᾶς αἱρέσεως ταύτης, καὶ προσελθεῖν τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ. Ἔλεγεν δὲ αὐτῷ, ὅτι, Οὐκ ἔστιν ἄλλη σωτηρία, εἰ μὴ τὸ ὀρθῶς φρονεῖν καὶ πιστεύειν, κατὰ ἀλήθειαν Θεοτόκον τὴν ἁγίαν Παρθένον Μαρίαν ὑπάρχειν. Ὁ δὲ ἀδελφὸς λέγει τῷ γέροντι al. præpon. Ὄντως.· Ὄντως, κῦρι ἀββᾶ, ὅλαι αἱ αἱρέσεις οὕτως λέγουσιν, ὅτι Εἰ μὴ μεθ᾿ ἡμῶν κοινωνήσῃς, οὐ σώζει. Τί οὖν ποιήσω, οὐκ οἶδα ἐγὼ ὁ ταπεινός. Δεήθητι οὖν τοῦ Κυρίου, ἵνα ἔργῳ με πληροφορήσῃ τὸ ποία ἐστὶν ἀληθινὴ πίστις. Ὁ δὲ γέρων μετὰ χαρᾶς ἐδέξατο τὸν λόγον τοῦ ἀδελφοῦ· καὶ λέγει αὐτῷ· Κάθου εἰς τὸ κελλίον μου, καὶ ἐλπίδας ἔχω εἰς τὸν Θεὸν, ὅτι ἀποκαλύπτῃ σοι ἡ αὐτοῦ ἀγα θότης τὴν ἀλήθειαν. Καὶ ἐάσας τὸν ἀδελφὸν εἰς τὸ σπήλαιον αὐτοῦ, ἐξῆλθεν ἐπὶ Νεκρὰν θάλασσαν, δεόμενος περὶ τοῦ ἀδελφοῦ.

And 2872when abba John was making the offering (he was a priest then, surnamed the Chozebite, and later became bishop of Caesarea in Palestine), he did not behold, as was usual, the descent of the Holy Spirit. And grieved lest he himself had sinned in some way, and for that the Holy Spirit had departed, he went into the diaconicon weeping, and throwing himself on his face. And the angel of the Lord appears to him, saying, 'Since the brother, carrying the blessings on the road, said the holy anaphora, they were consecrated, and they are perfected.' And from that time the elder laid down a rule that no one who did not have ordination should learn the holy anaphora, nor say it just anyhow at any time at all, without a consecrated place."

CHAPTER 26

An elder lived in the laura of Calamon, which is at the holy Jordan, named Cyriacus; and the elder was great in the sight of God. A brother from abroad visited him, from the country of Dara, named Theophanes, to ask the elder about the thought of fornication. And the elder began to anoint him with words about chastity and purity. So the brother, greatly profited, says to the elder, "Lord abba, in my own country I communicate with the Nestorians, and for this reason I cannot stay; otherwise I would have stayed with thee." When the elder heard the name of Nestorius, he was grieved at the brother's perdition, and he admonished him, and begged him to depart from this harmful heresy and to come to the holy catholic and apostolic Church. And he said to him, "There is no other salvation but to think rightly and to believe that the holy Virgin Mary is in truth the Theotokos." The brother says to the elder, "Truly, lord abba, all the heresies say the same: 'Unless thou communicate with us, thou art not saved.' So what I am to do, I do not know, wretch that I am. Pray to the Lord, then, that he may assure me by a deed which is the true faith." The elder received the brother's word with joy, and he says to him, "Stay in my cell, and I have hope in God that his goodness will reveal the truth to thee." And leaving the brother in his cave, he went out towards the Dead Sea, praying for the brother.

Καὶ δὴ ὡς περὶ ὥραν ἐνάτην τῇ δευτέρᾳ ἡμέρᾳ, θεωρεῖ ὁ ἀδελφός τινα ἐφιστάμενον αὐτῷ φοβερὸν τῷ εἴδει, καὶ λέγοντα αὐτῷ· Ὄντως, 2873ἔρχου καὶ ἴδε τὴν ἀλήθειαν. Καὶ παραλαβὼν αὐτὸν ἀποφέρει εἰς τόπον σκοτεινὸν καὶ δυσώδη μετὰ πυρὸς, καὶ δείκνυσιν αὐτῷ ἐν αὐτῷ τῷ πυρὶ Νεστόριον καὶ Θεόδωρον Abest ab al., Εὐτυχέα καὶ Ἀπολινάριον, Εὐάγριον καὶ Desunt in al. Δίδυμον, Διόσκορον καὶ Σευῆρον, Ἄρειον, καὶ Ὠριγένην, καὶ ἄλλους τινάς. Καὶ λέγει αὐτῷ ὁ φανεὶς, ὅτιΟὗτος ὁ τόπος ἡτοίμασταιτοῖς αἱρετικοῖς, καὶ τοῖς βλασφημοῦσιν τὴν ἁγίαν Non sunt in al. Θεοτόκον, καὶ τοῖς ἀκολουθοῦσιν τοῖς δόγμασιν αὐτῶν. Εἰ οὖν ἀρέσκεισοι ὁ τόπος, ἔμμεινον τῷ δόγματί σου· εἰ δὲ πεῖραν τῆς κολάσεως ταύτης λαβεῖν οὐ θέλεις, πρόσελθε τῇ ἁγίᾳ καθολικῇ Ἐκκλησίᾳ, ἐν ᾗ καὶ ὁ γέρων διδάσκει. Λέγω γάρ σοι, ὅτι ἐὰν πάσας τὰς ἀρετὰς ποιήσει ἄνθρωπος, καὶ μὴ ὀρθῶς δοξάζει, εἰς τὸν τόπον τοῦτον ἔρχεται. Καὶ ἐπὶ τῷ λόγῳ τούτῳ, ἦλθεν εἰς ἑαυτὸν ὁ ἀδελφός. Καὶ ἐλθόντος τοῦ γέροντος, διηγήσατο αὐτῷ ἅπαντα τὰ γενόμενα καθὼς ἑώρακεν. Καὶ προσελθὼν ἐκοινώνησεν τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ. Ἔμεινεν δὲ μετὰ τοῦ γέροντος εἰς τὸν Καλαμῶνα· καὶ ποιήσας μετ᾿ αὐτοῦ ἔτη ἱκανὰ al. ὁ᾽., ἐκοιμήθη ἐν εἰρήνῃ.

Ἀπὸ δέκα μιλίων τῆς πόλεως Αἰγαιῶν τῆς Κιλικίας κτῆμα ἐστιν ὀνόματι Μάρδαρδος. Ἐν ᾧ ἐστιν ναὸς τοῦ ἁγίου Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἐν ᾧ γέρων τις πρεσβύτερος ἐκάθητο. Ἦν δὲ μέγας πάνυ ὁ γέρων καὶ ἐνάρετος. Ἐν μιᾷ οὖν οἱ τοῦ αὐτοῦ κτήματος οἰκήτορες προσέρχονται κατ᾿ αὐτοῦ τῷ ἐπισκόπῳ Αἰγαιῶν, λέγοντες· Ἆρον ἀφ᾿ ἡμῶν τὸν γέροντα τοῦτον, ὅτι θλίβει ἡμᾶς· ἔρχεται γὰρ Κυριακὴ, καὶ ποιεῖ τὴν σύναξιν ὥραν ἐννάτην, καὶ οὐ φυλάττει τὴν νενομισμένην τάξιν τῆς ἁγίας συνάξεως. Καὶ λαβὼν ὁ ἐπίσκοπος τὸν γέροντα κατ᾿ ἰδίαν, λέγει αὐτῷ· Καλόγηρε, διὰ τί οὕτως ποιεῖς; Ἢ ἀγνοεῖς τῆς ἁγίας Ἐκκλησίας τὴν κατάστασιν; Ὁ δὲ γέρων ἔφη αὐτῷ, Ἐπ᾿ ἀληθείας, κύριε ὁ μέγας, οὕτως ἐστὶ, καὶ καλῶς λέγεις. Ἀλλὰ τί ποιῆσαι οὐκ οἶδα. Μετὰ γὰρ τὸν κανόνα τὸν νυκτερινὸν τῆς ἁγίας Κυριακῆς,Σ κάθημαιπλησίον τοῦ ἁγίου θυσιαστηρίου· καὶ ἕως ἂν Ἴδω τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκιάζον τῷ ἁγίῳ θυσιαστηρίῳ, οὐκ ἄρχομαι τῆς συνάξεως. Ὅταν δὲ θεάσωμαι τὴν ἐπιφοίτησιν τοῦ ἁγίου Πνεύματος, τότε καὶ τὴν λειτουργίαν ἐπιτελῶ. Θαυμάσας δὲ ὁ ἐπίσκοπος τὴν ἀρετὴν τοῦ γέροντος, καὶ πληροφορήσας τοὺς τοῦ κτήματος, ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ δοξάζοντας τὸν Θεόν. Τούτῳ τῷ γέροντι ἀπέστειλεν ὁ ἀββᾶς Ἰουλιανὸς ὁ Στυλίτης προσηγορίαν, πέμψας αὐτῷ καὶ πανίον al. πανν. δεδεμένον ἔχον ἔσωθεν τρεῖς ἄνθρακας al. πεπυρακτωμένους. πυρός. Ὁ δὲ γέρων δεξάμενος τὸν ἀσπασμὸν καὶ τοὺς ἄνθρακας μὴ ἀποσβεσθέντας, ἀντέπεμψεν τῷ ἀββᾷ Ἰουλιανῷ εἰς Abest ab al. τὸ αὐτὸ πανίον, βαλὼν εἰς αὐτὸ ὕδωρ, καὶ δήσας.

And about the ninth hour on the second day, the brother sees someone standing over him, fearful to look on, and saying to him, "Truly, 2873come and see the truth." And taking him, he carries him off to a dark and stinking place, with fire, and shows him in that very fire Nestorius and Theodore, Eutyches and Apollinarius, Evagrius and Didymus, Dioscorus and Severus, Arius and Origen, and some others. And the one who appeared says to him, "This place is prepared for the heretics, and for those who blaspheme the holy Theotokos, and for those who follow their doctrines. So if the place pleases thee, abide in thy doctrine; but if thou dost not want to make trial of this punishment, come to the holy catholic Church, in which the elder also teaches. For I tell thee, if a man does all the virtues and does not believe rightly, he comes to this place." And at this word the brother came to himself. And when the elder came back, he told him everything that had happened, as he had seen it. And he went and communicated with the holy catholic and apostolic Church. And he stayed with the elder at Calamon; and having spent a good number of years with him, he fell asleep in peace.

CHAPTER 27

Ten miles from the city of Aegeae in Cilicia there is an estate named Mardardus [?]. In it there is a church of holy John the Baptist, and in it an elder, a priest, lived. The elder was very great and virtuous. So one day the people who lived on that estate come to the bishop of Aegeae against him, saying, "Take this elder away from us, for he is a burden to us. Sunday comes, and he holds the synaxis at the ninth hour, and does not keep the established order of the holy synaxis." And the bishop took the elder aside and says to him, "Good elder, why dost thou do so? Or dost thou not know the ordinance of the holy Church?" The elder said to him, "In truth, my great lord, it is so, and thou sayest well. But what to do, I do not know. For after the night office of holy Sunday, I sit near the holy altar; and until I see the Holy Spirit overshadowing the holy altar, I do not begin the synaxis. But when I behold the descent of the Holy Spirit, then I perform the liturgy." And the bishop, wondering at the elder's virtue, and having assured the people of the estate, sent them away in peace, glorifying God.

To this elder abba Julian the Stylite sent a greeting, and sent him also a cloth tied up, with three coals of fire inside it. And the elder, receiving the greeting and the coals unquenched, sent back to abba Julian in the same cloth, after putting water in it and tying it up.

Ἀπεῖχον δὲ ἀπ᾿ ἀλλήλων ὡσεὶ μίλια εἴκοσι.

2876Διηγήσατο ὁ ἀββᾶς Κύριλλος al. Κυριακός. ὁ μαθητὴς τοῦ εἰρημένου ἀββᾶ Ἰουλιανοῦ τοῦ Στυλίτου, ὅτι Ἐγὼ καὶ ὁ Πατήρ μου καὶ ὁ ἀδελφός μου ἤλθομεν ἀπὸ τῆς ἡμῶν χώρας πρὸς τὸν ἀββᾶν Ἰουλιανὸν ἀκούοντες τὰ περὶ αὐτοῦ. Εἶχον γὰρ, φησὶν, ἐγὼ πάθος ἀνίατον, ὃ οὐδεὶς τῶν ἰατρῶν al. ἀνθρώπων. θεραπεῦσαι οὐκ ἠδυνήθη. Ἐλθόντα με οὖν εὐθὺς ὁ γέρων εὐξάμενος ἐθεράπευσεν. Ἐμείναμεν οὖν οἱ τρεῖς παρ᾿ αὐτῷ, καὶ ἀπεταξάμεθα. Καὶ κατέστησεν ὁ γέρων τὸν ἐμὸν πατέρα ἐπὶ τοῦ σίτου. Ἐν μιᾷ οὖν τῶν Deest in al. ἡμερῶν, ἔρχεται ὁ Πατήρ μου, καὶ λέγει τῷ ἀββᾷ Ἰουλιανῷ· Σῖτον οὐκ ἔχομεν. Ἀπεκρίθη ὁ γέρων al. add. ἐκ τοῦ κίονος.· Ὕπαγε, ἀδελφὲ, καὶ αὐτὸν ὃν εὑρίσκεις συνάξας, ἄλεσον al. ἄλησον σήμερον., καὶ περὶ τὴν αὔριον ὁ Θεὸς μεριμνήσει ὑπὲρ ἡμῶν. Ὁ δὲ ἐπὶ τῷ λόγῳ al. εἰς λόγον., ταραχθεὶς (ᾔδει γὰρ ὅτι οὐδὲν εἴασεν ἐν τῷ σιτοβολῶνι), ἀνεχώρησεν ἐν τῷ κελλίῳ αὐτοῦ. Τῆς δὲ χρείας κατεπειγούσης, δηλοῖ αὐτόν· ὁ γέρων· Δεῦρο ἕως ὧδε. Μόλις οὖν ἐλθόντι λέγει αὐτῷ ὁ γέρων· Ἀδελφὲ Κόνων, ἄπελθε, καὶ ὃ εὑρίσκεις ποίησον λόγῳ τῶν ἀδελφῶν. Ὁ δὲ ὡς ἀπὸ ὀργῆς λαβὼν τὰ κλειδία τοῦ ὁρίου(, ἀπῆλθεν, θέλων ἐνέγκαι τὸν χοῦν. Ἀνοίξας οὖν τὸ κλειδίον al. κλείδωμα., ἤθελεν ἀνοῖξαι τὰς θύρας, καὶ οὐκ ἠδύνατο· ἦν γὰρ ὁ σιτοβολὼν al. non habet. ὅλως πεπληρωμένος σίτου. Καὶ ἰδὼν, ἔβαλεν τῷ γέροντι μετάνοιαν(, δοξάζων τὸν Θεόν Absunt ab al..

Ὡς ἀπὸ τριάκοντα μιλίων Al. σταδίων.Αἰγῶν τῆς πόλεως Κιλικίας, στυλῖται δύο εἰσὶν al. ἦσαν., ἀπέχοντες ἀλλήλων ὡς ἀπὸ ἓξ μιλίων. Τούτων ὁ μὲν εἷς τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ ἐκοινώνει· ὁ δὲ ἄλλος, ὁ καὶ πλείονα χρόνον ἔχων εἰς τὸν κίονα πλησίον κτήματος λεγομένου Κασσιδωρᾶ, τῆς Σευήρουὑπῆρχεν αἱρέσεως.

They were about twenty miles apart from each other.

2876CHAPTER 28

Abba Cyril [?], the disciple of the aforesaid abba Julian the Stylite, told this: "I and my father and my brother came from our country to abba Julian, hearing what was said of him. For I had," he says, "an incurable affliction, which none of the doctors had been able to cure. So when I came, the elder prayed and cured me at once. So the three of us stayed with him, and renounced the world. And the elder put my father in charge of the grain. So one day my father comes and says to abba Julian, 'We have no grain.' The elder answered, 'Go, brother, gather up what thou findest and grind it, and as for tomorrow, God will take care for us.' At the word he was troubled (for he knew that he had left nothing in the granary), and he withdrew to his cell. As the need was pressing, the elder sends word to him: 'Come here.' So when he had barely come, the elder says to him, 'Brother Conon, go, and what thou findest, make it ready for the brethren.' And he, half in anger, took the keys of the storeroom and went off, meaning to bring the dust. So he undid the lock and tried to open the doors, and could not; for the granary was quite full of grain. And seeing it, he made a prostration to the elder, glorifying God."

CHAPTER 29

About thirty miles from Aegeae, the city of Cilicia, there are two stylites, about six miles apart from each other. Of these the one communicated with the holy catholic and apostolic Church; the other, who had also spent the longer time on the pillar, near an estate called Cassidora, was of the heresy of Severus.

Καὶ διαφόρως ὁ αἱρετικὸς 2877κατεγίνωσκεν τοῦ ὀρθοδόξου, ἐπιθέμενος al. ἐπαγόμενος.καὶΑ θέλων αὐτὸν πρὸς τὴν ἑαυτοῦ ἐφελκύσασθαι αἵρεσιν. Καὶ πολλοῖς λόγοις διαπεμπόμενος, ἐδόκει κατακρίνειν αὐτόν. Ὁ δὲ ὥσπερ θεόθεν ἐμπνευσθεὶς ἐδήλωσεν αὐτὸν al. αὐτῷ. μερίδα πέμψαι τῆς αὐτοῦ κοινωνίας. Ὁ δὲ μετὰ χαρᾶς, ὡς ἤδη πλανήσας αὐτὸν, πέμπει αὐτῷ παραχρῆμα, μηδὲν ὅλως ἐνδυάσας. Καὶ δεξάμενος ὁ ὀρθόδοξος τὴν σταλεῖσαν αὐτῷ παρὰ τοῦ αἱρετικοῦ μερίδα, τοῦτ᾿ ἔστιν τοῦ Σευήρου al. Σευηριανοῦ. ποιήσας λέβητα ἔμπροσθεν αὐτοῦ βράσαι, ἣν ἐδέξατο μερίδα ἐνέβαλεν, καὶ διελύθη al. inser. εὐθέως. ἐν τῷ βράσματι τοῦ λέβητος. Λαβὼν δὲ καὶ τῆς ὀρθοδόξου Ἐκκλησίας ἁγίαν κοινωνίαν, ἐνέβαλεν εἰς τὸν αὐτὸν λέβητα, καὶ παραχρῆμα ὁ λέβης βράζων ἀπεψύγη al. ἐψυχράνθη., καὶ ἡ ἁγία κοινωνία σώα καὶ ἄβροχος διέμεινεν· ἥντινα καὶ διαμένει τηρῶν. Ἔδειξεν δὲ ἡμῖν αὐτὴν παραβάλλουσιν αὐτῷ.

Τάδαιἐμπόριόν ἐστιν τῆς Κύπρου. Ἐν αὐτῷ μοναστήριόν ἐστιν πλησίον τοῦ al. ἐστι τοῦ. λεγομένου al. λεγομένου τοῦ.Φιλξένου. Παραβαλόντες οὖν ἐκεῖ, εὕραμεν ἐν αὐτῷ μοναχὸν, τῷ μὲν γένει Μελιτινὸν, τῷ δὲ ὀνόματι Ἰσίδωρον. Τοῦτον ἐθεασάμεθα ἀδιαλείπτως κλαίοντα μετὰ οἰμωγῆς. Παρακαλούμενος δὲ ὑπὸ πάντων, ὥστε ἐνδοῦναι μικρὸν τοῦ πένθους, οὐκ ἐπείθετο, ἀλλὰ πᾶσιν ἔλεγεν, ὅτι Πολὺ ἁμαρτωλός εἰμι οἷος οὐ γέγονεν ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς σήμερον. Ἡμῶν δὲ λεγόντων, ὅτι, Ὄντως, κῦρι ἀββᾶ μετὰ ἀληθείας οὐδεὶς ἀναμάρτητος εἰ μὴ εἷς ὁ Θεὸς, ἀπεκρίθη λέγων· Πείσθητε, ἀδελφοὶ, οὐχ εὗρον ἐν ἀνθρώποις ἁμαρτίαν οἵαν οὐκ Abest ab al. ἐποίησα, οὔτε ἐγγράφως οὔτε ἀγράφως. Εἰ δὲ νομίζετε ὅτι ἐμαυτοῦ κατηγορῶ, ἀκούσατέ μου τῆς ἁμαρτίας, ἵνα καὶ ὑμεῖς ὑπὲρ ἐμοῦ εὔξησθε. Ἐγὼ, φησὶν, ὅταν ἤμην ἐν τῷ κόσμῳ, γυναῖκα εἶχον. Ἤμεθα οὖν οἱ δύο τοῦ δόγματος Σευήρου. Ἐλθὼν οὖν ἐγὼ ἐν μιᾷ τῶν ἡμερῶν εἰς τὸν οἶκόν μου, οὐχ εὗρον τὴν γυναῖκά μου, ἀλλὰ ἀκούω ὅτι ἀπῆλθεν πρὸς τὴν γείτονα κοινωνῆσαι· ἦν δὲ κοινωνοῦσα ἐκείνη εἰς τὴν ἁγίαν καθολικὴν Ἐκκλησίαν. Ἔδραμον δὲ εὐθέως al. inser. θέλων. κωλῦσαι αὐτήν. Εἰσελθὼν οὖν εἰς τὸν οἶκον τῆς γείτονος, εὗρον τὴν γυναῖκά μου ἤδη προσφάτως λαβοῦσαν τὴν ἁγίαν μερίδα, καὶ κοινωνοῦσαν. Δραξάμενος τοίνυν τοῦ λάρυγγος αὐτῆς, ἐποίησα ἐξεράσαι αὐτὴν τὴν ἁγίαν μερίδα. Καὶ λαβὼν, ἠκόντισα αὐτὴν ἄνωθεν κάτω· ἔπεσε δὲ εἰς βόρβορον. Καὶ εὐθέως εἶδον ἀστραπὴν κατ᾿ αὐτοῦ τοῦ τόπου λαβοῦσαν τὴν ἁγίαν κοινωνίαν.

And the heretic condemned the orthodox one in various ways, 2877setting upon him and wanting to draw him over to his own heresy. And sending him many words, he seemed to be getting the better of him. But the orthodox one, as though inspired from God, sent word to him to send a portion of his communion. And he, with joy, as though he had already led him astray, sends it to him at once, not hesitating at all. And the orthodox one received the portion sent to him by the heretic, that is, by the Severian; he had a cauldron boiled before him, threw in the portion he had received, and it dissolved in the boiling of the cauldron. And taking also the holy communion of the Orthodox Church, he threw it into the same cauldron, and at once the boiling cauldron cooled, and the holy communion remained whole and unwetted. And he keeps it still. He showed it to us when we visited him.

CHAPTER 30

Tadae is a trading-town of Cyprus. In it there is a monastery near the one called Philoxenus's. So visiting there, we found in it a monk, a Melitenian by race, Isidore by name. We saw him weeping without ceasing, with lamentation. And when he was entreated by all to give up his mourning a little, he would not be persuaded, but said to all, "I am a great sinner, such as there has not been from Adam until today." And when we said, "Truly, lord abba, in truth no one is without sin but God alone," he answered, saying, "Believe me, brethren, I have not found among men a sin such as I have not done, neither written nor unwritten. But if you think that I am accusing myself, hear my sin, so that you too may pray for me.

"When I was in the world," he says, "I had a wife. And the two of us were of the doctrine of Severus. So coming home one day, I did not find my wife, but I hear that she has gone off to the neighbour's to communicate; and that woman communicated in the holy catholic Church. And I ran at once to stop her. So going into the neighbour's house, I found my wife, having just now received the holy portion, and communicating. So I seized her by the throat and made her vomit up the holy portion. And taking it, I hurled it down; and it fell into the mud. And at once I saw lightning in that very place take up the holy communion.

Καὶ μετὰ δύο ἡμέρας, θεωρῶ ἄνδρα al. ms. ὡς.Αἰθίοπα(), ῥάκη περιβεβλημένον, καὶ λέγοντά μοι· Ἐγὼ καὶ σὺ ὁμοῦ κατεδικάσθημεν 2880εἰς μίαν κόλασιν. Καὶ λέγω αὐτῷ· Σὺ τίς εἶ; Καὶ ἀπεκρίνατό μοι, λέγων ὁ φανεὶς Αἰθίοψ· Ἐγώ εἰμι ὁ ῥαπίσας ἐπὶ τῆς σιαγόνος τὸν Ποιητὴν τῶν ἁπάντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τῷ καιρῷ τοῦ πάθους. Διὰ τοῦτο οὖν, φη σὶν ὁ μοναχὸς, οὐ δύναμαι ἐνδοῦναι τοῦ κλαίειν.

Δύο τινὲς τῶν γερόντων ἀπήρχοντο ἀπὸ Αἰγῶν εἰς Ταρσὸν τῆς Κιλικίας· καὶ ἐλθόντες εἰς πανδοχεῖον κατ᾿ οἰκονομίαν Θεοῦ, ἐφ᾿ ᾧ ἀναπαῆναι αὐτοὺς (ἦν γὰρ καύσων), εὗρον ἐκεῖ τρεῖς νεωτέρους ἀπερχομένους εἰς Αἴγας, ἔχοντας μεθ᾿ ἑαυτῶν μίαν πόρνην. Οἱ οὖν γέροντες ἐκάθισαν κατ᾿ ἰδίαν. Λαβὼν δὲ ὁ εἷς γέρων ἐκ τοῦ πηρίου αὐτοῦ τὸ ἅγιον Εὐαγγέλιον, ἀνεγίνωσκεν. Ἡ δὲ πόρνη ἡ οὖσα μετὰ τῶν νεωτέρων, ὡς εἶδεν τὸν γέροντα ἀναγινώσκοντα, καταλείψασα τοὺς νεωτέρους, ἐλθοῦσα ἐκάθισεν πλησίον τοῦ γέροντος. Ὁ δὲ γέρων ἀποτιναξάμενος αὐτῇ λέγει· Πολὺ φαίνει, ὦ ἀθλία, ἀναιδής· οὐκ ᾐδέσθης πλησίον ἡμῶν ἐλθεῖν καὶ καθίσαι; Ἡ δὲ ἀπεκρίθη λέγουσα· Μὴ, Πάτερ, μὴ βδελύξῃ με. Εἰ γὰρ καὶ πεπληρωμένη ὑπάρχω πάσης ἁμαρτίας, ἀλλ᾿ οὖν οὐκ ἀπώσατο τὴν προσελθοῦσαν αὐτῷ πόρνην ὁ Δεσπότης τῶν ἁπάντων ὁ Κύριος καὶ Θεὸς ἡμῶν. Ὁ δὲ γέρων ἀπεκρίθη αὐτῇ· Ἀλλ᾿ ἡ πόρνη ἐκείνη, οὐκέτι ἔμεινεν πόρνη. Ἡ δὲ λέγει αὐτῷ· Ἐλπίζω εἰς τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, ὅτι ἀπὸ τῆς σήμερον al. add. ἡμέρας. οὐδὲ ἐγὼ μένω ἐν τῇ ἁμαρτίᾳ ταύτῃ. Καὶ καταλποῦσα τοὺς νεωτέρους καὶ τὰ αὐτῆς πάντα, ἠκολούθησεν τοῖς γέρουσιν. Καὶ ἔβαλον αὐτὴν εἰς μοναστήριον, πλησίον Αἰγῶν, τὸ λεγόμενον τοῦ Νακκιβᾶ. Ταύτην κἀγὼ ἑώρακα γραῦν, πολλῇ συνέσει διάγουσαν· καὶ παρ᾿ αὐτῆς ἀκήκοα ταῦτα al add. ἦν δὲ αὐτῇ ὄνομα Μαρία..

Μῖμός τις ἦν ἐν Ταρσῷ τῆς Κιλικίας, ὀνόματι Βαβύλας.Οὗτος εἶχεν δύο φίλας (ὄνοματῇ μιᾷ Κομιτῶ al. Κομητῦ̃. —, καὶ ὄνομα τῇ ἄλλῃ Νικῶσα)· ζῶν ἀσώτως, καὶ πράττων ὅσαπερ ἄξια τοῖς συνεργοῦσιν δαίμοσιν. Ἐν μιᾷ οὖν εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν· καὶ κατ᾿ οἰκονομίαν Θεοῦ ἠνεγινώσκετο al. ἀνεγίνωσκεν. τὸ Εὐαγγέλιον, ἐν ᾧ ὑπῆρχεν ἡ περιοχὴ al. περικοπή. — ἡ λέγουσα· «Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ κατανυγεὶς εἰς τοῦτο, ἤρξατο μετὰ δακρύων ταλανίζειν ἑαυτὸν, ἐπὶ τοῖς πεπραγμένοις αὐτῷ.

And after two days, I see an Ethiopian man, clothed in rags, and saying to me, 'I and thou together have been condemned 2880to one punishment.' And I say to him, 'Who art thou?' And the Ethiopian who appeared answered me, saying, 'I am he who struck on the cheek the Maker of all things, our Lord Jesus Christ, in the time of the Passion.' So for this reason," says the monk, "I cannot give up weeping."

CHAPTER 31

Two of the elders were going from Aegeae to Tarsus in Cilicia; and coming to an inn, by the dispensation of God, so that they might rest (for it was hot), they found there three young men going to Aegeae, who had a harlot with them. So the elders sat apart. And one elder took the holy Gospel out of his wallet and was reading. And the harlot who was with the young men, when she saw the elder reading, left the young men and came and sat down near the elder. But the elder shook her off and says to her, "Thou seemest very shameless, wretched woman: wast thou not ashamed to come and sit near us?" She answered, saying, "Don't, Father, don't abhor me. For even if I am full of every sin, yet the Master of all, our Lord and God, did not thrust away the harlot who came to him." The elder answered her, "But that harlot did not stay a harlot any longer." She says to him, "I hope in the Son of the living God that from this day I too do not stay in this sin." And leaving the young men and all her things, she followed the elders. And they put her in a monastery near Aegeae, the one called Nakkiba's. I too have seen her, an old woman, living with great good sense; and from her I heard these things.

CHAPTER 32

There was a mime in Tarsus of Cilicia, named Babylas. He had two lady-friends (the name of the one was Cometo, and the name of the other Nicosa), and he lived prodigally, doing everything that was worthy of the demons working with him. So one day he went into the church; and by the dispensation of God the Gospel was being read, in which was the passage that says, "Repent: for the kingdom of heaven is at hand." And pierced at this, he began with tears to bewail himself for the things he had done.

Καὶ παραχρῆμα ἐξελθὼν ἀπὸ τῆς Ἐκκλησίας, καὶ καλέσας τὰς δύο φίλας αὐτοῦ, λέγει αὐταῖς· Οἴδατε πῶς ἔζησα μεθ᾿ ὑμῶν ἐν ἀσωτίᾳ, καὶ ὅτι οὐδέποτε 2881προετίμησα μίαν τῆς ἄλλης. Καὶ νῦν ἰδοὺΑ ἔχετε πάντα ὅσα ἐκτησάμην ὑμῖν· λάβετε δὲ καὶ τὰ ἐμὰ πάντα, καὶ μερίσασθε· ἐγὼ γὰρ ἀπὸ τῆς σήμερον ὑπάγω, ἀποτάσσομαι, καὶ γίνομαι μοναχός. Αἱ δὲ ὡς ἐξ ἑνὸς στόματος ἀπεκρίθησαν αὐτῷ, λέγουσαι μετὰ δακρύων· Εἰς μὲν τὴν ἁμαρτίαν al. ἀσωτίαν. καὶ εἰς τὴν τῆς ψυχῆς ἡμῶν ἀπώλειαν ἐκοινωνήσαμέν σοι, καὶ ἄρτι ὅτε θέλεις ποιῆσαι τοῦτο τὸ θεάρεστον ἔργον, ἀφίεις ἡμᾶς, καὶ μόνος ποιεῖς; Ὄντως οὐκ ἐᾶς, ἀλλὰ καὶ εἰς τὸ καλὸν κοινωνοῦμέν σοι. Καὶ ὁ μὲν μῖμος, εὐθὺς ἑαυτὸν ἀπέκλεισεν εἰς ἕνα τῶν τειχῶν τοῦ πύργου al. πύργων τοῦ τείχους. τῆς πόλεως· ἐκεῖναι δὲ πωλήσασαι τὰ ἑαυτῶν, δεδώκασιν πτωχοῖς, καὶ λαβοῦσαι καὶ αὐταὶ τὸ ἀσκητικὸν σχῆμα, ποιήσασαι κελλίον ἑαυταῖς πλησίον τοῦ πύργου, ἑαυτὰς ἀπέκλεισαν. Τούτῳ κἀγὼ συνέτυχον, καὶ ὠφελήθην. Ἔστιν γὰρ ὁ ἀνὴρ πάνυ συμπαθής, καὶ ἐλεήμων, καὶ ταπεινόφρων. Γέγραφα δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν ἐντυγχανόντων,

Διηγήσατό τις τῶν Πατέρων, ὅτι γέγονεν ἐν Θεουπόλει ἀρχιεπίσκοπός τις ὀνόματι Θεόδοτος, ὃς οὕτω γέγονεν ἀγαθὸς, ἐπειδή ποτε παρῆν ἑορτῆς ἡμέρα, ἐκάλει τῶν ὑπ᾿ αὐτὸν τελούντων κληρικῶν τινας εἰς ἑστίασιν· οὐ πεισθέντος δὲ ἑνὸς οὐδὲ ὑπακούσαντος τῇ κλήσει, τότε μὲν ἡσυχίαν ἤγαγεν ὁ πατριάρχης, ἄλλοτε δὲ αὐτὸς ἀπήρχετο παρ᾿ αὐτῷ παρακαλῶν ἐλθεῖν, καὶ κοινῆς ἀπολαῦσαι τραπέζης. Ἔλεγεν δὲ πάλιν περὶ αὐτοῦ τοῦ ἀρχιεπισκόπου Θεοδότου, ὅτι οὕτως ἦν πραῢς καὶ ταπεινόφρων, ὅτιΣ καθ᾿ ὁδὸν ὢν μετὰ ἑνὸς κληρικοῦ, αὐτὸς μὲν λεκτικίῳ ἐπωχεῖτο, τῷ δὲ κληρικῷ ἐπὶ ἀλόγῳ καθημένῳ, εἶπεν ὁ πατριάρχης τῷ αὐτῷ κληρικῷ· Διελώμεθα τὸ τῆς ὁδοῦ μῆκος, καὶ πρὸς ἀμοιβὴν ἡμῖν ἔστω τὰ ἐφ᾿ οἷς ἐπικαθήμεθα. Ὁ δὲ κληρικὸς οὐκ ἠνείχετο τοῦτο ποιῆσαι.

And at once he went out of the church, and calling his two lady-friends he says to them, "You know how I lived with you in prodigality, and that I 2881never preferred one above the other. And now behold, you have everything I got for you; take also all that is mine, and divide it. For from today I am going away; I renounce the world, and I become a monk." But they, as from one mouth, answered him, saying with tears, "We shared with thee in sin and in the perdition of our souls; and now, when thou wilt do this work pleasing to God, dost thou leave us and do it alone? Truly thou dost not leave us so: we share with thee in the good too." And the mime straightway shut himself up in one of the walls of the city's tower [?]; and they sold their things and gave to the poor, and taking the ascetic habit themselves too, they made a cell for themselves near the tower and shut themselves in. I too met this man, and was profited. For the man is very compassionate, and merciful, and humble. And I have written this too for the profit of those who read,

CHAPTER 33

One of the fathers told us that there was in Theoupolis an archbishop named Theodotus, who was so good that once, when a feast day came round, he invited some of the clergy under him to a banquet; and when one of them would not be persuaded and did not answer the invitation, the patriarch kept quiet at the time, but another time he went to him himself, begging him to come and share a common table.

He also told this about the same archbishop Theodotus: that he was so meek and humble-minded that, once when he was on the road with one cleric, he himself riding in a litter and the cleric sitting on a mount, the patriarch said to that cleric: "Let us divide the length of the road, and let the things we are sitting on be exchanged between us." But the cleric could not bear to do it.

Ὕβριν γὰρ ἔλεγεν εἶναι τοῦ πατριάρχου, ἵνα αὐτὸς μὲν εἰσέλθῃ τὸ λεκτίκιον, ὁ δὲ παΑτριάρχης 2884εἰς ἄλογον κάθηται. Οὐκ ἀνῆκε δὲ ὁ θεῖος Θεόδοτος, ἀλλὰ πείσας τὸν λειτουργὸν, ὡς οὐκ ἔστιν τὸ γινόμενον αὐτῷ ὕβρις, ἠνάγκασεν οὕτω ποιεῖν.

Ἄλλον δὲ ἔσχεν ἡ αὐτὴ Θεούπολις πατριάρχην ὀνόματι Ἀλέξανδρον, ὃς οὕτω γέγονεν ἐλεήμων καὶ φιλοσυμπαθὴς, ὅτι ποτὲ εἷς τῶν νοταρίων αὐτοῦ κλέψας αὐτοῦ τὸ χρυσίον καὶ φοβηθεὶς ἔφυγεν, καὶ ἀπῆλθεν εἰς Θηβαΐδα τῆς Αἰγύπτου. Τούτῳ περιτυχόντες πλανωμένῳ οἱ τῆς Αἰγύπτου· καὶ Θηβαίων αἱμοβόροι Βάρβαροι, πρὸς τὰ ἔσχατα τῆς αὐτῶν ἄγουσι χώρας· καὶ μαθὼν ὁ θεῖος Ἀλέξανδρος, ὠνεῖται μὲν αὐτὸν αἰχμάλωτον ὄντα, πέντε δὲ καὶ ὀγδοήκοντα Βνομισμάτων. Ἐπανελθόντι δὲ αὐτῷ, οὕτως ἐχρήσατο φιλανθρώπως καὶ ἀγαθῶς, ὡς εἰπεῖν τινα τῆς πόλεως οἰκητόρων ποτέ· Μηδὲν εἶναι τοῦ εἰς Ἀλέξανδρον ἁμαρτάνειν με ἐπωφελέστερον. Ἄλλοτε εἷς τῶν διακόνων αὐτοῦ, ἐπὶ πάντων τῶν κληρικῶν ὕβριζεν τὸν θεῖον Ἀλέξανδρον· ὁ δὲ θεῖος Ἀλέξανδρος ἔβαλεν αὐτῷ μετάνοιαν, λέγων· Συγχώρησόν μοι, κῦρι ἀδελφέ. Ὁ ἀββᾶς Πολυχρόνιος ἔλεγεν περὶ τοῦ ἀββᾶ Ἠλία τοῦ ἀρχιεπισκόπου Ἱεροσολύμων, ὅτι οἶνον οὐκ ἔπινεν ὢν μοναχὸς, οὐδὲ γεγονὼς πατριάρχης, ἀλλ᾿ αὐτὸν ἐφύλαξε τὸν κανόνα. Ἔλεγον περὶ τοῦ ἀρχιεπισκόπου Ἱεροσολύμων, Σ καὶ περὶ τοῦ ἀρχιεπισκόπου Ἀντιοχείας Φλαβιανοῦ, ὅτι Ἀναστάσιος ὁ βασιλεὺς τοὺς δύο ἐξώρισεν διὰ τὴν ἁγίαν σύνοδον τῶν ἐν Χαλκηδόνι Πατέρων· Ἠλίαν μὲν εἰς Αἰλὰν, Φλαβιανὸν δὲ εἰς Πέτραν. Ἐν μιᾷ οὖν ἡμέρᾳ ἐδήλωσαν οἱ πατριάρχαι ἀλλήλοις al. inser. λέγοντες., ὅτι Ἀναστάσιος ἐτελεύτησεν σήμερον, καὶ ἄγωμεν καὶ ἡμεῖς, ἵνα δικασθῶμεν μετ᾿ αὐτοῦ. Καὶ μετὰ δύο ἡμέρας ἀπῆλθον πρὸς Κύριον.

Διηγήσατο ἡμῖν τις τῶν Πατέρων περὶ τοῦ μακαρίου Ἐφραιμίου al. Ἐφραίμ. τοῦ πατριάρχου Ἀντιοχείας al. add. τῆς μεγάλης., ὅτι πάνυ ἦν ζηλωτὴς καὶ θερμὸς περὶ ὀρθόδοξον πίστιν. Ἀκούσας οὖν περὶ ἑνὸς στυλίτου ἐν μιᾷ εἰς τὰ μέρη Ἱεραπόλεως, ὅτι τῶν Σευήρου ἀκοινωνήτων καὶ Ἀκεφάλων al. αἱρετικῶν. Al. αἱρετικῶν Ἀκεφάλων.

For he said it would be an insult to the patriarch for himself to get into the litter while the 2884patriarch sat on a mount. But the godly Theodotus did not give in; he persuaded his minister that what was being done was no insult to him, and made him do so.

CHAPTER 34

This same Theoupolis had another patriarch, named Alexander, who was so merciful and compassionate that once one of his notaries stole his gold and fled in fear, and went off to the Thebaid of Egypt. As he wandered there, the blood-drinking barbarians of Egypt and of the Thebans fell in with him and carried him off to the farthest parts of their country. And when the godly Alexander learned of it, he bought him back, captive as he was, for eighty-five gold pieces. And when he came back he treated him so kindly and so well that one of the inhabitants of the city once said: "Nothing is more profitable for me than to sin against Alexander."

Another time one of his deacons insulted the godly Alexander in front of all the clergy; and the godly Alexander made a prostration to him, saying: "Forgive me, my lord brother."

CHAPTER 35

Abba Polychronius used to say of abba Elias, the archbishop of Jerusalem, that he did not drink wine when he was a monk, nor when he had become patriarch, but kept that same rule.

They used to say of the archbishop of Jerusalem and of Flavian, the archbishop of Antioch, that the emperor Anastasius exiled the two of them on account of the holy council of the Fathers at Chalcedon: Elias to Aila, and Flavian to Petra. So one day the patriarchs sent word to each other: "Anastasius died today; come, let us go too, that we may be judged with him." And after two days they departed to the Lord.

CHAPTER 36

One of the fathers told us about the blessed Ephraim, patriarch of Antioch, that he was very zealous and fervent for the Orthodox faith.

ἐστὶν, ἀπῆλθεν πρὸς αὐτὸν 2885θέλων πεῖσαι αὐτόν. Ὡς δὲ γέγονεν πρὸς αὐτὸν, ἤρξατοὸ̔ θεῖος Ἐφραίμιος al. Ἐφραίμ. νουθετεῖν καὶ παρακαλεῖν τὸν στυλίτην, εἰς τὸ προσδραμεῖν τῷ ἀποστολικῷ θρόνῳ, καὶ κοινωνῆσαι τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ. Ἀποκριθεὶς δὲ πρὸς αὐτὸν ὁ στυλίτης εἶπεν, ὅτι Ἐγὼ τῇ συνόδῳ οὐ κοινωνήσω ὡς ἔτυχεν. Λέγει αὐτῷ ὁ θεῖος Ἐφραίμιος· Καὶ πῶς θέλεις ἵνα ἀποθεραπεύσω σε, ὅτι χάριτι Χριστοῦ Ἰησοῦ καὶ Κυρίου Θεοῦ ἡμῶν ἠλευθέρωται ἡ ἁγία Ἐκκλησία ἀπὸ παντὸς ῥύπου αἱρετικῆς διδασκαλίας; Λέγει αὐτῷ ὁ στυλίτης· Ἅψωμεν πῦρ, κῦρι ὁ πατριάρχης, καὶ εἰσέλθωμεν ἐγώ τε καὶ ὑμεῖς al. σύ. καὶ εἴ τις ἐξέλθῃ ἀβλαβὴς, οὗτος ὀρθόδοξός ἐστιν, καὶ αὐτῷ ὀφείλομεν ἐξακολουθῆσαι. Τοῦτο δὲ εἶπεν πρὸς τὸ ἐκφοβῆσαι τὸν πατριάρχην. Ἀποκρίνεται αὐτῷ ὁ θεῖος Ἐφραίμιος τῷ στυλίτῃ· Ἔδει σε, τέκνον, ὡςΒ Πατρί σου ἀκοῦσαί μου, καὶ μηδὲν πλέον ἀπαιτῆσαι ἡμᾶς. Ἐπειδὴ δὲ ᾔτησας πρᾶγμα ὑπερβαῖνον τὴν ἐμὴν ἀθλιότητα al. ἀθλιοσύνην., τεθαῤῥηκώς εἰμι εἰς τοὺς οἰκτιρμοὺς τοῦ Υἱοῦ τοῦ Θεοῦ, ὅτι διὰ τὴν σωτηρίαν τῆς ψυχῆς σου, καὶ τοῦτο ποιῶ. Τότε λέγει ὁ θεῖος Ἐφραίμιος τοῖς παρεστῶσιν· Εὐλογητὸς Κύριος, φέρετε ὧδε ξύλα. Ἐλθόντα δὲ τὰ ξύλα· ἅψας αὐτὰ ὁ πατριάρχης ἔμπροσθεν τοῦ κίονος, λέγει τῷ στυλίτῃ· Κάτελθε, καὶ κατὰ τὴν κρίσιν σου εἰσερχώμεθα ἀμφότεροι. Τοῦ δὲ στυλίτου ἐκπλαγέντος ἐπὶ τῇ πρὸς Θεὸν πεποιθήσει τοῦ πατριάρχου, καὶ κατελθεῖν μὴ βουληθέντος, λέγει αὐτῷ ὁ πατριάρχης· Οὐχὶ σὺ τοῦτο προεβάλου γενέσθαι; Καὶ πῶς ἄρτι τοῦτο ποιῆσαι οὐ βούλῃ; τότε ἀποδυσάμενος ὃ ἐφόρει ὁ ἀρχιεπίσκοπος al. πατριάρχης. ὠμοφόριον καὶ ἐλθὼν πλησίον τοῦ πυρὸς, ηὔξατο λέγων· Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ δι᾿ ἡμᾶς καταξιώσας ἐκ τῆς Δεσποίνης ἡμῶν τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας κατὰ ἀλήθειαν σαρκωθῆναι, δεῖξον ἡμῖν τὴν ἀλήθειαν. Καὶ πληρώσας τὴν εὐχὴν, ἠκόντησεν τὸ ὠμοφόριον αὐτοῦ εἰς μέσον τοῦ πυρός al. inser. ὡς.. Τοῦ δὲ πυρὸς ηιν περὶ ὥρας τρεῖς διαμείναντος, καὶ τῶν ξύλων al. infer. λοιπόν. δαπανηθέντων, ἔλαβον τὸ ὠμοφόριον ἐκ τοῦ πυρὸς σῶον, ἀβλαβὲς καὶ ἀκέραιον, μηδεμιᾶς εὑρεθείσης ὑτῷ ἐκ τοῦ πυρὸς αἰτίας. Τότε ὁ στυλίτης ἰδὼν τὸ γεγονὸς, ἐπληροφορήθη, καὶ ἀνεθεμάτισεν Σευῆρον καὶ τὴν αἵρεσιν αὐτοῦ, καὶ προῆλθεν τῇ ἁγία al. inser. καθολικῇ.» Ἐκκλησίᾳ, καὶ ἐκ τῶν χειρῶν τοῦ μακαρίου Ἐφραιμίου ἐκοινώνησεν, καὶ ἐδόξασεν τὸν Θεόν.

Διηγήσατό τις τῶν Πατέρων περί τινος ἐπισκόπου Ν ὅτι ἐάσας τὴν ἰδίαν ἐπισκοπὴν, ἀπῆλθεν ἐν Θεουπόλει, καὶ ἐργατείας ἔκαμνεν ὑπουργῶν. Ἐκεῖνον al. inser. σύν. τὸν καιρὸν Κώμης τῆς Ἀνατολῆς ὑπῆρχεν Ἐφραίμιος, ἀνὴρ ἐλεήμων καὶ φιλοσυμπαθής.

So one day he heard about a stylite in the parts of Hierapolis, that he was one of Severus's people, those out of communion, and of the Acephalites; and he went off to him 2885wishing to persuade him. When he had come to him, the godly Ephraim began to admonish and beg the stylite to have recourse to the apostolic see and to communicate with the holy catholic and apostolic Church. The stylite answered him and said: "I will not communicate with the council just like that." The godly Ephraim says to him: "And how wouldst thou have me satisfy thee, seeing that by the grace of Christ Jesus and of our Lord God the holy Church has been set free from every stain of heretical teaching?" The stylite says to him: "Let us light a fire, my lord patriarch, and let both I and you go into it; and whoever comes out unharmed, he is Orthodox, and him we must follow." He said this to frighten the patriarch. The godly Ephraim answers the stylite: "Thou oughtest, child, to have listened to me as to thy father, and to ask nothing more of us. But since thou hast asked a thing beyond my wretchedness, I have put my trust in the mercies of the Son of God, and for the salvation of thy soul I will do even this." Then the godly Ephraim says to those standing by: "Blessed be the Lord. Bring wood here." When the wood had come, the patriarch lit it in front of the pillar and says to the stylite: "Come down, and according to thy own judgement let us both go in." The stylite was astounded at the patriarch's trust in God and would not come down, and the patriarch says to him: "Was it not thou who proposed that this be done? And how is it that now thou wilt not do it?" Then the archbishop took off the omophorion he was wearing, went near the fire, and prayed, saying: "Lord Jesus Christ our God, who for our sake didst deign to be truly incarnate of our Lady the holy Theotokos and ever-virgin Mary, show us the truth." And when he had finished the prayer he hurled his omophorion into the middle of the fire. The fire lasted about three hours, and when the wood had been consumed they took the omophorion out of the fire safe, unharmed and whole, with no trace of the fire found on it. Then the stylite, seeing what had happened, was convinced; he anathematized Severus and his heresy, came over to the holy Church, communicated from the hands of the blessed Ephraim, and glorified God.

CHAPTER 37

One of the fathers told us about a certain bishop that he left his own see and went off to Theoupolis, and toiled at day-labour, serving the builders. At that time Ephraim was Count of the East, a merciful and compassionate man.

Διὰ τοῦτο al. δι᾽ αὐτοῦ et διὰ τούτου. οὖν τὰ κτίσματα 2888τὰ δημόσια ἀνῳκοδομοῦντο· ἦν γὰρ ἐκ τοῦ σεισμοῦ ἡ πόλις συμπεσοῦσα. Ἐν μιᾷ οὖν κατὰ τοὺς ὕπνους θεωρεῖ ὁ Ἐφραίμιος τὸν ἐπίσκοπον καθεύδοντα, καὶ ἀπ᾿ αὐτοῦ οὐρανοῦ στύλον πυρὸς ἐφεστηκότα ἐπάνω αὐτοῦ. Τοῦτο θεασάμενος οὐχ ἅπαξ al. inser. οὐδὲ δίς., ἀλλὰ καὶ πολλάκις, εἰς ἔκπληξιν ἦλθεν ὁ Ἐφραίμιος. Ἦν γὰρ τὸ θαῦμα φοβερὸν καὶ ἐκπλήξεως γέμον. Καὶ ἐλογίζετο ἐν ἑαυτῷ τὸ τί ἂν εἴη τοῦτο. Οὐδὲ γὰρ ἐγίνωσκεν ὁ Ἐφραίμιος, ὅτι ὁ ἐργάτης ἐπίσκοπος ὑπῆρχεν· πῶς γὰρ καὶ εἶχεν γνῶναι, ὅτι ἐπίσκοπος ἦν, θεωρῶν κόμην αὐχμηρὰν καὶ ἐσθῆτα ῥερυπωμένην, καὶ εὐτελῆ ἄνδρα, καὶ τεταλαιπωρημένον ἐκ τῆς πολλῆς ὑπομονῆς, ἀσκήσεώς τε καὶ ἐργατείας al. ἐγκρατείας., καὶ τῆς συντριβῆς τοῦ κόπου τοῦ πολλοῦ al. ξύλου.; Ἐν μιᾷ οὖν μεταστέλλεται ὁ Ἐφραίμιος τὸν ἐργάτην, τόν ποτε ἐπίσκοπον, θέλων παρ᾿ αὐτοῦ μαθεῖν τὸ τίς ἐστιν· καὶ ἤρξατο κατ᾿ ἰδίαν ἐρωτᾷν αὐτὸν, πόθεν τέ ἐστιν, καὶ τὸ ὄνομα αὐτοῦ al. add. καὶ ποῦ ὑπάρχει πόλεως.. Ὁ δὲ λέγει αὐτῷ· Ἐγὼ εἷς εἰμι τῶν πτωχῶν τῆς πόλεως ταύτης, καὶ μὴ ἔχων πόθεν θρέψαι ἐμαυτὸν ἐργασείας ποιῶ, καὶ τρέφει με ὁ Θεὸς ἐκ τῶν κόπων μου. Θεόθεν οὖν κινηθεὶς ὁ Ἐφραίμιος ἀποκρίνεται αὐτῷ, λέγων· Πίστευσόν μοι, οὐ μή σε ἐάσω, ἕως ἂν πάντα κατὰ ἀλήθειαν εἴπῃς τὰ περὶ σοῦ. Μὴ δυνάμενος οὖν λοιπὸν ἑαυτὸν ἀποκρύψαι, λέγει αὐτῷ· Δός μοι λόγον, ὅτι ὅσον εἰμὶ ἐν τῇ ζωῇ ταύτῃ, οὐδενὶ ἀναγγελεῖς τὰ περὶ ἐμοῦ, κἀγὼ τὰ κατ᾿ ἐμαυτὸν χωρὶς τοῦ ὀνόματός μου καὶ τῆς absunt ab al. πόλεως ἀναγγελῶ. Τότε ὤμοσεν αὐτῷ ὁ θεῖος Ἐφραίμιος, ὅτι Οὐ μὴ εἴπω τινὶ τὰ περὶ σοῦ, ἕως ἂν θελήσει σε Θεὸς εἶναι ἐν τῇ ζωῇ ταύτῃ. Ὁ δὲ λέγει αὐτῷ· Ἐγὼ ἐπίσκοπος ὑπάρχω, καὶ τὴν ἐπισκοπήν μου ἐάσας διὰ τὸν Θεὸν, ἦλθον ἐνταῦθα ὡς εἰς ἄγνωστον τόπον, κακοπαθῶν καὶ ἐργαζόμενος ἐργατείας· καὶ ἐκ τοῦ κόπου μου πορίζομαι τὸ μικρὸν τοῦ ἄρτου Ἀλλ᾿ ὅσον δύνασαι πρόσθες εἰς τὴν ἐλεημοσύνην. Ἐν ταύταις γὰρ ταῖς ἡμέραις ὁ Θεὸς ἀναβιβάζει σε ἐπὶ τὸν ἀποστολικὸν θρόνον ταύτης τῆς Θεουπολιτῶν Ἐκκλησίας, ἵνα ποιμαίνης τὸν λαὸν αὐτοῦ, ὃν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος· Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν. Ὡς οὖν εἶπον ὑμῖν, ὑπὲρ τῆς ἐλεημοσύνης καὶ τῆς ὀρθοδοξίας ἀγωνίσασθε. Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Ἐν ὀλίγαις δὲ ἡμέραις οὕτως γέγονεν.

For this reason, then, the 2888public buildings were being rebuilt, for the city had fallen down in the earthquake. One night, then, in his sleep, Ephraim sees the bishop sleeping, and from heaven itself a pillar of fire standing over him. Ephraim saw this not once but many times, and he was astounded; for the wonder was fearful and full of amazement. And he reasoned within himself what this might be. For Ephraim did not know that the labourer was a bishop; for how could he have known that he was a bishop, when he saw unkempt hair and filthy clothes, and a mean-looking man, worn down by much patience, by ascetic discipline and labour, and by the crushing weight of much toil? So one day Ephraim sends for the labourer, the onetime bishop, wishing to learn from him who he was; and he began to ask him privately where he came from and what his name was. He says to him: "I am one of the poor of this city, and having nothing to feed myself with I do day-labour, and God feeds me from my toil." Then Ephraim, moved by God, answers him, saying: "Believe me, I will not let thee go until thou tellest me truly everything about thyself." So, being unable to hide himself any longer, he says to him: "Give me thy word that as long as I am in this life thou wilt tell no one about me, and I will tell thee my story, leaving out my name and my city." Then the godly Ephraim swore to him: "I will tell no one about thee, as long as God wills thee to be in this life." He says to him: "I am a bishop, and I left my see for God's sake and came here as to a place where I am unknown, suffering hardship and working at day-labour; and from my toil I earn my little bit of bread. But thou, as much as thou canst, add to thy almsgiving. For in these days God is raising thee up to the apostolic throne of this Church of the Theoupolitans, that thou mayest shepherd his people, which Christ our true God purchased with his own blood. So, as I have told you, strive for almsgiving and for orthodoxy; for with such sacrifices God is well pleased." And within a few days so it came to be. When the godly Ephraim heard this, he glorified God, saying: "How many hidden servants God has, and they are known to him alone!"

Ταῦτα οὖν ἀκούσας ὁ θεῖος Ἐφραίμιος, ἐδόξασε τὸν Θεὸν, λέγων, Πόσους κρυπτοὺς δούλους ἔχει ὁ Θεὸς, καὶ μόνῳ αὐτῷ γνώριμοί εἰσιν!

Ν vι ΑΔιηγήσατο ἡμῖν τις φιλόχριστος περὶ Ἀναστασίου ,ΕιΜ-τοῦ βασιλέως, ὅτι μετὰ τὸ καθελεῖν Εὐφήμιον καὶ Ε, Μακεδόνιον( τοὺς πατριάρχας Κωνσταντίνουπόλεως, 2889ἐξώρισεν al. καὶ ἐξορίσαι. αὐτοὺς εἰς Εὐχάϊταν ἐπὶ Πόντον, διὰ τὴν ἁγίαν σύνοδον ἐν Χαλχηδόνι Πατέρων, θεωρεῖ κατὰ τοὺς ὕπνους ὁ αὐτὸς βασιλεὺς Ἀναστάσιος ἄνδρα τινὰ τέλειον λευχείμονα ἐξ ἐναντίας αὐτοῦ ἑστῶτα, βαστάζοντα κώδικα γεγραμμένον, καὶ ἀναγινώσκοντα. Καὶ ἀναπτύξας πέντε φύλλα τοῦ κώδικος, καὶ ἀναγνοὺς τοῦ βασιλέως τὸ ὄνομα, εἶπεν αὐτῷ· Ἴδε διὰ τὴν ἀπιστίαν σου ἀπαλείφω δεκατέσσαρα· καὶ τῷ ἰδίῳ δακτύλῳ ἀπήλειψεν, φησίν. Καὶ μετὰ δύο ἡμέρας, ἀστραπῆς γενομένης μεγάλης καὶ βροντῆς, πάνυ θροηθεὶς ἀπέδωκεν τὸ πνεῦμα ἐν θλίψει πολλῇ· ἀνθ᾿ ὧν ἠσέβησεν εἰς τὴν ἁγιωτάτην Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἐκκλησίαν, καὶ τοὺς ποιμένας αὐτῆς ἐξώρισεν.

Ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ παραγενόμενος, ἤκουσάΒ τινος τῶν πρεσβυτέρων τῆς Ἐκκλησίας διηγουμένου, ὅτι Ἔλεγεν, φησὶν, Ἀναστάσιος ὁ πατριάρχης τι τοιοῦτον· ὅτι μοναχός τις τῆς μονῆς τοῦ ἀββᾶ Σευηριανοῦ ἐπέμφθη εἰς διακονίαν εἰς τὰ μέρη Ἐλευθεροπόλεως.

CHAPTER 38

A Christ-loving man told us about the emperor Anastasius that, after he had deposed Euphemius and Macedonius, the patriarchs of Constantinople, 2889and exiled them to Euchaita in Pontus on account of the holy council of the Fathers at Chalcedon, this same emperor Anastasius sees in his sleep a man of full stature, clothed in white, standing in front of him, holding a written book and reading. And opening five leaves of the book and reading out the emperor's name, he said to him: "See, for thy faithlessness I am wiping out fourteen"; and he wiped them out, he says, with his own finger. And after two days there was a great flash of lightning and thunder, and, badly frightened, he gave up the ghost in great anguish, because he had acted impiously against the most holy Church of Christ our God and had exiled its shepherds.

CHAPTER 39

When I had come to Antioch the Great, I heard one of the priests of the church telling this. "The patriarch Anastasius," he says, "used to tell something like this: a monk of the monastery of abba Severian was sent on a service to the parts of Eleutheropolis.

Ὡς οὖν κατέλυσεν εἰς ἕνα γεωργὸν φιλόχριστον, ἔχοντα θυγατέρα μονογενῆ, μητρὸς αὐτῆς ἤδη τελευτησάσης, ποιήσας ὁ μοναχὸς εἰς τὸν οἶκον 2892τοῦ γεωργοῦ ἡμέρας τινὰς, ὁ ἀεὶ πολεμῶν τοὺς ἀνθρώπους διάβολος ἐνέβαλε ῥυπαροὺς λογισμοὺς εἰς τὸν ἀδελφὸν, καὶ ἐπολεμε al. inser. εὐθέως.ῖτο εἰς τὴν κόρην, καὶ ἐζήτει εὐκαιρίαν ἵνα ἐπιβῇ al. ἐπιβάλλῃ. αὐτῇ. Ἀλλ᾿ ὁ τὸν πόλεμον ἐμβαλὼν αὐτῷ διάβολος, αὐτὸς καὶ τὴν εὐκαιρίαν ἐποίησεν. Τοῦ γὰρ πατρὸς τῆς κόρης ἀπελθόντος εἰς Ἀσκάλωνα διά τινας ἀναγκαίας χρείας, καὶ εἰδὼς ὁ ἀδελφὸς ὅτι οὐδεὶς ἄλλος ἐστὶν εἰς τὸν οἶκον εἰ μὴ αὐτὸς καὶ ἡ κόρη, ἀπῆλθεν πρὸς αὐτὴν θέλων βιάσασθαι αὐτήν. Ἡ δὲ, ὡς εἶδεν αὐτὸν θορυβούμενον, καὶ ὅλον πρὸς τὴν πρᾶξιν φλεγόμενον, εἶπεν πρὸς αὐτόν· Μηδὲν ταραχθῇς, μηδὲ ἀγενές τι πράξης εἰς ἐμέ. Ὁ πατήρ μου οὔτε σήμερον, οὔτε αὔριον ἔρχεται. Ἀλλὰ πρῶτον ἄκουσόν μου εἴ τι λέγω σοι· καὶ ὡς οἶδεν ὁ Κύριος, κἀγὼ μετὰ προθυμίας εἴ τι θέλεις ποιῶ. Καὶ κατεσοφίσατο αὐτοῦ, λέγουσα τάδε· Σὺ al. Σοί., κῦρι ἀδελφὲ, πόσον χρόνον ἔχεις εἰς τὸ μοναστήριόν σου; Ὁ δὲ ἔφη· Δεκαεπτὰ ἔτη. Πάλιν λέγει αὐτῷ· Ἔχεις πεῖραν γυναικός; Λέγει αὐτῇ· Οὔ. Ἀπεκρίθη ἡ κόρη τῷ ἀδελφῷ· Καὶ θέλεις διὰ μίαν ὥραν ἀπολέσαι σου τὸν al. τοσούτων ἐτῶν. κάματον; Ποσάκις ἐξέχεας δάκρυα, ἵνα ἄσπιλον τὴν σάρκα ἀπὸ ῥύπου παραστήσῃς τῷ Χριστῷ; καὶ ἄρτι ὅλον κόπον ἐκεῖνον διὰ βραχεῖαν al. inser. καὶ δυσώδη. ἡδονὴν ζημιωθῆναι θέλεις; πλὴν ἰδοὺ ἀκούω σου. ἐὰν πέσῃς μετ᾿ ἐμοῦ, ἔχεις ποῦ λαβεῖν με, καὶ θρέψαι; Λέγει ὁ ἀδελφός· Οὔ. Τότε ἀπεκρίθη ἡ κόρη, καὶ εἶπεν αὐτῷ· Ἐπ᾿ ἀληθείας οὐ ψεύδομαι· ἐὰν ταπεινώσῃς με, πολλῶν κακῶν αἴτιος γίνῃ. Λέγει αὐτῇ ὁ μοναχός· Πῶς; Ἀπεκρίθη ἡ κόρη· Ἓν μὲν, ὅτι ἀπολεῖς τὴν ψυχήν σου· δεύτερον δὲ, καὶ τὴν ἐμὴν ἀπαιτηθήσῃ ψυχήν. Τοῦτο γὰρ ἵνα οἶδας, ὅρκῳ σε πείθω· μὰ τὸν εἰπόντα· «Μὴ ψεύδου al. μή με ψεύσῃ.» ἐὰν ταπεινώσῃς με, ἀγχόνῃ ἐμαυτὴν ὑποβάλλω al. ἀπολῶ. καὶ εὑρίσκῃ καὶ φόνον ποιῶν, καὶ ἐν τῇ κρίσει ὡς φονεὺς κρινόμενος al. κριθήσῃ.. Πρὶν οὖν γενήσῃ τοσούτων κακῶν αἴτιος, ἄπελθε al. inser. ἐν εἰρήνῃ. εἰς τὸ μοναστήριόν σου· καὶ πολλά al. μεγάλα. μοι ἔχεις εὔξασθαι. Ἐλθὼν οὖν εἰς ἑαυτὸν ὁ μοναχὸς al. ἀδελφός., καὶ ἀνανήψας al. inser. εὐθέως., ἐξῆλθεν ἐκ τοῦ absunt al. al. ἐκ τοῦ οἴκου τοῦ. γεωργοῦ, καὶ ἀπῆλθεν ἐν τῷ μοναστηρίῳ αὐτοῦ, καὶ ἔβαλεν μετάνοιαν τῷ ἡγουμένῳ al. inser. ἐξειπὼν πάντα, καὶ παρεκάλει. ἵνα τοῦ λοιποῦ μὴ ἐξέλθῃ ἐκ τοῦ μοναστηρίου. Καὶ ποιήσας τρεῖς μῆνας, πρὸς Κύριον ἐξεδήμησεν.

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Βασίλειος ὁ πρεσβύτερος τῆς μονῆς τῶν Βυζαντίων, λέγων, ὅτι Ὄντος μου ἐν Θεουπόλει πρὸς τὸν Ἀββᾶν Γρηγόριον τὸν πατριάρχην, ἦλθεν ἀπὸ Ἱεροσολύμων ὁ ἀββᾶς Κοσμᾶς ὁ εὐνοῦχος, ὁ τῆς λαύρας Φαρὼν, ἀνὴρ αὐτῇ αὐτῇ τῇ desunt in al. τῇ ἀληθείᾳ μοναχὸς, καὶ ὀρθόδοξος, καὶ ζηλωτὴς πάνυ εἶχεν δὲ καὶ γνῶσιν θείων Γραφῶν οὐ μετρίαν. Ποιήσας οὖν ὀλίγας ἡμέρας, ἐτελεύτησεν ὁ γέρων.

He lodged with a Christ-loving farmer who had an only daughter, her mother having already died; and when the monk had spent some days in the 2892farmer's house, the devil, who is always making war on men, cast filthy thoughts into the brother, and he was assailed with desire for the girl, and sought an opportunity to force himself on her. And the devil who had cast the war into him made the opportunity himself as well. For the girl's father went off to Ascalon on some necessary business, and the brother, knowing that there was no one else in the house but himself and the girl, went to her meaning to force her. But she, when she saw him agitated and all aflame for the deed, said to him: 'Do not be troubled, and do nothing base to me. My father is not coming today or tomorrow. But first hear what I have to say to thee; and as the Lord knows, I too will gladly do whatever thou wilt.' And she outwitted him, saying this: 'Thou, my lord brother, how long hast thou been in thy monastery?' He said: 'Seventeen years.' Again she says to him: 'Hast thou had experience of a woman?' He says to her: 'No.' The girl answered the brother: 'And wilt thou lose thy labour for the sake of one hour? How many times hast thou shed tears to present thy flesh to Christ unstained by filth? And now wilt thou have all that toil forfeited for a brief pleasure? Still, see, I am listening to thee: if thou fallest with me, hast thou somewhere to take me and to feed me?' The brother says: 'No.' Then the girl answered and said to him: 'In truth I do not lie: if thou dishonourest me, thou wilt be the cause of many evils.' The monk says to her: 'How?' The girl answered: 'First, that thou wilt destroy thy soul; second, my soul too will be required of thee. For, that thou mayest know it, I assure thee with an oath, by him who said, "Do not lie": if thou dishonourest me, I will put myself to the noose, and thou wilt be found a murderer as well, and at the judgement be judged as a murderer. So before thou becomest the cause of so many evils, go away to thy monastery; and thou must pray much for me.' So the monk came to himself and grew sober, and he left the farmer's house and went off to his monastery, and made a prostration to the superior, that from then on he might not go out of the monastery. And when he had spent three months there, he departed to the Lord."

CHAPTER 40

Abba Basil, the priest of the monastery of the Byzantines, told us: "When I was at Theoupolis with abba Gregory the patriarch, abba Cosmas the eunuch came from Jerusalem, he of the laura of Pharon, a man who was truly a monk, and Orthodox, and very zealous; and he had no small knowledge of the divine Scriptures as well. After he had spent a few days there, the elder died.

Καὶ ἐκέλευσεν ὁ πατριάρχης, ὡς τιμῶν al. τίμιον. τὸ λείψανον al. inser. αὐτοῦ., εἰς τὸ κοιμητήριον αὐτὸν ταφῆναι, ἔνθα ἐπίσκοπος 2893ἔκειτο. Μετὰ οὖν δύο ἡμέρας al. Ἐν μιᾷ οὖν. ἀπῆλθον, φησὶν, ἵνα ἀσπάσωμαι τὸν τάφον τοῦ γέροντος. Ἦν δὲ ἐπάνω τοῦ τάφου παραλυτικὸς ἀνακείμενος πτωχὸς, ζητῶν ἐλεημοσύνην παρὰ τῶν εἰσερχομένων ἐν τῷ ναῷ. Ὡς οὖν εἶδέν με ὁ πτωχὸς βάλλοντα τρεῖς μετανοίας, καὶ ποιήσαντα εὐχὴν πρεσβυτέρου, λέγει μοι· Κῦρι ἀββᾶ, ὄντως μέγας ἦν ὁ γέρων ὃν ἐθάψατε ὧδε πρὸ τῶν δύο ἡμερῶν al. μηνῶν. τούτων. Καὶ ἀπεκρίθην λέγων· Πόθεν γινώσκεις; Ὁ δὲ λέγει μοι· Ἐγὼ παραλυτικὸς ἤμην ἔτη δώδεκα, καὶ δι᾿ αὐτοῦ με ἐθεράπευσεν ὁ Κύριος· καὶ ὅτε ἐν θλίψει γίνομαι, ἔρχεται παραμυθούμενός με, καὶ παρέχει μοι ἀνάπαυσιν. Ἀλλὰ καὶ ἄλλο, φησὶν, ἔχεις ἀκοῦσαι περὶ αὐτοῦ παράδοξον· Ἀφ᾿ οὗ ἐθάψατε αὐτὸν al. add. ἕως τῆς σήμερον., ἀκούω αὐτοῦ κατὰ νύκτα κράζοντος καὶ λέγοντος πρὸς τὸν ἐπίσκοπον· Μὴ ἅψῃ μου· παρ᾿ ἐκεῖ al. Ἔτι ἐκεῖ et παρέχει.· μὴ ἐγγίσῃς μοι, αἱρετικὲ καὶ ἐχθρὲ τῆς ἀληθείας, καὶ τῆς ἁγίας τοῦ Θεοῦ καθολικῆς Ἐκκλησίας. Ταῦτα ἀκούσας ἐγὼ παρὰ τοῦ ἰαθέντος παραλυτικοῦ, ἀπῆλθον, καὶ εἶπον ἅπαντα τῷ πατριάρχῃ· καὶ παρεκάλουν τὸν αὐτὸν ἁγιώτατον ἄνδρα, ἵνα λάβωμεν τὸ σῶμα τοῦ γέροντος, καὶ εἰς ἄλλο μνημεῖον ἀποθώμεθα. Τότε λέγει ἡμῖν ὁ al. inser. ἀββᾶς Γρηγόριος ὁ. πατριάρχης· Πιστεύσατέ μοι, τέκνα, ὅτι οὐδὲν βλάπτεται ὁ ἀββᾶς Κοσμᾶς, ἐκ τοῦ αἱρετικοῦ· ἀλλ᾿ ὅλον τοῦτο γέγονεν, ἵνα ἡ ἀρετὴ τοῦ γέροντος, καὶ ὁ ζῆλος αὐτοῦ γνωστὸς ἡμῖν γένηται, ὁποῖον ἔχει, μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν· ὁμοίως δὲ καὶ ἡ δόξα τοῦ ἐπισκόπου φανερωθῇ ἡμῖν, ἵνα μὴ ἔχωμεν αὐτὸν ὡς ὀρθόδοξον. Ἔλεγεν δὲ καὶ τοῦτο ἡμῖν ὁ αὐτὸς ἀββᾶς Βασίλειος περὶ τοῦ γέροντος τούτου ἀββᾶ Κοσμᾶ, ὅτι Παρέβαλον αὐτῷ καθημένῳ εἰς τὴν λαύραν Φαρών. Καὶ λέγει μοι ὁ γέρων· Ἦλθέν μοι ποτε λογισμὸς λέγων· Τί ἐστιν ὃ λέγει ὁ Κύριος τοῖς μαθηταῖς αὐτοῦ· «Ὁ ἔχων ἱμάτιον, πωλησάτω αὐτό, καὶ ἀγορασάτω al. ἀράτω. μάχαιραν; Καὶ αὐτοὶ εἶπον al. τῶν δὲ εἰπόντων.· Ἰδοὺ δύο μάχαιραι.» Καὶ ὡς ἐπὶ πολὺ, φησὶν, εἰς τὸ ῥητὸν ἠδολέσχουν, καὶ οὐχ εὕρισκον, ἐξέρχομαι ἐκ τῆς νέλλης μου ἐν αὐτῇ τῇ σταθηρᾷ μεσημβρίᾳ, ὡς ὀφείλων ἀπελθεῖν εἰς τὴν λαύραν τῶν Πυργίων πρὸς τὸν ἀββᾶν Θεόφιλον, καὶ ἐπερωτῆσαι αὐτῷ al. αὐτόν.. Καὶ δὴ κατὰ τὴν ἔρημον γενόμενος πλησίον τοῦ Καλαμῶνος, θεωρῶ δράκοντα πάνυ παμμεγέθη ἐκ τοῦ ὄρους κατερχόμενον ἐπὶ τὸν Καλαμῶνα· καὶ τοιοῦτος ἦν μέγας, ὥστε αὐτὸν καμάραν al. καμάρας. ποιεῖν ἐν τῷ κινεῖσθαι. Καὶ εὑρέθην ἄφνω διὰ τῆς καμάρας αὐτοῦ ἀβλαβὴς διερχόμενος. Καὶ ἔγνων, φησὶν, ὅτι ὁ μὲν διάβολος, τὴν σπουδὴν διασκεδάσαι ἠθέλησεν, αἱ δὲ εὐχαὶ τοῦ γέροντος συνέπραξαν. Ἀπελθὼν οὖν, φησὶν, εἶπον τὸ Γραφικὸν τῷ ἀββᾷ Θεοφίλῳ. Καὶ εἶπέν μοι, ὅτι ἡ ἑρμηνεία τῶν δύο μαχαιρῶν αὕτη ἐστὶν, τὸ πρακτικὸν καὶ τὸ θεωρητικόν. Ἐὰν οὖν ἔχῃ τις τὰς δύο ἀρετάς. τέλειός ἐστιν. Τούτῳ τῷ ἀββᾷ Κοσμᾷ παρέβαλον εἰς τὴν λαύραν Φαρῶν al. Φαρῶν.. Ἔμεινα γὰρ ἐν αὐτῇ ἔτη δέκα.

And the patriarch, to honour his remains, ordered him to be buried in the cemetery where a bishop 2893lay. So after two days," he says, "I went off to greet the elder's tomb. On top of the tomb lay a poor paralytic, asking alms of those going into the church. When the poor man saw me making three prostrations and saying a priest's prayer, he says to me: 'My lord abba, truly great was the elder you buried here these two days ago.' And I answered, saying: 'How dost thou know?' He says to me: 'I was a paralytic for twelve years, and through him the Lord healed me; and when I am in distress he comes and comforts me and gives me rest. But there is something else strange about him,' he says, 'that thou mayest hear: since you buried him, I hear him crying out by night and saying to the bishop: "Do not touch me; away with thee! Do not come near me, heretic, enemy of the truth and of the holy catholic Church of God." ' When I heard this from the healed paralytic, I went off and told it all to the patriarch, and I begged that most holy man that we might take the elder's body and lay it in another tomb. Then the patriarch says to us: 'Believe me, children, abba Cosmas suffers no harm from the heretic; but all this has happened so that the elder's virtue and his zeal might become known to us, what kind it is after his departure hence; and likewise that the bishop's belief might be made plain to us, so that we should not hold him Orthodox.'"

This same abba Basil told us this too about this elder abba Cosmas: "I visited him when he was living in the laura of Pharon. And the elder says to me: 'Once a thought came to me, saying: What is it that the Lord says to his disciples, "He that hath a garment, let him sell it and buy a sword"? And they said, "See, two swords." And when I had pondered the saying a long while,' he says, 'and could not find it out, I go out of my cell at the very height of noon, meaning to go to the laura of the Towers to abba Theophilus and ask him. And when I was in the desert near the Calamon, I see a very huge dragon coming down from the mountain towards the Calamon; and it was so big that it made an arch as it moved. And suddenly I found myself passing unharmed through its arch. And I knew,' he says, 'that the devil had wanted to scatter my zeal, but the elder's prayers worked with me. So I went off,' he says, 'and told the scriptural question to abba Theophilus. And he told me: The interpretation of the two swords is this: the practical and the contemplative. So if anyone has these two virtues, he is perfect.'"

I visited this abba Cosmas at the laura of Pharon; for I stayed in it ten years.

Καὶ ὡς ἐλάλει 2896μοι περὶ σωτηρίας ψυχῆς, ἦλθεν χρῆσις τοῦ ἁγίου Ἀθανασίου, τοῦ ἀρχιεπισκόπου Ἀλεξανδρείας. Καὶ λέγει μοι ὁ γέρων, ὅτι Ὅταν εὕρῃς λόγον τοῦ ἁγίου Ἀθανασίου, καὶ μὴ ἔχεις χαρτία, εἰς τὰ ἱμάτιά σου γράψον αὐτόν. Τοιοῦτον πόθον εἶχεν ὁ γέρων, εἰς τοὺς ἁγίους Πατέρας ἡμῶν καὶ διδασκάλους. Ἔλεγον δὲ καὶ τοῦτο περὶ αὐτοῦ, ὅτι ἐν τῇ νυκτὶ τῆς ἁγίας Κυριακῆς, ἵστατο ἀπὸ ἑσπέρας ἕως πρωῒ ψάλλων καὶ ἀναγινώσκων, ἕν τε τῷ κελλίῳ αὐτοῦ καὶ ἐν τῇ ἐκκλησίᾳ, μηδὲ ὅλως καθεζόμενος· καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐπλήρωσεν τὸν κανόνα, ἐκαθέζετο ἀναγινώσκων εἰς τὸ ἅγιον Εὐαγγέλιον ἕως τῆς συνάξεως.

Ἐν αὐτῇ τῇ λαύρᾳ Φαρὼν al. Φαρῶν et Φαρῶ., ἑωράκαμεν καὶ τὸν ἀββᾶν Παῦλον, ἄνδρα ἅγιον, καὶ ἀνακείμενον τῷ Θεῷ, πραότατον πάνυ καὶ ἀσκητικώτατον, δάκρυα πάμπολλὰ καθ᾿ ἑκάστης al. καθεκάστην. ἐκχέοντα al. inser. δι' ὅλης. τῆς ἡμέρας. Οὐκ οἶδα εἰ τοιούτῳ συνέτυχον ἐν τῇ ζωῇ μου. Ἐποίησεν οὖν οὗτος ὁ ἅγιος γέρων περὶ τὰ πεντήκοντα ἔτη ἡσυχάζων, ἀρκούμενος τῇ εὐλογίᾳ τῆς Ἐκκλησίας καὶ μόνον, καὶ μὴ συντυγχάνων τινὶ τὸ παράπαν. Ἦν δὲ ἀπὸ Ἀναζαρβοῦ.

Ἑωράκαμεν ἐν αὐτῷ τῷ τόπῳ καὶ τὸν ἀββᾶν Αὐξάνοντα, ἐν τῷ κελλίῳ αὐτοῦ, ἄνδρα ἐλεήμονα καὶ ἐγκρατῆ καὶ ἡσυχάζοντα, καὶ τοιαύτην σκληραγωγίαν ἔχοντα, ὅτι εἰς τέσσαρας ἡμέρας μίαν προσφορὰν ἤσθιεν λεπτῶν εἴκοσι· ἔστιν δὲ ὅτι al. ὅτε. καὶ πᾶσαν τὴν ἑβδομάδα αὐτῇ μόνον ἠρκεῖτο. Περὶ δὲ τὰ τελευταῖα αὐτοῦ ὁ ἀοίδιμος οὗτος Πατὴρ, εἰς κοιλιακὴν νόσον περιέπεσεν. Ἀνηνέγκαμεν οὖν αὐτὸν ἐν τῷ νοσοκομείῳ τοῦ πατριάρχου ἐν τῇ ἁγίᾳ πόλει. Ἐν μιᾷ οὖν ὡς ἤμεθα πλησίον αὐτοῦ, πέμπει αὐτῷ ὁ ἀββᾶς Κόνων ὁ ἡγούμενος τῆς λαύρας τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σάβα, μαλάκιον ἔχον εὐλογίαν καὶ νομίσματα ἓξ, δηλώσας αὐτῷ, ὅτι Συγχώρησόν μοι ὅτι οὐκ ἐᾷ με ἡ ἀσθένειά μου ἀνελθεῖν καὶ ἀσπάσασθαι ὑμᾶς. Ὁ δὲ γέρων τὴν μὲν εὐλογίαν κατέσχεν, τὰ δὲ νομίσματα ἀνταπέστειλεν αὐτῷ, δηλώσας οὕτως, ὅτι Ἐὰν θέλῃ με ὁ Θεὸς εἶναι ἐν ταύτῃ τῇ ζωῇ, Πάτερ, ἔχω νομίσματα δέκα. Ἐὰν οὖν ταῦτα δαπανήσω, δηλῶ ὑμῖν, καὶ πέμπετέ μοι αὐτά. Ἵνα δὲ γινώσκῃς, Πάτερ, ὅτι μετὰ δύο ἡμέρας, ἐξέρχομαι ἐκ τοῦ κόσμου τούτου. Ὅπερ καὶ γέγονεν. Κατηνέγκαμεν οὖν αὐτὸν εἰς τὴν λαύραν Φαρὼν al. Φαρῶν., κἀκεῖ αὐτὸν κατεθήκαμεν. Γέγονεν δὲ οὗτος ὁ μακάριος Εὐστοχίου καὶ Γρηγορίου τῶν al. τοῦ. ἐν ἁγίοις σύγκελλος· καὶ ἐάσας ἀμφοτέρους, εἰς τὴν ἔρημον ἐτελειώθη. Ἦν δὲ καὶ τῷ γένει ἀπὸ Ἀγκύρων τῆς Γαλατίας al. πόλεως..

And as he was 2896talking with me about the salvation of the soul, a passage of saint Athanasius, archbishop of Alexandria, came up. And the elder says to me: "When thou findest a saying of saint Athanasius and hast no paper, write it on thy clothes." Such longing had the elder for our holy fathers and teachers.

They also used to say this about him: that in the night of holy Sunday he stood from evening till morning, singing psalms and reading, both in his cell and in the church, never sitting down at all; and when the sun had risen and he had completed his rule, he sat down and read in the holy Gospel until the synaxis.

CHAPTER 41

In that same laura of Pharon we saw abba Paul too, a holy man and devoted to God, very meek and very ascetic, shedding a great many tears every day. I do not know if I have met such a man in my life. This holy elder spent about fifty years keeping stillness, content with the blessing of the church alone, and meeting no one at all. He was from Anazarbus.

CHAPTER 42

In the same place we saw abba Auxanon too, in his cell, a merciful man, self-controlled and keeping stillness, and of such hard discipline that every four days he ate one offering of twenty lepta; and there were times when it sufficed him for the whole week. Toward the end of his life this renowned father fell into a disease of the bowels. So we carried him up to the patriarch's hospital in the holy city. One day, then, when we were with him, abba Conon, the superior of the laura of our father among the saints Sabas, sends him a little cloth holding a blessing and six gold pieces, sending word to him: "Forgive me, for my illness does not allow me to come up and greet you." The elder kept the blessing, but sent the gold pieces back to him, sending word thus: "If God wills me to be in this life, Father, I have ten gold pieces. If I spend them, I will let you know, and you shall send them to me. But that thou mayest know, Father: after two days I am leaving this world." Which indeed came to pass. So we brought him down to the laura of Pharon and buried him there. This blessed man had been syncellus to Eustochius and Gregory, who are among the saints; and leaving them both, he was made perfect in the desert. By birth he was from Ancyra in Galatia.

Ἐν Θεσσαλονίκῃ ἦν τις ἀρχιεπίσκοπος τῷ ὀνόματι 2897Θαλέλαιος. Οὗτος μηδὲ τὸν Θεὸν φοβούμενος, μηδὲ τὴν ἡτοιμασμένην ἀνταπόδοσιν δεδοιὼς, καταπατήσας δὲ καὶ τὸ δόγμα τῶν Χριστιανῶν, καὶ εἰς οὐδὲν θέμενος καὶ τὴν ἱερατικὴν ἀξίαν ὁ δείλαιος, εὑρέθη ἀντὶ ποιμένος λύκος ἄγριος. Οὗτος γὰρ ἀρνησάμενος τοῦ προσκυνεῖν τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα (Ἱλεώς μοι, ὦ Κύριε), εἰδώλοις προσεκύνει. Ἀλλ᾿ οἱ κατὰ καιρὸν τῶν ἁγίων κρατοῦντες Ἐκκλησιῶν τοῦτον κανονικῇ ψήφῳ καθεῖλον. Ὀλίγου δέ τινος χρόνου παρελθόντος, πάλιν ὁ πάσης ἀνομίας πεπληρωμένος, ἠθέλησε πρὸς τὴν ἱερωσύνην ἐπανελθεῖν. Ἐπειδὴ δὲ, κατὰ τὸν σοφώτατον Σολομῶντα, πάντα ὑπακούει τῷ χρυσίῳ, ἀνεκλήθη ὡς ὀφείλων ἀπελθεῖν εἰς τὴν ἰδίαν ἐπισκοπὴν (ἦν γὰρ ἐν Κωνσταντινουπόλει, ἔνθα οἱ κατὰ τὸν προφήτην Ἡσαΐαν κατοικοῦσιν ἄρχοντες, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες). Ἀλλ᾿ ὁ Θεὸς οὐ παρεῖδεν τὴν αὐτοῦ Ἐκκλησίαν· ἀλλὰ τὴν κατὰ τοὺς ἀποστολικοὺς κανόνας ἐπενεχθεῖσαν αὐτῷ ψῆφον πάλιν κατέκρινεν, ὡς μὴ ἀρέσκουσαν αὐτῷ. Ἐν μιᾷ γὰρ ἡμέρᾳ ἐνδυσάμενος κοσμίως, ὡς ὀφείλων ἀπελθεῖν πρὸς τοὺς κρατοῦντας, ἵνα πάλιν ψήφῳ ἀπολάβῃ τὴν ἱερατικὴν ἀξίαν· εἶτα μέλλοντα αὐτὸν προϊέναι ἐκ τοῦ οἴκου αὐτοῦ ἔνυξεν αὐτὸν ἡ γαστὴρ αὐτοῦ εἰς ἀφεδρῶνας· καὶ μείναντος αὐτοῦ ὡς περὶ ὥρας δύο, καὶ μὴ ἐξερχομένου, εἰσῆλθόν τινες τῶν ἔξω ἑστηκότων, ὡς ὀφείλοντες εἰπεῖν αὐτῷ, ἵνα ἐξέλθῃ· καὶ εὗρον αὐτὸν τὴν μὲν κεφαλὴν αὐτοῦ κάτω εἰς τὸν σωλῆνα τῶν χρειῶν, καὶ τοὺς πόδας ἄνω ἔχοντα, τὸν τοῦ δυσσεβοῦς Ἀρείου τοῦ θεομάχου ἰσόῤῥοπον θάνατον αἰώνιον ἀπενεγκάμενον· κἀκεῖνον γὰρ διὰ τῆς τῶν κρατούντων συνεργίας ἐλπίσαντα τυραννικῶς ἐπεμβαίνειν τῇ Ἐκκλησίᾳ, ὁ τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας θαυμαστὸς καὶ τῆς μεγάλης βουλῆς Ἄγγελος ἐν ἀφεδρῶσι τὰ τὴν δυσφημίαν ὠδινήσαντα σπλάγχνα διεσκόρπισεν· καὶ τοῦτον διὰ τῆς τῶν κρατούντων ἀδίκου συνδρομῆς ἐλπίσαντα τῶν προτέρων χείρονα διαπράξασθαι ὁ τῆς Θεσσαλονικέων Ἐκκλησίας κυβερνῶν ἄγγελος προφθάσας σὺν τῷ μεγάλῳ μάρτυρι Δημητρίῳ, ἐν ᾧ τόπῳ καθήμενος, καὶ συνδυάζων μετὰ τοῦ ἐξερεθίζοντος ἀκαθάρτου δαίμονος τὰς κατὰ τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας ἐπιβουλὰς κατεσκεύασεν, ἐν αὐτῷ τὴν ἀνίερον αὐτοῦ τοῦ ἀχρείου προσηλώσας τοῦ δούλου, τοὺς εὐτάκτως μὴ ἀνεχομένους βαδίζειν πόδας, μετεώρους ἀπέλιπεν, τῆς μελλούσης αὐτὸν ὑποδέχεσθαι κρίσεως τὰ σήμαντρα φέροντας, καὶ ὡς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ τοῦ ζῶντος.

Τὶς τῶν γερόντων διηγήσατο ἡμῖν ἀνελθοῦσιν ἐν Θηβαΐδι, ὅτι γέρων ἐκαθέζετο ἔξω τῆς πόλεως Ἀντινῶ, μέγας, ποιήσας εἰς κελλίον αὐτοῦ ἔτη περὶ τὰ ἑβδομήκοντα. Εἶχεν δὲ μαθητὰς δέκα ἕνα δὲ ἔσχεν πάνυ ἀμελοῦντα ἑαυτοῦ. Ὁ οὖν γέρων πολλάκις ἐνουθέτει καὶ παρεκάλει αὐτὸν, λέγων· Ἀδελφὲ, φρόντιζε τῆς ἑαυτοῦ ψυχῆς, ἔχεις ἀποθανεῖν, καὶ εἰς κόλασιν ἀπελθεῖν. Ὁ δὲ ἀδελφὸς πάντοτε παρήκουεν τοῦ γέροντος, μὴ δεχόμενος τὰ λεγόμενα ὑπ᾿ αὐτοῦ.

CHAPTER 43

In Thessalonica there was an archbishop by the name of 2897Thalelaeus. This man neither feared God nor dreaded the recompense that is prepared; he trampled on the doctrine of the Christians and set the dignity of the priesthood at nothing, the wretch, and was found to be, instead of a shepherd, a savage wolf. For he refused to worship the holy and consubstantial Trinity (be merciful to me, O Lord!) and worshipped idols. But those who governed the holy churches at that time deposed him by a canonical vote. After a little time had passed, this man, filled with every lawlessness, wanted to return to the priesthood again. And since, according to the most wise Solomon, all things obey gold, he was recalled, as one who was to go back to his own see (for he was in Constantinople, where dwell the rulers spoken of by the prophet Isaiah, "who justify the ungodly for gifts, and take away the righteousness of the righteous"). But God did not overlook his Church; but the vote brought in for him [?] according to the apostolic canons he condemned once more, as not pleasing to him. For one day he dressed himself finely, meaning to go to the rulers, that by their vote he might receive back the priestly dignity; then, as he was about to go out of his house, his belly griped him to go to the privy; and when he had stayed there about two hours and not come out, some of those standing outside went in, meaning to tell him to come out; and they found him with his head down in the drain of the privy and his feet up, having met an eternal death equal to that of the impious Arius, the enemy of God. For that man too, when he hoped by the help of the rulers to break in upon the Church like a tyrant, the wonderful Angel of great counsel of the holy Church of God scattered in the privy those bowels that had laboured to give birth to blasphemy; and this man too, when he hoped by the unjust concourse of the rulers to do worse than those before him, the angel who governs the Church of the Thessalonians, forestalling him together with the great martyr Demetrius, in the very place where he sat and, in league with the unclean demon who stirred him up, contrived his plots against the holy Church of God, there nailed the unholy [?] of that useless servant, and left hanging in the air his feet that would not walk in good order, bearing the tokens of the judgement that was to receive him, and of how fearful it is to fall into the hands of the living God.

CHAPTER 44

One of the elders told us, when we had gone up to the Thebaid, that an elder lived outside the city of Antinoë, a great one, who had spent some seventy years in his cell. He had ten disciples, and one of them was very neglectful of himself. So the elder often admonished and begged him, saying: "Brother, take thought for thine own soul; thou must die and go away to punishment." But the brother always disobeyed the elder, not accepting what he said.

Συνέβη οὖν μετά τινα χρόνον τελευτῆσαι τὸν ἀδελφόν. 2900Πολὺ δὲ ἐλυπήθη ἐπ᾿ αὐτῷ ὁ γέρων. Ἤδει γὰρ ὅτι ἐν πολλῇ ἀθυμίᾳ καὶ ἀμελείᾳ ἐξῆλθεν τοῦ κόσμου τούτου. Καὶ ἤρξατο ὁ γέρων εὔχεσθαι καὶ λέγειν· Κύριε Ἰησοῦ Χριστὲ, ὁ ἀληθινὸς ἡμῶν Θεὸς, ἀποκάλυψόν μοι τὰ περὶ τῆς ψυχῆς αὐτοῦ τοῦ ἀδελφοῦ. Καὶ δὴ θεωρεῖ ἐν ἐκστάσει γενόμενος ποταμὸν πυρὸς, καὶ πλῆθος ἐν αὐτῷ τῷ πυρὶ, καὶ μέσον τὸν ἀδελφὸν βεβαπτισμένον ἕως τραχήλου. Τότε λέγει αὐτῷ ὁ γέρων· Οὐ διὰ ταύτην τὴν τιμωρίαν παρεκάλουν σε, ἵνα φροντίσῃς τῆς ἰδίας ψυχῆς, τέκνον; Ἀπεκρίθη ὁ ἀδελφὸς, καὶ εἶπεν τῷ γέροντι· Εὐχαριστῶ τῷ Θεῷ, Πάτερ, ὅτι κἂν ἡ κεφαλή μου ἄνεσιν ἔχει. Κατὰ γὰρ εὐχάς σου ἐπάνω κορυφῆς ἵσταμαι ἐπισκόπου.

Διηγήσατο ἡμῖν τις τῶν γερόντων, ὅτι ἔλεγεν ὁ ἀββᾶς Θεόδωρος ὁ Ἠλιώτης, ὅτι ἦν τις ἔγκλειστος εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀγωνιστὴς πάνυ. Ἐπολέμειδὲ αὐτὸν ὁ δαίμων τῆς πορνείας. Ἐν μιᾷ οὖν ὡς ἐπέκειτο αὐτῷ σφοδρῶς, ἤρξατο ὁ γέρων ἀποδυσπετεῖν, καὶ λέγειν τῷ δαίμονι· Ἕως πότε οὐκ ἐνδίδως μοι; Ἀπόστα λοιπὸν συνεγγήρασαί μοι. Φαίνεται οὖν αὐτῷ ὀφθαλμοφανῶς ὁ δαίμων, λέγων, Ὄμοσόν μοι, ὅτι οὐδενὶ λέγεις ἃ μέλλω σοι λέγειν, καὶ οὐκ ἔτι σε πολεμῶ· καὶ ὤμοσεν ὁ γέρων, ὅτι Μὰ τὸν κατοικοῦντα ἐν τοῖς οὐρανοῖς, οὐκ εἴπω τινὶ, ἅπερ εἴπῃς μοι. Λέγει αὐτῷ ὁ δαίμων, Μὴ προσκυνήσῃς ταύτῃ τῇ εἰκόνι, καὶ οὐκ ἔτι σε πολεμῶ. Εἶχεν δὲ ἡ εἰκὼν τὸ ἐκτύπωμα τῆς Δεσποίνης ἡμῶν τῆς ἁγίας Θεοτόκου Μαρίας, βασταζούσης τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.Λέγει ὁ ἔγκλειστος τῷ δαίμονι· Ἄφες σκέψωμαι. Τῇ οὖν ἐπαύριον δηλοῖ τῷ Ἀββᾷ Θεοδώρῳ τῷ Ἠλιώτῃ, τῷ καὶ διηγησαμένῳ ἡμῖν, οἰκοῦντι τότε ἐν τῇ λαύρᾳ Φαράν· καὶ ἐλθόντι αὐτῷ διηγεῖται πάντα. Ὁ δὲ γέρων λέγει αὐτῷ, Ὄντως ἀββᾶ, ἐνεπαίχθης, ὅτι ὤμοσας· πλὴν καλῶς ἐποίησας ἐξειπών. Συμφέρει δέ τοι εἰς τὴν χώραν ταύτην μὴ ἐᾶσαι πορνεῖον εἰς ὃ μὴ εἰσέρχῃ, ἢ ἵνα ἀρνήσῃ τοῦ προσκυνεῖν τὸν Κύριον ἡμων Ἰησοῦν Χριστὸν μετὰ τῆς αὐτοῦ Μητρός. Στηρίξας οὖν καὶ ἐνδυναμώσας αὐτὸν πλείοσιν λόγοις, ἀπῆλθεν εἰς τὸν ἴδιον τόπον Φαίνεται δὲ πάλιν ὁ δαίμων τῷ ἐγκλείστῳ, καὶ λέγει αὐτῷ· Τί ἐστιν κακόγηρε; οὐκ ὤμοσάς μοι, ὅτι οὐδενὶ λέγεις; Καὶ πῶς πάντα ἐξεῖπας τῷ ἐλθόντι πρὸς σέ; Λέγω σοι κακόγηρε, ὡς ἐπίορκος ἔχεις κριθῆναι ἐν ἡμέρᾳ κρίσεως. Καὶ ἀπεκρίθη ὁ ἔγκλειστος, Ὅτι μὲν ὤμοσα, καὶ ὅτι ἐπιόρκησα, οἶδα, πλὴν τὸν ἐμὸν Δεσπότην καὶ ποιητὴν ἐπιόρκησα, σοῦ δὲ οὐ μὴ ἀκούσω. Σὺ γὰρ καὶ τῆς κακοσυμβουλίας, καὶ τῆς ἐπιορκίας τὴν ἄφευκτον δίκην ὡς αἴτιος ἀπαιτηθήσῃ.

Παρεβάλομέν ποτε τῷ ἀββᾷ Κυριακῷ πρεσβυτέρῳ τῆς λαύρας τοῦ Καλαμῶνος τῆς ἐν τῷ ἁγίῳ Ἰορδάνῃ.

So it came about after some time that the brother died. 2900The elder was much grieved over him, for he knew that he had gone out of this world in great despondency and neglect. And the elder began to pray and to say: "Lord Jesus Christ, our true God, reveal to me what has become of the soul of this brother." And then, falling into an ecstasy, he sees a river of fire, and a multitude in that very fire, and in the middle of it the brother, plunged in up to the neck. Then the elder says to him: "Was it not because of this punishment that I begged thee to take thought for thine own soul, child?" The brother answered and said to the elder: "I thank God, Father, that at least my head has relief; for through thy prayers I am standing on the crown of a bishop's head."

CHAPTER 45

One of the elders told us that abba Theodore the Eliote used to say that there was a recluse on the Mount of Olives, a great fighter. The demon of fornication made war on him. One day, then, as it pressed him hard, the elder began to lose heart and to say to the demon: "How long wilt thou not give me respite? Leave me now; thou hast grown old with me." Then the demon appears to him, plainly to his eyes, saying: "Swear to me that thou wilt tell no one what I am about to say to thee, and I will war on thee no more." And the elder swore: "By him who dwells in the heavens, I will tell no one what thou sayest to me." The demon says to him: "Do not venerate this icon, and I will war on thee no more." Now the icon bore the image of our Lady the holy Theotokos Mary, carrying our Lord Jesus Christ. The recluse says to the demon: "Let me think it over." So the next day he sends word to abba Theodore the Eliote, the one who told us the story, who was living at that time in the laura of Pharan; and when he came, he tells him everything. And the elder says to him: "Truly, abba, thou hast been made sport of, in that thou didst swear; still, thou hast done well to speak out. It is better for thee to leave no brothel in this country that thou dost not go into, than that thou shouldst refuse to venerate our Lord Jesus Christ with his Mother." So having strengthened and fortified him with many more words, he went off to his own place. And the demon appears to the recluse again, and says to him: "What is this, thou wicked old man? Didst thou not swear to me that thou wouldst tell no one? And how hast thou told it all to the one who came to thee? I tell thee, wicked old man, thou wilt be judged as a perjurer on the day of judgement." And the recluse answered: "That I swore, and that I have forsworn myself, I know; but it is by my Master and Maker that I have forsworn myself, and thee I will not obey. For thou, as the cause, wilt have the inescapable penalty required of thee, both for the evil counsel and for the perjury."

CHAPTER 46

We once visited abba Cyriacus, priest of the laura of the Calamon on the holy Jordan.

Καὶ διηγήσατο ἡμῖν λέγων, ὅτι Ἐν μιᾷ θεωρῆσαί με κατὰ τοὺς ὕπνους γυναῖκά τινα σεμνοπρεπῆ, καὶ πορφυροφόρον, καὶ μετὰ ταύτης ἄνδρας δύο ἱεροπρεπεῖς καὶ τιμίους ἑστῶτας ἔξω τῆς κέλλης, 2901μου. Ἐγὼ δὲ ὑπέλαβον τὴν μὲν γυναῖκα τὴν Δέσποιναν ἡμῶν Θεοτόκον εἶναι, τοὺς δὲ σὺν αὐτῇ δύο ἄνδρας τὸν ἅγιον Ἰωάννην τὸν Θεολόγον, καὶ τὸν ἅγιον Ἰωάννην τὸν Βαπτιστήν. Ἐξελθὼν οὖν τῆς κέλλης μου παρεκάλουν αὐτοὺς εἰσελθεῖν, καὶ ποιῆσαι εὐχὴν εἰς τὸ κελλίον μου· αὕτη δὲ οὐκ ἐπένευσεν. Ἔμεινα οὖν ἐπὶ πολὺ δεόμενος αὐτῆς, καὶ λέγων, Μὴ ἀποστραφείην τεταπεινωμένος καὶκατησχυμμένος, καὶ ἄλλα πολλά. Ὡς δὲ εἶδέν με τὴν αἴτησιν ἐπιτείνοντα, αὐστηρῶς ἀπεκρίθη μοι λέγουσα, Ἔχεις εἰς τὴν κέλλαν σου τὸν ἐχθρόν μου, καὶ πῶς θέλεις ἵνα εἰσέλθω; Καὶ τοῦτο εἰποῦσα, ἀπῆλθεν. Ἐγὼ δὲ διυπνισθεὶς, ἠρξάμην θλίβεσθαι, καὶ ἐνενόουν μήτι ἄρα κατὰ διάνοιαν ἥμαρτον εἰς αὐτήν· οὐδὲ γὰρ ὁ ἕτερός τις ἦν ἐν τῷ κελλίῳ, εἰ μὴ ἐγὼ μόνος. Ἐπὶ πολὺ οὖν ἐμαυτὸν ἐκσείσας, οὐχ εὗρον ἐμαυτὸν πλημμελή-Β σαντα εἰς αὐτήν. Ὡς δὲ εἶδον ἐμαυτὸν τῇ λύπῃ καταποντούμενον, ἀνέστην, καὶ ἔλαβον βιβλίον ἐπὶ τῷ ἀναγνῶναι, ὅπως διὰ τοῦ ἀναγνώσματος, τὴν λύπην ἀποῤῥίψωμαι. Βιβλίον δὲ ἤμην χρησάμενος τοῦ μακαρίου Ἡσυχίου τοῦ πρεσβυτέρου Ἱεροσολύμων· καὶ ἀναπτύξας τὴν βίβλον, εὑρίσκω δύο λόγους Νεστο ρίου τοῦ δυσσεβοῦς πρὸς τῷ τέλει αὐτῆς γεγραμμένους· καὶεὐθέως ἔγνων τοῦτον εἶναι τὸν τῆς Δεσποίνης ἡμῶν τῆς ἁγίας Θεοτόκου τὸν ἐχθρόν. Τότε ἀναστὰς ἀπῆλθον, καὶ τὴν βίβλον ἀπέδωκα τῷ δεδωκότι μοι αὐτήν. Καὶ εἶπον αὐτῷ· Λάβε σου τὴν βίβλον, ἀδελφέ· οὐ γὰρ τοσαύτην ἔσχον ὠφέλειαν ἐξ αὐτῆς, ὅσην μοι τὴν ζημίαν προεξένησεν. Κἀκείνου δὲ τὴν ζημίαν ἀνακρίνοντος, τὰ συμβάντα διηγησάμην· καὶ τοῦ ζήλου πλησθεὶς εὐθέως τῆς βίβλου τοὺς δύο λόγους Νεστορίου ἀπέκοψεν, καὶ πυρὶ παρέδωκεν, εἰπὼν ὅτι, Οὐ μὴ μείνῃ εἰς τὸ κελλίον μου ὁ τῆς Δεσποίνης ἡμῶν τῆς ἁγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας ἐχθρός. σανυΤ xLα. Φοινίκης τῆς Λιβανησίας πόλις ἐστίν· ἐν ταύτῃ μῖμος ὑπῆρχεν ὀνόματι Γαϊανὸς, καὶ κατὰ θέατρον τὴν ἁγίαν Θεοτόκον βλασφημῶν ἐθεάτριζεν. Καὶ παραφαίνεται αὐτῷ ἡ Θεοτόκος λέγουσα, Τί σοι κακὸν ἐποίησα, ὅτι ἐπὶ τοσούτου δήμου διασύρεις με καὶ βλασφημεῖς; Ὁ δὲ ἐγερθεὶς, οὐ μόνον οὐ διωρθώσατο, ἀλλὰ καὶ πλέον αὐτὴν ἐβλασφήμει. Ἐκ τρίτου φαίνεταιαὐτῷ, τὰ αὐτὰ λέγουσα, καὶ νουθετοῦσα αὐτόν. Ὡς οὖν οὐ διωρθώσατο, ἀλλ᾿ ἐπὶ πλεῖον ἐβλασφήμει, ἐν μιᾷ μεσημβρίᾳ ὡς ἐκάθευδεν, φαίνεται αὐτῷ μηδὲν λέγουσα· μόνον δὲ ἑνὶ τῶν δακτύλων αὐτῆς διεχάραξεν αὐτοῦ τὰς δύο χεῖρας, καὶ τοὺς δύο πόδας. Καὶ διυπνισθεὶς εὑρέθη κεκομμένας ἔχων τὰς δύο χεῖρας, καὶ τοὺς δύο πόδας, κορμὸς κείμενος.

And he told us: "One night I saw in my sleep a woman of grave and modest bearing, clad in purple, and with her two men of priestly look and venerable, standing outside my 2901cell. I took the woman to be our Lady the Theotokos, and the two men with her to be saint John the Theologian and saint John the Baptist. So I went out of my cell and begged them to come in and say a prayer in my cell; but she would not consent. So I kept on a long while entreating her and saying, 'Let me not be turned away humbled and put to shame,' and much else. When she saw me pressing my request, she answered me sternly, saying: 'Thou hast my enemy in thy cell, and how wouldst thou have me come in?' And saying this, she went away. When I woke I began to be distressed, and I wondered whether perhaps I had sinned against her in thought; for there was no one else in the cell but me alone. So I searched myself a long while, and did not find that I had offended against her. When I saw myself drowning in grief, I got up and took a book to read, so that through the reading I might cast off the grief. The book I had borrowed was one of the blessed Hesychius, the priest of Jerusalem; and opening the book I find two discourses of the impious Nestorius written at the end of it; and at once I knew that this was the enemy of our Lady the holy Theotokos. Then I got up and went off and gave the book back to the one who had lent it to me. And I said to him: 'Take thy book, brother; for I have not had as much profit from it as it has brought me harm.' And when he asked what the harm was, I told him what had happened; and, filled with zeal, he at once cut the two discourses of Nestorius out of the book and gave them to the fire, saying: 'The enemy of our Lady the holy Theotokos and ever-virgin Mary shall not stay in my cell.'"

CHAPTER 47

There is a city of Phoenice Libanensis [the Latin names the city, Heliopolis]. In it there was a mime named Gaianus, who used to blaspheme the holy Theotokos in the theatre and make a show of it. And the Theotokos appears to him, saying: "What harm have I done thee, that before so great a crowd thou disparagest me and blasphemest me?" But he got up and not only did not mend his ways, but blasphemed her still more. A third time she appears to him, saying the same and admonishing him. So when he did not mend his ways but blasphemed even more, one noon as he was sleeping she appears to him saying nothing; only with one of her fingers she scored across his two hands and his two feet. And when he woke he was found with his two hands and his two feet cut off, lying a mere trunk.

Ἐπὶ τούτοις οὖν ὁ δείλαιος ἐξομολογήσατο πᾶσιν ἑαυτὸν κατάδηλον ποιῶν, οἷαν ἀντιμισθίαν τῆς βλασφημίας ἀπέλαβεν· καὶ ταῦτα διὰ φιλανθρωπίαν. 2904σοαννις μοsσηΓ

Διηγήσατο ἡμῖν ὁ Ἀναστάσιος πρεσβύτερος, καὶ κειμηλιάρχης τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀναστάσεως, ὅτι ἐλθοῦσα Κοσμιανὴ ἡ γυνὴ Γερμανοῦ τοῦ πατρικίου, ἐθέλησεν ἐν μιᾷ νυκτὶ τῆς ἁγίας Κυριακῆς προσκυνῆσαι μόνη τὸ ἅγιον καὶ ζωοποιὸν μνῆμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀληθινοῦ τοῦ Θεοῦ· καὶ ἐν τῷ ἐγγίζειν αὐτῷ τοῦ ἱερατείου, ἀπαντήσασα ἡ Δέσποινα ἡμῶν ἡ ἁγία Θεοτόκος ὀφθαλμοφανῶς, μετὰ καὶ ἄλλων γυναικῶν λέγουσα, Ἡμῶν μὴ οὖσα, ὧδε οὐκ εἰσέρχῃ, οὐδὲ γὰρ ἡμετέρα τυγχάνεις (ἦν γὰρ τῆς αἱρέσεως Σευήρου τοῦ Ἀκεφάλου)· ἡ δὲ πολλὰ παρακαλεῖ, τῆς εἰσόδου τυχεῖν. Πρὸς ἣν ἀποκριθεῖσα ἡ ἁγία Θεοτόκος, εἶπεν· Πίστευσόν μοι, ὦ γύναι, ὅτι οὐ μὴ εἰσέλθῃς ὧδε ἕως οὗ κοινωνήσης μεθ᾿ ἡμῶν. Ἡ δὲ γνοῦσα ὅτι, διὰ τὸ εἶναι αὐτὴν αἱρετικὴν, κωλύεταιεἰσελθεῖν, καὶ ὅτι εἰ μὴ προσέλθῃ τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, οὐκ εἰσέρχεται, ἔπεμψεν εὐθέως εἰς τὸν διάκονον· καὶ ἐλθόντος τοῦ ἁγίου ποτηρίου, μετέλαβεν τοῦ ἁγίου σώματος, καὶ αἵματος τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ οὕτως ἀκωλύτως ἠξιώθη τοῦ προσκυνῆσαι τὸ ἅγιον καὶ ζωοποιὸν μνῆμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διηγήσατο ἡμῖν καὶ τοῦτο ὁ πρεσβύτερος Ἀναστάσιος, ὅτι γενόμενος δοὺξ Παλαιστίνης ὁ Γήβημερ, ἦλθεν ἐν τοῖς πρώτοις προσκυνῆσαι τὴν ἁγίαν Χριστοῦ τοῦ Θεοῦ ἀνάστασιν. Καὶ ὡς ἤρχετο προσελθεῖν, ἐθεώρει κριὸν ὁρμῶντα ἐπ᾿ αὐτὸν, καὶ θέλοντα αὐτὸν κερατίσαι. Ὁ δὲ φόβῳ μεγάλῳ παρεχόμενος, ἐπὶ τὰ ὀπίσω ἀνεπόδισεν, τῷ δὲ παρεστῶτι σταυροφύλακι Ἀζαρίᾳ, καὶ τοῖς παρεστῶσι φραγγελιταῖς, λέγουσιν αὐτῷ, Τί οὖν, δέσποτα, ὃ ἔχεις; διὰ τί μὴ εἰσέρχῃ; Λέγει, Διατὶ εἰσηνέγκατε τὸν κριὸν τοῦτον; Οἱ δὲ ἐκπλαγέντες παρέκυψαν ἔσω εἰς τὸ ἅγιον μνῆμα, καὶ μηδὲν ἑωρακότες, λέγουσιν αὐτῷ κελεύοντες εἰσελθεῖν· Οὐδὲν γάρ ἐστιν ἔσω τοιοῦτον. Πάλιν δὲ ἐκεῖνος ὅρμησεν εἰσελθεῖν· καὶ πάλιν τὸν αὐτὸν ἐθεώρει κριὸν ἐπ᾿ αὐτὸν ὁρμῶντα, καὶ εἰσιέναι αὐτὸν μὴ συγχωροῦντα. Τοῦτο πλειστάκις γεγονότος ἐκείνου θεωροῦντος, τῶν δὲ παρεστώτων, μηδὲν ὅλως βλεπόντων, λέγει αὐτῷ ὁ σταυροφύλαξ· Πίστευσόν μοι, δέσποτα, τιποτοῦν ἔχεις ἐν τῇ ψυχῇ σου, καὶ διὰ τοῦτο κωλύῃ τοῦ προσκυνῆσαι τὸ ἅγιον καὶ ζωοποιὸν μνῆμα τοῦ Σωτῆρος ἡμῶν· ἀλλὰ καλῶς ποιεῖς ἐξομολογούμενος τῷ Θεῷ. Φιλάνθρωπος γάρ ἐστιν, καὶ θέλων σε ἐλεῆσαι, ἔδειξεν θαῦμα τοιοῦτον. Ὁ δὲ μετὰ δακρύων λέγει αὐτῷ, ὅτι Πολλῶν καὶ μεγάλων ἁμαρτιῶν αἴτιος Κυρίῳ ὑπάρχω. Καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρόσωπον, ἔμεινεν ἐπὶ πολλὴν ὥραν κλαίων, καὶ ἐξομολογούμενος τῷ Θεῷ. Καὶ ἀναστὰς πάλιν τοῦ εἰσελθεῖν, οὐκ ἠδυνήθη, τοῦ φαινομένου κριοῦ, οὐδὲν ἧττον κωλύοντος.

So the wretch confessed this to everyone, making it plain what recompense he had received for his blasphemy; and that out of loving-kindness.

2904CHAPTER 48

Anastasius, priest and keeper of the treasures of the holy Anastasis of Christ our God, told us that Cosmiana, the wife of Germanus the patrician, came and wanted, one night of holy Sunday, to venerate alone the holy and life-giving tomb of our Lord Jesus Christ, the true God; and as she drew near the sanctuary, our Lady the holy Theotokos met her, plainly to her eyes, together with other women, saying: "Since thou art not ours, thou dost not come in here, for thou art not one of ours" (for she was of the heresy of Severus the Acephalite). And she begged hard to be let in. The holy Theotokos answered her and said: "Believe me, woman, thou shalt not come in here until thou communicatest with us." And knowing that she was prevented from going in because she was a heretic, and that unless she came over to the holy catholic and apostolic Church of Christ our God she would not go in, she sent at once for the deacon; and when the holy chalice had come, she partook of the holy body and blood of our great God and Saviour Jesus Christ; and so, without hindrance, she was found worthy to venerate the holy and life-giving tomb of our Lord Jesus Christ.

CHAPTER 49

The priest Anastasius also told us this: that when Gebemer became duke of Palestine, he came at the start to venerate the holy Anastasis of Christ our God. And as he was coming to go in, he saw a ram rushing at him and wanting to butt him. He, [?] seized with great fear, stepped back; and the cross-warden Azarias, standing by, and the whip-bearers standing by say to him: "What is it, then, master, that thou hast? Why dost thou not go in?" He says: "Why did you bring this ram in?" They were astonished and peeped inside into the holy tomb, and seeing nothing, they say to him, bidding him go in: "There is nothing of the kind inside." Again he started to go in; and again he saw the same ram rushing at him and not allowing him to enter. When this had happened many times, he seeing it and those standing by seeing nothing at all, the cross-warden says to him: "Believe me, master, thou hast something on thy soul, and that is why thou art prevented from venerating the holy and life-giving tomb of our Saviour; but thou wilt do well to confess to God. For he loves mankind, and wishing to have mercy on thee he has shown thee such a wonder." He, with tears, says to him: "I am guilty before the Lord of many great sins." And throwing himself on his face, he stayed a long while weeping and confessing to God. And he got up again to go in, and could not, for the ram that appeared hindered him no less.

Αὐτῷ τότε λέγει σταυ. 2905ροφύλαξ· Ὄντως ἕτερόν ἐστι τὸ κωλύον. Ὁ δὲ λέγει· Ἄρα μὴ τῷ κοινωνεῖν τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, ἀλλὰ τοῦ Σευήρου, κωλύομαι εἰσελθεῖν; Καὶ ᾔτησεν τὸν σταυροφύλακα ἵνα μεταλάβῃ τῶν ἁγίων καὶ ζωοποιῶν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν μυστηρίων. Καὶ ἐλθόντος τοῦ ἁγίου ποτηρίου ἐκοινώνησεν· καὶ οὕτως εἰσῆλθεν, καὶ προσεκύνησεν μηδὲν ἔτι θεασάμενος.

Σκυθόπολις δευτέρα ὑπῆρχε Παλαιστίνης μητρόπολις. Ἐν ταύτῃ συνέτυχον τῷ ἀββᾷ Ἀναστασίῳ, καὶ διηγήσατο ἡμῖν περὶ τοῦ ἀββᾶ Γεωργίου τοῦ ἐγκλείστου, λέγων, ὅτι, Ἐν μιᾷ νυκτὶ ἠγέρθην, ἐφ᾿ ᾧ κροῦσαι τὸ ξύλον(ἤμην γὰρ κανόναρχος), καὶ ἤκουσα τοῦ γέροντος κλαίοντος· καὶ ἀπελθὼν παρ-B εκάλουν αὐτὸν, λέγων· Κῦρι ἀββᾶ, τί ἔχεις ὅτι οὕτως κλαίεις; Ὁ δὲ οὐδὲν ἀπεκρίνατο. Πάλιν αὐτὸν παρεκάλουν ἐγὼ, Εἰπέ μοι τὴν αἰτίαν. Ὁ δὲ στενάξας μέγα ἐκ βάθους τῆς καρδίας, λέγει μοι· Πῶς μὴ κλαύσω τοῦ Δεσπότου ἡμῶν μὴ θέλοντος διαλλαγῆναι περὶ ἡμῶν; Ἐγὼ γὰρ, τέκνον, ᾠόμην ἑστάναι ἔμπροσθεν τινὸς ἐφ᾿ ὑψηλοῦ καθημένου θρόνου. Πολλαὶ δὲ περὶ αὐτὸν ἦσαν μυριάδες παρακαλούντων, καὶ ἱκετευόντων περί τινος πράγματος· ὁ δὲ οὐ παρεκλήθη. Εἶτα πρόσεισιν αὐτῷ γυνή τις πορφύραν. ἠμφιεσμένη προσπίπτουσα, καὶ λέγουσα, Κἂν δι᾿ ἐμὲ δυσωπήθητι. Ὁ δὲ οὐδὲν ἧττον ἀπαράκλητος μεμένηκεν. Καὶ διὰ τοῦτο κλαίω, καὶ ὀδύρομαι δεδοικὼς τὸ ἀποβησόμενον. Καὶ ταῦτα εἶπέν μοι διαφαινούσης πέμπτης· καὶ τῇ ἑξῆς ἡμέρᾳ, ἥτις ἦν παρασκευὴ, ὥρᾳ θʹ, σείεται γῆ μεγάλως, καὶ καταβάλλονται πόλεις τῆς παραλίας Φοινίκης. Οὗτος ὁ ἀββᾶς Ἀναστάσιος πάλιν διηγήσατο ἡμῖν καὶ τοῦτο περὶ αὐτοῦ τοῦ γέροντος, ὅτι μετὰ χρόνον τινὰ ἰσταμένου ἐν τῇ θυρίδι, ἤρξατο κλαίειν ὁ γέρων, καὶ λέγειν μοι· Οὐαὶ ἡμῖν, ἀδελφὲ, ὅτι οὐδεμίαν ἔχομεν κατάνυξιν, ἀλλ᾿ ἐν ἀμελείᾳ ἐσμὲν, καὶ φοβοῦμαι, ὅτι ἐπὶ θύραις ἐσμεν· καὶ ἡ ὀργὴ τοῦ Θεοῦ κατέλαβεν ἡμᾶς. Καὶ τῇ αὔριον τὸ πῦρ ἐφάνη ἐν οὐρανῷ.

Ἀναζαρβὸς μητρόπολίς ἐστιν δευτέρας Κιλικίας Κιλίκων ἐπαρχίας.. Ἐν ταύτῃ ὡς ἀπὸ σημείων δεκαδύο, λαύρα ἐστὶν ἡ λεγομένη τῶν Αἰγυπτίων. Διηγήσαντο γοῦν ἡμῖν οἱ Πατέρες τοῦ τόπου ἐκείνου, ὅτι πρὸ ἐτῶν πέντε ἐκοιμήθη ἐνταῦθα γέρων ὀνόματι Ἰουλιανός.

Then the cross-2905warden says to him: "Truly it is something else that is hindering thee." He says: "Can it be that I am kept from going in for not communicating with the holy catholic and apostolic Church, but with that of Severus?" And he asked the cross-warden that he might partake of the holy and life-giving mysteries of Christ our God. And when the holy chalice had come, he communicated; and so he went in and venerated, seeing nothing any more.

CHAPTER 50

Scythopolis was the metropolis of Second Palestine. There we met abba Anastasius, and he told us about abba George the recluse, saying: "One night I got up to strike the wood (for I was canonarch), and I heard the elder weeping; and I went and begged him, saying: 'My lord abba, what ails thee, that thou weepest so?' But he answered nothing. Again I begged him: 'Tell me the reason.' And groaning deeply from the bottom of his heart, he says to me: 'How should I not weep, when our Master does not wish to be reconciled concerning us? For I thought, child, that I was standing before someone seated on a high throne. Many myriads were round him, begging and entreating about some matter; and he would not be won over. Then a woman clothed in purple comes up to him, falling at his feet and saying: "Be moved, at least for my sake." But he remained no less unmoved. And that is why I weep and lament, fearing what is to come.' He told me this as Thursday was dawning; and the next day, which was Friday, at the ninth hour, the earth quakes violently, and the cities of coastal Phoenice are thrown down."

This abba Anastasius also told us this about the same elder: "Some time later, as I was standing at the window, the elder began to weep and to say to me: 'Woe to us, brother, for we have no compunction, but are in negligence; and I fear that we are at the doors, and the wrath of God has overtaken us.' And the next day the fire appeared in the sky."

CHAPTER 51

Anazarbus is the metropolis of Second Cilicia. In its territory, about twelve miles off, there is a laura called the laura of the Egyptians. So the fathers of that place told us that five years before, an elder named Julian had fallen asleep there.

Τοῦτο ἐμαρτύρησαν λέγοντες, ὅτι περὶ τὰ ἑβδομήκοντα ἔτη 2908ἐποίησεν εἰς ἓν σπήλαιον μικρὸν, μὴ κτησάμενος τί ποτε τοῦ αἰῶνος τούτου, πλὴν στιχαρίου τριχίνου, καὶ σαγίου καὶ μεγαλείου, καὶ καυκίου al. καυκαλίου. ξυλίνου. Ἔλεγον δὲ καὶ τοῦτο περὶ αὐτοῦ, ὅτι ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ, οὐχ ἦψεν λυχναῖον φῶς, ἀλλὰ τὰς νύκτας οὐρανόθεν φῶς κατεφώτιζεν αὐτὸν, δεικνύον αὐτῷ ἀναγινώσκοντι τὴν σύνθεσιν τῶν γραμμάτων.

Παρέβαλεν ἀδελφὸς τῷ ἀββᾷ Ἠλίᾳ τῷ ἡσυχαστῇ εἰς τὸ κοινόβιον τοῦ σπηλαίου τοῦ ἀββᾶ Σάβα· καὶ λέγει αὐτῷ· Ἀββᾶ, εἰπέ μοι ῥῆμα. Ὁ δὲ γέρων λέγει τῷ ἀδελφῷ ὅτι, Ἐν ταῖς ἡμέραις τῶν Πατέρων ἡμῶν ἠγαπῶντο αἱ τρεῖς ἀρεταὶ, ἡ ἀκτημοσύνη, ἡ πραότης, καὶ ἡ ἐγκράτεια· νῦν δὲ κρατεῖ εἰς τοὺς μοναχοὺς ἡ πλεονεξία, καὶ ἡ γαστριμαργία, καὶ ἡ θρασύτης. Ὅ τι θέλῃς κράτησον.

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Στέφανος ὁ Τριχῖνας περὶ γέροντός τινος καθημένου ἐν τῇ λαύρᾳ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σάβα, ὅτι ἐν μιᾷ κατῆλθεν εἰς τὸν Κοθυλὰν, καὶ ὀλίγον διατρίψας ἐπὶ Νεκρὰν θάλασσαν, ἀνήρχετο πάλιν εἰς τὸ κελλίον αὐτοῦ. Καύσονος δὲ σφοδροτάτου ὄντος μέλλων ὁ γέρων ἐκλείπειν, ἐκτείνας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν πρὸς τὸν Θεὸν, ηὔξατο λέγων· Κύριε, οἶδας ὅτι οὐ δύναμαι ἐκ τῆς δίψης περιπατῆσαι· καὶ εὐθέως ἐγένετο νεφέλη περὶ αὐτὸν, καὶ οὐκ ἀπεστάθη ἀπ᾿ αὐτοῦ ἕως ἀποκαθίστατο εἰς τὸ κελλίον αὐτοῦ. Εἶχεν δὲ τὸ διάστημα μίλια ιβʹ. Ὁ αὐτὸς Στέφανος ἔλεγεν ἡμῖν καὶ τοῦτο περὶ τοῦ αὐτοῦ γέροντος, ὅτι ἦλθον ἴδιοι αὐτοῦ ἐν μιᾷ θέλοντες αὐτὸν ἰδεῖν. Ὡς οὖν ἦλθον ἐν τῇ λαύρᾳ ἀπεζήτησαν τὸ κελλίον αὐτοῦ· καί τινων ἐπιδειξάντων αὐτὸ αὐτοῖς, καὶ ἀπελθόντες ἔκρουσαν τὴν θύραν. Ἐπιγνοὺς δὲ ὁ γέρων ηὔξατο τῷ Θεῷ ἵνα μὴ θεωρηθείη ἀπ᾿ αὐτῶν· καὶ ἀνοίξας τὴν θύραν ἐξῆλθεν τοῦ κελλίου αὐτοῦ μὴ ὁραθεὶς ὑπ᾿ αὐτῶν. Καὶ ἀπελθὼν εἰς τὴν ἔρημον οὐκέτι εἰσῆλθεν ἐν τῷ κελλίῳ αὐτοῦ ἕως οὗ ἀνεχώρησαν.

v Τ ΤΠαρεβάλομεν εἰς Τερενούθην τῷ ἀββᾷ Θεοδώρῳ τῷ Ἀλεξανδρίνῳ· καὶ ἔλεγεν ἡμῖν ὁ γέρων· Φύσει, τέκνον, ἀπώλεσαν οἱ μοναχοὶ τὴν Σκῆτιν κατὰ τὴν πρόῤῥησιν τῶν γερόντων.

They bore witness to this, saying that he spent about seventy years 2908in one small cave, having acquired nothing of this world except a hair shirt, a cloak, a mantle [?], and a wooden cup. And they said this too about him: that the whole time of his life he never lit the light of a lamp, but in the nights a light from heaven shone on him, showing him the letters as he read.

CHAPTER 52

A brother visited abba Elias the solitary at the coenobium of the Cave of abba Sabas, and said to him, "Abba, tell me a word." The elder said to the brother: "In the days of our fathers three virtues were loved: poverty, meekness and self-control. But now among the monks greed holds sway, and gluttony, and insolence. Take hold of whichever thou wilt."

CHAPTER 53

Abba Stephen Trichinas told us about an elder who lived in the laura of our father among the saints Sabas, that one day he went down to Kothylas, and after spending a little while by the Dead Sea he was coming back up again to his cell. The heat was very fierce, and the elder was about to faint; he stretched out his hands to heaven, to God, and prayed, saying, "Lord, thou knowest that I cannot walk for thirst." And at once a cloud came about him, and did not leave him until he was back in his cell. The distance was twelve miles.

The same Stephen told us this too about the same elder: that one day his own kin came, wanting to see him. So when they came to the laura they asked for his cell; and when some people had shown it to them, they went and knocked at the door. The elder knew who they were, and prayed to God that he might not be seen by them; and opening the door he went out of his cell without being seen by them. And he went off into the desert and did not go back into his cell until they had gone away.

CHAPTER 54

We visited abba Theodore the Alexandrian at Terenuthis, and the elder said to us: "Truly, child, the monks have lost Scetis, as the elders foretold. For believe me, children, an old man: there was great love among the men of Scetis, and ascesis, and discernment.

Πιστεύσατε γάρ μοι, τέκνα, γέροντι, ὅτι μεγάλη ἦν παρὰ τοῖς Σκητιώταις ἀγάπη, καὶ ἄσκησις, καὶ διάκρισις, καὶ ἔφθασα ἐκεῖ καυκαλίου. 2909γέροντας, ὅτι ἐὰν μή τις παρέβαλεν αὐτοῖς, οὐ μετ-Α έλαβον τροφῆς τὸ σύνολον· ἐν οἷς ἦν γέρων τις ὀνόματι Ἀμμώνιος πλησίον μου μένων· καὶ εἰδὼς ὅτι τὴν ἐργασίαν ταύτην εἶχεν, κατὰ Σαββάτου παρέβαλον αὐτῷ, ἵνα δι᾿ ἐμὲ μεταλάβῃ τροφῆς· εἶχον γὰρ ἅπαντες τοῦτο, ᾗτινι δήποτε ὥρᾳ παρέβαλλον αὐτοῖς εὐχὴν ποιῆσαι, κἀκείνων εὐχὴν ποιούντων αὐτοὶ τράπεζαν ἐτίθουν, καὶ εὐθέως τροφῆς μετελάμβανον

Ὁ ἀββᾶς Εἰρηναῖος διηγήσατο ἡμῖν λέγων ὅτι γέρων τις καθήμενος εἰς τὴν Σκῆτιν, εἶδε τὸν διάβολον ἐν νυκτὶ, ὅτι σκαλίδα παρεῖχεν τοῖς ἀδελφοῖς· καὶ λέγει ὁ γέρων τῷ διαβόλῳ· Τί ἐστι ταῦτα; Ἀποκρίνεται ὁ διάβολος· Τὸν περισπασμὸν τοῖς ἀδελφοῖς παρέχω, διὰ τοῦτο ἀμελεστέρους αὐτοὺς ποιῶν εἰς τὴν δοξολογίαν τοῦ Θεοῦ. Ὁ αὐτὸς ἀββᾶς Εἰρηναῖος διηγήσατο ἡμῖν, πάλιν λέγων· Ὅτε ἦλθον Βάρβαροι εἰς τὴν Σκῆτιν, ἀνεχώρησα, καὶ ἦλθον εἰς τὰ μέρη Γάζης, καὶ ἔλαβόν μοι κελλίον εἰς λαύραν· καὶ παρὰ τοῦ ἀββᾶ τῆς λαύρας ἔλαβον βιβλίον γεροντικὸν, καὶ αὐτῇ τῇ ἡμέρᾳ ἔλαβον ἀναγνῶναι· καὶ εὗρον ἅμα τῷ ἀναπτύξαι τὸ κε-φάλαιον τοῦτο, ὅτι ἀδελφὸς παρέβαλεν γέροντι, καὶ αι λέγει ὁ ἀδελφός· Εὖξαί μοι, Πάτερ. Ὁ δὲ γέρων εἶπεν, Ὅτε ἦς μεθ᾿ ἡμῶν, εὐχόμην ὑπὲρ σοῦ· νῦν δὲ εἰς τὰ ἴδιά σου ἀπῆλθες, καὶ οὐκέτι εὔχομαι ὑπὲρ σοῦ. Ὡς οὖν ἀνέγνων ἐγὼ τοῦτο, ἔπτυξα τὸ βιβλίον, καὶ λέγω ἐμαυτῷ· Οὐαί σοι, Εἰρηναῖε, ὅτι εἰς τὰ Ἴδια ἦλθες· καὶ οἱ Πατέρες οὐκέτι εὔχονται ὑπὲρ σοῦ· καὶ εὐθὺς δεδωκὼς τὸ βιβλίον τῷ ἀββᾷ, ἀνεχώρησα, καὶ ἦλθον εἰς τὰ κελλία. Αὕτη ἡ αἰτία ἐγένετό μοι, τέκνα, τοῦ ἐλθεῖν ἐν τόπῳ.

Πτολεμαῖς πόλις ἐστὶ τῆς Φοινίκης. Ἐν ταύτῃ κώμη τίς ἐστιν καλουμένη Παράσημα. Ἐν ταύτῃ γέρων μέγας ἐκάθητο. Εἶχεν δὲ μαθητὴν ὀνόματι Ἰωάννην, καὶ αὐτὸν μέγαν, καὶ ὑπακοὴν ἔχοντα μεγάλην· ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἀπέστειλεν ὁ γέρων τὸν μαθητὴν αὐτοῦ εἰς διακονίαν, δοὺς αὐτῷ καὶ ὀλί-γους ἄρτους εἰς ἀνάλωμα. Ὁ δὲ μαθητὴς ἀπελθὼν, καὶ ποιήσας τὴν διακονίαν ἐπανῆλθε φέρων καὶ τοὺς ἄρτους σώους. Ἰδὼν δὲ ὁ γέρων τοὺς ἄρτους, λέγει αὐτῷ· Διατὶ οὐ μετέλαβες ἐκ τῶν ἄρτων, ὧν δέδωκά σοι, τέκνον; Ὁ δὲ βαλὼν μετάνοιαν, λέγει τῷ γέροντι· Συγχώρησόν μοι, Πάτερ, ἐπειδὴ οὐκ εὐλόγησάς με ἀποστέλλων, καὶ ἐνετείλω, ἵνα μεταλάβω, διὰ τοῦτο οὐ μετέλαβον. Καὶ θαυμάσας ὁ γέρων τὴν διάκρισιν τοῦ ἀδελφοῦ, ηὐλόγησεν αὐτόν. Τούτῳ τῷ ἀδελφῷ μετὰ τὴν κοίμησιν τοῦ γέροντος, νηστεύσαντι ἡμέρας τεσσαράκοντα, θεόθεν ὀπτασία γίνεται, λέγουσα· Ἐν οἱῳδήποτε ἂν τὴν χεῖρά σου ἐπιθῇς πάθει, θεραπευθήσεται. Πρωΐας δὲ γενομένης, κατ᾿ οἰκονομίαν Θεοῦ, ἰδοὺ ἄνθρωπος ἔρχεται ἔχων τὴν ἰδίαν γυναῖκα ἔχουσαν εἰς τὸν μαστὸν αὐτῆς καρκῖνον. Παρεκάλει οὖν αὐτὸν ἀνὴρ, ἵνα θεραπεύσῃ τὴν αὐτοῦ γυναῖκα.

And I came in time to find elders there 2909who, if no one visited them, took no food at all. Among them was an elder named Ammonius who lived near me; and knowing that he kept this practice, I used to visit him every Sabbath, so that for my sake he would take food. For they all had this custom: at whatever hour anyone visited them, they had him make a prayer, and when the visitors had made the prayer, they themselves set the table, and at once took food."

CHAPTER 55

Abba Irenaeus told us that an elder living in Scetis saw the devil by night handing out hoes to the brethren. And the elder said to the devil, "What are these things?" The devil answered, "I am giving the brethren distraction, and so making them more careless about glorifying God."

The same abba Irenaeus told us again, saying: "When the barbarians came to Scetis, I withdrew, and came to the region of Gaza, and took a cell for myself in a laura. And from the abba of the laura I got a book of the elders, and that same day I took it up to read. And as soon as I opened it I found this chapter: that a brother visited an elder, and the brother said, 'Pray for me, Father.' And the elder said, 'When thou wast with us, I prayed for thee; but now thou hast gone off to thine own, and I no longer pray for thee.' So when I read this, I shut the book and said to myself, 'Woe to thee, Irenaeus, for thou hast gone off to thine own, and the fathers no longer pray for thee.' And at once I gave the book back to the abba, withdrew, and came to the cells. This, children, was the reason for my coming to this place [?]."

CHAPTER 56

Ptolemais is a city of Phoenicia. In its territory there is a village called Parasema. In it a great elder lived. He had a disciple named John, himself great too, and of great obedience. So one day the elder sent his disciple on an errand, giving him a few loaves as well, for his food. The disciple went off and did the errand and came back, bringing the loaves back whole. When the elder saw the loaves he said to him, "Why didst thou not eat of the loaves I gave thee, child?" He made a prostration and said to the elder, "Forgive me, Father: since thou didst not bless me when thou sentest me, nor bid me eat, that is why I did not eat." And the elder marvelled at the brother's discernment and blessed him.

To this brother, after the elder's falling asleep, when he had fasted forty days, a vision came from God, saying, "Whatever ailment thou layest thy hand upon shall be healed." When morning came, by God's dispensation, behold, a man came bringing his own wife, who had a cancer in her breast. So the man begged him to heal his wife.

Ὁ δὲ ἔλεγεν ἑαυτὸν ἁμαρΑτωλὸν 2912καὶ ἀνάξιον εἶναι τοῦ τοιούτου ἐπιχειρήματος. Ὁ δὲ ἀνὴρ τῆς γυναικὸς ἐπέμενεν ἱκετεύων αὐτὸν, ὅπως ἐπινεύσει καὶ ἐλεήσει τὴν γυναῖκα αὐτοῦ. Ἐπιθέντος οὖν αὐτοῦ τὴν χεῖρα, καὶ σφραγίσαντος τὸ πάθος, παραχρῆμα ἐθεραπεύθη. Καὶ ἐκ τότε πολλὰ σημεῖα δι᾿ αὐτοῦ ὁ Θεὸς ἐποίησεν, οὐ μόνον ἐν τῇ ζωῇ αὐτοῦ, ἀλλὰ καὶ μετὰ θάνατον. Ἀπὸ τεσσάρων σημείων τῆς πόλεως Αἰγαίων Στυλίτης ἵστατο ὀνόματι Συμεών. Οὗτος ἀπὸ ἀστραπῆς καταβληθεὶς, ἐτελεύτησεν. Ὁ οὖν ἀββᾶς Ἰουλιανὸς ὁ Στυλίτης ὁ εἰς τὸν κόλπον, παρὰ τὸν συνήθη καιρὸν, λέγει τοῖς μαθηταῖς αὐτοῦ· Βάλλετε θυμίαμα. Οἳ εἶπον αὐτῷ· Εἰπὲ ἡμῖν τὴν αἰτίαν, Πάτερ. Ὁ δὲ λέγει αὐτοῖς· Ὅτι ἀδελφὸς Συμεὼν ὁ ἐν Αἰγαιαῖς, ὑπὸ ἀστραπῶν καταβληθεὶς, ἐτελεύτησεν, καὶ ἰδοὺ ἀπέρχεται ἡ ψυχὴ αὐτοῦ μετὰ ἀγαλλιάσεως. Ἀπεῖχον δὲ ἀπ᾿ ἀλλήλων σημεῖα εἰκοσιτέσσαρα.

Ἀββᾶς Στέφανος ὁ Τριχίνας καὶ τοῦτο διηγήσατο ἡμῖν περὶ τοῦ ἀββᾶ Ἰουλιανοῦ τοῦ Στυλίτου· ὅτι λέων ἐφάνη περὶ τὸν τόπον, καὶ πολλοὺς ξένους καὶ αὐτόχθονας διέφθειρεν. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἐκάλεσεν ὁ γέρων τὸν μαθητὴν αὐτοῦ Παγκράτιον ὀνόματι, καὶ λέγει αὐτῷ· Ἄπελθε ὡς ἀπὸ δύο σημείων ὡς ἐπὶ Νότον, καὶ εὑρήσεις ἐκεῖ λέοντα ἀνακείμενον· καὶ εἰπὲ αὐτῷ· Λέγει ὁ ταπεινὸς Ἰουλιανὸς, Ενὀνόματι Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος, ἀναχώρησον τῆς χώρας ταύτης. Ὁ δὲ ἀδελφὸς ἀπελθὼν εὗρεν τὸν λέοντα ἀνακείμενον. Καὶ εἰπόντος τοῦ μαθητοῦ τὴν ἀπόκρισιν τοῦ γέροντος, εὐθέως καὶ παραχρῆμα ἀνεχώρησεν ὁ λέων, καὶ πάντες ἐδόξασαν τὸν Θεόν. Ὁ ἀββᾶς Πέτρος ὁ πρεσβύτερος τῆς αὐτῆς λαύρας, διηγήσατο ἡμῖν περὶ τοῦ ἀββᾶ Θαλελαίου τοῦ Κίλικος, ὅτι ἐποίησεν ἑξήκοντα χρόνους ἐν τῷ μοναχικῷ, μηδέποτε διαλείπων τοῦ κλαίειν, ἔλεγεν δὲ ἀεί· Τὸν καιρὸν τοῦτον δέδωκεν ὁ Θεὸς, εἰς μετάνοιαν, καὶ πάνυ ἔχωμεν αὐτὸν ζητῆσαι.

Διηγήσατο ἡμῖν ὁ φιλόχριστος οὖσιν ἐν Ἀλεξανδρείᾳ τι τοιοῦτον. Μονάστριά τις, φησὶ, ἐκάθητο εἰς τὸν ἴδιον οἶκον, ἡσυχάζουσα καὶ φροντίζουσα τῆς ἰδίας ψυχῆς, ἐν νηστείαις καὶ προσευχαῖς καὶ ἀγρυπνίαις διατελοῦσα, καὶ πολλὰς ἐλεημοσύνας ποιοῦσα. Ἀλλὰ ἀεὶ πολεμῶν τὸ γένος τῶν ἀνθρώπων διάβολος, μὴ φέρων τὰς τοιαύτας ἀρετὰς τῆς παρθένου ἐπίουρεν κατ᾿ αὐτῆς κονιορτόν. Ἀνέβαλε γάρ τινι νεωτέρῳ πόθον εἰς αὐτὴν σατανικόν. Ἔμενεν δὲ τοῦ οἴκου ἔξωθεν ὁ νεώτερος.

But he said he was a sinner, 2912and unworthy of such an undertaking. The woman's husband kept on beseeching him to consent and have mercy on his wife. So he laid his hand on her and sealed the ailment with the sign of the cross, and at once she was healed. And from then on God worked many signs through him, not only in his life but after his death as well.

CHAPTER 57

Four [?] miles from the city of Aegae there stood a stylite named Symeon. He was struck down by lightning and died. Now abba Julian the Stylite, the one on the Gulf, outside the usual time, said to his disciples, "Put on incense." They said to him, "Tell us the reason, Father." He said to them, "Because brother Symeon in Aegae has been struck down by lightning and has died, and behold, his soul is departing with rejoicing." They were twenty-four miles apart.

CHAPTER 58

Abba Stephen Trichinas told us this too about abba Julian the Stylite: that a lion appeared around the place, and was killing many strangers and natives. So one day the elder called his disciple, Pancratius by name, and said to him, "Go about two miles towards the south, and thou wilt find a lion lying there; and say to him, 'The lowly Julian says: In the name of Jesus Christ, the Son of the living God, withdraw from this country.'" The brother went off and found the lion lying there. And when the disciple had spoken the elder's message, at once, on the spot, the lion withdrew; and all glorified God.

CHAPTER 59

Abba Peter, the priest of the same laura, told us about abba Thalelaeus the Cilician that he spent sixty years in the monastic life, never ceasing to weep; and he used always to say, "God has given this time for repentance, and we shall have to seek it sorely."

CHAPTER 60

A Christ-loving man told us, when we were in Alexandria, something like this. "A nun," he said, "was living in her own house, keeping stillness and caring for her own soul, continuing in fastings and prayers and vigils, and giving much alms. But the devil, who always wars on the race of men, could not bear such virtues in the virgin, and stirred up dust against her. For he cast into a young man a satanic desire for her. The young man stayed outside the house.

Ὅτε οὖν ἐβούλετο ἡ μονάστρια ἐξελθεῖν, καὶ τοῦ οἴκου αὐτῆς ἀπιοῦσα εἰς 2913τὸν εὐκτήριον οἶκον εἰς τὸ εὔξασθαι, οὐκ εἴα ὁ νεώ-Ἁ τερος, ὀχλῶν, καὶ θλίβων αὐτὴν, οἷα ἁρμόζει τοῖς φιλέρωσι· ὥστε λοιπὸν ἀναγκασθῆναι τὴν μονάστριαν ἐκ τῆς ὀχλήσεως τοῦ νεωτέρου μὴ ἐξιέναι τοῦ αὐτῆς οἴκου. Ἐν μιᾷ οὖν ἡμέρᾳ πέμπει ἡ μονάστρια τὴν ὑπηρετοῦσαν αὐτῇ πρὸς τὸν νεώτερον, λέγουσα· Ἐλθὲ, θέλει σε ἡ κυρία μου. Ὁ δὲ νεώτερος ἀπῆλθεν πρὸς αὐτὴν χαίρων, ὡς ἐπιτυχὼν τοῦ ἰδίου σκοποῦ. Ἡ δὲ μονάστρια καθέζετο εἰς τὸ ἱστάριον αὐτῆς. Λέγει οὖν τῷ νεωτέρῳ, Κάθου. Καὶ καθίσασα, λέγει αὐτῷ· Ὄντως σὺ, κύριε ἀδελφὲ, διὰ τί οὕτως με θλίβεις, καὶ οὐκ ἐᾷς με ἐξελθεῖν ἐκ τοῦ οἴκου μου; Ἀπεκρίθη ὁ νεώτερος, λέγων· Ὄντως, δέσποινα, πάνυ σε ποθῶ· καθ᾿ ὅτι σε ἴδω ὅλως ὡς πῦρ γίνομαι. Ἡ δὲ πρὸς αὐτὸν εἶπεν· Τί γὰρ εἶδές μου καλὸν, ὅτι οὕτως με ἀγαπᾷς; Ὁ δὲ νεώτερος λέγει· Τοὺς ὀφθαλμούς σου· αὐτοὶ γὰρ καὶ ἠπάτησάν με. Ἡ δὲ μονάστρια ὡς ἤκουσεν, ὅτι οἱ ὀφθαλμοὶ αὐτῆς ἠπάτησαν τὸν νεώτερον, κρατοῦσα τὸ κερκίδιον αὐτῆς ἔδακεν, καὶ ἐξέβαλεν τοὺς δύο ὀφθαλμοὺς αὐτῆς. Καὶ τοῦτο ἰδὼν ὅτι δι᾿ αὐτὸν ἐξέβαλεν ἡ μονάστρια τοὺς βʹ ὀφθαλμοὺς, κατανυγεὶς ἀπῆλθεν εἰς Σκῆτιν, καὶ ἐγένετο καὶ αὐτὸς δόκιμος μοναχός. Ἔλεγόν τινες τῶν Πατέρων περὶ τοῦ αββᾶ Λεοντίου τοῦ Κίλικος, ὅτι εἰς τὸ τάγμα τῆς Δεσποίνης ἡμῶν τῆς ἁγίας Θεοτόκου Μαρίας τῆς νέας ἦν σπουδαῖος· καὶ ἐποίησεν περὶ τὰ τεσσαράκοντα πέντε ἔτη τοῦ ναοῦ μὴ ἐξερχόμενος. Πάντοτε δὲ ἦν σύννους, προσέχων ἑαυτῷ. Ἔλεγον δὲ ἡμῖν καὶ τοῦτο περὶ αὐτοῦ, ὅτιεἰΣ ἐθεώρει πτωχὸν ἐρχόμενον πρὸς αὐτὸν, εἰ μὲν ἦν τυφλὸς, ἐδίδου αὐτῷ ἀπὸ χειρός· εἰ δὲ ἦν βλέπων, ἐτίθει ἔμπροσθεν αὐτοῦ, ἢ εἰς βάσιν κίονος, ἢ εἰς σκαμνίον, ἢ εἰς τὰ βαθμίδια τοῦ ἱερατείου τὰ φολερὰ(, κἀκεῖθεν ἐλάμβανεν αὐτὰ ὁ πτωχός. Ἐρωτηθεὶς δὲ ὑπὸ γέροντος ὅτι, Διατὶ, Πάτερ, οὐ δίδως ἀπὸ χειρός; ἀπεκρίνατο λέγων· Συγχώρησόν μοι. Πάτερ· οὐ γάρ εἰμι ἐγὼ ὁ παρέχων, ἀλλ᾿ ἡ Δέσποινά μου ἡ Θεοτόκος, ἡ κἀμὲ καὶ αὐτοὺς τρέφουσα.

So whenever the nun wanted to go out and leave her house for the house of prayer, 2913to pray, the young man would not let her, pestering her and pressing her, as is the way of lovers; so that at last the nun was forced, by the young man's pestering, not to go out of her house at all. So one day the nun sent her maid to the young man, saying, 'Come; my mistress wants thee.' The young man went off to her rejoicing, as one who had gained his aim. The nun was sitting at her loom. So she said to the young man, 'Sit down.' And when she had seated him, she said to him, 'Truly, sir brother, why dost thou afflict me so, and not let me go out of my house?' The young man answered, saying, 'Truly, lady, I desire thee very much; whenever I see thee, I become all fire.' She said to him, 'Why, what hast thou seen in me that is fair, that thou lovest me so?' The young man said, 'Thine eyes; for it is they that have deceived me.' When the nun heard that her eyes had deceived the young man, she took hold of her shuttle, struck, and put out her two eyes. And when he saw that the nun had put out her two eyes because of him, he was pierced with compunction and went off to Scetis, and he too became an approved monk."

CHAPTER 61

Some of the fathers used to say of abba Leontius the Cilician that he was zealous in the service of our Lady the holy Theotokos Mary of the New Church; and he spent about forty-five years without going out of the church. He was always recollected, attending to himself.

They told us this too about him, that when he saw a poor man coming to him, if he was blind, he gave to him from his hand; but if he could see, he would lay the obols before him, either on the base of a column, or on a bench, or on the steps of the sanctuary, and from there the poor man would take them. When an elder asked him, "Why, Father, dost thou not give from thy hand?" he answered, saying, "Forgive me, Father: it is not I that give, but my Lady the Theotokos, who feeds both me and them."

Διηγήσατο ἡμῖν τις τῶν γερόντων περὶ τοῦ ἀββᾶ Στεφάνου τοῦ πρεσβυτέρου τῆς λαύρας τῶν Αἰλιωτῶν, ὅτι καθημένου αὐτοῦ ἐν-ν τῷ κελλίῳ αὐτοῦ, ἐ έβαλεν αὐτῷ λογισμοὺς ὁ δαίμων λέγων· Ἀναχώρησον, 2916οὐκ ὠφελῇ ὧδε. Ὁ δὲ γέρων ἔλεγεν τῷ δαίμονι· Οὐκ ἀκούω σε al. σοῦ.. Οἶδά σε τίς εἶ. Οὐ θέλεις ἰδεῖν τινα σωζόμενον· ἀλλὰ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, αὐτός σε συντρίψει.

Ἔλεγον περὶ τοῦ αὐτοῦ, ὅτι καθημένου αὐτοῦ ἐν τῷ κελλίῳ αὐτοῦ, καὶ ἀναγινώσκοντος, ἦλθεν πάλιν ὁ δαίμων ὀφθαλμοφανῶς λέγων αὐτῷ· Ἀναχώρησον ἔνθεν, ὦ γέρον, οὐκ ὠφελῇ. Τότε λέγει τῷ δαίμονι· Εἰ οἶδα ὅτι θέλεις με ἀναχωρῆσαι, ποίησον ἵνα ὅπου κάθημαι περιπατήσῃ. Ἐκάθητο δὲ εἰς θρόνον πλεκτόν. Ὁ δὲ δαίμων ἀκούσας ἐποίησεν παραχρῆμα περιπατῆσαι, οὐ μόνον τὸν θρόνον, ἀλλὰ καὶ ὅλον τὸ κελλίον. Ὁ δὲ γέρων θεασάμενος τὴν πανουργίαν τοῦ δαίμονος, λέγει αὐτῷ· Ὄντως ἐπειδὴ καὶ γοργὸς εἶ, οὐκ ἀναχωρῶ· καὶ ποιήσαντος αὐτοῦ εὐχὴν ἀφανὴς γέγονεν ὁ ἀλλότριος δαίμων.

Τρεῖς τῶν γερόντων παρέβαλον τῷ αὐτῷ ἀββᾷ Στεφάνῳ τῷ πρεσβυτέρῳ, καὶ ὡς ἔμειναν λαλοῦντες περὶ ὠφελείας ψυχῆς, ἐσιώπα. Οἱ δὲ γέροντες λέγουσιν αὐτῷ· Οὐδὲν ἡμῖν ἀποκρίνῃ, Πάτερ· δι᾿ ὠφέλειαν ἤλθομεν πρὸς σέ. Τότε λέγει αὐτοῖς· Συγχωρήσατέ μοι, ἕως ἄρτι οὐκ οἶδα τί ἐλαλήσατε· πλὴν ὃ ἔχω, λέγω ὑμῖν. Ἐγὼ νύκτα καὶ ἡμέραν οὐδὲν ἄλλο θεωρῶ εἰ μὴ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπὶ τοῦ ξύλου κρεμάμενον. Καὶ ὠφεληθέντες ἀνεχώρησαν.

Ὁ ἀββᾶς Ἰωάννης ἐπίκλην Μολυβᾶς, διηγήσατο ἡμῖν περὶ τοῦ γέροντος, λέγω δὴ τοῦ ἀββᾶ Στεφάνου, λέγων, ὅτι χαλεπῶς ἐν ἀσθενείᾳ καὶ νόσῳ ὑπῆρχεν· τοῦτον ἰατροὶ ἠνάγκασαν θύματος μεταλαβεῖν. Εἶχεν δὲ ὁ μακάριος οὗτος ἀδελφὸς κοσμικὸν πάνυ εὐλαβῆ, καὶ κατὰ Θεὸν ζῶντα. Ἐγένετο δὲ ἐν τῷ ἐσθίειν τὸν πρεσβύτερον τὸ θῦμα, ἐλθεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν κοσμικὸν, καὶ ἰδὼν αὐτὸν ἐσκανδαλίσθη, καὶ ἐλυπήθη πάνυ, ὅτι, φησὶν, ἀπὸ τῆς τοσαύτης ἀσκήσεως καὶ ἐγκρατείας, εἰς τὴν τελευτὴν αὐτοῦ θυτοῦ μετέλαβεν. Καὶ εὐθέως γίνεται ἐν ἐκστάσει, καὶ θεωρεῖ τινα λέγοντα αὐτῷ· Τί ἐσκανδαλίσθης εἰς τὸν πρεσβύτερον, ὅτι εἶδες αὐτὸν ἐσθίοντα θυτοῦ; Οὐκ οἶδας ὅτι δι᾿ ἀνάγκην μετέλαβεν καὶ δι᾿ ὑπακοήν; Ὄντως οὐκ ὤφειλες σκανδαλισθῆναι. Εἰ δὲ θέλεις ἰδεῖν ἐν ποίᾳ δόξῃ ἐστὶν ὁ ἀδελφός σου, στράφηθι εἰς τὰ ὀπίσω, καὶ βλέπε. Καὶ στραφεὶς, φησὶν, εἶδεν τὸν πρεσβύτερον ἐσταυρωμένον, ὡς ἐπὶ τοῦ Χριστοῦ, καὶ λέγει, φησὶν, ὁ φανείς· Ἴδε ἐν ποίᾳ δόξῃ ἐστίν.

CHAPTER 62

One of the elders told us about abba Stephen, the priest of the laura of the Aeliotes, that as he sat in his cell the demon cast thoughts into him, saying, "Withdraw; 2916thou art not profited here." But the elder said to the demon, "I do not listen to thee. I know thee, who thou art. Thou dost not want to see anyone saved; but Christ the Son of the living God, he himself will crush thee."

CHAPTER 63

They used to say of the same man that, as he was sitting in his cell and reading, the demon came again, visible to the eye, saying to him, "Withdraw from here, old man; thou art not profited." Then he said to the demon, "If I am to know that thou wantest me to withdraw, make the thing I am sitting on walk." He was sitting on a wicker chair. The demon heard it, and at once made not only the chair walk but the whole cell. But the elder, seeing the demon's craft, said to him, "Truly, since thou art nimble as well, I will not withdraw." And when he had made a prayer, the alien demon vanished.

CHAPTER 64

Three of the elders visited the same abba Stephen the priest; and while they went on talking about the profit of the soul, he kept silent. The elders said to him, "Thou answerest us nothing, Father; we came to thee for profit." Then he said to them, "Forgive me; until now I do not know what you have been saying. But what I have, I tell you: night and day I see nothing else but our Lord Jesus Christ hanging on the tree." And they were profited, and went away.

CHAPTER 65

Abba John, surnamed Molybas, told us about the elder — I mean abba Stephen — saying that he was gravely ill with sickness and disease, and the doctors compelled him to take meat. Now this blessed man had a brother, a layman, very devout and living according to God. And it happened, while the priest was eating the meat, that his brother the layman came; and when he saw him he was scandalized and much grieved, because, he said, after so much ascesis and self-control he had taken meat at his end. And at once he was in an ecstasy, and he saw someone saying to him, "Why wast thou scandalized at the priest because thou sawest him eating meat? Dost thou not know that he took it out of necessity and out of obedience? Truly thou oughtest not to have been scandalized. But if thou wouldst see in what glory thy brother is, turn round behind thee, and look." And turning round, he said, he saw the priest crucified, as Christ was; and the one who had appeared, he said, said, "See in what glory he is.

Δόξαζε οὖν τὸν δοξάζοντα τοὺς ἀγαπῶντας αὐτὸν ἐν ἀληθείᾳ.

2917Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Ἀντώνιος ὁ ἡγούμενος τῆς λαύρας τῶν Αἰλιωτῶν, ὁ κτίσας αὐτὴν, περὶ τοῦ ἀββᾶ Θεοδοσίου Ἡσυχαστοῦ, λέγων· Πρὸ τοῦ ἡσυχάσαι θεωρῶ γεγονὼς ἐν ἐκστάσει, ὡς ἔλεγεν, τινὰ νεανίαν οὗ τὸ εἶδος ὑπῆρχεν ὑπὲρ τὸν ἥλιον. Καὶ κρατήσας με, φησὶ, τῆς χειρὸς, λέγει μοι· Δεῦρο ὅτι παλαῖσαι ἔχεις, καὶ εἰσφέρει με εἰς θέατρον οὗ τὸ μέγεθος ἐξειπεῖν οὐ δύναμαι. Καὶ θεωρῶ πεπληρωμένον τὸ θέατρον ἀνδρῶν, τὸ μὲν ἓν μέρος λευκοφορούντων, τὸ δὲ ἕτερον Αἰθιόπων. Ὡς οὖν εἰσήνεγκέν με εἰς τὸ σκάμμα τοῦ θεάτρου, θεωρῶ ἄνδρα Αἰθίοπα, ὑπερμεγέθη, οὗ ἡ κεφαλὴ ἐπὶ τῶν νεφελῶν ὑπῆρχεν, γενναῖον καὶ δυσειδῆ. Τότε λέγει μοι ὁ φανείς μοι νεανίας, Μετὰ τούτου ἔχεις παλαῖσαι. Ἐγὼ δὲ ὡς εἶδον τὸν ἄνδρα, δειλιάσας ἠρξάμην τρέμειν, καὶ καταπλήττειν, καὶ παρακαλεῖν ἀπάγοντά με, λέγων· Τίς δύναται ἀνθρώπων φύσιν ἔχων θνητὴν μετὰ τούτου παλαῖσαι; εἴσελθε οὖν μετὰ πάσης προθυμίας. Ἅμα γὰρ τῷ διαιρήσασθαι, ἐγὼ βραβεύω, καὶ νικητικόν σοι στέφανον παρέχω. Ὡς οὖν εἰσῆλθεν εἰς τὸ σκάμμα, καὶ ἠρξάμεθα πρὸς ἀλλήλους διαιρεῖσθαι, εὐθέως ἐλθὼν ὁ καλὸς βραβευτὴς, καὶ βραβεύσας δίδωσίν μοι στέφανον. Καὶ ὁ μὲν δῆμος τῶν Αἰθιόπων ὀλολύξαντες ἄφαντοι γεγόνασιν. Τὸ δὲ ἄλλο μέρος τῶν ἀσπροφορούντων ἐπαίνους ἀνέπεμπον πρὸς τὸν ἐπινεύσαντα, καὶ παρασχόντα μοι τὴν καλὴν νίκην.

Περὶ τούτου τοῦ ἀββᾶ Θεοδοσίου τοῦ Ἡσυχαστοῦ Σ διηγήσατο ἡμῖν ὁ ἀββᾶς Κυριακὸς ὁ μαθητὴς αὐτοῦ, λέγων ὅτι, Τριακονταπέντε ἔτη ἐποίησεν ὁ γέρων ἡσυχάζων, δύο ἡμέρας νηστεύων, καὶ σιωπήσας τὸ σύνολον, μήτε λαλήσας πρός τινα. Ἀλλ᾿ εἰ ἄρα τίποτ᾿ οὖν εἴπει al. ἤθελεν εἰπεῖν., διὰ ψήφου ἐδήλου. Τοῦτον κἀγὼ ἑώρακα ἐν τῇ αὐτῇ λαύρᾳ τῶν Αἰλιωτῶν. Ἔμεινα γὰρ ἐν αὐτῇ ἔτη δέκα.

Περὶ τούτου τοῦ ἀββᾶ Θεοδοσίου ἀκούσας Ἀβράμιος ὁ ἡγούμενος τῆς ἁγίας Θεοτόκου Μαρίας τῆς Νέας, ὅτι οὐκ εἶχεν ἱμάτιον ἐν τῷ χειμῶνι φορέσαι, ἠγόρασεν αὐτῷ καμίσιον.

Glorify, then, him who glorifies those who love him in truth."

2917CHAPTER 66

Abba Antony, the superior of the laura of the Aeliotes, who built it, told us about abba Theodosius the Solitary, saying: "Before I took up stillness," as he used to tell it, "I was in an ecstasy and saw a young man whose form was beyond the sun. And he took me by the hand," he said, "and said to me, 'Come, for thou hast to wrestle.' And he brought me into a theatre whose size I cannot tell. And I saw the theatre filled with men, one part of them dressed in white, the other Ethiopians. So when he had brought me into the arena of the theatre, I saw an Ethiopian man, huge beyond measure, whose head was up among the clouds, powerful and hideous. Then the young man who had appeared to me said to me, 'With this one thou hast to wrestle.' And when I saw the man I was afraid and began to tremble, and to be dismayed, and to beg the one who was leading me, saying, 'Who that has the mortal nature of men can wrestle with this one?' [?] 'Go in, then, with all eagerness. For as soon as thou comest to grips, I will judge the bout, and give thee the crown of victory.' So when I went into the arena, and we began to grapple with each other, at once the good umpire came, gave his award, and handed me a crown. And the crowd of the Ethiopians howled and vanished. But the other part, those in white, sent up praises to him who had granted and given me the fair victory."

CHAPTER 67

About this abba Theodosius the Solitary abba Cyriacus his disciple told us, saying: "The elder spent thirty-five years keeping stillness, fasting two days at a time, and keeping complete silence, not speaking to anyone. But if he had anything to say [?], he made it known by signs." I too saw him in that same laura of the Aeliotes; for I stayed in it ten years.

CHAPTER 68

Abramius, the superior of the holy Theotokos Mary of the New Church, heard about this abba Theodosius that he had no garment to wear in the winter, and bought him a shirt.

Καὶ δὴ ὡς ἐφόρει αὐτὸ ἐν μιᾷ καὶ καθεύδει· ἐκάθευδεν γὰρ εἰς θρόνιον ὁ γέρων· 2920ἀνῆλθον λησταί, καὶ ἀπέδυσαν αὐτὸν τὸ κου σούλλιον, καὶ λαβόντες ἀπῆλθον· καὶ τούτου γινομένου, οὐδὲν ὅλως ἐλάλησεν ὁ γέρων.

Παρεβάλομεν ἐν Ἀλεξανδρείᾳ, ἐγὼ καὶ ὁ κῦρις Σωφρόνιος ὁ σοφιστὴς, πρὸ τοῦ ἀποτάξασθαι αὐτὸν, πρὸς τὸν ἀββᾶν Παλλάδιον, ἄνδρα θεοφιλῆ καὶ δοῦλον Θεοῦ, ἔχοντα τὸ μοναστήριον αὐτοῦ εἰς τὸν ed. τό. Λιθαζόμενον καὶ παρεκαλοῦμεν αὐτὸν λόγον εἰπεῖν ἡμῖν ὠφελείας. Ὁ δὲ γέρων ἤρξατο ἡμῖν λέγειν· Τέκνα, ὁ καιρὸς τὸ λοιπὸν συνεσταλμένος ἐστίν· ἀγωνισώμεθα ἐνταῦθα ὀλίγον, καὶ πονέσωμεν, ἵνα μεγάλων ἀγαθῶν εἰς αἰῶνα ἀπολαύσωμεν. Βλέπετε τοὺς μάρτυρας, βλέπετε τοὺς ὁσίους, βλέπετε τοὺς ἀσκητὰ́ς, πῶς ὑπέμειναν ὡς ἀνδρεῖοι.Οὓς ὁ μὲν παρελθὼν οἶδεν χρόνος, θαυμάζομεν δὲ ἀεὶ τούτων ἡμεῖς τὸ καρτερικόν. Μαρτυρεῖ δέ που καὶ τῶν ἀκουόντων ἕκαστος πολλῷ τῷ θάμβει, τὴν ὑπομονὴν τῶν μακαρίων μαρτύρων, τὴν ὑπὲρ πᾶσαν φύσιν ἀνθρώπων· ὀφθαλμοὺς ὅπως ἐξορύττοντο· οἱ δὲ σκέλη ὅπως ἐξεκόπτοντο· καὶ οἱ μὲν χεῖρας, οἱ δὲ πόδας ἐπηροῦντο. Καὶ τοὺς μὲν ἀθρόον πῦρ, τοὺς δὲ σχολαῖον ὅπως ἀνήλισκεν· καὶ τοὺς μὲν ὅπως ποταμοὶ, τοὺς δὲ θάλασσα κατεπόντιζεν· καὶ τοὺς μὲν ζῶντας ὅπως ὥσπερ τινὰς κακούργους ὡμοβόροι θῆρες διεχωρίζοντο, τοὺς δὲ ἄλλους καὶ καιναῖς ἐπινοίαις προαποθανόντας οἰωνοὶ κατεσθίοντο· καὶ ὅλως εἰ πάσας τὰς κατ᾿ αὐτῶν ἐπινοηθείσας τῶν κακῶν εἰδέας εἴποι τις, ὅσας ὁ ἐχθρὸς δαίμων ἐπήγαγεν Σ κατὰ τῶν θεοφιλῶν μαρτύρων καὶ ἀσκητῶν, ὅπως ὑπέμειναν, ὅπως ἠγωνίσαντο· τὴν μὲν ἀσθένειαν τοῦ σώματος, τῇ τῆς ψυχῆς ἀνδρείᾳ νικήσαντες· τὰ δὲ ἐφ᾿ οἷς ἤλπισαν χρηστὰ τῶν παρόντων πόνων ἀξιώτερα προσδοκήσαντες κομισάμενοι. Ἅπερ αὐτῶν ἐδείκνυεν τὴν εἰς ἑκάτερα πίστιν βεβαίαν· τὴν μὲν, ὅτι πονέσαντες ὀλίγα, μεγάλων ἀγαθῶν εἰς αἰῶνας ἀπολαύουσιν· τὴν δὲ, ὅτι τὰς παραδόξους κατὰ τοῦ σώματος βασάνους, ἃς ὁ ἐχθρὸς ἡμῶν διάβολος ἐπήγαγεν, γενναίως ὑπέμειναν. Ἐὰν οὖν ὑπομείνωμεν τὰς θλίψεις, καὶ σὺν Θεῷ καρτερήσωμεν, φιλόθεοι ὄντως εὑρισκόμεθα, καὶ ὁ Θεὸς ἔσται συναγωνιζόμενος ἡμῖν, καὶ κρειττόνως ἡμῖν ἀνήσει τοὺς πόνους. Εἰδότες, τέκνα, τοίνυν τὸν καιρὸν, ποίας ἐργασίας δεῖται, ἐπιγνῶμεν ἑαυτοὺς διὰ τῆς ἡσυχίας.

And so, while he was wearing it, one day he was asleep (for the elder slept on a little chair), 2920and robbers came up and stripped the shirt [?] off him, took it and went away; and while this was going on the elder said nothing at all.

CHAPTER 69

We visited in Alexandria, I and the lord Sophronius the sophist, before he renounced the world, abba Palladius, a God-loving man and a servant of God, who had his monastery at the Lithazomenon; and we begged him to tell us a word of profit. And the elder began to say to us: "Children, the time is now short. Let us strive here a little and toil, so that we may enjoy great good things for ever. Look at the martyrs, look at the holy ones, look at the ascetics, how they endured like brave men. Time past knows them, but we always marvel at their endurance. And each of those who hear bears witness, I suppose, with great amazement, to the patience of the blessed martyrs, which is beyond all the nature of men: how some had their eyes gouged out, and others their legs cut off; and some were maimed in their hands, others in their feet; and how fire consumed some at once, and others slowly; and how rivers drowned some, and the sea others; and how savage beasts tore some apart alive like criminals, while others, after dying first by novel devices, birds of prey devoured. And in a word, if one were to tell all the kinds of evils devised against them, all that the enemy demon brought against the God-loving martyrs and ascetics: how they endured, how they strove, overcoming the weakness of the body by the courage of the soul, and having expected the good things they hoped for to be worth more than their present toils, and receiving them. This showed their faith firm on both counts: on the one, that having toiled a little they enjoy great good things for ever; on the other, that they bravely endured the strange torments of the body which our enemy the devil brought on them. So if we endure afflictions and hold fast with God, we are found God-lovers indeed, and God will strive alongside us, and lighten our toils for us all the better. So, children, knowing what sort of work the time calls for, let us come to know ourselves through stillness.

Ἐν τούτῳ γὰρ τῷ καιρῷ ἀναγκαῖον χρήσασθαι ἡμᾶς τῇ καλῇ μετανοίᾳ, ὅπως ναοὶ Θεοῦ χρηματίσωμεν. 2921Οὐ γὰρ ἡ τυχοῦσα ἡμῖν γίνεται τιμὴ ἐν τῷ μέλ-Α λοντι αἰῶνι. Εἶπεν πάλιν· Μνημονεύσωμεν τοῦ μὴ ἔχοντος ποῦ τὴν κεφαλὴν κλῖναι. Εἶπεν πάλιν ὁ γέρων· Ὅτι ἡ θλίψις, κατὰ τὸν Παῦλον, ὑπομονὴν ἐργάζεται· δεκτικὸν οὖν ποιήσωμεν τὸν ἑαυτῶν νοῦν τῆς βασιλείας τῶν οὐρανῶν. Εἶπεν πάλιν· Τέκνα, μὴ ἀγαπήσωμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἶπεν πάλιν ὁ γέρων· Τοὺς λογισμοὺς τηρήσωμεν, ὅπερ ἐστὶν φάρμακον σωτηρίας. Ὁ αὐτὸς ἀββᾶς Παλλάδιος, ἐρωτηθεὶς ὑφ᾿ ἡμῶν, ὅτι Ποίησον ἀγάπην, Πάτερ, εἶπον ἡμῖν ποθεν καὶ ἐκ ποίων λογισμῶν ἦλθες εἰς τὸ μοναχικόν. Ἦν δὲ Θεσσαλονικεὺς ὁ γέρων, καὶ διηγήσατο ἡμῖν, λέγων, ὅτι Ἐν τῇ χώρᾳ μου ἔξωθεν τοῦ τείχους τῆς πόλεως ὡς ἀπὸ σταδίων τριῶν, ἔγκλειστος ἦν, τῷ μὲν γένει Μεσοποταμινὸς, τῷ ὀνόματι Δαβὶδ, ἐνάρετος πάνυ καὶ ἐλεήμων καὶ ἐγκρατευτής. Ἐποίησεν ἐν τῷ ἐγκλειστηρίῳ περὶ τὰ ἑβδομήκοντα ἔτη. Ἐπειδὴ δὲ διὰ τοὺς βαρβάρους κατὰ νύκτα ἐφυλάσσοντο τὰ τείχη τῆς πόλεως ὑπὸ τῶν στρατιωτῶν, οἱ κατ᾿ ἐκεῖνο τὸ μέρος φυλάσσοντες τὸ τεῖχος, καθ᾿ οὗ μέρους καὶ τὸ ἐγκλειστήριον ὑπῆρχεν τοῦ γέροντος, θεωροῦσιν ἐν μιᾷ νυκτὶ, ὅτι δι᾿ ὅλων τῶν θυρίδων τῆς κέλλης τοῦ ἐγκλείστου, πῦρ ἐξήρχετο. Ἐνόμισαν οὖν οἱ στρατιῶται, ὅτι βάρβαροι ἔβαλον πῦρ εἰς τὸ κελλίον τοῦ γέροντος. Πρωΐας δὲ γενομένης ἐξελθόντες οἱ στρατιῶται, εὗρον τὸν γέροντα ἀβλαβῆ, καὶ τὴν κέλλαν ἀλώβητον, καὶ ἐξέστησαν. Πάλιν δὲ τῇ ἐπιούσῃ νυκτὶ τὸ αὐτὸ ἐθεώρουν πῦρ εἰς τὴν κέλλαν τοῦ γέροντος· ἀλλὰ καὶ ἐπὶ πολὺν χρόνον ἐφαίνετο. Τοῦτο δὲ πάσῃ τῇ πόλει, καὶ τῇ χώρᾳ ἐκείνῃ κατάδηλον ἦν, ὥστε πολλοὺς ἀγρυπνεῖν εἰς τὸ τεῖχος κατὰ νύκτα τῆς τοῦ πυρὸς θέας ἕνεκεν. Ἔμεινε γὰρ γινόμενον ἕως τῆς τελευτῆς τοῦ γέροντος.

For in this time we must make use of a good repentance, so that we may be called temples of God. 2921For it is no ordinary honour that comes to us in the age to come."

He said again: "Let us remember him who had nowhere to lay his head." The elder said again: "Affliction, according to Paul, works patience; so let us make our mind able to receive the kingdom of heaven." He said again: "Children, let us not love the world, nor the things in the world."

The elder said again: "Let us guard our thoughts, which is the medicine of salvation."

The same abba Palladius was asked by us: "Do us a kindness, Father: tell us from where, and from what thoughts, thou camest to the monastic life." The elder was a Thessalonian, and he told us, saying: "In my country, outside the wall of the city, about three stades off, there was a recluse, a Mesopotamian by race, named David, very virtuous and merciful and self-controlled. He spent about seventy years in his enclosure. Now since, because of the barbarians, the walls of the city were guarded at night by the soldiers, those who guarded the wall on that side, the side where the elder's enclosure was, saw one night fire coming out through all the windows of the recluse's cell. So the soldiers thought the barbarians had set fire to the elder's cell. When morning came the soldiers went out and found the elder unharmed and the cell undamaged, and they were amazed. Again on the following night they saw the same fire at the elder's cell; and indeed it appeared for a long time. This was plain to the whole city and that country, so that many kept vigil on the wall at night for the sake of seeing the fire. For it went on happening until the elder's death.

Τοῦτο τὸ θαῦμα οὐχ ἅπαξ, οὐδὲ δὶς μόνον, ἀλλὰ καὶ πολλάκις θεωρήσας, λέγω ἐν ἐμαυτῷ· Εἰ ἐν τῷ κόσμῳ τούτῳ τοσαύτην δόξαν ὁ Θεὸς χαρίζεται τοῖς δούλοις αὐτοῦ, 2924Ἁποίαν ἄρα ἐν τῷ μέλλοντι αἰῶνι, ὅτε καταλάμψει τὸ πρόσωπον αὐτῶν ὡς ὁ ἥλιος; Αὕτη μοι γέγονεν αἰτία, τέκνα, τοῦ ἐλθεῖν εἰς τὸ μοναχικὸν τοῦτο σχῆμα.

Ἔλεγεν δὲ ἡμῖν καὶ τοῦτο ὁ γέρων, ὅτι μετὰ τοῦ ἀββᾶ Δαυῒδ ἦλθεν καὶ ἄλλος μοναχὸς ὀνόματι Ἀδολᾶς, καὶ αὐτὸς Μεσοποταμινὸς, καὶ ἐνέκλεισεν αὐτὸν εἰς τὸ ἀπὸ μέρος τῆς πόλεως εἰς πυθμένα πλατάνου. Ἐποίησεν δὲ ἐν αὐτῇ μικρὰν θυρίδα· ὅθεν καὶ συνετύγχανεν τοῖς πρὸς αὐτὸν ἐρχομένοις. Ὅταν οὖν οἱ βάρβαροι ἦλθον, καὶ πᾶσαν τὴν χώραν ἐλεηλάτησαν, συνέβη αὐτοῖς διὰ τοῦ τόπου ἐκείνου διέρχεσθαι· καὶ ἰδὼν εἷς τῶν βαρβάρων τὸν γέροντα παρακύπτοντα, ἐξῆρεν τὸ ξίφος, καὶ ἀνατείνας τὴν χεῖρα ἐπὶ τὸ δοῦναι αὐτὸν, ἔμεινεν ἐκτεταμένην ἔχων τὴν χεῖρα καὶ ἀκίνητον. Τοῦτο θεασάμενοι καὶ οἱ λοιποὶ βάρβαροι, καὶ θαυμάσαντες, ἐδέοντο τοῦ γέροντος προσπίπτοντες αὐτῷ. Καὶ ποιήσας εὐχὴνὸ γέρων ἰάσατο αὐτὸν, καὶ οὕτω ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ.

Ὁ αὐτὸς πάλιν ἀββᾶς Παλλάδιος διηγήσατο ἡμῖν λέγων, ὅτι Εἰς τὴν Ἀρσενοίτην (πόλις δέ ἐστιν αὕτη τῆς Θηβαΐδος) ἐκρατήθη τις φόνον ποιήσας, καὶ βασανισθεὶς πολλά, ἔλαβεν ἀπόφατιν, ἵνα ἀποκεφαλισθῇ. Ὡς οὖν ἀπήγετο ἔξω τῆς πόλεως ἀπὸ μιλίων ἓξ (ἐκεῖ γὰρ ἦν καὶ τὸν φόνον ποιήσας), μοναχός τις ἠκολούθει ὀπίσω αὐτοῦ ὡς ὀφείλων ἰδεῖν, πῶς ἀποκεφαλίζεται. Ἐν δὲ τῇ ὁδῷ ὑπάψων ἀποκεφαλισθῆναι, θεωρήσας τὸν μοναχὸν ἀκολουθοῦντα, λέγει αὐτῷ· Ὄντως σοι, κῦρι ἀββᾶ, οὐκ ἔχεις κελλίον ἢ ἐργόχειρον; Ἀπεκρίθη ὁ μοναχὸς, λέγων· Φύσει, ἀδελφὲ, καὶ κελλίον, καὶ ἐργόχειρον ἔχω. Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Καὶ διὰ τί οὐ κάθῃ εἰς τὸ κελλίον σου, καὶ κλαίεις τὰς ἁμαρτίας σου; Λέγει αὐτῷ ὁ μοναχός· Οὕτως, ἀδελφὲ, πάνυ ἀμελῶ ἐμαυτοῦ. Καὶ διὰ τοῦτο ἔρχομαι θεωρῆσαι πῶς ἀποθνήσκεις, ἵνα κἂν οὕτως εἰς κατάνυξιν ἔλθω. Τότε λέγει αὐτῷ ἐκεῖνος· Ὕπαγε, κῦρι ἀββᾶ, κάθου εἰς τὸ κελλίον σου, καὶ εὐχαρίστησον τῷ Θεῷ τῷ σώσαντι ἡμᾶς. Ἀφ᾿ οὗ γὰρ αὐτὸς ἐνηνθρώπησεν, καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν, ἄνθρωπος οὐκ ἔτι ἀποθνήσκει τὸν αἰὼ νιον θάνατον.

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Παλλάδιος, λέγων ὅτι Γέρων τις κοσμικὸς ἐκρατήθη φόνον ποιήσας· ὑπὸ τοῦ νόμου δὲ Ἀλεξανδρείας κολαζόμενος, ἔλεγεν, καὶ ἄλλον εἶναι σὺν αὐτῷ κοινωνὸν τοῦ φόνου. Ὃν δὲ ἔλεγεν ὁ γέρων, νεώτερος ἦν παῖς ὡς ἐτῶν εἴκοσι· πολλὰ οὖν καὶ ἀμφότεροι ἐτιμωρήθησαν. Καὶ ὁ μὲν γέρων ἔλεγεν· Μετ᾿ ἐμοῦ ἦς ὅτε ἐποίησα τὸν φόνον. Ὁ δὲ νεώτερος ἔλεγεν μὴ ἔχειν πρᾶγμα εἰς τὸν φόνον, μηδὲ εἶναι μετ᾿ αὐτοῦ. Ὡς οὖν πολλὰ ἐκολάσθησαν, λαμβάνουσιν ἀπόφασιν, ἵνα ἀμφότεροι φουρκισθῶσιν.

Having seen this wonder not once, nor twice only, but many times, I said to myself: If in this world God grants such glory to his servants, 2924what glory then in the age to come, when their faces will shine like the sun? This, children, was the reason for my coming to this monastic habit."

CHAPTER 70

The elder told us this too: that with abba David there came another monk too, named Adolas, a Mesopotamian as well; and he shut himself up on the other side [?] of the city, in the hollow foot of a plane tree. He made a small window in it, through which he would meet those who came to him. So when the barbarians came and plundered the whole country, it happened that they passed through that place. And one of the barbarians saw the elder peering out, drew his sword, and raised his hand to strike him; and he stayed with his hand stretched out and unmoving. When the rest of the barbarians saw this they marvelled, and they fell down before the elder and begged him. And the elder made a prayer and healed him, and so sent them away in peace.

CHAPTER 71

The same abba Palladius told us again, saying: "In the Arsinoite (it is a city of the Thebaid) a man was arrested for committing a murder, and after being tortured a great deal he received sentence to be beheaded. So as he was being led out of the city six miles (for that was where he had committed the murder), a monk followed behind him, as though he had to see how he was beheaded. On the road, as he was going to be beheaded, he saw the monk following and said to him, 'Truly, lord abba, hast thou no cell or handiwork?' The monk answered, saying, 'Truly, brother, I have both a cell and handiwork.' He answered and said to him, 'Then why dost thou not sit in thy cell and weep for thy sins?' The monk said to him, 'Yes, brother, I neglect myself badly; and that is why I am coming to watch how thou diest, so that even so I may come to compunction.' Then that man said to him, 'Go, lord abba, sit in thy cell, and give thanks to God who saved us. For since he became man and died for us, man no longer dies the eternal death.'"

CHAPTER 72

Abba Palladius told us, saying: "An old man, a layman, was arrested for committing a murder. And being punished under the law of Alexandria, he said that another man had been with him as his partner in the murder. The one the old man named was a young lad of about twenty. So both of them were punished severely. And the old man kept saying, 'Thou wast with me when I did the murder.' But the young man said he had nothing to do with the murder, nor had he been with him. So when they had been much punished, they received sentence that both be hanged on the fork.

Ἀπῆλθον οὖν ἐπὶ τὸ Πέμπτον· ἐκεῖ γὰρ 2925τοὺς τοιούτους εἰώθασι κολάζειν. Ἔστι δὲ καὶ ἀπὸ ἑνὸς σταδίου ἱερὸν καταλελυμένον τοῦ Κρόνου. Ὡς οὖν ἦλθον εἰς τὸν τόπον, ἐθέλησαν ὅ τε δῆμος καὶ οἱ στρατιῶται τὸν νεώτερον πρῶτον κρεμάσαι ἐν τῷ ξύλῳ. Βαλὼν οὖν μετάνοιαν τοῖς στρατιώταις, ἔλεγεν· Διὰ τὸν Κύριον ποιήσατε ἀγάπην, καὶ κατὰ ἀνατολὰς κρεμάσατέ με, ἵνα προσέχω μόνος ὡς κρεμῶμαι. Λέγουσιν αὐτῷ οἱ στρατιῶται· Διὰ τί; Λέγει αὐτοῖς· Οὕτως, κύριοί μου, οὐκ ἔχω, ταπεινὸς, εἰ μὴ ἑπτὰ μῆνας, ὅτε ἔλαβον τὸ ἅγιον βάπτισμα, καὶ γέγονα Χριστιανός. Ὡς οὖν ἤκουσαν οἱ στρατιῶται, ἐδάκρυσαν ἐπὶ τῷ νεωτέρῳ. Ὁ δὲ γέρων χολώσας μέγα λέγει· Τὸν Σέραπιν, ἐμὲ ἐπὶ τὸν Κρόνον προσέχειν ποιήσατε. Τότε ὡς ἤκουσαν οἱ στρατιῶται τὴν βλασφημίαν τοῦ γέροντος, ἐάσαντες τὸν νεώτερον, πρῶτον τὸν γέροντα ἐκρέμασαν.Ὡς οὖν ἐφούρκιζον τὸν γέροντα, ἰδοὺ καβαλλάριος πεμφθεὶς ἀπὸ τοῦ Αὐγου σταλίου, εἶπε τοῖς στρατιώταις· Τὸν νεώτερον μὴ φονεύσητε, ἀλλὰ φέρετε αὐτόν. Ὥστε χαρὰν γενέσθαι τοῖς στρατιώταις ἅπασι τοῖς παρισταμένοις. Καὶ ἀπαγαγόντες αὐτὸν, εἰς τὸ πραιτώριον εἰσήγαγον· καὶ ἀπέλυσεν αὐτὸν ὁ Αὐγουστάλιος. Ὁ δὲ νεώτερος παρ᾿ ἐλπίδα σωθεὶς, ἀπελθὼν γέγονεν μοναχός. Τοῦτο δὲ γεγραφήκαμεν πρὸς ὠφέλειαν πολλῶν.

Καὶ τοῦτο ἡμῖν διηγήσατο ὁ ἀββᾶς Παλλάδιος, λέ-Σ γων, ὅτι Ἦν τις Ἀλεξανδρείας στρατιώτης, ὀνόματι Ἰωάννης, βίον ἔχων τοιοῦτον· Πᾶσαν τὴν ἡμέραν ἀπὸ ὄρθρου ἕως ὥρας ἐννάτης ἐκαθέζετο εἰς τὸ μοναστήριον αὐτοῦ, πλησίον τῆς διαβάθρας τοῦ ἁγίου Πέτρου, μόνος φορῶν σακκομάχην καὶ πλέκων μαλάκια, σιωπῶν καὶ μηδὲν ὅλως λαλῶν πρός τινα. Ἐκαθέζετο δὲ ἐν εὐκτηρίῳ ποιῶν τὸ ἐργόχειρον αὐτοῦ, μόνον τοῦτο λέγων μετὰ μέλους· «Κύριε, ἐκ τῶν κρυφίων μου καθάρισόν με,» ἵνα μὴ αἰσχύνωμαι προσ-ευχόμενος. Τοῦτον τὸν στίχον εἰπὼν, ἐσιώπα ὡς ἐπὶ ὥραν μεγάλην· καὶ πάλιν μετὰ τὴν ὥραν τὸν αὐτὸν ἀνελάμβανεν στίχον. Ἔλεγεν δὲ αὐτὸν ἕβδομον δι᾿ ὅλης τῆς ἡμέρας, μηδὲν ἄλλο τὸ σύνολον λέγων. Καὶ τῇ ἐννάτῃ ὥρᾳ ἀπεδύετο τὸ σακκομάχιον Al. σακκομάχην, καί. ὃ ἐφόρει τὸ στρατιωτικὸν σχῆμα, τουτέστιν τὰ ἱμάτια αὐτοῦ, καὶ οὕτως ὑπῆγεν εἰς τὰ ἴδια σίγνα.Μετὰ τούτου κἀγὼ ἔμεινα χρόνους ὀκτὼ, καὶ μεγάλως ὠφελήθην ἐν τῇ σιωπῇ καὶ ἐν τῇ καταστάσει αὐτοῦ.

So they went off to the Fifth; for there 2925they are accustomed to punish such men. And there is, about one stade off, a ruined temple of Kronos. So when they came to the place, the people and the soldiers wanted to hang the young man first on the gibbet. So he made a prostration to the soldiers and said, 'For the Lord's sake do me a kindness, and hang me facing east, only so that I may look that way as I hang.' The soldiers said to him, 'Why?' He said to them, 'Truly, my lords, I have had, wretch that I am, only seven months since I received holy baptism and became a Christian.' When the soldiers heard it they wept over the young man. But the old man, enraged, said loudly, 'By Serapis, make me face Kronos.' Then, when the soldiers heard the old man's blasphemy, they let the young man be and hanged the old man first. And as they were hanging the old man, behold, a horseman sent from the Augustal said to the soldiers, 'Do not kill the young man, but bring him.' So that there was joy among all the soldiers standing by. And they led him off and brought him into the praetorium; and the Augustal released him. And the young man, saved beyond hope, went away and became a monk." We have written this down for the profit of many.

CHAPTER 73

Abba Palladius told us this too, saying: "There was a soldier of Alexandria named John, who had this way of life. Every day, from dawn until the ninth hour, he sat at his monastery, near the steps of Saint Peter's, alone, wearing sackcloth and weaving baskets [?], keeping silent and saying nothing at all to anyone. He sat in a house of prayer doing his handiwork, saying only this, with a chant: 'Lord, cleanse me from my secret faults, so that I may not be put to shame when I pray.' Having said this verse he would keep silent for a long hour; and again after the hour he would take up the same verse. He said it seven times [?] through the whole day, saying nothing else at all. And at the ninth hour he took off the sackcloth, and [?] put on the soldier's dress, that is, his clothes, and so went off to his own standards. I too stayed with him eight years, and was greatly profited by his silence and his settled ways."

Νουθετῶν δὲ ἡμᾶς ὁ γέρων, καὶ τοῦτο ἔλεγεν ἡμῖν, ὅτι Πιστεύσατέ μοι, τέκνα· ἄλλο οὐδὲν ἐποίησεν τὰ σχίσματα καὶ τὰς αἱρέσεις εἰς τὴν ἁγίαν Ἐκκλησίαν, εἰ μὴ τὸ σφόδρα μὴ ἀγαπᾷν ἡμᾶς τὸν Θεὸν καὶ ἀλλήλους.

2928Ὁ αὐτὸς ἀββᾶς Παλλάδιος διηγήσατο ἡμῖν ἄλλοτε προσβαλοῦσιν αὐτῷ τι τοιοῦτον, ὅτι Ἦν τις φιλόχριστος ἐν Ἀλεξανδρείᾳ, καὶ λίαν εὐλαβὴς, καὶ ἐλεήμων καὶ ξενοδοχῶν τοὺς μοναχούς· ἔσχεν δὲ καὶ γυναῖκα, καὶ αὐτὴν πάνυ ταπεινὴν, καὶ νηστεύουσαν πᾶσαν ἡμέραν· εἶχεν δὲ καὶ θυγάτριον ὡς ἐτῶν ἓξ ὄν. Μιᾷ οὖν ἀπεδήμησεν ὁ φιλόχριστος οὗτος ἐν τῇ Κωνσταντινουπόλει· ἦν γὰρ πραγματευτής. Ἐάσας οὖν τήν τε γυναῖκα καὶ τὸ παιδίον, καὶ ἕνα δοῦλον εἰς τὸν οἶκον, ἀπῆλθεν πλεῦσαι. Ὡς δὲ ἀπήρχετο ἐν τῷ πλοίῳ, λέγει αὐτῷ ἡ γυνή· Τίνι ἡμᾶς ἐᾷς, κύριε; Λέγει αὐτῇ ὁ ἀνήρ· Τῇ Δεσποίνῃ ἡμῶν τῇ Θεοτόκῳ. Ἐν μιᾷ οὖν ὡς ἐκάθητο ἡ γυνὴ, καὶ εἰργάζετο, ἔχουσα καὶ τὸ παιδίον, ὁ δοῦλος ἐνεργηθεὶς ὑπὸ τοῦ διαβόλου, ἠθέλησεν φονεῦσαι τὴν γυναῖκα, καὶ τὸ παιδίον, καὶ λαβεῖν εἴ τι ἔχουσιν, καὶφυγεῖν. Καὶ λαβὼν ἐκ τοῦ μαγειρείου μάχαιραν, ἤρχετο εἰς τὸ τρίκλινον, ἔνθα ἦν ἡ κυρία αὐτοῦ. Ὡς οὖν ἔφθασεν τὸ πρόθυρον τοῦ τρικλίνου ὁ παῖς, ἐκρατήθη ἀορασίᾳ, καὶ οὐκ ἠδύνατο οὐδὲ ἐπὶ τὸ τρίκλινον, οὐδὲ ἐπὶ τὸ μαγειρίον ἀπελθεῖν. Ὡς δὲ ἐπὶ ὥραν μίαν ἐποίησεν, πυκτεύων καὶ βιαζόμενος ἑαυτὸν, ἵνα εἰσέλθῃ. ἤρξατο κράζειν τὴν κυρίαν αὐτοῦ, λέγων· Ἐλθὲ ἕως τῶν ὧδε. Ἡ δὲ ἐθαύμαζεν, ὅτι εἰς τὸ μέσον τῆς θύρας ἔστη, καὶ οὐκ ἔρχεται πρὸς αὐτὴν, ἀλλὰ κράζει, καὶ λέγει αὐτῷ· Σὺ ἐλθὲ ὧδε μᾶλλον, μὴ γινώσκουσα ὅτι ἀορασίᾳ κρατῆται. Ὁ δὲ παῖς ἤρξατο ὁρκίζειν αὐτὴν, ἵνα ἀπέλθῃ πλησίον αὐτοῦ. Ἡ δὲ ὤμοσεν μὴ ἀπελθεῖν πρὸς αὐτόν. Ὁ δὲ λέγει αὐτῇ· Πέμψον μοι κἂν τὸ παιδίον. Ἡ δὲ οὐδὲ τοῦτο ἐποίησεν, εἰποῦσα· Ἐὰν θέλῃς ἐλθὲ σύ. Τότε ὁ παῖς, ὡς οὐδὲν ἠδυνήθη ποιῆσαι, ἔδωκεν ἑαυτῷ τῷ μαχαιρίῳ, καὶ ἀνεγκάτησεν ἑαυτόν. Ἡ δὲ κυρία αὐτοῦ θεασαμένη ὃ ἐποίησεν, ἔκραξεν· καὶ εἰσῆλθον οἱ γείτονες· εὐθὺς ἦλθον καὶ οἱ τοῦ πραιτωρίου, καὶ ηὗρον τὸν παῖδα ζῶντα, καὶ ἔμαθον παρ᾿ αὐτοῦ ἅπαντα· καὶ ἐδόξασαν τὸν Θεὸν, ὃς ἔδειξεν θαυμάσια, καὶ ἔσωσεν τὴν μητέρα καὶ τὸ τέκνον αὐτῆς.

Καὶ τοῦτο δὲ ἡμῖν ὁ αὐτὸς ἀββᾶς Παλλάδιος διηγήσατο, λέγων, ὅτι Ἀκήκοα διηγουμένου τινὸς ναυκλήρου τι τοιοῦτον, ὅτι Ἐν μιᾷ ὡς ἔπλεον, ἔχων ἐπιβάτας ἄνδρας καὶ γυναῖκας, ἐλθόντες οὖν εἰς τὸ πέλαγος, καὶ πάντων εὐπλοούντων, τῶν μὲν ἐν Κωνσταντινουπόλει, τῶν δὲ ἐν Ἀλεξανδρείᾳ, τῶν ἄλλων ἀλλαχοῦ, τοῦ ἀνέμου ἐπιτηδείου ὄντος αὐτοῖς, ἡμεῖς μόνοι οὐκ ἠδυνάμεθα πλεῦσαι, καὶ ἐμείναμεν ὡς ἐπὶ ἡμέρας ιεʹ, μὴ κινηθέντες τοῦ τόπου οὗ ἦμεν. Ἤμεθα οὖν ἐν πολλῇ ἀθυμίᾳ καὶ ἀμηχανίᾳ, τὸ τί ἄρα ἐστὶν τοῦτο. Ἐγὼ δὲ ὡς ναύκληρος καὶ ἔχων τὴν φροντίδα τοῦ τε λοιποῦ πλοίου καὶ τῶν ἐν αὐτῷ πάντων, ἠρξάμην δέεσθαι τοῦ Θεοῦ περὶ τούτου.

CHAPTER 74

Admonishing us, the elder said this to us too: "Believe me, children, nothing else has made the schisms and the heresies in the holy Church but this: that we do not greatly love God and one another."

2928CHAPTER 75

The same abba Palladius told us on another occasion, when we visited him, something like this: "There was a Christ-loving man in Alexandria, very devout, merciful, and one who received the monks as guests. He had a wife too, she also very humble, who fasted every day; and he had a little daughter, about six years old. So one day this Christ-loving man went abroad to Constantinople, for he was a merchant. So, leaving his wife and the child, and one slave, in the house, he went off to sail. As he was leaving for the ship, his wife said to him, 'To whom dost thou leave us, my lord?' Her husband said to her, 'To our Lady the Theotokos.' So one day, as the woman sat working, with the child beside her, the slave, worked on by the devil, wanted to murder the woman and the child, take whatever they had, and flee. And taking a knife from the kitchen, he went towards the dining room where his mistress was. So when the lad reached the doorway of the dining room, he was seized with blindness, and could go neither into the dining room nor back to the kitchen. When he had spent about an hour so, struggling and forcing himself to get in, he began to call his mistress, saying, 'Come over here.' She wondered that he stood in the middle of the doorway and did not come to her, but called out; and she said to him, 'Thou come here, rather,' not knowing that he was held by blindness. The lad began to adjure her to come near him. But she swore not to go to him. He said to her, 'Then at least send me the child.' She would not do that either, saying, 'If thou wilt, come thyself.' Then the lad, since he could do nothing, struck himself with the knife and cut his own belly open. His mistress, seeing what he had done, cried out; and the neighbours came in; and at once the men of the praetorium came too, and they found the lad alive, and learned everything from him; and they glorified God, who had shown wonders and saved the mother and her child."

CHAPTER 76

The same abba Palladius told us this too, saying: "I heard a shipmaster tell something like this: 'One time, as I was sailing with passengers, men and women, we came out onto the open sea; and while everyone else was sailing well, some for Constantinople, some for Alexandria, the rest elsewhere, the wind being favourable for them, we alone could not sail, and we stayed about fifteen days without moving from the place where we were. So we were in great despondency and perplexity as to what this could be. And I, as shipmaster, having the care of the ship and of everyone in it, began to beseech God about this.

Καὶ ἐν μιᾷ ἔρχεταί μοι φωνὴ ἀοράτως λέγουσα· 2929Βάλε κάτω Μαρίαν, καὶ εὐπλοεῖς. Ἐγὼ δὲ ἐλογιζόμην τί ἂν εἴη τοῦτο, τίς ἐστιν Μαρία. Ὡς οὖν ἡπόρουν περὶ τούτου, πάλιν ἔρχεταί μοι φωνή· Εἶπόν σοι· Βάλε κάτω Μαρίαν, καὶ σώζεσθε. Τότε ἐγὼ ἐσκεψάμην τι τοιοῦτον. Καὶ κράζω ἀθρόως· Μαρία. Οὐ γὰρ ᾔδειν τίς ἦν ἡ Μαρία. Ἡ δὲ ἀνακειμένη εἰς τὸ στρῶμα αὐτῆς, ὑπήκουσεν λέγουσα· Τί κελεύεις, κύριε; Τότε λέγω αὐτῇ· Ποίησον ἀγάπην, ἐλθὲ ἕως ὧδε. Ἡ δὲ ἀναστᾶσα ἦλθεν. Ὡς οὖν ἦλθεν, ἔλαβον αὐτὴν κατιδίαν, καὶ λέγω αὐτῇ· Βλέπεις, ἀδελφὴ Μαρία, ποίας ἁμαρτίας ἔχω, καὶ δι᾿ ἐμὲ ὑμεῖς ὅλοι ἕξετε ἀπολέσθαι; Ἡ δὲ στενάξασα μεγάλως, εἶπεν· Ὄντως, κύριέ μου ναύκληρε, ἐγώ εἰμι ἡ ἁμαρτωλός. Ἐγὼ δὲ λέγω αὐτῇ· Γυνὴ, ποίας ἁμαρτίας ἔχεις; Καὶ αὐτή· Οἴμοι, ὅτι οὐκ ἔστιν ἁμαρτία ἣν οὐκ ἔπραξα, καὶ διὰ τὰς ἐμὰς ἁμαρτίας ὅλοι μέλλετε ἀπολέσθαι. Τότε διηγήσατό μοι, φησὶν, ἡ γυνή τι τοιοῦτον· Ὄντως, κύριε ὦ ναύκληρε, ἐγὼ ἡ ἀθλία ἄνδρα ἔσχον, καὶ δύο παιδία ἐξ αὐτοῦ, τὸ ἓν ὡς ἐννέα χρόνων, καὶ τὸ ἄλλο ὡς πέντε ἐτῶν, καὶ ἐπὶ τούτοις ἐτελεύτησεν ὁ ἀνήρ μου, καὶ ἔμειναν χήρα. Στρατιώτης δὲ πλησίον μου ἔμενεν, καὶ ἠθέλησα ἵνα λάβῃ με εἰς γυναῖκα· καὶ ἔπεμψα πρὸς αὐτόν τινας. Ὁ δὲ στρατιώτης λέγει· Οὐ λαμβάνω γυναῖκα ἔχουσαν τέκνα ἀπὸ ἄλλου ἀνδρός. Τότε ἐγὼ ὡς ἤκουσα ὅτι οὐ θέλει με λαβεῖν διὰ τὰ παιδία, ἅμα δὲ καὶ φιλοῦσα αὐτὸν, ἔσφαξα τὰ δύο μου παιδία ἡ ἀθλία, καὶ ἐδήλωσα αὐτῷ, ὅτι Ἰδοὺ νῦν οὐδένα ἔχω. Ὡς οὖν ἤκουσεν ὁ στρατιώτης περὶ τῶν παιδίων τὸ τί ἐποίησα, λέγει· Ζῇ Κύριος κατοικῶν ἐν οὐρανῷ, οὐ μὴ λάβω αὐτήν. Ὅθεν φοβηθεῖσα μὴ φανερὸν τοῦτο γένηται, καὶ ἀποθάνω, ἔφυγον. Ταῦτα ἀκούσας ἐγὼ παρὰ τῆς γυναικὸς, οὐδὲ οὕτως ἠθέλησα βαλεῖν αὐτὴν εἰς τὸ πέλαγος· ἀλλ᾿ ἐσοφισάμην, φησὶν, καὶ λέγω αὐτῇ· Ἰδοὺ ἐμβαίνω εἰς τὸν κάραβον· καὶ ἐὰν περιπατήσῃ τὸ πλοῖον, γίνωσκε, γύναι, ὅτι αἱ ἐμαὶ ἁμαρτίαι ἐνεργοῦσιν ἐν τῷ πλοίῳ. Τότε, φησὶν, φωνῶ τὸν καραβιᾶν, λέγων· Ἔσω τὸν κάραβον. Ὡς οὖν κατῆλθον εἰς τὸν κάραβον, οὐδὲν πλέον, οὔτε τὸ πλοῖον οὔτε ὁ κάραβος ἐκινήθη. Τότε ἀνελθὼν εἰς τὸ πλοῖον, λέγω τῇ γυναικί· Κάτελθε καὶ σὺ εἰς τὸν κάραβον. Ἡ δὲ κατῆλθεν· καὶ ἅμα τοῦ κατελθεῖν, εὐθὺς ὁ κάραβος βαλὼν ὡς πέντε γύρους, ὀρθόβυθος ἀπῆλθεν. Τὸ δὲ πλοῖον οὕτως ἔπλευσεν, ὅτι διὰ τριῶν ἡμίσεως ἡμερῶν ἠνύσαμεν πλοῦν, ὃν εἴχομεν ποιῆσαι διὰ δεκα πέντε ἡμερῶν.

Ἀπήλθομεν ἐν μιᾷ εἰς τὸν οἶκον Στεφάνου τοῦ σοφιστοῦ, ἐγὼ καὶ ὁ κύριος Σωφρόνιος, ἵνα πράξωμεν· ἦν δὲ μεσημβρινόν. Ἔμενεν δὲ εἰς τὴν ἁγίαν Θεοτόκον, ἣν ᾠκοδόμησεν ὁ μακάριος πάπας Εὐλόγιος, τὴν ἐπονομαζομένην τῆς Δωροθέας. Ὡς οὖν ἐκρούσαμεν εἰς τὸν οἶκον τοῦ φιλοσόφου, παρέκυψεν κόρη λέγουσα· Καθεύδει, ἀλλ᾿ ὀλίγον ἐξικακήσατε. Τότε δὴ λέγω τῷ κυρίῳ Σωφρονίῳ· Ἄγωμεν ἐν τῷ Τετραπύλῳ, κἀκεῖ μένωμεν.

And one day a voice came to me, invisibly, saying, 2929"Put Mary over the side, and thou wilt sail well." And I wondered what this could be, and who Mary is. As I was at a loss about it, again the voice came to me: "I have told thee: put Mary over the side, and you will be saved." Then I thought of something of this sort: I cry out all at once, "Mary!" For I did not know who Mary was. And she, lying on her mattress, answered, saying, "What dost thou bid, my lord?" Then I say to her, "Do me a kindness, come over here." She got up and came. So when she came, I took her aside and say to her, "Seest thou, sister Mary, what sins I have, that because of me you are all going to perish?" She groaned deeply and said, "Truly, my lord shipmaster, I am the sinner." I say to her, "Woman, what sins hast thou?" And she: "Woe is me, for there is no sin I have not done, and because of my sins you are all about to perish."' Then the woman told me, he said, something like this: '"Truly, my lord shipmaster, I, wretch that I am, had a husband, and two children by him, one about nine years old and the other about five; and after that my husband died, and I remained a widow. A soldier lived near me, and I wanted him to take me to wife; and I sent some people to him. But the soldier said, 'I do not take a woman who has children by another man.' Then, when I heard that he would not take me because of the children, and loving him as I did, I slaughtered my two children, wretch that I am, and let him know: 'See, now I have no one.' When the soldier heard what I had done about the children, he said, 'As the Lord lives who dwells in heaven, I will not take her.' So, fearing that this would become known and I would die, I fled."' Having heard this from the woman, I did not even so want to throw her into the sea; but I contrived something, he said, and I say to her: '"Look, I am getting into the skiff; and if the ship moves, know, woman, that it is my sins that are at work in the ship."' Then, he said, I call the boatman, saying, '"Bring the skiff in."' So when I had got down into the skiff, nothing more: neither the ship nor the skiff moved. Then I climbed back into the ship and said to the woman, '"Thou too go down into the skiff."' She went down; and as soon as she went down, at once the skiff turned about five times and went straight to the bottom. And the ship sailed so well that in three and a half days we finished a voyage that would have taken us fifteen days.'"

CHAPTER 77

One day the lord Sophronius and I went off to the house of Stephen the sophist, to study. It was midday. He lived by the church of the holy Theotokos which the blessed pope Eulogius built, the one called Dorothea's. So when we knocked at the philosopher's house, a girl peeped out and said, "He is asleep; but wait [?] a little." Then I say to the lord Sophronius, "Let us go to the Tetrapylon, and wait there."

Ἔστιν δὲ ὁ τόπος τοῦ Τετραπύλου πάνυ σεβάσμιος παρὰ τοῖς Ἀλεξανδρεῦσι· 2932λέγουσι γὰρ, ὅτι τὰ λείψανα Ἰερεμίου τοῦ προφήτου ἀπὸ Αἰγύπτου λαβὼν Ἀλέξανδρος ὁ κτίστης τῆς πόλεως, ἐκεῖ αὐτὰ κατέθετο. Ὡς οὖν ἀπήλθομεν εἰς τὸν τόπον, οὐδένα εὕρομεν, εἰ μὴ τρεῖς τυφλούς· μεσημβρινὸν γὰρ ἦν. Ἀπήλθομεν οὖν πλησίον τῶν τυφλῶν μεθ᾿ ἡσυχίας καὶ σιωπῆς, καὶ ἐκαθίσαμεν ἔχοντες τὰ βιβλία ἡμῶν. Ἐλάλουν δὲ οἱ τυφλοὶ πρὸς ἀλλήλους, καὶ λέγει ὁ εἷς τῷ ἄλλῳ· Ὄντως σοι πῶς γέγονας τυφλός; Καὶ ἀπεκρίθη λέγων· Ναύτης ἤμην νεώτερος· καὶ ἀπὸ Ἀφρικῆς ἐπλέομεν, καὶ ἐν τῷ πελάγει ὀφθαλμιάσας, καὶ μὴ ἔχων πῶς περιοδευθῶ, τὰ λευκώματα ἔσχον ἐν τοῖς ὀφθαλμοῖς μου, καὶ ἐτυφλώθην. Λέγει καὶ τῷ ἄλλῳ· Σὺ πῶς γέγονας τυφλός; Ἀπεκρίθη κἀκεῖνος λέγων· Ὑαλοψὸς ἤμην τὴν τέχνην, καὶ ἐκ τοῦ πυρὸς ἐπίχυσιν ἔσχον οἱ δύο ὀφθαλμοὶ, καὶ ἐτυφλώθην. Λέγουσιν ἄλλῳ κἀκεῖνοι· Σὺ πῶς γέγονας τυφλός; Ὁ δὲ ἀπεκρίθη· Ὄντως ἐγὼ λέγω ὑμῖν· ὅταν ἤμην νεώτερος, ἐμίσησα τὸν κάματον πάνυ· γέγονα δὲ καὶ ἄσωτος. Οὐκ ἔχων οὖν πόθεν φάγω λοιπὸν, ἔκλεπτον. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν μετὰ τὸ ποιῆσαί με πολλὰ κακὰ, ἱστάμην οὖν ἐπὶ τὴν ἀγορὰν, καὶ θεωρῶ νεκρὸν ἐξοδιζόμενον καλῶς φοροῦντα. Ἀκολουθῶ οὖν ὀπίσω τοῦ ἐξοδίου, ἵνα θεωρήσω ποῦ μέλλουσιν αὐτὸν θάπτειν. Οἱ δὲ ἦλθον ὀπίσω τοῦ ἁγίου Ἰωάννου, καὶ ἔθηκαν αὐτὸν εἰς μνημεῖον, καὶ ἀπῆλθον. Ἐγὼ δὲ ὡς εἶδον ἀπελθόντας αὐτοὺς, εἰσῆλθον εἰς τὸ μνημεῖον, καὶ ἀπέδυσα αὐτὸν εἴ τι ἐφόρει, ἐάσας αὐτῷ ἓν μόνον ὀθόνιον. Ὡς οὖν ἔμελλον ἐξέρχεσθαι ἐκ τοῦ μνημείου, λαβὼν πολλὰ πάνυ, ἡ κακή μου πρᾶξις λέγει μοι· Λάβε καὶ τὸ ὀθόνιον αὐτοῦ, ὅτι πιθανόν ἐστιν. Ὑπέστρεψα οὖν ὁ δείλαιος ἐγώ. Καὶ ὡς ἀπέδυον αὐτὸν τὸ ὀθόνιον, ἵνα γυμνὸν αὐτὸν ἐάσω, ἀνακάθηται ὁ νεκρὸς ἔμπροσθέν μου, καὶ ἐκτείνας τὰς δύο χεῖρας αὐτοῦ ἐπ᾿ ἐμὲ, τοῖς δακτύλοις αὐτοῦ ἔξεσέν μου τὴν ὄψιν, καὶ ἐξέβαλεν τοὺς δύο μου ὀφθαλμούς. Τότε ἐγὼ ὁ ἄθλιος ἐάσας πάντα, μετὰ θλίψεως πολλῆς καὶ κινδύνου, ἐξῆλθον ἐκ τοῦ μνήματος. Ἰδοὺ εἶπον ὑμῖν κἀγὼ πῶς γέγονα τυφλός. Ταῦτα ἀκουσάντων ἡμῶν, νεύει μοι ὁ κύριος Σωφρόνιος. Καὶ ἀνεχωρήσαμεν ἐξ αὐτῶν. Καὶ λέγει μοι· Ὄντως σοι, κῦρι ἀββᾶ, μὴ πράξωμεν σήμερον. Μεγάλως γὰρ ὠφελήθημεν. Ὠφεληθέντες οὖν γεγραφήκαμεν, ἵνα καὶ ὑμεῖς ἀκούοντες ταῦτα ὠφεληθῆτε. Ἀληθῶς γὰρ, ὅτι οὐδεὶς ποιῶν κακὸν, λανθάνει Θεόν· καὶ τοῦ μὲν διηγήματος τούτου ἡμεῖς αὐτήκοοι παρὰ τοῦ πεπονθότος γεγόναμεν.

Ὁ δὲ ἀββᾶς Ἰωάννης, ὁ τῆς μονῆς τῶν Γιγάντων ἡγούμενος, παραγενομένοις ἡμῖν ἐν Θεοῦ τῇ πόλει πρὸς αὐτὸν, διηγήσατο ἕτερόν τι τοιοῦτον, ὅτι Πρὸ ὀλίγου χρόνου ἦλθε πρός με νεώτερός τις λέγων μοι· Διὰ τὸν Θεὸν δέξαι με· θέλω γὰρ μετανοῆσαι. Ἔλεγε δὲ τοῦτο μετὰ τῶν πολλῶν δακρύων. Ἐγὼ δὲ, ὡς εἶδον αὐτὸν πάνυ συντετριμμένον, καὶ ἐν πολλῇ ἀθυμίᾳ ὑπάρχοντα, λέγω αὐτῷ· Εἰπέ μοι, πόθεν εἰς τοσαύτην ἦλθες κατάνυξιν.

Now the place of the Tetrapylon is held in great reverence by the Alexandrians:

2932for they say that Alexander, the founder of the city, took the remains of Jeremiah the prophet from Egypt and laid them there. So when we went to the place, we found no one but three blind men, for it was midday. So we went near the blind men quietly and in silence, and sat down with our books. And the blind men were talking to one another, and one says to the other, "Tell me truly, how didst thou become blind?" And he answered, saying, "When I was young I was a sailor; and we were sailing from Africa, and out at sea I got a disease of the eyes, and having no way to be treated, I got white films on my eyes, and was blinded." He says to the other one too, "And thou, how didst thou become blind?" That one also answered, saying, "I was a glassblower by trade, and from the fire both my eyes got a flux, and I was blinded." The two of them say to the other as well, "And thou, how didst thou become blind?" And he answered, "Truly, I will tell you. When I was young I hated work, hated it badly; and I became a wastrel besides. So having nothing to eat from then on, I took to stealing. So one day, after I had done many evil things, I was standing in the market-place, and I see a dead man being carried out to burial, finely dressed. So I follow behind the funeral, to see where they were going to bury him. And they went behind Saint John's, and put him in a tomb, and went away. And when I saw they had gone, I went into the tomb, and stripped him of whatever he was wearing, leaving him one linen cloth only. So as I was about to come out of the tomb, with a great deal taken, my evil habit says to me, 'Take his linen cloth too, for it is a good one.' So I went back, wretch that I am; and as I was stripping the linen cloth off him, to leave him naked, the dead man sits up in front of me, and stretching out his two hands at me, with his fingers he raked my face and tore out my two eyes. Then I, miserable man, left everything, and came out of the grave in great distress and danger. There: I too have told you how I became blind."

When we had heard this, the lord Sophronius nods to me, and we withdrew from them. And he says to me, "Truly, lord abba, let us not study today; for we have been greatly profited." So, being profited, we have written it down, so that you too, hearing it, may be profited. For truly, no one who does evil escapes the notice of God. And as for this tale, we heard it with our own ears from the man to whom it happened.

CHAPTER 78

Abba John, superior of the monastery of the Giants, told us another such story when we came to him at Theoupolis: "A little while ago a young man came to me, saying to me, 'For God's sake take me in, for I want to repent.' And he said this with many tears. And I, when I saw him so broken, and in great despondency, say to him, 'Tell me, how hast thou come to such compunction?'

Ὁ δὲ λέγει 2933μοι· Ὄντως σοι, κῦρι ἀββᾶ, πολὺ ἁμαρτωλὸς εἰμι. Ἐγὼ δὲ λέγω αὐτῷ πάλιν· Πίστευέ μοι, τέκνον, ὅτι ὥσπερ πολλά ἐστι καὶ διάφορα τὰ ἁμαρτήματα, οὕτως πολλά ἐστι καὶ τὰ ἰάματα. Ἀλλ᾿ εἰ θέλεις ἰατρείας τυχεῖν, εἰπέ μοι εἰς ἀλήθειαν τὰς πράξεις σου, ὅπως κἀγὼ ταύταις ἁρμόζοντα προσάγω τὰ ἐπιτίμια. Ἄλλως γὰρ θεραπεύεται ὁ πόρνος, καὶ ἑτέρως ὁ φονεὺς, καὶ ἄλλως ὁ φαρμακός· καὶ ἕτερον τὸ τοῦ πλεονέκτου βοήθημα. Ὁ δὲ μέγα υτενάξας καὶ τύψας τὸ ἑαυτοῦ στῆθος, συνεσχέθη τοῖς δάκρυσι καὶ τοῖς στεναγμοῖς· καὶ ἐκ τῆς πολλῆς ταραχῆς τῆς ἐν τῇ καρδίᾳ αὐτοῦ, οὐδὲ φωνὴν ἐλευθέραν ἀφιέναι ἠδύνατο. Ἐγὼ δὲ ὡς εἶδον αὐτὸν οὕτως εἰς ἀμηχανίαν καὶ ἀπόῤῥητον λύπην ἐκπεπτωκότα, καὶ μηδ᾿ ὅλως δυνάμενον τὴν ἰδίαν συμφορὰν ἐξαγγεῖλαι, λέγω αὐτῷ· Τέκνον, ἄκουσόν μουΒ καὶ βίασον μικρὸν τὸν ἑαυτοῦ λογισμὸν, καὶ εἰπὲ τὸ πρᾶγμα. Καὶ ἔχει Χριστὸς ὁ Θεὸς ἡμῶν παρασχεῖν σοι τὴν ἑαυτοῦ βοήθειαν. Ὁ γὰρ διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν καὶ τοὺς ἀμέτρους αὐτοῦ οἰκτιρμοὺς, πάντα διὰ τὴν ἡμετέραν σωτηρίαν παθὼν, καὶ τελώναις μὲν συναλισθεὶς, πόρνην δὲ μὴ ἀποστραφεὶς, καὶ λῃστὴν προσδεξάμενος, καὶ φίλος χρηματίσας ἁμαρτωλῶν, ὕστερον καὶ σταυρὸν προσεδέξατο, καὶ σὲ προσδέξεται, μετανοοῦντα καὶ ἐπιστρέφοντα, ταῖς ἰδίαις αὐτοῦ χερσὶν, ἀγαλλόμενος. Οὐδὲ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Τότε βιασάμενος ἑαυτὸν καὶ μικρὸν ἐπισχὼν τῶνΣ δακρύων, λέγει μοι· Ἐγὼ, κύριε ἀββᾶ, ὁ πάσης ἁμαρτίας πεπληρωμένος, ἀνάξιος οὐρανοῦ καὶ τῆς γῆς, πρὸ δύο τούτων ἡμερῶν ἀκούω, ὅτι τινὸς τῶν πρώτων τῆς πόλεως ταύτης, θυγάτηρ παρθενεύουσα ἐτελεύτησε, καὶ ἐτάφη μετὰ πολλῶν τῶν ἱματίων εἰς ἓν μνημεῖον ἔξω τῆς πόλεως. Ὅπερ ἀκούσας, ἐκ συνηθείας ὢν τῆς ἀθεμίτου πράξεως ταύτης, ἀπέρχομαι νυκτὸς εἰς τὸ μνημεῖον, ἠρξάμην ἀποδύειν αὐτήν· καὶ ἐξέδυσα αὐτὴν πάντα ὅσα ἐφόρει· μηδὲ τοῦ ἐνδοτέρου αὐτῆς χιτωνίσκου φεισάμενος, ἀλλὰ καὶ αὐτοῦ στερήσας αὐτὴν, καὶ γυμνὴν αὐτὴν ποιήσας ὡς ἐγεννήθη. Μέλλοντός μου λοιπὸν τοῦ τάφου ἐξελθεῖν, ἀνακάθηται ἐκείνη ἔμπροσθέν μου, καὶ ἐκτείνασα τὴν ἀριστερὰν αὐτῆς χεῖρα, ἐκράτησεν τῆς δεξιᾶς μουχειρὸς, καὶ λέγει μοι· Ἁπλῶς, ἄνθρωπε, οὕτως ἔδει σέ με γυμνῶσαι; Οὐκ ἐφοβήθης τὸν Θεόν; Ἄρα οὐ δέδοικας τὸ κρῖμα τῆς μελλούσης ἀνταποδόσεως; ἆρα οὐδὲ ὡς νεκράν με ὤφειλες οἰκτεῖραι; Ἄρα οὐδὲ τὴν κοινὴν ᾐδέσθης φύσιν; Ἀλλὰ Χριστιανὸς ὢν, οὕτως γυμνήν με ἔκρινας παραστῆναι τῷ Χριστῷ, μηδὲ τὴν φύσιν αἰδεσθείς; Ἄρα αυ οὐκ αὐτὴ ἡ φύσις σε ἔτεκεν; Ἆ́ρα οὐ τὴν ἰδίαν ὕβρισας μητέρα σὺν ἐμοί; Ποίαν ἔχεις, ἄθλιε, τῶν ἀνθρώπων ἀπολογίαν δοῦναι ὑπὲρ ἐμοῦ ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ;

And he says

2933to me, 'Truly, lord abba, I am a great sinner.' And I say to him again, 'Believe me, child, just as sins are many and various, so too the cures are many. But if thou wouldst be healed, tell me thy deeds in truth, so that I may apply the penances that fit them. For the fornicator is treated one way, and the murderer another, and the sorcerer another; and the help for the covetous man is different again.' And he groaned deeply and beat his breast, and was choked with tears and groans; and from the great turmoil in his heart he could not even let out his voice freely. And when I saw him fallen thus into helplessness and unspeakable grief, and not able at all to tell out his own misfortune, I say to him, 'Child, listen to me, and force thy thought a little, and tell the thing. And Christ our God can give thee his help. For he who for his unspeakable love of man and his measureless compassions suffered all things for our salvation, and ate with publicans, and did not turn away the harlot, and received the thief, and was called the friend of sinners, and at the last accepted the cross as well: he will receive thee too, repenting and turning, with his own hands, rejoicing. For he does not desire the death of the sinner so much as that he should turn and live.'

"Then, forcing himself, and holding back his tears a little, he says to me, 'I, lord abba, full of every sin, unworthy of heaven and of earth: two days ago I hear that the daughter of one of the leading men of this city, a virgin, had died, and been buried with many garments in a tomb outside the city. When I heard it, being in the habit of this lawless practice, I go off by night to the tomb, and I began to strip her. And I stripped her of everything she was wearing, not sparing even her inner shift, but robbing her of that too, and making her naked as she was born. Then, as I was about to come out of the grave, she sits up in front of me, and stretching out her left hand she took hold of my right hand, and says to me: "So, man, was it right for thee to strip me naked like this? Didst thou not fear God? Dost thou not dread the judgement of the retribution to come? Oughtest thou not to have pitied me, if only as a dead woman? Hadst thou no reverence even for our common nature? A Christian, and didst thou judge it fit that I should stand before Christ naked like this, with no reverence even for my nature? Did not that very nature bear thee? Hast thou not outraged thine own mother along with me? What defence, wretchedest of men, hast thou to give for me before the dread judgement seat of Christ?

Ὅτι ζώσης μου ξένος ἄνθρωπος οὐκ εἶδεν τὸ πρόσωπόν μου, καὶ σὺ μετὰ θάνατον καὶ ταφὴν ἐγύμνωσάς με, καὶ γυμνὸν 2936ἐθεάσω τὸ ἐμὸν σῶμα. Ἀβάλε τῇ ἀνθρωπότητι, εἰς ποίαν ταλαιπωρίαν κατήντησεν!Ποίᾳ καρδίᾳ ἢ ποίαις χερσὶν προσερχόμενος μεταλαμβάνεις τοῦ παναγίου σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἐγὼ ταῦτα ἀκούσας, καὶ ἰδὼν, δειλιάσας καὶ ἔμφοβος γενόμενος μόλις τρέμων, λέγω αὐτῇ, Ἀπόλυσόν με, καὶ οὐκ ἔτι ποιῶ αὐτό. Ἡ δὲ λέγει μοι, Ὄντως ὡς ἠθέλησας ἦλθες· ὡς θέλεις ἔνθεν οὐκ ἐξέρχῃ· ἀλλ᾿ ὁ τάφος ἀμφοτέροις κοινὸς γενήσεται Καὶ μὴ νομίσῃς, ὅτι παραχρῆμα ἔχεις ἀποθανεῖν, ἀλλ᾿ ἐπὶ πολλὰς ἡμέρας βασανιζόμενος κακὴν κακῶς τὴν ψυχήν σου ἀποδώσεις. Ἐγὼ δὲ παρεκάλουν αὐτὴν μετὰ δακρύων ἀπολῦσαί με, πολλὰ ἐξομνύμενον κατὰ τοῦ παντοκράτορος Θεοῦ, ὡς οὐκ ἔτι ποιήσω τὴν ἀθέμιτον καὶ παράνομον ταύτην πρᾶξιν· τότε μετὰ τὰ πολλὰ παρακαλέσαι με αὐτὴν, καὶ πολλὰ δάκρυα καταγαγεῖν, ἀποκριθεῖσα λέγει μοι· Ἐὰν θέλῃς ζῇν, καὶ ῥυσθῆναι τῆς ἀνάγκης ταύτης, δός μοι λόγον, ὅτι ἐὰν ἀπολύσω σε, οὐ μόνον ἐκ τούτων ἀφίστασαι τῶν μυσαρῶν καὶ βεβήλων πράξεων, ἀλλ᾿ εὐθέως καὶ παραχρῆμα ὑπάγεις, καὶ ἀποτάσσῃ, καὶ γίνῃ μοναχὸς καὶ μετανοεῖς ὑπὲρ ὧν ἔπραξας, καὶ δουλευθεὶς τῷ Χριστῷ. Ἐγὼ δὲ ὤμοσα αὐτῇ λέγων, ὅτι Οὐ μόνον ὅσα μοι εἴπῃς, ποιήσω, ἀλλ᾿ ὅτι καὶ ἀπὸ τῆς σήμερον ἡμέρας οὐκ εἰσέλθω εἰς τὸν οἶκόν μου, ἀλλ᾿ εἰς μοναστήριον ἐντεῦθεν ἀπέρχομαι. Τότε λέγει μοι ἡ κόρη· Ἔνδυσόν με ὡς εὗρές με· καὶ κηδεύσαντός μου αὐτὴν, πάλιν ἀναπεσοῦσα ἀπέθανεν. Εὐθέως οὖν ἐγὼ ὁ ἄθλιος καὶ ἁμαρτωλὸς ἐξελθὼν ἐκ τοῦ μνημείου, ἦλθον ἐνταῦθα. Ταῦτα ἀκούσας ἐγὼ παρὰ τοῦ νεωτέρου, καὶ ἐπαλείψας αὐτὸν τοῖς περὶ μετανοίας καὶ ἐγκρατείας λόγοις, μετὰ χρόνον ἐκούρευσα αὐτόν· καὶ ἐνδύσας αὐτὸν τὸ μοναχικὸν σχῆμα, ἐνέκλεισα αὐτὸν ἐν σπηλαίῳ εἰς τὸ ὄρος ἔνδον τῆς πόλεως, μεγάλως εὐχαριστοῦντα τῷ Θεῷ, καὶ ἀγωνιζόμενον ὑπὲρ τῆς ἑαυτοῦ ψυχῆς.

Παραγενόμενοι εἰς Σελεύκειαν τὴν πρὸς Ἀντιόχειαν, συνετύχομεν τῷ ἀββᾷ Θεοδώρῳ ἐπισκόπῳ τῆς αὐτῆς Σελευκείας πόλεως· καὶ διηγήσατο ἡμῖν, λέγων, ὅτι Γέγονεν ἐπὶ τοῦ μακαρίου Διονυσίου τοῦ πρὸ ἐμοῦ ἐπισκόπου ταύτης τῆς πόλεως, τὶ τοιοῦτον· Ἦν τις ἀνὴρ πραγματευτὴς ἐνταῦθα, πάνυ εὐλαβὴς καὶ πλούσιος· ἦν δὲ αἱρετικὸς τῶν Σεβήρου δογμάτων, ἔχων δὲ πιστικὸν κοινωνοῦντα τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ. Οὗτος ὁ πιστικὸς κατὰ τὸ ἔθος τῆς χώρας ἔλαβεν κοινωνίαν τῇ ἁγίᾳ πέμπτῃ. Καὶ βαλὼν αὐτὴν ἐν μουζικίῳ ἀπέθετο ἐν τῷ ἰδίῳ ἀρμαρίῳ. Συνέβη δὲ μετὰ τὸ ἅγιον Πάσχα τὸν πιστικὸν πεμφθῆναι ἐν Κωνσταντινουπόλει διὰ πραγματείαν, ἐάσαντα κατὰ λήθην τὰς ἁγίας κοινωνίας ἐν τῷ ἀρμαρίῳ αὐτοῦ. Δέδωκεν δὲ τὸ κλειδίον τοῦ ἀρμαρίου τῷ αὐθέντη. Ἐν μιᾷ οὖν ἀνοίξας τὸ ἀρμάριον ὁ αὐθέντης εὗρεν τὸ μουζίκιον ἔχον τὰς ἁγίας κοινωνίας. Ἐλυπήθη δὲ ἐπὶ τούτῳ καὶ ἠπορήθη τί ποιήσει αὐτάς.

For while I lived no stranger saw my face, and thou, after death and burial, hast stripped me, and gazed on

2936my naked body. Alas for mankind, to what misery it has come! With what heart, or with what hands, dost thou come forward and partake of the all-holy Body and Blood of our Lord Jesus Christ?"

"'When I heard this, and saw it, I was seized with dread and terror, and trembling I could hardly say to her, "Let me go, and I will not do it again." And she says to me, "Truly, as thou wouldst, thou camest; as thou wouldst, thou shalt not go out of here. No: the grave shall be common to us both. And do not think that thou wilt die at once; but for many days in torment thou shalt give up thy soul, an evil man by an evil death." And I begged her with tears to let me go, swearing many oaths by God almighty that I would not do this lawless and wicked deed again. Then, after I had pleaded with her much, and shed many tears, she answered and says to me: "If thou wilt live, and be delivered from this plight, give me thy word that if I let thee go, thou wilt not only leave off these foul and profane deeds, but wilt go at once, this very moment, and renounce the world, and become a monk, and repent of what thou hast done, and serve [?] Christ." And I swore to her, saying, "Not only will I do whatever thou tellest me, but from this very day I will not set foot in my house: from here I go to a monastery." Then the girl says to me, "Dress me as thou foundest me." And when I had laid her out, she fell back again and died. So at once I, wretch and sinner, came out of the tomb and came here.'

"When I had heard this from the young man, I anointed him with words on repentance and self-control, and after a time I tonsured him; and clothing him in the monastic habit, I shut him in a cave on the mountain inside the city, giving great thanks to God and striving for his own soul."

CHAPTER 79

When we came to Seleucia by Antioch, we met abba Theodore, bishop of that same city of Seleucia; and he told us: "In the time of the blessed Dionysius, my predecessor as bishop of this city, something of this kind happened. There was a merchant here, very devout and rich; but he was a heretic, of the doctrines of Severus. And he had a steward who was in communion with the holy catholic and apostolic Church. This steward, by the custom of the country, received Communion on Holy Thursday. And putting it in a cloth, he laid it away in his own cupboard. Now it happened after holy Easter that the steward was sent to Constantinople on business, and through forgetfulness he left the holy Communion in his cupboard. And he had given the key of the cupboard to his master. So one day the master opened the cupboard and found the cloth with the holy Communion in it. And he was distressed at this, and at a loss what to do with it.

Οὐδὲ γὰρ μεταλαβεῖν 2937ἐξ αὐτῶν ἠνείχετο, διὰ τὸ αὐτὰς μὲν εἶναιτῆς κα-Α θολικῆς Ἐκκλησίας, αὐτὸν δὲ τῆς Σεβήρου αἱρέσεως. Καὶ τότε μὲν ἔασεν αὐτὰς ἐν τῷ ἀρμαρίῳ, λογισάμενος, ὅτι κατέρχεται ὁ πιστικὸς, καὶ μεταλαμβάνει αὐτάς. Ὡς δὲ ἔφθασεν ἡ ἁγία ἡμέρα τῆς μεγάλης πέμπτης, τοῦ πιστικοῦ μὴ κατελθόντος, ἠβουλήθη αὐτὰς ὁ αὐθέντης καῦσαι, ἵνα μὴ πάλιν μείνωσιν εἰς δεύτερον ἐνιαυτὸν, καὶ ἀνοίξας τὸ ἀρμάριον θεωρεῖ, ὅτι ὅλαι ἅγιαι μερίδες ἄσταχυν ἐβλάστησαν. Φόβῳ δὲ πολλῷ καὶ τρόμῳ ληφθεὶς ἐπὶ τῷ καινῷ καὶ παραδόξῳ θεάματι, λαβὼν τὰς ἁγίας μερίδας σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, κράζων τό· Κύριε, ἐλέησον, δρομαίως ἐπεχώρει ἐπὶ τὴν ἁγίαν ἐκκλησίαν πρὸς τὸν ἐν ἁγίοις Διονύσιον τὸν ἐπίσκοπον. Τοῦτο δὲ τὸ μέγα καὶ φοβερὸν, τὸ ὑπὲρ πάντα λόγον, καὶ πάντα νοῦν καὶ πᾶσαν ἐνθύμησιν θαῦμα, οὐχ οἱ δύο, οἱ τρεῖς ἐθεάσαντο, οὐδὲ ὀλίγοι καὶ εὐαρίθμητοι μόνον, ἀλλὰ ὅλη ἡ ἐκκλησία, πολῖται, καὶ ἐγχώριοι, αὐτόχθονες, ἐπιξενούμενοι, ὅσοι τὴν ἤπειρον ὁδεύουσιν, καὶ ὅσοι τὴν θάλασσαν πλέουσιν, ἄνδρες καὶ γυναῖκες, γέροντες καὶ ἀφήλικες, νέοι καὶ πρεσβύτεροι, δεσπόται καὶ οἰκέται, πλούσιοι καὶ πένητες, ἄρχοντες καὶ ἀρχόμενοι, σοφοὶ καὶ ἰδιῶται, οἱ ἐν κλήρῳ, οἱ ἐν παρθενίᾳ, οἱ ἐν ἀσκήσει, οἱ ἐν χηρείᾳ, οἱ ἐν σεμνῷ γάμῳ, οἱ ἐν ἐξουσίαις, οἱ ἐν δυναστείαις. Καὶ οἱ μὲν, Κύριε, ἐλέησον, ἐβόων, ἄλλοι δὲ ἄλλως ἀνύμνουν. Πάντες δὲ τῷ Θεῷ εὐχαρίστουν ἐπὶ ταῖς ἀνεκδιηγήτοις καὶ παραδόξοις αὐτοῦ θαυματουργίαις. Πολλοὶ δὲ ἐκ τούτου τοῦ θαύματος πιστεύσαντες προσῆλθον τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ.

Παρεβάλομεν εἰς τὸ μοναστήριον τοῦ ἀββᾶ Θεοδοσίου εἰς τὸν Σκόπελον. Ὄρος δέ ἐστι μεταξὺ Σελευκείας τῆς ἠπείρου, καὶ Ῥόσσου τῆς Κιλικίας· καὶ οἱ Πατέρες τοῦ αὐτοῦ μοναστηρίου ἀνήγαγον ἡμᾶς ἐπάνω τοῦ μοναστηρίου, ὡς ἀπὸ σαγιττοβόλου ἑνός. Καὶ ὑπέδειξαν ἡμῖν, λέγοντες, ὅτι Τὴν πηγὴν ταύτην πάνυ οὖσαν καλὴν καὶ μεγάλην ἐκ Θεοῦ ἔχομεν· καί φασιν, Οὐκ ἔτι κατὰ φύσιν, ἀλλὰ θεοδώρητος ἡμῖν ἐστιν. Πολλὰ γὰρ ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν καὶ μέγας Θεοδόσιος ἐνήστευσεν, καὶ δάκρυα ἐξέχεεν μετὰ πολλῶν γονυκλισιῶν, ἵνα ὁ Θεὸς παράσχῃ ἡμῖν τὴν ἀπόλαυσιν τοῦ ὕδατος τούτου· ὅτι πρῶτον, ἐκ τοῦ χειμάῤῥου ἐγέμιζον οἱ Πατέρες ἡμῶν. Ἀλλ᾿ ὁ Θεὸς ὁ ποιῶν ἀεὶ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν, παρέσχεν ἡμῖν τὴν εὐλογίαν τοῦ ὕδατος διὰ τῶν εὐχῶν τοῦ Πατρὸς ἡμῶν. Πρὸ δύο οὖν ἐτῶν τινες τῶν ἀδελφῶν ᾐτήσαντο τὸν ἡγούμενον, ἵνα λουτρὸν κτίσωσιν ἐν τῷ μοναστηρίῳ. Ὁ δὲ ἀββᾶς ἡμῶν ἐδυσχέραινεν ἐπὶ τούτῳ· πλὴν παρεχώρησεν συγκαταβὰς τῇ ἀσθενείᾳ τῶν ἀδελφῶν. Καὶ δὴ κτίζεται τὸ λουτρὸν, καὶ ἔλουσεν ἅπαξ μόνον, καὶ παραχρῆμα ἐξηράνθη ἡ τοιαύτη καὶ τηλικαύτη θεοδώρητος πηγή. Καὶ ἐπ᾿ ἀληθείας ὑμῖν λέγομεν, πολλὰ ἐνηστεύσαμεν, καὶ πολλὰς δεήσεις ἐποιήσαμεν μετὰ πολλῶν δακρύων· καὶ οὐκ ἐξῆλθεν τὸ ὕδωρ τῆς πηγῆς.

For he could not bear to partake

2937of it, because it was of the catholic Church and he was of the heresy of Severus. And for the time being he left it in the cupboard, reckoning that the steward would come back and partake of it. But when the holy day of Great Thursday came round, and the steward had not come back, the master wanted to burn it, so that it should not stay on into a second year; and opening the cupboard he sees that all the holy portions had sprouted ears. And seized with great fear and trembling at the new and wonderful sight, he took the holy portions, and with all his household, crying 'Lord, have mercy,' he ran to the holy church, to Dionysius the bishop, now among the saints. And this great and fearful wonder, beyond all speech and all mind and all thought, was seen not by two, [?] three, nor only by a few that could be counted, but by the whole church: citizens and country people, natives and strangers, those who travel by land and those who sail the sea, men and women, old men and children, young and old, masters and servants, rich and poor, rulers and ruled, wise and simple, those in the clergy, those in virginity, those in the ascetic life, those in widowhood, those in honourable marriage, those in authority, those in power. And some cried out 'Lord, have mercy,' and others sang praises in other ways. And all gave thanks to God for his unspeakable and wonderful works of wonder. And many, believing because of this wonder, came over to the holy catholic and apostolic Church."

CHAPTER 80

We visited the monastery of abba Theodosius at the Scopelos. It is a mountain between Seleucia on the mainland and Rhossus in Cilicia. And the fathers of that monastery took us up above the monastery, about a bowshot, and showed us, saying, "This spring, which is very fine and large, we have from God." And they say, "It is not by nature: it is given us by God. For our father among the saints, the great Theodosius, fasted much, and shed tears with many genuflexions, that God might grant us the enjoyment of this water; for at first our fathers filled their jars from the torrent. But God, who always does the will of those who fear him, granted us the blessing of the water through the prayers of our father. So two years ago some of the brethren asked the superior to build a bath-house in the monastery. And our abba was unhappy about it; yet he gave way, condescending to the weakness of the brethren. And so the bath-house is built, and it was bathed in once only; and at once that great God-given spring, such as it was, dried up. And in truth we tell you, we fasted much, and made many supplications with many tears; and the water of the spring did not come out.

Ἐποίησεν οὖν ἐνιαυτὸν μὴ ἐξερχόμενος, 2940καὶ ἐν πολλῇ θλίψει ὑπήρχομεν. Ὡς οὖν ὁ Πατὴρ ἡμῶν ἔστρεψεν τὸ λουτρὸν, εὐθέως ὁ Θεὸς πάλιν τὸ ὕδωρ ἡμῖν ἔδωκεν.

Διηγήσαντο ἡμῖν οἱ αὐτοὶ Πατέρες καὶ τοῦτο, λέγοντες, ὅτι Ἐν ταύταις ταῖς ἡμέραις γυνή τις φιλόχριστος εἰς τὰ μέρη Ἀπαμείας φρέαρ ὤρυξεν· καὶ πάμπολλα δαπανήσασα, καὶ βάθος πολὺ κατελ θοῦσα, οὐχ εὗρεν ὕδωρ· καὶ ἐν πολλῇ ἀθυμίᾳ ὑπῆρχεν, καὶ διὰ τὸν κόπον καὶ διὰ τὰς δαπάνας. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν θεωρεῖ ἡ γυνή τινα αὐτῇ λέγοντα· Πέμψον καὶ φέρε τὸ ὁμοίωμα τοῦ ἀββᾶ Θεοδοσίου τοῦ εἰς τὸν σκόπελον, καὶ τὸ ὕδωρ δι᾿ αὐτοῦ ὁ Θεὸς παρέχει σοι. Ἡ δὲ γυνὴ εὐθέως πέμΒψασα δύο ἀνθρώπους, ἔλαβεν τὴν εἰκόνα τοῦ ἁγίου, καὶ ἐχάλασεν αὐτὴν εἰς τὸ φρέαρ. Καὶ εὐθέως καὶ παραχρῆμα ἐξῆλθεν τὸ ὕδωρ· ὥστε τὸ ἥμισυ τοῦ λάκκου πληρωθῆναι. Ἔφερον οὖν ἡμῖν οἱ διασώσαντες τὴν εἰκόνα ἐκ τοῦ ὕδατος, καὶ ἐπίομεν, καὶ ἐδοξάζομεν πάντες τὸν Θεόν.

Ἰωάννην ὀνόματι γέροντα ἐθεασάμεθα ἐν τῷ αὐτῷ μοναστηρίῳ. Ἔλεγον δὲ ἡμῖν οἱ Πατέρες τοῦ αὐτοῦ τόπου περὶ αὐτοῦ, ὅτι Ὄντως, Χριστιανοὶ, μέγας ἐστὶν, καὶ φοβερὸς ὑπάρχει τοῖς δαίμοσιν. Οἷος γὰρ ἔλθῃ ὧδε ἐνοχλούμενος ὑπὸ πνεύματος ἀκαθάρτου, παρέχει αὐτῷ τὴν ἴασιν.

Ἔλεγον δὲ ἡμῖν οἱ τοῦ αὐτοῦ τόπου Πατέρες καὶ τοῦτο περὶ αὐτοῦ, ὅτι Ὡς ἀπὸ κδʹ μιλίων τοῦ μοναστηρίου ἐμπόριόν ἐστιν, Λεπτὴ Ἄκρα λεγόμενον. Ἐν τούτῳ τῷ ἐμπορίῳ, ναύκληρός τις ἔχων πλοῖον μυριάδων τριῶν ἥμισυ, καὶ θέλων αὐτὸ καθελκῦσαι εἰς θάλασσαν, ἐποίησεν δύο ἑβδομάδας μετὰ πολλῶν ἐργατῶν· ἔλεγεν δὲ ὅτι τριακοσίους ἐργάτας εἶχεν εἰς τὴν ἡμέραν· καὶ οὐκ ἠδυνήθη χαλάσαι τὸ πλοῖον εἰς τὴν θάλασσαν, οὐδὲ κινῆσαι αὐτὸ ἐκ τοῦ τόπου αὐτοῦ. Ἦν γὰρ ἀπὸ ἀνδρῶν κακούργων τὸ πλοῖον. Ἐν πολλῇ οὖν ἀθυμίᾳ ἦν ὁ κύριος τοῦ πλοίου καὶ θλίψει, καὶ τί ποιῆσαι οὐκ εἶχεν. Κατ᾿ οἰκονομίαν δὲ Θεοῦ ἀπῆλθεν ὁ γέρων εἰς τὰ μέρη ἐκεῖνα. Θεωρήσας οὖν ὁ ναύκληρος τὸν γέροντα, καὶ πεῖραν ἔχων αὐτοῦ, λέγει αὐτῷ· Κῦρι ἀββᾶ, εὖξαι τῷ πλοίῳ, ὅτι ἀπὸ μαγείας οὐ κατέρχεται εἰς τὴν θάλασσαν. Λέγει ὁ γέρων τῷ ναυκλήρῳ· Ὕπαγε, ποίησόν μοι ἵνα μεταλάβω τροφῆς, καὶ ὁ Θεὸς ἔχει βοηθῆσαι. Τοῦτο δὲ εἶπεν ὁ γέρων, ἵνα ὁ ναύκληρος ἀπέλθῃ εἰς τὸν ἴδιον οἶκον. Ἀπῆλθεν οὖν μόνος ὁ γέρων εἰς τὸ πλοῖον· καὶ βάλλει τρεῖς μετανοίας τῷ Θεῷ, καὶ σφραγίζει τὸ πλοῖον τρίτον τῷ σημείῳ τοῦ σταυροῦ ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ ἐλθὼν ὁ γέρων εἰς τὸν οἶκον τοῦ ναυκλήρου, λέγει αὐτῷ· Ὕπαγε, τὸ πλοῖόν σου κατένεγκε εἰς τὴν θάλασσαν. Ὁ δὲ ναύκληρος πιστεύσας τῷ γέροντι, ἀπῆλθεν μετ᾿ ὀλίγων πάνυ. Καὶ ἑλκυσάντων αὐτῶν, εὐθὺς εἰς θάλασσαν εὑρέθη.

So it went a year without coming out,

2940and we were in great affliction. Then, as soon as our father pulled down the bath-house, at once God gave us the water again."

CHAPTER 81

The same fathers told us this too, saying: "In these days a Christ-loving woman in the parts of Apamea dug a well. And she spent a great deal, and went down a great depth, and found no water; and she was in great despondency, both for the toil and for the expense. So one day the woman sees someone saying to her, 'Send and fetch the likeness of abba Theodosius of the Scopelos, and through it God will give thee water.' And at once the woman sent two men, and took the image of the saint, and let it down into the well. And at once, on the instant, the water came out, so that the cistern was half filled. And those who brought the image safe out of the water brought some of it to us, and we drank, and we all glorified God."

CHAPTER 82

We saw an elder named John in that same monastery. And the fathers of the place said of him to us, "Truly, Christians, he is great, and fearful to the demons. For whoever [?] comes here troubled by an unclean spirit, he gives him healing."

CHAPTER 83

The fathers of the place told us this too about him: "About twenty-four miles from the monastery there is a trading port called Lepte Acra. In this port a shipmaster who had a ship of three and a half myriads, and wanted to haul it down into the sea, spent two weeks at it with many workmen (he said he had three hundred workmen a day); and he could not get the ship down into the sea, nor even move it from its place. For evil men had been at the ship. So the master of the ship was in great despondency and affliction, and did not know what to do. By the dispensation of God the elder went off to those parts. So the shipmaster, seeing the elder, and knowing him by experience, says to him, 'Lord abba, pray for the ship, for by magic it will not go down into the sea.' The elder says to the shipmaster, 'Go, see that I get something to eat, and God can help.' The elder said this so that the shipmaster would go off to his own house. So the elder went alone to the ship, and he makes three prostrations to God, and seals the ship three times with the sign of the cross in the name of our Lord Jesus Christ. And the elder came to the shipmaster's house and says to him, 'Go, bring thy ship down into the sea.' And the shipmaster believed the elder, and went with very few men. And as they hauled, at once it was found in the sea.

Καὶ πάντες ἐδόξασαν τὸν Θεόν.

2941Οἱ τῆς αὐτῆς μονῆς Πατέρες διηγήσαντο ἡμῖν λέγοντες, ὅτι Ἀναχωρητὴς εἰς τὰ ὄρη ταῦτα ἦν, πάνυ μέγας κατὰ Θεὸν, καὶ πολλὰ ἔτη ποιήσας βοσκόμενος. Ἐτελεύτησεν δὲ εἰς ἓν μικρὸν σπήλαιον, καὶ οὐκ ἔγνωμεν· ἐνομίζομεν δὲ ἡμεῖς, ὅτι εἰς ἄλλην ἔρημον ἀπῆλθεν. Τινὰ νύκτα οὖν ἔρχεται κατὰ τοὺς ὕπνους, καὶ φαίνεται τῷ νῦν Πατέρι ἡμῶν, τῷ καλῷ καὶ ἀγαθῷ ποιμένι ἀββᾷ Ἰουλιανῷ, λέγων· Λάβε τινὰς, καὶ δεῦρο ἔπαρόν με ἐκ τοῦ τόπου ὅπου κεῖμαι, εἰς τὸ ὄρος τὸ λεγόμενον ἡ Ἔλαφος. Λαβὼν οὖν ὁ Πατὴρ ἡμῶν τινας, ἀνήλυθεν εἰς τὸ ὄρος ὅπου αὐτὸς εἶπεν. Καὶ πολλὰς ὥρας ζητήσαντες, οὐχ ηὕρομεν τὸ λείψανον τοῦ ἀναχωρητοῦ. Ἦν γὰρ διὰ τὸν χρόνον ἡ εἴσοδος τοῦ σπηλαίου σκεπασθεῖσα τῶν ξύλων καὶ τῶν χιόνων. Μὴ εὑρόντων οὖν ἡμῶν, λέγει ὁ ἀββᾶς, Δεῦρο, τέκνα, κατέλθωμεν. Καὶ ἐν τῷ μέλλειν ἡμᾶς κατέρχεσθαι, ἰδοὺ ἔλαφος ἐλθοῦσα καὶ σταθεῖσα ἀπὸ μικροῦ ἡμῶν, ἤρξατο τοῖς ποσὶν αὐτῆς ὀρύσσειν τὴν γῆν. Ὁ δὲ Πατὴρ ἡμῶν θεωρήσας λέγει ἡμῖν· Πιστεύσατε, τέκνα, ἐκεῖ τέθαπται ὁ δοῦλος τοῦ Θεοῦ. Καὶ ὀρύξαντες εὕρομεν τὸ λείψανον σῶον· καὶ ἠνέγκαμεν εἰς τὴν μονὴν, καὶ ἐθάψαμεν αὐτόν.

Διηγήσαντο δὲ ἡμῖν καὶ τοῦτο, λέγοντες, ὅτι Συνήθεια ἦν κατὰ μεγάλην ἁγίαν πέμπτην ἔρχεσθαι ἐνταῦθα τοὺς πτωχοὺς, καὶ τοὺς ὀρφανοὺς ταύτης τῆς χώρας, καὶ λαμβάνειν αὐτοὺς ἀπὸ ἡμίσεως μοδίου σῖτον, ἤτοι καὶ ἀπὸ πέντε εὐλογιῶν καὶ ἀπὸ φαλερῶν εʹ, καὶ ἀπὸ ξεστίου οἴνου, καὶ ἀπὸ ἡμίσεως𐅵 ξεστίου μέλιτος. Πρὸ τούτων οὖν τριῶν ἐτῶν γέγονεν στένωσις τοῦ σίτου, καὶ ἐπιπράσκετο ὁ σῖτος εἰς τὴν χώραν ταύτην τοῦ νομίσματος μόδιοι δύο. Ὡς οὖν ἦλθον αἱ νηστεῖαι, λέγουσίν τινες τῶν Πατέρων τῷ ἡγουμένῳ ἡμῶν, ὅτι Κύριε ἀββᾶ, ἐφετῶς μὴ παράσχης τὴν κατὰ καιρὸν συνήθειαν τοῖς πτωχοῖς· ἵνα μὴ τοῖς ἀδελφοῖς στενωθῇ τὸ μοναστήριον, ὅτι σῖτος οὐχ εὑρίσκεται. Ὁ δὲ ἀββᾶς ἤρξατο λέγειν τοῖς ἀδελφοῖς· Μὴ κόψωμεν, τέκνα, τὴν εὐλογίαν τοῦ Πατέρος ἡμῶν. Βλέπετε, ἐντολή ἐστιν τοῦ γέροντος, οὐ συμφέρει ἡμῖν. Ὄντως αὐτός ἐστιν ὁ φροντίζων. Οἱ δὲ ἀδελφοὶ ἔμειναν ἀναγκάζοντες τὸν ἀββᾶν, ὅτι Οὐκ ἀπαντᾷ τοῦτο ἡμῖν δοῦναι, οὐδὲ παρέχομεν. Τότε λυπηθεὶς ὁ ἡγούμενος· Ὑπάγετε, εἴ τι θέλετε, ποιήσατε. Κατὰ οὖν συνήθειαν οὐ δέδωκαν τὴν εὐλογίαν τῇ ἁγίᾳ πέμπτῃ, καὶ τῇ ἁγίᾳ παρασκευῇ. Ἀπῆλθεν ὁ κρατῶν τὸ ὁρίον, καὶ ἀνοίξας θεωρεῖ ὅτι οὗτος ὁ σῖτος ἐβλάστησεν· καὶ λοιπὸν ἠναγκάσθησαν ῥίψαι εἰς θάλασσαν. Τότε ὁ ἀββᾶς ἤρξατο λέγειν τοῖς ἀδελφοῖς· Ὁ ἀθετῶν τὰς ἐπαγγελίας τοῦ Πατέρος αὐτοῦ, ταῦτα πάσχει, τοὺς πόνους τῆς παρακοῆς τρυγήσατε.

And all glorified God."

2941CHAPTER 84

The fathers of the same monastery told us, saying: "There was an anchorite in these mountains, very great before God, who spent many years as a grazer. He died in a small cave, and we did not know it: we thought he had gone off to another desert. So one night he comes in sleep, and appears to our present father, the good and kind shepherd abba Julian, saying, 'Take some men, and come and lift me from the place where I lie, on the mountain called the Deer.' So our father took some of us, and went up to the mountain where he had said. And after searching many hours, we did not find the anchorite's remains; for with time the mouth of the cave had been covered over by wood and snow. So when we did not find them, the abba says, 'Come, children, let us go down.' And as we were about to go down, look, a deer came and stood a little way from us, and began to dig the earth with its feet. And our father saw it and says to us, 'Believe me, children, the servant of God is buried there.' And digging, we found the remains whole; and we brought them to the monastery and buried him."

CHAPTER 85

They told us this too, saying: "It was the custom on Great and Holy Thursday for the poor and the orphans of this country to come here, and to receive, each of them, half a modius of wheat, and also five blessings, and five obols, and a pint of wine, and half a pint of honey. Now three years ago there was a scarcity of wheat, and wheat was selling in this country at two modii to the gold piece. So when the fasts came, some of the fathers say to our superior, 'Lord abba, this year do not give the poor the custom of the season, lest the monastery run short for the brethren; for wheat is not to be found.' And the abba began to say to the brethren, 'Let us not cut off, children, the blessing of our father. Look, it is the commandment of the elder; it is not expedient for us ⟨to break it⟩. Truly, he is the one who takes care of us.' But the brethren kept on pressing the abba: 'We cannot manage to give it, nor do we have it to give.' Then the superior, grieved: 'Go: whatever you want, do it.' So they did not give the blessing according to custom on Holy Thursday and on Holy Friday. The man in charge of the granary went off, and opening it he sees that all the wheat had sprouted; and so they were obliged to throw it into the sea. Then the abba began to say to the brethren, 'He who sets at nought the commands of his father suffers these things. Reap the labours of disobedience!

Πεντακόσιοι μόδιοι εἶχον ἀπελθεῖν, καὶ εἴχομεν καὶ τὸν Πατέρα ἡμῶν Θεοδόσιον θεραπεῦσαι διὰ τῆς ὑπακοῆς, καὶ τοὺς ἀδελφοὺς 2944ἡμῶν τοὺς πτωχοὺς παραμυθήσασθαι. Ἰδοὺ ἀπὥλετο ὁ σῖτος περὶ τὰ πεντακισχίλια μόδια. Τί ὠφελήσαμεν ἑαυτοὺς, τέκνα; Ὄντως δύο ταῦτα τὰ πονηρὰ ἐποιήσαμεν· ἓν, ὅτι τὴν ἐντολὴν τοῦ Πατέρος ἡμῶν παρέβημεν· δεύτερον δὲ, ὅτι εἰς τὸν Θεὸν τὴν ἐλπίδα ἡμῶν οὐκ ἔσχομεν, ἀλλ᾿ εἰς τὸ ὁρίον ἡμῶν. Λοιπὸν, ἀδελφοὶ, ἐκ τούτου μάθωμεν, ὅτι Θεός ἐστιν ὁ διοικῶν πᾶσαν τὴν ἀνθρωπότητα, καὶ ὅτι ὁ ἅγιος Θεοδόσιος ἀοράτως φροντίζει ὑπὲρ ἡμῶν τῶν τέκνων αὐτοῦ.

Θωμᾶς ὁ Αἰγιάριος διηγήσατο ἡμῖν, λέγων, ὅτι Ἐξερχόμενος ἀπὸ Αἰγαιῶν Al. Αἰγῶν. μετὰ τὴν ἑορτὴν, χειμῶνος μεγάλου γινομένου, παρέβαλον εἰς τὴν μονὴν τοῦ ἀββᾶ Θεοδοσίου τοῦ εἰς τὸν Σκόπελον. Καὶ ὡς ἤμην ἐκεῖ, γέγονέν τι τοιοῦτον· Ἀναχωρητής τις εἰς τὰ μέρη ἐκεῖνα ὑπῆρχεν βοσκόμενος· καὶ ἤρχετο κατὰ ἁγίαν Κυριακὴν, καὶ μετελάμβανεν τῶν ἁγίων μυστηρίων. Ἐν μιᾷ οὖν ἐσκανδαλίσθη ὁ ἀναχωρητὴς, καὶ ἐποίησεν ὡς πέντε ἑβδομάδας, καὶ οὐ παρεγένετο ἐν τῷ μοναστηρίῳ κατὰ τὴν συνήθειαν. Καὶ οἱ τοῦ μοναστηρίου ἐλυποῦντο. Ὅτε οὖν ἤμην ἐκεῖ ἐν τῷ μοναστηρίῳ, ἦλθεν ἐν Κυριακῇ. Καὶ ἰδόντες αὐτὸν οἱ τοῦ μοναστηρίου Πατέρες, ἐχάρησαν· καὶ ἔβαλον αὐτῷ μετάνοιαν. Ἔβαλεν δὲ καὶ αὐτὸς, καὶ ἐποίησαν ἀγάπην. Καὶ μεταλαβὼν τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ ἀναχωρητὴς, ἔθηκεν αὐτὸν Al. ἑαυτόν. εἰς μέσον τῆς ἐκκλησίας, καὶ εὐθὺς ἐτελειώθη, μὴ ἀσθενήσας τὸ σύνολον. Ἔγνωσαν οὖν οἱ Πατέρες τοῦ μοναστηρίου, ὅτι προέγνω τὴν τελευτὴν αὐτοῦ ὁ ἀναχωρητὴς, καὶ διὰ τοῦτο ἦλθεν, ἵνα μὴ ἔχων κατά τινος, ἀπέλθῃ πρὸς Κύριον.

Παρεβάλομεν εἰς κτῆμα ἀπὸ ἓξ μιλίων Ῥόσσου, καὶ δύο κοσμικοὶ γέροντες ἐξενοδόχησαν ἡμᾶς ἐν τῇ ἐκκλησίᾳ τοῦ κτήματος αὐτῶν. Τὸ δὲ κτῆμα ἦν ὑπὸ τὴν βάσιν τοῦ ὄρους. Ἐν τῇ ἐκκλησίᾳ οὖν ἔδειξαν ἡμῖν πλάκας· καὶ λέγουσιν ἡμῖν, ὅτι Ἐν τούτῳ τῷ μνημείῳ, Χριστιανοὶ, μέγας ἀναχωρητὴς κεῖται. Λέγομεν αὐτοῖς· Πόθεν οἴδατε; Οἱ δὲ εἶπον ἡμῖν· Πρὸ ἑπτὰ χρόνων ἐθεωροῦμεν οἱ τοῦ κτήματος τούτου κατὰ νύκτα, ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους τὸ φῶς ὡσεὶ πυρός. Ἡμεῖς οὖν ἐνομίζομεν διὰ τὰ θηρία. Ἐπὶ πολλὰς δὲ ἡμέρας τοῦτο ἐθεωροῦμεν. Ἀνήλθομεν οὖν ἐν μιᾷ, καὶ σημεῖον οὐδὲν ἴδομεν, οὐδὲ τὰ φῶτα, οὐδὲ καιόμενον εἰς τὴν ὕλην τιποτοῦν. Πάλιν.. νυκτὶ ἐθεωροῦμεν τὰ αὐτὰ φῶτα... οὖν ἐπὶ τρεῖς μῆνας τὸ πῦρ... Ἐν μιᾷ οὖν λαμβάνομέν τινας... νυκτὸς μετὰ ὅπλων διὰ τὰ θηρία, ἀνερχόμεθα εἰς τὸ ὄρος πρὸς τὸ φῶς, καὶ ὅπου τὸ φῶς ἦν, ἐμείναμεν ἕως πρωΐ. Καὶ τῷ πρωῒ θεωροῦμεν μικρὸν σπήλαιον, ὅπου τὰ φῶτα ἐφαίνετο· καὶ εἰσελθόντες εὑρίσκομεν τὸν ἀναχωρητὴν νεκρόν.

Five hundred modii were to have gone out, and we would have served our father Theodosius by obedience, and comforted

2944our brethren the poor. Look, about five thousand modii of wheat have perished. What have we gained for ourselves, children? Truly, we have done these two evil things: one, that we transgressed the commandment of our father; and the second, that we did not have our hope in God, but in our granary. From now on, brethren, let us learn from this that it is God who governs all mankind, and that holy Theodosius invisibly takes care of us his children.'"

CHAPTER 86

Thomas the Aegiarius told us: "Coming out from Aegeae after the feast, when a great storm came on, I put in at the monastery of abba Theodosius at the Scopelos. And while I was there, something of this kind happened. There was an anchorite in those parts living as a grazer; and he used to come every holy Sunday and partake of the holy mysteries. Now once the anchorite took offence, and he went about five weeks without coming to the monastery as he used to. And the men of the monastery were grieved. So while I was there in the monastery, he came on a Sunday. And when the fathers of the monastery saw him, they rejoiced, and made a prostration to him. And he made one too, and they made their peace. And the anchorite partook of the holy Body and Blood of our Lord Jesus Christ, and laid himself down in the middle of the church, and at once he was perfected, not having been ill at all. So the fathers of the monastery knew that the anchorite had foreknown his end, and that for this he had come, so that he might go to the Lord holding nothing against anyone."

CHAPTER 87

We visited an estate six miles from Rhossus, and two old laymen gave us hospitality in the church of their estate. The estate lay at the foot of the mountain. So in the church they showed us slabs, and they say to us, "In this tomb, Christians, lies a great anchorite." We say to them, "How do you know?" And they said to us, "Seven years ago we of this estate used to see at night, on the top of the mountain, a light as of fire. We thought it was because of the wild beasts. And we saw this for many days. So one day we went up, and saw no sign at all: neither the lights, nor anything burnt in the woodland. Again [?] at night we would see the same lights. [?] So for three months the fire [?]. So one day we take some men [?] by night, with weapons because of the beasts, and we go up the mountain towards the light, and where the light was we stayed till morning. And in the morning we see a small cave, where the lights had shown; and going in, we find the anchorite dead.

Ἐφόρει δὲ στιχάριον 2945τρίχινον, καὶ ἀπὸ σειρᾶς μαντίον· ἐκράτει δὲ καὶ μεγαλεῖον ἔχον ἀργυροῦν σταυρόν. Ηὕρομεν δὲ μετ᾿ αὐτοῦ πτυχία γεγραμμένα οὕτως· Ἐτελεύτησα ἐγὼ Ἰωάννης ὁ ταπεινὸς ἐν ἰνδικτιῶνι πεντεκαιδεκάτῃ. Ἐψηφίσαμεν οὖν χρόνον, καὶ ηὕραμεν ὅτι εἶχεν ἑπτὰ ἔτη τελευτήσας. Οὕτως δὲ ἦν, ὡς σήμερον τελειωθείς. Καὶ βαστάξαντες αὐτὸν, ἐθάψαμεν εἰς τὴν ἐκκλησίαν.

Ἐν Θεοῦ πόλει παραγενομένων ἡμῶν, πρεσβύτερός τις τῆς ἐκκλησίας διηγήσατο ἡμῖν περί τινος ἀββᾶ Θωμᾶ, ὅτι ἀποκρισιάριος ἦν κοινοβίου τῶν μερῶν Ἀπαμείας. Ἦλθεν οὖν ἐν Θεοῦ πόλει διὰ χρείας τοῦ μοναστηρίου. Καὶ ὡς ἐχρόνισεν ἐνταῦθα, ἐτελεύτησεν ἐν Δάφνῃ ἐν τῷ ναῷ τῆς Ἁγίας Εὐφημίας. Οἱ οὖν τοῦ τόπου κληρικοὶ, ὡς ξένον ἔθαψαν αὐτὸν ἐν τῷ ξενοταφίῳ. Τῇ οὖν ἄλλῃ ἡμέρᾳ θάπτουσιν γυναῖκα, καὶ τιθέασιν αὐτὴν ἐπάνω αὐτοῦ. Ἦν δὲ ὡσεὶ ὥρα δευτέρα· καὶ περὶ ὥραν ἐννάτην ἀνἑβρασεν αὐτὴν ἡ γῆ. Οἱ δὲ τοῦ τόπου ἰδόντες τὸ γεγονὸς, ἐθαύμασαν· εἶτα πάλιν εἰς ἑσπέραν ἔθαψαν αὐτὴν εἰς τὸ αὐτὸ μνημεῖον, καὶ τῇ ἑξῆς ἡμέρᾳ εὗρον τὸ λείψανον ἐπάνω τοῦ τάφου. Ἔλαβον οὖν τὸ σῶμα καὶ ἔθαψαν αὐτὸ εἰς ἄλλο μνημεῖον. Μετὰ οὖν ὀλίγας ἡμέρας πάλιν ἔθαψαν γυναῖκα, καὶ ἔθηκαν ἐπάνω τοῦ μοναχοῦ· μὴ νομίσαντες ὅτι οὐκ ἐᾷ ἐπάνω αὐτοῦ γυναῖκα ταφῆναι. Ὡς οὖν καὶ ταύτην ἀνέβρασεν ἡ γῆ, τότε ἔγνωσαν, ὅτι ὁ γέρων οὐ παραδέχεται γυναῖκα ταφῆναι ἐπάνω αὐτοῦ. Τότε οὖν ἀνήγαγον τῷ πατριάρχῃ Δομνίνῳ, καὶ ἐποίησεν πᾶσαν τὴν πόλιν μετὰ κηρῶν ἐλθεῖν εἰς Δάφνην, καὶ μετὰ ψαλμῳδίας καταγαγεῖν τὸ λείψανον τοῦ ἁγίου ἀνδρὸς ἐκείνου· καὶ ἀπέθηκαν αὐτὸ ἐν τῷ κοιμητηρίῳ, ἔνθα πολλὰ λείψανα ἁγίων μαρτύρων κεῖται· ποιήσας ἐπάνω αὐτοῦ καὶ εὐκτήριον μικρόν.

Διηγήσατό τις τῶν Πατέρων ἡμῖν ἐν Θεοῦ πόλει, λέγων, ὅτι Ἀνήλθομεν ἐν μιᾷ εἰς τὸ ὄρος τὸ Ἀμανὸν, διά τινα χρείαν, καὶ εὗρον σπήλαιον, καὶ εἰσελθὼν εὑρίσκω ἀναχωρητὴν κλίναντα μὲν τὰ γόνατα αὐτοῦ, τὰς δὲ χεῖρας ἐκτεταμένας ἔχοντα εἰς τὸν οὐρανὸν, ἔχοντα δὲ καὶ τὰς τρίχας τῆς κεφαλῆς ἕως ἐδάφους. Ἐγὼ δὲ νομίσας αὐτὸν ζῇν, ἔβαλον αὐτῷ μετάνοιαν, λέγων· Εὖξαι ὑπὲρ ἐμοῦ, Πάτερ. Ὡς οὖν οὐδὲν ἀπεκρίθη μοι, ἐγερθεὶς ἀπῆλθον πλησίον αὐτοῦ ἀσπάζεσθαι αὐτόν. Καὶ κρατήσας αὐτὸν εὗρον αὐτὸν νεκρόν. Καὶ ἐάσας ἐξῆλθον. Καὶ ἀπελθὼν ὀλίγον, θεωρῶ ἄλλο σπήλαιον, καὶ εἰσελθὼν, εὗρον γέροντα. Ὁ δὲ λέγει μοι· Καλῶς ἦλθες, ἀδελφέ· εἰσῆλθες εἰς τὸ ἄλλα σπήλαιον τοῦ γέροντος; Ἐγὼ δὲ ἀποκριθεὶς εἶπον αὐτῷ· Ναὶ, Πάτερ. Καὶ λέγει μοι· Μή τι ἐκεῖθεν ἔλαβες; Καὶ εἶπον, Οὔ. Τότε λέγει μοι· Φύσει, ἀδελφὲ, ἔχει ὁ γέρων τελειωθεὶς ἔτη δεκαπέντε.

He wore a tunic

2945of hair, and a mantle of cord; and he held a [?] that had a silver cross. And we found with him tablets written thus: 'I, John the lowly, died in the fifteenth indiction.' So we reckoned the time, and found that he had been dead seven years. And he was as though he had been perfected that day. And we carried him and buried him in the church."

CHAPTER 88

When we came to Theoupolis, a priest of the church told us about a certain abba Thomas, that he was apocrisiarius of a coenobium in the parts of Apamea. So he came to Theoupolis on the monastery's business. And having stayed there some time, he died at Daphne in the shrine of Saint Euphemia. So the clerics of the place buried him as a stranger in the strangers' burying-ground. Now the next day they bury a woman, and lay her on top of him. It was about the second hour; and about the ninth hour the earth threw her up. And the people of the place saw what had happened, and wondered; then in the evening they buried her again in the same tomb, and the next day they found the body on top of the grave. So they took the body and buried it in another tomb. Then after a few days they again buried a woman, and laid her on top of the monk, not thinking that he would not let a woman be buried on top of him. So when the earth threw this one up too, then they knew that the elder would not suffer a woman to be buried on top of him. So then they reported it to the patriarch Domninus, and he had the whole city come to Daphne with candles, and bring down the remains of that holy man with psalmody; and they laid them in the cemetery where many remains of holy martyrs lie, and he made a little oratory over him as well.

CHAPTER 89

One of the fathers told us at Theoupolis: "One day we went up the mountain Amanus on some business, and I found a cave, and going in I find an anchorite with his knees bent and his hands stretched out to heaven, and with the hair of his head reaching to the ground. And I, thinking he was alive, made a prostration to him, saying, 'Pray for me, father.' So when he answered me nothing, I got up and went near him to greet him. And taking hold of him, I found him dead. And I left him and went out. And going on a little, I see another cave, and going in, I found an elder. And he says to me, 'Welcome, brother. Didst thou go into the other cave, the elder's?' And I answered and said to him, 'Yes, father.' And he says to me, 'Didst thou take anything from there?' And I said, 'No.' Then he says to me, 'Truly, brother, the elder has been perfected fifteen years.' And yet he was as though he had fallen asleep an hour before.

Οὕτως δὲ ἦν ὡς πρὸ μιᾶς ὥρας κοιμηθεὶς, καὶ ποιήσαντός 2948μοι τοῦ γέροντος εὐχὴν, ἀνεχώρησα δοξάζων τὸν Θεόν.

Δύο ἀναχωρηταὶ ἦσαν ἐπάνω ὄρους Σινᾶ al. Ῥωσσοῦ., εἰς τὸ ὄρος τὸ λεγόμενον Πτερύγιον, πλησίον τοῦ Πιαπὶ ποταμοῦ, καὶ τῆς μονῆς τοῦ ἀββᾶ Θεοδοσίου τοῦ εἰς τὸν Σκόπελον. Καὶ τελειωθέντος τοῦ γέροντος, ποιήσας εὐχὴν ὁ μαθητὴς αὐτοῦ, ἔθαψεν αὐτὸν εἰς τὸ ὄρος. Μετὰ οὖν ὀλίγας ἡμέρας, κατελθὼν ὁ μαθητὴς τοῦ ἀναχωρητοῦ ἐκ τοῦ ὄρους, ἦλθεν πλησίον τῆς οἰκουμένης, καὶ εὑρίσκει τινὰ ἄνθρωπον ἐργαζόμενον τὴν γῆν αὐτοῦ· καὶ λέγει αὐτῷ· Ποίησον ἀγάπην, καλόγηρε, λάβε ὀρύγιον καὶ ἄμην, καὶ δεῦρο μετ᾿ ἐμοῦ. Ὁ δὲ γεωργʹ̀ς εὐθὺς ὑπήκουσεν τοῦ ἀναχωρητοῦ. Καὶ ὡς ἀπῆλθον al. ἀνῆλθεν. εἰς τὸ ὄρος, ὑέδειξεν ὁ ἀναχωρητὴς τῷ κοσμικῷ τὸν τάφον τοῦ γέροντος αὐτοῦ, τὸ μνῆμα τοῦ ἀναχωρητοῦ, καὶ λέγει αὐτῷ· Υ̓̔́ρυξον ὧδε. Καὶ δὴ ὀρύξαντος αὐτοῦ τὸ μνῆμα, ὁ ἀναχωρητὴς ἐστάθη εἰς προσευχήν· καὶ πληρώσας τὴν εὐχὴν, ἠσπάσατο τὸν κοσμικὸν, εἰπών· Εὖξαι ὑπὲρ ἐμοῦ, κῦρι ἀδελφέ. Καὶ κατελθὼν ἔθηκεν ἑαυτὸν ἐπάνω τοῦ γέροντος αὐτοῦ, καὶ παρέδωκεν τὴν ψυχήν al. τὸ πνεῦμα.. Ὁ δὲ κοσμικὸς πάλιν τὸν τάφον σκεπάσας, ηὐχαρίστησεν τῷ Θεῷ. Καταβὰς δὲ ὡσεὶ λίθου βολὴν, ἐκ τοῦ ὄρους, ἔλεγεν ἑαυτῷ· Ὄντως εἶχον λαβεῖν εὐλογίαν τῶν ἁγίων. Καὶ δὴ ὑποστρέψας, οὐχ ηὗρε τὸν τάφον τῶν ἁγίων.

Ἔλεγόν τινες τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Γεωργίου τοῦ ἀναχωρητοῦ, ὅτι τριάκοντα πέντε ἔτη ἔμεινεν γυμνὸς περιερχόμενος εἰς τὰς ἐρήμους. Ἔλεγον δὲ πάλιν περὶ αὐτοῦ, ὅτι ὡς ἦν ἐν τοῖς ὄρεσιν τοῦ μοναστηρίου τοῦ ἀββᾶ Θεοδοσίου εἰς τὸν Σκόπελον, εἶχεν μαθητήν· καὶ τελευτήσαντος αὐτοῦ, μὴ ἔχων ἐργαλία Pro ἐργαλεῖα. ὁ γέρων, ἵνα ὀρύξῃ καὶ θάψῃ τὸ σῶμα τοῦ ἀδελφοῦ, κατέβη ἐκ τοῦ ὄρους παρὰ θάλασσαν· καὶ εὗρεν πλοῖον ὁρμοῦντα al. ὁρμοῦν.. Καὶ παρακαλεῖ τόν τε ναύκληρον καὶ τοὺς ναυτικοὺς, ἵνα ἀνέλθωσιν εἰς τὸ ὄρος μετ᾿ αὐτοῦ, καὶ θάψωσιν τὸν ἀδελφόν. Οἱ δὲ προθύμως ὑπήκουσαν τοῦ γέροντος· καὶ λαβόντες τὰ ἐπιτήδεια, ἀνῆλθον σὺν αὐτῷ· καὶ ὀρύξαντες ἔθαψαν τὸ σῶμα τοῦ ἀδελφοῦ. Εἷς οὖν τῶν ναυτικῶν, ὀνόματι Θαλαίλεος al. Θαλέλαιος vel [second line, a short word beginning ἡ… or ἠ…, unreadable.] κατανυγεὶς ἐπὶ τῇ ἀρετῇ τοῦ γέροντος, παρεκάλει αὐτὸν, ἵνασυμμείνῃ αὐτῷ. Ὁ δὲ γέρων λέγει, μὴ δύνασθαι αὐτὸν ὑπομεῖναι τὸν κόπον τῆς ἀσκήσεως. Ὁ δὲ νεώτερ ϛτ ἔλεγεν· Ναὶ πάντως ἔχω ὑπομεῖναι. Καὶ δὴ μείνας μετὰ τοῦ γέροντος, ἐποίησεν μετ᾿ αὐτοῦ ἐνιαυτὸν ἕνα, κοπιῶν πάνυ δὴ ἐν τῇ ἀσκήσει.

And when the elder had made

2948a prayer for me, I withdrew, glorifying God."

CHAPTER 90

There were two anchorites above Rhossus [?], on the mountain called Pterygion, near the river Piapi and the monastery of abba Theodosius at the Scopelos. And when the elder [?] had been perfected, his disciple said a prayer and buried him on the mountain. Then after a few days the anchorite's disciple came down from the mountain and came near the inhabited country, and finds a man working his land; and he says to him, "Do me a kindness, good old man: take a pick and a shovel and come with me." And the farmer at once obeyed the anchorite. And when they had gone to the mountain, the anchorite showed the layman the grave of his elder, the anchorite's tomb, and says to him, "Dig here." And when he had dug the grave, the anchorite stood in prayer; and having finished the prayer, he embraced the layman, saying, "Pray for me, lord brother." And he went down and laid himself on top of his elder, and gave up his soul. And the layman covered the grave over again, and gave thanks to God. And when he had come down from the mountain about a stone's throw, he said to himself, "Truly, I ought to have taken a blessing from the saints." And so he turned back, and did not find the grave of the saints.

CHAPTER 91

Some of the fathers used to say of abba George the anchorite that for thirty-five years he went about naked in the deserts.

They said again of him that when he was in the mountains of the monastery of abba Theodosius at the Scopelos, he had a disciple. And when the disciple died, the elder had no tools to dig and bury the brother's body, so he went down from the mountain to the sea, and he found a ship lying at anchor. And he begs both the shipmaster and the sailors to come up the mountain with him and bury the brother. And they readily obeyed the elder; and taking what was needed, they went up with him, and digging, they buried the brother's body. So one of the sailors, named Thalaeleus, pierced with compunction at the elder's virtue, begged him that he might stay with him. And the elder says that he could not bear the toil of the ascetic life. But the young man said, "Yes, I can bear it, certainly." And so he stayed with the elder, and spent one year with him, toiling very hard indeed in the ascetic life.

Μετὰ οὖν τὸν ἐνιαυτὸν, βάλλει μετάνοιαν ὁ ἀδελφὸς Θαλαίλεος τῷ γέροντι, λέγων· Εὖξαι ὑπὲρ ἐμοῦ, Πάτερ, ὅτι ὁ Θεὸς διὰ τῶν ὑμετέρων εὐχῶν ἀπῆρεν ἀπ᾿ ἐμοῦ τὸν κόπον, καὶ οὐκέτι κοπιῶ, οὐδὲ οἱ ἀέρες με καταποωσι· 2949οὐδὲ γὰρ εἰς τὸν καύσοναφλέγομαι, οὐδὲ πάλιν ἐν τῷ χειμῶνι ῥιγῶ· ἀλλ᾿ ἐν πολλῇ ὑπάρχω ἀναπαύσει. Ὁ δὲ γέρων ηὐλόγησεν αὐτόν. Καὶ ποιήσας ἄλλους δύο ἥμισυ χρόνους ὁ ἀδελφὸς Θαλαίλεος, προέγνω τὴν τελευτὴν αὐτοῦ. Καὶ παρακάλει τὸν γέροντα, λέγων· Λάβε με εἰς τὰ Ἱεροσόλυμα, ἵνα προσκυνήσω τὸν ἅγιον σταυρὸν, καὶ τὴν ἁγίαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀνάστασιν. Ἐν ταύταις γὰρ ὁ Κύριος προσλαμβάνεταί με. Ὁ δὲ γέρων λαβὼν αὐτὸν, ἀπῆλθεν ἐν τῇ ἁγίᾳ πόλει. Καὶ προσκυνησάντων αὐτῶν τοὺς ἁγίους καὶ σεβασμίους τόπους, κατελθόντων δὲ καὶ εἰς τὸν ἅγιον Ἰορδάνην, καὶ βαπτισθέντων, μετὰ τρεῖς ἡμέρας ἐκοιμήθη ὁ ἀδελφὸς Θαλαίλεος. Καὶ ἔθαψεν αὐτὸν ὁ γέρων ἐν τῇ λαύρᾳ τοῦ Κοπρουθᾶʃ al. Κοπραθά.. Καὶ μετὰ χρόνον τινὰ ἀνεπάη ὁ ἀββᾶς Γεώργιος ὁ ἀναχωρητής· καὶ ἔθαψαν αὐτὸν οἱ τῆς αὐτῆς λαύρας τοῦ Κοπρουθᾶ Πατέρες εἰς τὴν ἑαυτῶν ἐκκλησίαν.

Διηγήσατο ἡμῖν ὁ ὅσιος Πατὴρ ἡμῶν ὁ ἀββᾶς Γεώργιος ὁ ἀρχιμανδρίτης τῆς μονῆς τοῦ ἁγίου Πατρὸς ἡμῶν Θεοδοσίου τῆς διακειμένης κατὰ τὴν ἔρημον τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλεως, ἐμοὶ καὶ τῷ ἀδελφῷ Σωφρονίῳ τῷ σοφιστῇ λέγων, ὅτι Εἶχον ἀδελφὸν ἐνταῦθα ὀνόματι Γεώργιον Καππαδόκην· εἶχεν δὲ διακονίαν εἰς Φασιλαΐδα al. Φασηλαΐδα.. Ἐν μιᾷ οὖν τῶν ἀδελφῶν ποιούντων ψωμία, ὑπέκαιεν τὸν φοῦρνον ὁ ἀδελφὸς Γεώργιος. Εἶτα μετὰ τὸ καῦσαι αὐτὸν τὸν φοῦρνον, οὐχ εὗρεν ἔνθα ὤφειλεν σφογγίσαι τὸν φοῦρνον, τῶν ἀδελφῶν τοῦτο κρυψάντων, πρὸς τὸ πειρᾶσαι αὐτόν. Εἰσῆλθεν οὖν, καὶ ἐσφόγγισεν al. ἐσπόγγισε. τὸν φοῦρνον εἰς τὸ ἱμάτιον αὐτοῦ· καὶ μηδὲν τὸ σύνολον βλαβεὶς ἐκ τοῦ πυρὸς ἐξῆλθεν. Ἐγὼ δὲ ἀκούσας ἐπετίμησα τοῖς ἀδελφοῖς ὡς πειράσασιν αὐτόν. Διηγήσατο ἡμῖν καὶ τοῦτο ὁ αὐτὸς ἀββᾶς ΓεώργιοςC Πατὴρ ἡμῶν περὶ τοῦ αὐτοῦ ἀδελφοῦ Γεωργίου, λέγων, ὅτι Ἐν μιᾷ ἔβοσκεν χοίρους ἐν Φασιλαΐδι, καὶ ἦλθον δύο λέοντες ἵνα χοῖρον ἁρπάσωσιν. Καὶ λαβὼν τὴν ῥάβδον αὐτοῦ, ἐδίωξεν αὐτοὺς ἕως τοῦ ἁγίου Ἰορδάνου. Πάλιν ὁ αὐτὸς Πατὴρ ἡμῶν διηγήσατο ἡμῖν λέγων, ὅτι Ἤμελλον οἰκοδομεῖν τὸν ναὸν τοῦ ἁγίου Κηρυκοῦ ἐν Φασιλαῖδι· καὶ ὤρυξαν τὰ τοῦ ναοῦ θεμέλια. Φαίνεταί μοι κατὰ τοὺς ὕπνους μοναχός τις πάνυ ἀσκητὴς, φορῶν ἀπὸ σειρᾶς κολόβιον, καὶ μικρὸν εἰς τοὺς ὤμους αὐτοῦ ἐπιῤῥιπτάριον ἀπὸ ψιαθίου· καὶ λέγει μοι πραείᾳ τῇ φωνῇ· Εἰπὲ, κῦρι ἀββᾶ Γεώργιε, ἁπλῶς ἔδοξέν σοι μετὰ τοσούτους κόπους καὶ τοσαύτην ἅσκησιν ἔξω με ἐᾶσαι οὗ κτίζεις ναοῦ;

So after the year, brother Thalaeleus makes a prostration to the elder, saying, "Pray for me, father, for God through your prayers has taken the toil from me, and I toil no longer, nor do the weathers wear me down;

2949for I am not scorched in the heat, nor again do I shiver in the winter; but I am in great rest." And the elder blessed him. And when brother Thalaeleus had spent another two and a half years, he foreknew his end. And he begged the elder, saying, "Take me to Jerusalem, so that I may venerate the holy Cross and the holy Resurrection of Christ our God. For in these days the Lord takes me to himself." And the elder took him and went to the holy city. And when they had venerated the holy and revered places, and had gone down to the holy Jordan as well and been baptised, after three days brother Thalaeleus fell asleep. And the elder buried him in the laura of Copruthas. And some time after, abba George the anchorite was laid to rest; and the fathers of that same laura of Copruthas buried him in their own church.

CHAPTER 92

Our holy father abba George, archimandrite of the monastery of our holy father Theodosius, which lies in the desert of the holy city of Christ our God, told me and brother Sophronius the sophist: "I had a brother here named George the Cappadocian; and he had a service at Phasaelis. So one day, when the brethren were making loaves, brother George was firing the oven. Then, after he had fired the oven, he did not find anything to swab out the oven with, for the brethren had hidden it, to test him. So he went in and swabbed out the oven with his garment; and he came out of the fire without any harm at all. And when I heard it, I rebuked the brethren for having tested him."

The same abba George, our father, told us this too about the same brother George: "One day he was keeping pigs at Phasaelis, and two lions came to carry off a pig. And taking his staff, he chased them as far as the holy Jordan."

Again the same father of ours told us: "I was about to build the church of Saint Cyricus at Phasaelis, and they dug the foundations of the church. There appears to me in sleep a monk, a great ascetic, wearing a colobion of cord, and on his shoulders a little wrap of rush matting; and he says to me in a gentle voice, 'Tell me, lord abba George, did it simply seem good to thee, after so many toils and so much ascetic life, to leave me outside the church thou art building?'

Ἐγὼ δὲ 2952τὸ ἱεροπρεπὲς τοῦ γέροντος αἰδεσθεὶς, λέγω αὐτῷ· Ὄντως γὰρ σὺ, κύριε, αὐτὸς τίς ὑπάρχεις; Ὁ δὲ ἔφη· Ἐγώ εἰμι Πέτρος ὁ βοσκὸς τοῦ ἁγίου Ἰορδάνου. Ἐγὼ δὲ ἀναστὰς τῷ πρωϊ, ἐξέτεινα τὴν διαγραφὴν τοῦ ναοῦ. Καὶ ὡς ὀρύσσω, εὗρον αὐτοῦ τὸ σῶμα κείμενον, ὡς καὶ ἐν τοῖς ὕπνοις αὐτὸν ἐθεασάμην. Καὶ ᾠκοδομήσας τὸ εὐκτήριον, ἐποίησα μνημεῖον κάλλιστον εἰς τὸν δεξιὸν ἔμβολον· κἀκεῖ αὐτὸν κατεθέμην.

Διηγήσατο δὲ ἡμῖν ὁ αὐτὸς Πατὴρ ἡμῶν Γεώργιος λέγων, ὅτι Ἐν μιᾷ ἀπῆλθον πρὸς τὸν ἀββᾶν Σισίννιον τὸν ἀναχωρητήν. Ἦν δὲ οὗτος ὁ γέρων ἐάσας τὴν ἰδίαν ἐπισκοπὴν διὰ τὸν Θεὸν, καὶ ἐλθὼν πλησίον κώμης ἐπιλεγομένης Βεταναβάρεως (ἀφέστηκεν δὲ τοῦ ἁγίου Ἰορδάνου ὡς σημείοις ἕξ), ἡσυχάζων. Ὡς οὖν ἀπήλθομεν πρὸς αὐτὸν, καὶ ἐκρούσαμεν πολλὰ, μετὰ πολλὴν ὥραν ἤνοιξεν ἡμῖν ὁ μαθητὴς αὐτοῦ, καὶ λέγει μοι οὕτωΚῦρι ἀββᾶ, ἠσθένησεν ὁ γέρων μέχρι θανάτου, καὶ ηὔξατο τῷ Θεῷ μὴ ἐξελθεῖν αὐτὸν ἐκ τοῦ βίου, ἕως ἂν ἀκούσῃ ὅτι ἦλθες ἐν ταύτῃ τῇ χώρᾳ. Ἤμην γὰρ ἐν Κωνσταντινουπόλει, διὰ χρείαν τοῦ κοινοβίου, πρὸς τὸν εὐσεβέστατον βασιλέα Τιβέριον. Ὡς οὖν ἀνῆλθεν πρὸς τὸν γέροντα, καὶ ἀνήγγειλεν αὐτῷ περὶ ἐμοῦ, ποιήσας ὥραν πολλὴν, κατῆλθεν, λέγων ἡμῖν· Κελεύσατε. Καὶ ἀνελθόντες εὕρομεν τὸν γέροντα τελειωθέντα. Ἔγνων οὖν ὅτι ὡς ἤκουσεν ὅτι ἐγὼ ἤμην ὁ κρούων, τότε πρὸς Κύριον ἀπῆλθεν. Καὶ ὡς ἀσπάζομαι αὐτὸν, λέγει μοι ὁ τεθνηκὼς πραέως· Καλῶς ἦλθεν ὁ ἀββᾶς μου· καὶ πάλιν ἐκοιμήθη. Τότε ἐδήλωσα εἰς τὸ κτῆμα, ἵνα ἔλθωσιν καὶ θάψωσιν τὸν γέροντα. Ὡς οὖν ἦλθον καὶ ὤρυσσον τὸ μνημεῖον, λέγει ὁ μαθητὴς τοῦ γέροντος τοῖς τὸν τάφον ὀρύσσουσιν· Ποιήσατε ἀγάπην, καὶ μικρὸν πλατύτερον ὀρύξατε, ἵνα τοὺς δύο χωρήσῃ. Καὶ ἐν τῷ ὀρύσσειν αὐτοὺς, ἔθηκεν ἑαυτὸν εἰς τὸ ψιάθιον, καὶ ἀνεπάη. Καὶ ἐθάψαμεν τοὺς δύο ὁμοῦ, τόν τε γέροντα, καὶ τὸν μαθητὴν αὐτοῦ.

Ὁ αὐτὸς Πατὴρ ἡμῶν Γεώργιος ὁ ἀρχιμανδρίτης διηγήσατο ἡμῖν περὶ τοῦ ἀββᾶ Ἰουλιανοῦ τοῦ γενοιο, εἰ Βο-Οͅ μένου ἐπισκόπου Βόστρων, λέγων, ὅτι μετὰ τὸ ἀπελθεῖν αὐτὸν ἐκ τοῦ κοινοβίου, καὶ γενέσθαι ἐπίσκοπον ἐν Βόστροις, τινὲς τῶν κτητόρων τῆς πόλεως, μισόχριστοι ὄντες, ἠθέλησαν αὐτὸν διὰ φαρμάκων ἀνελεῖν.

And I,

2952in awe of the elder's sacred bearing, say to him, 'Truly, sir, who art thou thyself?' And he said, 'I am Peter, the grazer of the holy Jordan.' And getting up in the morning, I extended the plan of the church. And as I dig, I found his body lying just as I had seen him in my sleep. And having built the oratory, I made a very fine tomb in the right-hand aisle, and there I laid him."

CHAPTER 93

The same father of ours, George, told us: "One day I went to abba Sisinnius the anchorite. This elder had left his own bishopric for God's sake, and had come near a village called Betanabaris (it is about six miles from the holy Jordan), keeping stillness. So when we went to him, and had knocked a great deal, after a long while his disciple opened to us, and says to me thus: 'Lord abba, the elder has been sick unto death, and he prayed God that he should not depart this life until he heard that thou hadst come into this country.' For I had been in Constantinople on the coenobium's business, with the most pious emperor Tiberius. So when the disciple had gone up to the elder and told him about me, he stayed a long while, then came down, saying to us, 'Be pleased to come up.' And going up, we found the elder perfected. So I knew that as soon as he heard that it was I who was knocking, then he went to the Lord. And as I embrace him, the dead man says to me gently, 'Welcome to my abba'; and he fell asleep again. Then I sent word to the estate, for them to come and bury the elder. So when they came and were digging the tomb, the elder's disciple says to those digging the grave, 'Do a kindness, and dig it a little wider, so that it holds the two of us.' And while they were digging, he laid himself on the mat and was laid to rest. And we buried the two together, the elder and his disciple."

CHAPTER 94

The same father of ours, George the archimandrite, told us about abba Julian, who became bishop of Bostra, that after he had left the coenobium and become bishop in Bostra, some of the landowners of the city, being haters of Christ, wanted to make away with him by poison. And so they bribe his cupbearer with money, and give him a deadly drug, so that as he mixed the metropolitan's cup he should put the poison in his cup.

Καὶ δὴ πείθουσι τὸν ἐπικέρνην αὐτοῦ διὰ χρημάτων, καὶ διδοῦσιν αὐτῷ ἀναιρετικὸν, ἵνα ὡς κιρνᾷ τῷ μητροπολίτῃ, βάλῃ τὸ φάρμακον εἰς τὸ ποτήριον αὐτοῦ.Ὁ δὲ παῖς ὡς ἐδιδάχθη, οὕτως al. ὄντως. καὶ 2953ἐποίησεν. Καὶ ἐπιδεδωκὼς τὸ ποτήριον ὁ παῖς τῷ θείῳ Ἰουλιανῷ μεμαγευμένον· ἐδέξατο, καὶ θεόθεν ἔγνω τὴν ἐπιβουλὴν, καὶ τοὺς ταύτην πεποιηκότας. Δεξάμενος οὖν τὸ ποτήριον, τέθηκεν αὐτὸ ἔμπροσθεν αὐτοῦ, μηδὲν ὅλως εἰπὼν τῷ παιδί· καὶ πέμψας μεταστέλλεται πάντας τοὺς κτήτορας, ἐν οἷς ἦσαν καὶ οἱ τὴν ἐπιβουλὴν αὐτῷ κατασκευάσαντες. Ὁ δὲ θεῖος ὄντως Ἰουλιανὸς, μὴ θέλων παραδειγματίσαι τοὺς πεποιηκότας, πραέως λέγει τοῖς πᾶσιν· Ἐὰν νομίζετε τὸν ταπεινὸν Ἰουλιανὸν διὰ φαρμακείας φονεῦσαι, ἰδοὺ ἔμπροσθεν ὑμῶν αὐτὸ πίνω. Καὶ σφραγίσας τρίτον τὸ ποτήριον τῷ δακτύλῳ αὐτοῦ, καὶ εἰπὼν, Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος πίνω τοῦτο τὸ ποτήριον, καὶ ἔμπροσθεν πάντων πιὼν αὐτὸ ἀβλαβὴς διέμεινεν· καὶ ἰδόντες ἔβαλον αὐτῷ μετάνοιαν.

Η͂ν τις γέρων οἰκῶν ἐν τῇ μονῇ τοῦ Πατρὸς ἡμῶν Θεοδοσίου, τὸ μὲν γένος Σεβαστοπόλεως τῆς Ἀρμενίας· τὸ ὄνομα αὐτοῦ Πατρίκιος, γέρων πάνυ (ἔλεγεν γὰρ αὐτὸν ἐτῶν ἑκατὸν δεκατριῶν), πραῦς καὶ ἡσύχιος. Διηγήσαντο οὖν ἡμῖν οἱ τοῦ αὐτοῦ τόπου Πατέρες περὶ τοῦ ἐναρέτου τούτου γέροντος, ὅτι ἡγούμενος ἦν τοῦ κοινοβίου τοῦ Ἀβαζάνου, καὶ ἐάσας τὴν ἡγουμενίαν, φοβηθεὶς τὸ κρῖμα (μεγάλων γὰρ ἀνδρῶν ἔλεγεν εἶναι τὰ λογικὰ ποιμαίνειν πρόβατα) ἦλθεν ἐνταῦθα ἐν ὑποταγῇ, τοῦτο μᾶλλον κρίνας ὠφέλειαν εἶναι ψυχῆς.

Ἔλεγον δὲ ἡμῖν καὶ τοῦτο περὶ αὐτοῦ, ὅτι ἄλλος ὧδε γέγονε γέρων, τὸ μὲν γένος Ἄραψ, τὸ δὲ ὄνομα Ἰουλιανὸς, ἀπὸ ὀμμάτων. Οὗτος ὁ αββᾶς ἸουλιανὸςΣ ἐσκανδαλίσθη ποτὲ εἰς Μακάριον τὸν ἀρχιεπίσκοπον Ἱεροσολύμων, καὶ διέκρινε τὸ κοινωνῆσαι αὐτῷ (ν). Ἐν μιᾷ οὖν ὁ ἀββᾶς Ἰουλιανὸς δηλοῖ τῷ ἀββᾷ Συμεῶν τῷ εἰς τὸ Θαυμαστὸν ὄρος (ἀπέχει δὲ ἀπὸ Θεουπόλεως τὸ ὅρος μίλλια ἐννέα), λέγων· Τυφλός εἰμι, πούποτε ἀπελθεῖν οὐ δύναμαι, οὔτε δὲ ἔχω τὸν δυνάμενόν με περιποιῆσασθαι, καὶ κοινωνῆσαι Μακαρίῳ διακρίνομαι. Ἀλλὰ δήλωσόν μοι, Πάτερ, τί ὤφειλον ποιῆσαι περὶ τοῦ πορνεύσαντος ἀδελφοῦ, καὶ τοῦ μετ᾿ αὐτοῦ ὁρκωμοσίαν ποιήσαντος.

And the servant did

2953just as he had been taught. And when the servant had handed the cup, bewitched, to the divine Julian, he took it, and knew from God the plot and the men who had made it. So having taken the cup, he set it in front of him, saying nothing at all to the servant; and he sends and summons all the landowners, among whom were also those who had contrived the plot against him. And the truly divine Julian, not wishing to make an example of those who had done it, says gently to them all, "If you think to murder the lowly Julian by sorcery, look, I drink it in front of you." And he sealed the cup three times with his finger, and said, "In the name of the Father and of the Son and of the Holy Spirit I drink this cup"; and he drank it in front of them all, and remained unharmed. And seeing it, they made a prostration to him.

CHAPTER 95

There was an elder living in the monastery of our father Theodosius, by birth of Sebastopolis in Armenia; his name was Patricius, a very old man (for he said he was a hundred and thirteen years old), gentle and quiet. So the fathers of that place told us about this virtuous elder, that he had been superior of the coenobium of Abazanus, and that he left the superiorship, fearing the judgement (for he said it belonged to great men to shepherd rational sheep), and came here into subjection, judging this the greater profit to his soul.

CHAPTER 96

And they told us this too about him. There was another elder here, an Arab by race, by name Julian, blind. This abba Julian once took offence at Macarius, archbishop of Jerusalem, and hesitated to communicate with him. So one day abba Julian sends word to abba Symeon of the Wondrous Mountain (the mountain is nine miles from Theoupolis), saying: "I am blind, I cannot go anywhere, nor have I anyone who can take care of me, and I hesitate to communicate with Macarius. But show me, father, what I ought to do about the brother who committed fornication, and about the one who took an oath with him."

Δηλοῖ δὲ ὁ ἀββᾶς Συμεὼν τῷ ἀββᾷ Ἰουλιανῷ, λέγων· Μὴ ἀναχωρήσῃς, μηδὲ θελήσῃς 2956Ασεαυτὸν χωρῆσαιτῆς ἁγίας Ἐκκλησίας. Οὐδὲ γὰρ ἔχει κακὸν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Πλὴν καὶ τοῦτο γίνωσκε, ἀδελφὲ, ὅτι εἴ τις ἐὰν προσκομίσει ἐν τῷ κοινοβίῳ ὑμῶν, ἔχετε ἐκεῖ γέροντα ὀνόματι Πατρίκιον· οὗτὸς δὲ ὁ γέρων ἵσταται ἔξω τοῦ ἱερατείου, ὑποκάτω πάντων, πλησίον τοῦ κατὰ δυσμὰς τοίχου τῆς ἐκκλησίας· καὶ λέγει καὶ αὐτὸς τὴν ἁγίαν εὐχὴν τῆς προσκομιδῆς, καὶ αὐτοῦ λογίζεται ἡ ἁγία ἀναφορά.

Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης ὁ ἀναχωρητὴς ὁ ἐπίκλην Πυῤῥὸς, ὅτι Ἀκήκοα διηγουμένου τοῦ ἀββᾶ Στεφάνου τοῦ Μωαβίτου, ὅτι Ὡς ἤμην ἐν τῷ κοινοβίῳ τοῦ ἁγίου Θεοδοσίου τοῦ μεγάλου κοινοβιάρχου, ἦσαν ἐκεῖ δύο ἀδελφοὶ ποιήσαντες ὁρκωμοσίαν, ἵνα μήτε ἐν τῇ ζωῇ, μήτε ἐν τῷ θανάτῳ αὐτῶν χωρισθῶσιν ἀπ᾿ ἀλλήλων. Ὡς οὖν ἦσαν ἐν τῷ κοινοβίῳ πάντας οἰκοδομοῦντες, ὁ εἷς ἀδελφὸς ἐπολεμήθη εἰς πορνείαν, καὶ μὴ δυνάμενος βαστάσαι τὸν πόλεμον, λέγει τῷ ἀδελφῷ αὐτοῦ, Ἀπόλυσόν με, ἀδελφὲ, ὅτι εἰς πορνείαν πολεμοῦμαι, καὶ θέλω ἀπελθεῖν εἰς τὸν κόσμον. Ὁ δὲ ἀδελφὸς ἤρξατο παρακαλεῖν αὐτὸν, καὶ λέγειν· Μὴ, ἀδελφὲ, μὴ ἀπολέσῃς τὸν κόπον σου. Ὁ δὲ λέγει αὐτῷ· Ἢ ἐλθὲ μετ᾿ ἐμοῦ, ἵνα τὴν πρᾶξιν ποιήσω, ἢ ἀπόλυσόν με ἀπελθεῖν. Ὁ δὲ ἀδελφὸς μὴ θέλων ἀπολῦσαι αὐτὸν, ἀπῆλθεν μετ᾿ αὐτοῦ εἰς τὴν πόλιν. Εἰσῆλθεν οὖν εἰς τὸ καταγώγιον τῆς πορνείας ὁ πολεμηθείς· ὁ δὲ ἄλλος ἀδελφὸς ἔξω ἱστάμενος χοῦν λαβὼν ἐκ τῆς γῆς, ἔβαλλεν εἰς τὴν αὐτοῦ κεφαλήν· καὶ ἑαυτὸν συνέτριβεν. Ὡς οὖν ἐξῆλθεν ὁ εἰσελθὼν εἰς τὸ πορνεῖον ποιήσας τὴν πρᾶξιν, λέγει αὐτῷ ὁ ἄλλος ἀδελφός· Τί ὠφελήθης, ἀδελφέ μου, ἐκ τῆς ἁμαρτίας; τί δὲ οὐκ ἐβλάβης; Ἄγωμεν πάλιν εἰς τὸν τόπον ἡμῶν. Ὁ δὲ λέγει αὐτῷ, Οὐκ ἔτι δύναμαι εἰσελθεῖν εἰς τὴν ἔρημον. Σὺ οὖν ὕπαγε. Ἐγὼ γὰρ εἰς τὸν κόσμον μενῶ. Ὡς οὖν πολλὰ ποιήσας οὐκ ἔπεισεν αὐτὸν ἀκολουθῆσαι αὐτῷ εἰς τὴν ἔρημον, ἔμεινεν καὶ αὐτὸς σὺν αὐτῷ εἰς τὸν κόσμον, καὶ ἔκαμνον οἱ δύο ἐργασίας, ἵνα τραφῶσιν. Κατ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν ὁ ἀββᾶς Ἀβράμιος ὁ πρώην μὲν τὴν ἐν Κωνσταντινουπόλει λεγομένην τῶν Ἀβραμιτῶν μονὴν συστησάμενος, ὁ καὶ γεγονὼς ὕστερον ἀρχιεπίσκοπος Ἐφέσου, ὁ καλὸς καὶ πρᾶος ποιμὴν ἔκτιζεν τὸ ἑαυτοῦ μοναστήριον, τὸ ἐπιλεγόμενον τῶν Βυζαντίων. Ἀπελθόντες οὖν οἱ δύο ἀδελφοὶ ἔκαμνον ἐκεῖσε ἐργασίας, καὶ ἐλάμβανον τὸν μισθόν. Καὶ ὁ ἐμπεσὼν εἰς πορνείαν, ἐλάμβανεν τῶν δύο τὸν μισθὸν, καὶ ὑπῆγεν καθ᾿ ἑκάστην εἰς τὴν πόλιν, καὶ ἐδαπάνα αὐτὸν εἰς ἀσωτίας. Ὁ δὲ ἄλλος πᾶσαν ἡμέραν ἐνήστευσε, καὶ μετὰ πάσης ἡσυχίας ποιῶν ἦν τὸ ἔργον· μὴ λαλῶν πρός τινα.

And abba Symeon sends word to abba Julian, saying: "Do not withdraw, and do not wish

2956to separate thyself from the holy Church. For it has no evil in it, by the grace of our Lord Jesus Christ the Son of God. But know this too, brother: if anyone offers the oblation in your coenobium, you have an elder there named Patricius; and this elder stands outside the sanctuary, below all the rest, near the west wall of the church; and he too says the holy prayer of the offering, and the holy anaphora is reckoned as his."

CHAPTER 97

Abba John the anchorite, surnamed Pyrrhus, used to say that he had heard abba Stephen the Moabite tell this: "When I was in the coenobium of Saint Theodosius the great coenobiarch, there were two brothers there who had sworn an oath that neither in their life nor in their death would they be parted from one another. So while they were in the coenobium, edifying everyone, the one brother was warred on by fornication; and not being able to bear the war, he says to his brother, 'Let me go, brother, for I am warred on by fornication, and I want to go off into the world.' But the brother began to plead with him and to say, 'Don't, brother, do not throw away thy toil.' But he says to him, 'Either come with me, so that I may do the deed, or let me go off.' And the brother, not wanting to let him go, went off with him to the city.

"So the one who was warred on went into the house of fornication; and the other brother, standing outside, took dust from the ground and kept throwing it on his own head, and beat himself. So when the one who had gone into the brothel came out, having done the deed, the other brother says to him, 'What hast thou gained from the sin, my brother? And what harm hast thou not suffered? Let us go back to our place.' But he says to him, 'I can no longer go into the desert. So thou go. For I will stay in the world.' So when, for all he did, he could not persuade him to follow him into the desert, he too stayed with him in the world, and the two of them laboured at day-work, so as to feed themselves.

"At that time abba Abramius — who earlier had founded the monastery in Constantinople called that of the Abramites, and who afterwards became archbishop of Ephesus, the good and gentle shepherd — was building his own monastery, the one called that of the Byzantines. So the two brothers went and laboured at work there, and received their wage. And the one who had fallen into fornication would take the wage of both, and every day he would go off to the city and spend it on debauchery. But the other fasted all day, and did his work in all stillness, not speaking to anyone.

Τοῦτον θεωροῦντες καθ᾿ ἑκάστην οἱ τεχνῖται, μήτε ἐσθίοντα, μήτε λαλοῦντα, ἀλλὰ σύννουν ἀεὶ, λέγουσι 2957τὰ περὶ αὐτοῦ, καὶ τὰ τῆς διαγωγῆς αὐτοῦ, τῷΑ ἐν ἁγίοις ἀββᾷ Ἀβραμίῳ. Τότε ὁ μέγας Ἀβράμιος μεταστέλλεται τὸν ἐργάτην ἐν τῷ κελλίῳ αὐτοῦ, καὶ ἐρωτᾷ αὐτὸν, λέγων· Πόθεν εἶ, ἀδελφέ; καὶ τίς σού ἐστιν ἡ ἐργασία; Ὁ δὲ πάντα ἐξωμολογήσατο αὐτῷ, καὶ ὅτι Διὰ τὸν ἀδελφὸν πάντα ὑπομένω, ἵνα ὁ Θεὸς βλέπων τὴν ἐμὴν θλίψιν, σώσῃ τὸν ἀδελφόν μου. Ταῦτα ἀκούσας ὁ θεῖος Ἀβράμιος, λέγει τῷ ἀδελφῷ· Καὶ Κύριος ἐχαρίσατό σοι τὴν ψυχὴν τοῦ ἀδελφοῦ σου. Ὡς οὖν ἀπέλυσεν ὁ ἀββᾶς Ἀβράμιος τὸν ἀδελφὸν, καὶ ἐξῆλθεν ἐκ τοῦ κελλίου αὐτοῦ, ἰδοὺ καὶ ὁ ἀδελφὸς αὐτοῦ κράζων· Ἀδελφέ μου, λάβε με εἰς τὴν ἔρημον, ἵνα σωθῶ. Εὐθέως οὖν λαβὼν αὐτὸν, ἀπῆλθεν εἰς τὸ σπήλαιον, πλησίον τοῦ ἁγίου Ἰορδάνου, καὶ ἐνέκλεισεν αὐτὸν, καὶ μετ᾿ ὀλίγον χρόνον μεγάλως κατὰ τὸν Θεὸν προκόψας πρὸς πνεῦμα, ἀπεδήμησεν. Ἔμεινεν δὲ ὁ ἀδελφὸς ἐν αὐτῷ τῷ σπηλαίῳ κατὰ τὸν ὅρκον, ἵνα ἐκεῖ τελειωθῇ καὶ αὐτός.

Τούτῳ τῷ ἀδελφῷ καθημένῳ ἐν τῷ ἁγίῳ Ἰορδάνῃ μετὰ τὴν κοίμησιν τοῦ ἀδελφοῦ, παρέβαλέν τις γέρων ἀπὸ τῆς λαύρας τοῦ Καλαμῶνος, καὶ λέγει αὐτῷ· Εἰπέ μοι, ἀδελφὲ, ἐν τῷ τοσούτῳ χρόνῳ τῆς ἡσυχίας καὶ τῆς ἀσκήσεως τί κατώρθωσας; Λέγει αὐτῷ ὁ ἀδελφός· Ὕπαγε καὶ ἔρχου μετὰ δεκάτην ἡμέραν, καὶ λέγω σοι. Ὁ δὲ γέρων ἐλθὼν τῇ δεκάτῃ ἡμέρᾳ εὗρε τὸν ἀδελφὸν τελειωθέντα, καὶ ὄστρακον γεγραμμένον οὕτως· Συγχώρησόν μοι, Πάτερ, ὅτι οὐδέ ποτε ποιῶν τὸν κανόνα μου, ἀφῆκα τὸν νοῦν εἰς τὴν γῆν.

Διηγήσαντο ἡμῖν οἱ τῆς αὐτῆς μονῆς Πατέρες, ὅτι Πρὸ τούτων τῶν χρόνων, ἐγένετο ἐνταῦθά τις γέρων ὀνόματι Ἴανθος. Ὃς ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ ἀπῄει ἐπὶ τὸν Κουτιλᾶν. Ἐν μιᾷ οὖν ὡς ἦν εἰς τὴν ἔρημον, ἰδοὺ Σαρακηνοὶ ἐλθόντες εἰς τὰ μέρη ἐκεῖνα, ἰδόντες τὸν γέροντα, εἷς ἐξ αὐτῶν γυμνώσας τὸ ξίφος αὐτοῦ, ἤρχετο πρὸς τὸν γέροντα, θέλων φονεῦσαι αὐτόν. Ὁ δὲ γέρων θεασάμενος τὸν Σαρακηνὸν ἐρχὸμ ενον ἐπ᾿ αὐτὸν, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶπεν· Κύριε Ἰησοῦ Χριστὲ, τὸ θέλημά σου γενέσθω. Καὶ εὐθέως ἠνοίχθη ἡ γῆ, καὶ κατέπιεν τὸν Σαρακηνόν. Ὁ δὲ γέρων ἐσώθη· καὶ εἰσῆλθεν εἰς τὴν μονὴν δοξάζων τὸν Θεόν.

Πάλινάλιν ἡμῖν διηγήσαντο οἱ τοῦ αὐτοῦ τόπου Π τέρες, ὅτι Ἦν τις ἐνταῦθα πρεσβύτερος Πέτρος ὀνόματι, τῷ γένει Πόντιος, πολλὰ καὶ μεγάλα κατορθώματα πεποιηκώς. Περὶ τούτου γέροντος Θεόδωρος ὁ γεγονὼς ἐπίσκοπος Ῥόσσου al. Ῥωσσοῦ. ἔλεγεν ἡμῖν, ὅτι Ἐν μιᾷ ἦλθεν ἔγγιστά μου εἰς τὸν Ἰορδάνην, εἰς τὴν λαύραν τῶν Πυργίων· ἐκεῖ γὰρ ἤμην καθήμενος.

The craftsmen, seeing him every day neither eating nor talking, but always lost in thought, 2957told the things about him and about his conduct to abba Abramius, who is among the saints. Then the great Abramius sends for the workman to his cell, and asks him, saying, 'Where art thou from, brother? And what is thy work?' And he confessed everything to him, and that 'I endure it all for my brother's sake, so that God, seeing my affliction, may save my brother.' Hearing this, the divine Abramius says to the brother, 'The Lord has granted thee thy brother's soul as well.' So when abba Abramius had dismissed the brother and he had come out of his cell, behold, his brother too, crying out, 'My brother, take me into the desert, that I may be saved.' So straightaway he took him and went off to the cave near the holy Jordan, and shut him in; and after a little time, having advanced greatly in spirit according to God, he departed this life. And the brother stayed in that same cave according to the oath, so that he too might end his life there."

CHAPTER 98

While this brother was living at the holy Jordan after his brother's falling asleep, an elder from the laura of Calamon visited him, and says to him, "Tell me, brother: in so long a time of stillness and ascesis, what hast thou achieved?" The brother says to him, "Go, and come after the tenth day, and I will tell thee." And the elder came on the tenth day and found the brother had died, and a potsherd written on thus: "Forgive me, Father, for never, while doing my rule, did I let my mind down to the earth."

CHAPTER 99

The Fathers of that same monastery told us: "Before these times there was here an elder named Ianthus, who all his life used to go off to the Koutila. So one day, when he was in the desert, behold, Saracens came into those parts, and seeing the elder, one of them bared his sword and came at the elder, meaning to kill him. But the elder, seeing the Saracen coming at him, gazed up into heaven and said, 'Lord Jesus Christ, thy will be done.' And at once the earth opened and swallowed the Saracen. And the elder was saved, and came into the monastery glorifying God."

Again the Fathers of that same place told us: "There was here a priest named Peter, a Pontian by birth, who had done many great feats of virtue. About this elder Theodore, who became bishop of Rhossus, used to tell us: 'One day he came close to me at the Jordan, at the laura of the Towers, for I was living there.

Καὶ λέγει μοι· Ποίησον ἀγάπην, ἀδελφὲ Θεόδωρε, δεῦρο μετ᾿ ἐμοῦ εἰς τὸ ὄρος τὸ Σινά al. Σινᾶ.· ὅτι 2960εὐχὴν ἔχω al. inser. ἐκεῖσε.Ἐγὼ δὲ μὴ θέλων παρακοῦσαιτοῦ γέροντος, λέγω αὐτῷ· Ἄγωμεν. Ὡ οὖν ἐπεράσαμεν τὸν ἅγιον Ἰορδάνην, λέγει μοι ὁ γέρων· Ἀδελφὲ Θεόδωρε, δεῦρο βάλωμεν μετάνοιαν ἵνα ἕως τοῦ Σινὰ μηδεὶς ἡμῶν φάγῃ. Λέγω αὐτῷ· Ὄντως, Πάτερ, τοῦτο ἐγὼ οὐ δύναμαι ποιῆσαι. Καὶ ἔβαλεν ὁ γέρων μετάνοιαν, καὶ ἕως τοῦ Σινὰ οὐ μετέλαβέν τινος. Μεταλαβὼν δὲ εἰς τὸ Σινὰ τῶν ἁγίων μυστηρίων, τότε καὶ τροφῆς μετέλαβεν. Ὁμοίως καὶ ἀπὸ τοῦ Σινὰ ἀπήλθομεν εἰς τὸν ἅγιον Μηνᾶν Ἀλεξανδρείας al. εἰς Ἀλεξάνδρειαν., μὴ μεταλαβόντος αὐτοῦ τροφῆς. Κἀκεῖ δὲ κοινωνήσας μετέλαβεν τροφῆς. Καὶ ἀπὸ τοῦ ἁγίου Μηνᾶ ἤλθομεν εἰς τὴν ἁγίαν πόλιν, μηδενὸς ἐν τῇ ὁδῷ αὐτοῦ ὅλως γευσαμένου. Κοινωνήσας δὲ καὶ εἰς τὴν ἁγίαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀνάστασιν, μετέλαβεν τότε τροφῆς. Ἐν ὅλῃ οὖν τοιαύτῃ καὶ τηλικαύτῃ ὁδῷ, εἰ μὴ τρίτον οὐκ ἔφαγεν ὁ γέρων, ἅπαξ εἰς τὸ Σινὰ ὅρος, καὶ ἅπαξ εἰς τὸν ἅγιον Μηνᾶν, καὶ ἅπαξ εἰς τὴν ἁγίαν πόλιν.

Διηγήσαντο ἡμῖν καὶ περὶ ἄλλου γέροντος οἱ τῆς αὐτῆς μονῆς Πατέρες, λέγοντες, ὅτι Ἦν τις ἐνταῦθα τοὔνομα ἀββᾶς Παῦλος, ὅστις πρὸ ὀλίγου χρόνου ἀνεπαύσατο, Ῥωμαῖος τῷ γένει. Ἐν μιᾷ οὖν ἀπῆλθεν μετὰ τῶν βορδονίων· καὶ ἐν τῷ ξενοδοχείῳ εὑρέθη παιδίον μικρὸν, καὶ ἐκ τοῦ διαβόλου, ἀγνοοῦντος τοῦ ἀββᾶ Παύλου, ἐπάτησεν ὁ βόρδων τὸ παιδίον, καὶ ἀπέκτεινεν αὐτό. Θλιβεὶς οὖν ἐπὶ τούτῳ ὁ ἀββᾶς Παῦλος, ἀνεχώρησεν, καὶ ἀπῆλθεν εἰς τὸν Ἀρονάν· κἀκεῖ γέγονεν ἀναχωρητὴς, θρηνῶν τὸν θάνατον τοῦ παιδίου πάντοτε, καὶ λέγων, ὅτι Ἐγὼ ἐποίησα τὸν φόνον τοῦ παιδίου, καὶ ὡς φονεὺς ἔχω κριθῆναι ἐν τῇ κρίσει. Ἦν δὲ πλησίον λέων, καὶ καθ᾿ ἑκάστην ὁ ἀββᾶς Παῦλος ὑπῆγεν εἰς τὴν κοίτην τοῦ λέοντος νύσσων, καὶ ἀγριαίνων αὐτὸν, ἵνα ἀναστῇ καὶ φάγῃ αὐτόν· ὁ δὲ λέων οὐδ᾿ ὅλως ἔβλαπτεν αὐτόν. Τότε ὡς εἶδεν ὅτι οὐδὲν ὠφελεῖ, λέγει ἐν ἑαυτῷ· Κοιμηθῶ εἰς τὴν ὁδὸν τοῦ λέοντος, καὶ ἐν τῷ ἔρχεσθαι αὐτὸν, καὶ ὑπάγειν εἰς τὸν ποταμὸν πιεῖν ὕδωρ, τρώγει με. Ὡς οὖν ἔπεσεν, ἰδοὺ μετὰ μικρὸν καὶ ὁ λέων καὶ ὡς ἐπὶ ἀνθρώπου μετὰ πάσης τῆς ἡσυχίας ὑπερεπήδησε τὸν γέροντα· καὶ οὐδὲ ὅλως ἥψατο αὐτοῦ. Τότε ὁ γέρων ἐπληροφορήθη, ὅτι ὁ Θεὸς συνεχώρησεν αὐτῷ τὴν ἁμαρτίαν. Καὶ ἐλθὼν πάλιν εἰς τὴν μονὴν αὐτοῦ, διῆγεν πάντας ὠφελῶν καὶ οἰκοδομῶν ἕως τῆς πρὸς Θεὸν αὐτοῦ ἀναπαύσεως.

Μέλλοντος τελειοῦσθαι τοῦ ἀββᾶ Σωφρονίου τοῦ σοφιστοῦ τοῦ ἐμοῦ ἀδελφοῦ, παριστάμεθα πλησίον αὐτοῦ ἐγὼ καὶ ὁ ἀββᾶς ὁ Σχολαστικός, καὶ ὁ ἀββᾶς Κηρυκὸς, καὶ ἄλλοι τινὲς τῶν Πατέρων. Καὶ λέγει ἡμῖν, ὅτι Εἰς ὁδὸν ἀπίην, καὶ ἔμπροσθέν μου νεάνιδες χορὸν ποιήσασαι ἐχόρευον λέγοντες.

And he says to me, "Do me a kindness, brother Theodore: come with me to Mount Sinai, 2960for I have a vow." And I, not wanting to disobey the elder, say to him, "Let us go." So when we had crossed the holy Jordan, the elder says to me, "Brother Theodore, come, let us make a prostration, that neither of us eats until Sinai." I say to him, "Truly, Father, that I cannot do." And the elder made a prostration, and took nothing until Sinai. But when he had partaken of the holy mysteries at Sinai, then he took food too. Likewise from Sinai we went off to Saint Menas of Alexandria, he taking no food. And there, having communicated, he took food. And from Saint Menas we came to the holy city, he tasting nothing at all on the way. And having communicated at the holy Anastasis of Christ our God, he then took food. So on all that long and great journey the elder ate only three times: once at Mount Sinai, once at Saint Menas, and once at the holy city.'"

The Fathers of that same monastery also told us about another elder, saying: "There was here one by name abba Paul, who went to his rest a little while ago, a Roman by birth. So one day he went off with the mules; and at the hostel there happened to be a little child, and by the devil's doing, without abba Paul knowing it, the mule trod on the child and killed it. So abba Paul, grieved at this, withdrew and went off to Aronan; and there he became an anchorite, ever lamenting the child's death and saying, 'I committed the murder of the child, and as a murderer I am to be judged at the judgement.' Now there was a lion nearby, and every day abba Paul would go to the lion's lair, goading it and enraging it, that it might get up and eat him; but the lion did him no harm at all. Then, when he saw that it was no use, he says to himself, 'I will lie down on the lion's path, and as it comes along and goes to the river to drink water, it will eat me.' So when he lay down, behold, after a little the lion came too, and as if with a man's understanding, in all stillness it leapt over the elder, and did not touch him at all. Then the elder was assured that God had forgiven him the sin. And coming back to his monastery, he lived on, profiting and edifying everyone until his going to rest with God."

CHAPTER 100

When abba Sophronius the sophist, my brother, was about to die, there stood by him I, and abba the Scholasticus, and abba Cyricus, and some others of the Fathers. And he says to us, "I was going along a road, and before me young girls, making a ring, were dancing and saying, 'Welcome, Sophronius!

Καλῶς ἦλθεν Σωφρόνιος· ἐστεφανώθη Σωφρόνιος.

2961Ἔλεγον περὶ τοῦ ἀββᾶ Στρατηγίου τοῦ ἡγουμένου τῆς αὐτῆς μονῆς τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Θεοδοσίου, οἱ τῆς αὐτῆς μονῆς Πατέρες, ὅτι τὰ τρία ταῦτα πλεονεκτήματα ἐκτήσατο ὑπὲρ πάντα μοναχὸν τῆς γενεᾶς ταύτης· τὸ νηστεύειν πολλὰ, τὸ ἀγρυπνεῖν πολλὰ, τὸ ἐργάσασθαι πολλά.

Διηγήσατο ἡμῖν ἐν τῷ κοινοβίῳ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Θεοδοσίου, ὁ ἀββᾶς Θεοδόσιος, ὁ γεγονὼς ἐπίσκοπος τῆς Καπιτουλιάδος, περὶ τοῦ ἀββᾶ Νόννου, λέγων, ὅτι Ἐν μιᾷ, πρὸ τοῦ κροῦσαι τὸ ξύλον( τὸ νυκτερινὸν, ἀνακείμενος ἐγὼ ἐν τῷ κλινιδίῳ μου, ἤκουσά τινος λέγοντος, Κύριε, ἐλέησον, πραείᾳ καὶ ἡσυχίῳ φωνῇ. Καὶ ἀριθμήσας πεντακόσια τὸ, Κύριε, ἐλέησον, ἠθέλησα εἰδέναι τίς ἐστιν ὁ λέγων· καὶ παρακύψας διὰ τῆς θυρίδος τοῦ κελλίου μου εἰς τὴν ἐκκλησίαν, θεωρῶ τὸν γέροντα κείμενον εἰς τὰ γόνατα αὐτοῦ, καὶ ἀστέρα φωτοειδῆ ἐπάνω τῆς κεφαλῆς αὐτοῦ, καταυγάζοντά μοι τὸ τίς ἐστιν ὁ γέρων. Ἕτερος δέ τις τῶν γερόντων τοῦ αὐτοῦ κοινοβίου διηγήσατο ἡμῖν περὶ τοῦ αὐτοῦ ἀββᾶ Νόννου, λέγων, ὅτι Ἐν μιᾷ πρὸ τοῦ κροῦσαι τὸ ξύλον, ἐξελθὼν τοῦ κελλίου μου ἀπίην ἐπὶ τὴν ἐκκλησίαν, καὶ θεωρῶ τὸν γέροντα ἔμπροσθεν τῆς ἐκκλησίας ἑστῶτα, καὶ ἐκτεταμένας ἔχοντα τὰς δύο χεῖρας εἰς τὸν οὐρανὸν, καὶ εὐχόμενον. Ἔλαμπον δὲ αἱ χεῖρες αὐτοῦ, ὡς λαμπάδες πυρός. Καὶ φοβηθεὶς ἀνεχώρησα.

Ἐν Ἀλεξανδρείᾳ ὄντες παρεβάλομεν τῷ ἀββᾷ Θεοδούλῳ τῷ ὄντι ἐν τῇ Ἁγίᾳ Σοφίᾳ ἐν τῇ Φάρῳ. Καὶ διηγήσατο ἡμῖν ὁ γέρων λέγων, ὅτι Ἐν τῷ κοινοβίῳ ἀπεταξάμην τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ ἐν τῇ ἐρήμῳ τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλεως· καὶ εὗρον ἐκεῖ γέροντα μέγαν, ὀνόματι Χριστόφορον, Ῥωμαῖον τῷ γένει. Ἐν μιᾷ οὖν βάλλω αὐτῷ τὴν μετάνοιαν, λέγων· Ποίησον ἀγάπην, ἀββᾶ, εἰπέ μοι τὴν ἐκ νεότητός σου ἐργασίαν.

Sophronius is crowned!'"

2961CHAPTER 101

The Fathers of that same monastery used to say about abba Strategius, superior of that same monastery of our father among the saints Theodosius, that he had acquired these three advantages above every monk of this generation: fasting much, keeping vigil much, working much.

CHAPTER 102

In the coenobium of our father among the saints Theodosius, abba Theodosius, who became bishop of Capitulias, told us about abba Nonnus, saying: "One day, before the night semantron was struck, as I lay on my little bed, I heard someone saying 'Lord, have mercy' in a gentle and quiet voice. And when I had counted five hundred of the 'Lord, have mercy', I wanted to know who it was that was saying it; and peering through the window of my cell into the church, I see the elder down on his knees, and a shining star above his head, lighting up for me who the elder was."

CHAPTER 103

Another of the elders of that same coenobium told us about the same abba Nonnus, saying: "One day, before the semantron was struck, I came out of my cell and was going to the church, and I see the elder standing in front of the church, with both hands stretched out to heaven, and praying. And his hands were shining like torches of fire. And I was afraid and withdrew."

CHAPTER 104

Being in Alexandria, we visited abba Theodulus, who was at Holy Sophia on the Pharos. And the elder told us, saying: "I renounced the world in the coenobium of our father among the saints Theodosius, which is in the desert of the holy city of Christ our God; and there I found a great elder named Christopher, a Roman by birth. So one day I make him a prostration, saying, 'Do me a kindness, abba: tell me the work thou hast done from thy youth.'

Καὶ πολλὰ παρακληθεὶς ὑπ᾿ ἐμοῦ ὁ γέρων, καὶ γνοὺς ὅτι δι᾿ ὠφέλειαν ψυχῆς αὐτὸν ἐρωτῶ, διηγήσατό μοι, λέγων, ὅτι Ὅτε ἀπεταξάμην, τέκνον, πολλὴν εἶχον θέρμην εἰς τὸ μοναχικόν· καὶ τὰς μὲν ἡμέρας ἐσχόλαζον εἰς τὸν κανόνα, τὰς δὲ νύκτας ἀπηρχόμην εἰς τὸ σπήλαιον· ἔνθα, ὅ τε ἐν ἁγίοις Θεοδόσιος καὶ οἱ 2964λοιποὶ ἅγιοι κεῖνταιΠατέρες, πρὸς τὸ εὔξασθαι.Καὶ κατερχόμενος εἰς τὸ σπήλαιον, κατὰ βαθμὸν ἔβαλον τῷ Θεῷ μετανοίας ἑκατόν. Εἰσὶ δὲ βαθμοι τὸν ἀριθμὸν δεκαοκτώ. Καὶ ὅτε πάντας κατῆλθον τοὺς βαθμοὺς, διετέλουν ἕως οὗ ἔκρουσεν τὸ ξύλον· τότε ἀνηρχόμην εἰς τὸν κανόνα. Μετὰ οὖν τὸ ποιῆσαί με ἔτη δέκα τὴν ἐργασίαν ταύτην, μετὰ νηστείας, καὶ πολλῆς ἐγκρατείας, καὶ κόπου, ἔρχομαι ἐν μιᾷ κατὰ τὴν συνήθειαν κατελθεῖν εἰς τὸ σπήλαιον· καὶ μετὰ τὸ πληρῶσαί με τὰς κατὰ βαθμὸν μετανοίας, ὡς ἔμελλον εἰς τὸ ἔδαφος κατιέναι τοῦ σπηλαίου, γίνομαι ἐν ἐκστάσει, καὶ θεωρῶ ὅλον τοῦ σπηλαίου τὸ ἔδαφος κανδηλῶν πεπληρωμένον· καὶ αἱ μὲν ἧπτον, αἱ δὲ οὔ. Θεωρῶ δὲ καὶ δύο ἄνδρας τὰς χλαμύδας ἠμφιεσμένους, καὶ λευχειμονοῦντας, ἐπισκευάζοντας τὰς αὐτὰς κανδήλας. Ἐγὼ δὲ εἶπον αὐτοῖς, Διατὶ ἐθήκατε τὰς κανδήλας ταύτας, καὶ οὐ συγχωρεῖτε ἡμῖν κατελθεῖν, καὶ εὔξασθαι; Οἱ δὲ ἀπεκρίναντό μοι λέγοντες, ὅτι τῶν Πατέρων εἰσὶν αἱ κανδῆλαι. Ἐγὼ δὲ πάλιν εἶπον πρὸς αὐτούς· Καὶ διατὶ αἱ μὲν ἅπτουσιν, αἱ δὲ οὐχ ἅπτουσιν; οἱ δὲ πάλιν ἀπεκρίναντό μοι· Οἱ θέλοντες, τὰς ἑαυτῶν ἀνῆψαν. Τότε λέγω αὐτοῖς· Ποιήσατε ἀγάπην. Ἡ ἐμὴ κανδήλα ἅπτει ἢ οὔ; Οἱ δὲ ἔφησαν, Εὖξαι, καὶ ἅπτομεν αὐτήν. Καὶ λέγω ἐγὼ ἀκμήν· Εὖξαι, καὶ ἕως ἄρτι, τί ἐποίουν; Καὶ ἐπὶ τούτῳ τῷ λόγῳ ἦλθον εἰς ἐμαυτὸν, καὶ στραφεὶς, οὐδένα ἐθεασάμην. Τότε λέγω ἐμαυτῷ· Χριστόφορε, εἰ θέλεις σωθῆναι, τοῦ κόπου περισσοτέρου χρεία. Καὶ πρωΐας ἀνεχώρησα ἀπὸ τοῦ μοναστηρίου. Καὶ ἀπῆλθον εἰς τὸ ὄρος τὸ Σινᾶ, μηδὲν ἀποφερόμενος, εἰ μὴ ἃ ἐφόρουν καὶ μόνον. Καὶ μετὰ τὸ ποιῆσαί με ἐκεῖ πεντήκοντα χρόνους ἐν ἀσκήσει, ἦλθέν μοι φωνὴ λέγουσα· Χριστόφορε, Χριστόφορε, ἄπελθε εἰς τὸ κοινόβιόν σου, ἐν ᾧ καλῶς ἠγωνίσω, ἵνα ἐκεῖ τελειωθῇς μετὰ τῶν Πατέρων σου. Καὶ μετ᾿ ὀλίγον χρόνον τοῦ εἰπεῖν μοι ταῦτα ἀνεπαύσατο ἐν Κυρίῳ ἡ ἁγία αὐτοῦ ψυχὴ ἐν ἀγαλλιάσει. Πάλιν ἡμῖν ὁ αὐτὸς ἀββᾶς Θεόδουλος διηγήσατο περὶ τοῦ αὐτοῦ ἀββᾶ Χριστοφόρου. Ἔλεγεν δὲ, φησὶν, ὁ γέρων, ὅτι Ἐν μιᾷ ἀνῆλθον ἐκ τοῦ μοναστηρίου εἰς τὴν ἁγίαν πόλιν προσκυνῆσαι τὸν ἅγιον σταυρόν. Καὶ μετὰ τὸ προσκυνῆσαί με, φησὶν, ἐν τῷ ἐξιέναι, θεωρῶ τινα ἀδελφὸν ἐν τῷ πυλῶνι τοῦ μεσαυλίου τοῦ ἁγίου σταυροῦ, μήτε εἰσιόντα, μήτε ἐξιόντα. Θεωρῶ δὲ καὶ δύο κόρακας ἀναιδῶς πετομένους εἰς πρόσωπον αὐτοῦ, καὶ τοῖς πτεροῖς κοσσίζοντας αὐτοῦ τὰς ὄψεις, καὶ μὴ ἐῶντας αὐτὸν εἰσελθεῖν ἐν τῷ ναῷ. Καὶ γνοὺς ἐγὼ δαίμονας αὐτους εἶναι, λέγω αὐτῷ· Εἰπὲ, ἀδελφὲ, τί ἕστηκας εις τὸ μέσον τοῦ πυλῶνος, καὶ οὐκ εἰσέρχῃ; Ὁ δὲ, φησὶν, λέγει μοι· Συγχώρησόν μοι, κῦρι ἀββᾶ, λογισμοὺς ἔχω· ὁ εἷς μὲν λέγει μοι, Εἴσελθε, προσκύνησον τὸν τίμιον σταυρόν· ἄλλος δὲ λέγει μοι· Οὐκ, ἀλλ᾿ ὕπαγε, ποίησον ἀπόκρισιν, καὶ ἄλλοτε προσκυνεῖς. Ἐγὼ δὲ ὡς ἤκουσα, κρατήσας αὐτοῦ τῆς χειρὸς εἰσήγαγον εἰς τὸν ναόν· καὶ εὐθέως ἔφυγον οἱ κόρακες ἀπ᾿ αὐτοῦ.

And the elder, after I had pleaded with him much, and knowing that I was asking him for the profit of my soul, told me, saying: 'When I renounced the world, child, I had great fervour for the monastic life; and by day I gave myself to the rule, and by night I went off to the cave where Theodosius among the saints 2964and the other holy Fathers lie, to pray. And going down into the cave, at each step I made to God a hundred prostrations. And the steps are eighteen in number. And when I had gone down all the steps, I stayed on until the semantron was struck; then I went up to the rule. So after I had done this work for ten years, with fasting and much self-control and toil, I come one day, as was my custom, to go down into the cave; and after I had completed the prostrations at each step, as I was about to come down onto the floor of the cave, I fall into ecstasy, and I see the whole floor of the cave filled with lamps; and some were lit, and some not. And I see two men too, wrapped in cloaks and clothed in white, tending those same lamps. And I said to them, "Why have you set these lamps here, and will not let us come down and pray?" And they answered me, saying, "The lamps are the Fathers'." And again I said to them, "And why are some lit, and some not lit?" And again they answered me, "Those who wished lit their own." Then I say to them, "Do me a kindness: is my lamp lit or not?" And they said, "Pray, and we light it." And I say, "Still 'pray'! And till now, what was I doing?" And at this word I came to myself, and turning round I saw no one. Then I say to myself, "Christopher, if thou wilt be saved, there is need of more toil." And early in the morning I withdrew from the monastery, and went off to Mount Sinai, taking nothing with me but what I wore, and no more. And after I had spent fifty years there in ascesis, a voice came to me, saying, "Christopher, Christopher, go off to thy coenobium, where thou hast fought well, that there thou mayest end thy life with thy Fathers."' And a little time after he told me this, his holy soul went to rest in the Lord in exultation."

CHAPTER 105

The same abba Theodulus again told us about the same abba Christopher. "The elder," he says, "used to say: 'One day I went up from the monastery to the holy city to venerate the holy Cross. And after I had venerated it,' he says, 'as I was going out, I see a brother in the gateway of the forecourt of the holy Cross, neither going in nor going out. And I see two ravens too, flying shamelessly in his face, and beating at his eyes with their wings, and not letting him go into the shrine. And I, knowing them to be demons, say to him, "Tell me, brother, why art thou standing in the middle of the gateway, and not going in?" And he,' he says, 'says to me, "Forgive me, my lord abba: I have thoughts. The one says to me, 'Go in, venerate the precious Cross'; and another says to me, 'No: go, see to thy business, and thou wilt venerate another time.'" And I, when I heard it, took him by the hand and led him into the shrine; and at once the ravens fled from him.

Καὶ ποιήσας αὐτὸν προσκυνῆσαι τὸν ἅγιον σταυρὸν, καὶ τὴν ἁγίαν Χριστοῦ τοῦ Θεοῦ 2965ἡμῶν ἀνάστασιν, ἀπέλυσα αὐτὸν ἐν εἰρήνῃ. Ταῦτα δέ μοι, φησὶν, ὁ γέρων διηγήσατο, ἐπειδὴ ἑώρα με πολὺ ἐν ταῖς διακονίαις περισπώμενον, καὶ τῆς εὐχῆς ἀμελοῦντα.

Διηγήσατο ἡμῖν πάλιν ὁ αὐτὸς ἀββᾶς Θεόδουλος λέγων, ὅτι ξενοδοχεῖόν ἐστιν ἐνταῦθα πλησίον τοῦ Φάρου, ἀνάμεσον τῆς Ἁγίας Σοφίας καὶ τοῦ ἁγίου Φαύστου, ἔχον καὶ ξενοδόχον. Οὗτος ἐν μιᾷ παρεκάλεσέν με ἀπελθεῖν ἐν τῷ ξενοδοχείῳ, καὶ τοποποιῆσαι αὐτὸν ἐπὶ ὀλίγας ἡμέρας. Ἀπελθὼν οὖν ἐκεῖ εὗρόν τινα μοναχὸν ξενοδοχούμενον, Σύρον τῷ γένει, μηδὲν ἔχοντα πλὴν στιχαρίου τριχίνου καὶ παλλίου, καὶ ὀλίγων ἄρτων. Ἵστατο δὲ διαπαντὸς ἐν μιᾷ γωνίᾳ, νυκτὸς καὶ ἡμέρας στιχολογῶν, καὶ μὴ συντυγχάνων τινί. Καταλαβούσης δὲ τῆς ἁγίας Κυριακῆς, ἀπῆλθον πρὸς αὐτὸν, καὶ λέγω αὐτῷ· Ἔρχῃ, κῦρι ἀδελφὲ, εἰς τὴν Ἁγίαν Σοφίαν, ἵνα μεταλάβης τῶν ἁγίων καὶ σεπτῶν μυστηρίων; Ὁ δὲ λέγει· Οὔ. Λέγω αὐτῷ· Διὰ τί; Λέγει μοι καὶ αὐτός· Ὅτι τῶν Σευήρου εἰμὶ, καὶ οὐ κοινωνῶ τῇ Εκκλησία.Ἀκούσας δὲ ἐγὼ ὅτι οὐκ ἐκοινώνει τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, ἅμα δὲ καὶ θεωρῶν τὴν καλλίστην αὐτοῦ πολιτείαν καὶ τὸν ἐνάρετον βίον, ἀπῆλθον κλαίων ἐπὶ τῷ κελλίῳ μου, καὶ κλείσας τὴν θύραν, ἔῤῥιψα ἐμαυτὸν ἐπὶ πρόσωπον ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἡμέρας τρεῖς, καὶ ἐδεόμην αὐτοῦ μετὰ δακρύων πολλῶν, λέγων· Δέσποτα Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τὴν ἄφατόν σου καὶ ἀμέτρητον φιλανθρωπίαν κλίνας τοὺς οὐρανοὺς, καὶ καταβὰς διὰ τὴν ἡμῶν σωτηρίαν, ὁ σαρκωθεὶς ἐκ τῆς Δεσποίνης τῆς ἁγίας Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἀποκάλυψόν μοι, τίνες καλῶς καὶ ὀρθῶς πιστεύουσιν, ἡμεῖς οἱ τῆς Ἐκκλησίας, ἢ οἱ τὰ Σευήρου φρονοῦντες. Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἦλθέν μοι φωνὴ ἀοράτως λέγουσα· Ἄπελθε, Θεόδουλε, καὶ θεωρεῖς τὴν πίστιν αὐτοῦ. Ἀπελθὼν οὖν τῇ ἐπαύριον ἐγὼ, ἐκαθέσθην ἔμπροσθεν αὐτοῦ, προσδοκῶν τι ἰδεῖν κατὰ τὴν λεχθεῖσάν μοι φωνήν. Καὶ ὡς ἔμεινα ἐπὶ μίαν ὥραν καθήμενος, καὶ ἀτενίζων εἰς αὐτὸν, ἑστῶτα καὶ τῇ Σύρῳ φωνῇ στιχολογοῦντα, θεωρῶ, ὡς ἐπὶ Κυρίου, τέκνα, περιστερὰν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ καθημένην ἠσβολωμένην ὡς ἀπὸ μαγείρου καὶ ἐσκυλμένην καὶ δυσώδη. Τότε ἔγνων ὅτι φανεῖσα μοι ζοφώδης καὶ δυσώδης περιστερὰ, ἡ πίστις αὐτοῦ ἐστιν. Ταῦτα δὲ ἡμῖν διηγήσατο μετὰ πολλῶν δακρύων καὶ στεναγμῶν, ὡς ἐπὶ τῆς ἀληθείας ἡ μακαρία αὐτοῦ ψυχή.

Ὡς ἀπὸ μιλίου ἑνὸς τοῦ ἁγίου Ἰορδάνου τοῦ ποταμοῦ λαύρα ἐστὶ τοῦ ἁγίου ἀββᾶ Γερασίμου λεγομένη. Ἐν αὐτῇ τῇ λαύρᾳ παραβαλοῦσιν ἡμῖν διηγήσαντο οἱ ἐκεῖ καθεζόμενοι Πατέρες περὶ τοῦ ἁγίου τούτου, ὅτι περιπατοῦντι ἐν μιᾷ παρὰ τὴν ὄχθην τοῦ ἁγίου Ἰορδάνου, ὑπήντησεν αὐτῷ λέων πάνυ ὠρυόμενος ἐκ τοῦ ποδὸς αὐτοῦ. Εἶχεν γὰρ ἀπὸ καλάμου σκόλοπα ἐμπαγέντα αὐτῷ, καὶ ὡς ἐκ τούτου ὀγκωθῆναι αὐτοῦ τὸν πόδα, καὶ πλήρη πύου γενέσθαι.

And when I had had him venerate the holy 2965Cross and the holy Anastasis of Christ our God, I sent him away in peace.' And the elder told me this," he says, "because he saw me much distracted with services, and neglecting prayer."

CHAPTER 106

The same abba Theodulus again told us, saying: "There is a hostel here near the Pharos, between Holy Sophia and Saint Faustus, which has a hostel-keeper too. One day he asked me to go to the hostel and stand in for him for a few days. So going there, I found a monk lodging there, a Syrian by birth, who had nothing but a hair tunic and a cloak and a few loaves. He stood all the time in one corner, night and day reciting psalms, and not speaking with anyone. When holy Sunday came round, I went to him and say to him, 'Art thou coming, my lord brother, to Holy Sophia, to partake of the holy and venerable mysteries?' And he says, 'No.' I say to him, 'Why?' And he too says to me, 'Because I am one of Severus's, and I do not communicate with the Church.' And when I heard that he did not communicate with the holy catholic and apostolic Church, and at the same time saw his excellent way of life and his virtuous living, I went off weeping to my cell, and shutting the door I threw myself on my face before God for three days, and besought him with many tears, saying: 'Master Christ, our God, who for thine unspeakable and measureless love for mankind bowed the heavens and came down for our salvation, who wast made flesh of our Lady the holy Theotokos and Ever-Virgin Mary: reveal to me who believe well and rightly, we of the Church, or those who hold the opinions of Severus.' And on the third day a voice came to me invisibly, saying, 'Go, Theodulus, and thou wilt see his faith.' So going the next day, I sat down in front of him, expecting to see something, according to the voice that had spoken to me. And when I had remained sitting for one hour, gazing at him as he stood reciting psalms in the Syrian tongue, I see — as before the Lord, children — a dove sitting above his head, sooty as if from a kitchen, and bedraggled, and foul-smelling. Then I knew that the gloomy and foul-smelling dove that had appeared to me was his faith." And this the blessed soul told us with many tears and groans, as in very truth.

CHAPTER 107

About one mile from the holy river Jordan there is a laura called that of holy abba Gerasimus. When we visited that laura, the Fathers living there told us about this saint: that one day, as he was walking along the bank of the holy Jordan, a lion met him, roaring loudly because of its foot. For a splinter of reed had stuck in it, and from this its foot had swollen and become full of pus.

Ὡς οὖν ἐθεώρησεν ὁ λέων τὸν γέροντα, ἦλθεν πρὸς αὐτὸν, καὶ ἐπεδείκνυεν αὐτῷ τὸν πεπληγμένον πόδα ἐκ τοῦ ἐμπαγέντος αὐτῷ σκόλοπος, κλαίων τρόπον τινὰ, καὶ δεόμενος τῆς παρ᾿ αὐτοῦ θεραπείας τυχεῖν. 2968Ὰ Ὡς δὲ εἶδεν αὐτὸν ὁ γέρων ἐν τοιαύτῃ ἀνάγκῃ, καθἵσας, καὶ λαβόμενος αὐτοῦ τοῦ ποδὸς, καὶ ἀνατεμὼν αὐτὸν, ἐξέβαλε τὸν κάλαμον μετὰ πολλῶν ὑγρῶν, καὶ καλῶς περικαθαρίσας τὸ τραῦμα, καὶ δήσας τὸν πόδα παννίῳ, ἀπέλυσεν. Ὁ δὲ λέων θεραπευθεὶς οὐκ ἔτι εἴασεν τὸν γέροντα, ἀλλ᾿ ὡς γνήσιος μαθητὴς ὅπου δ᾿ ἂν ἀπήρχετο ἠκολούθει αὐτῷ· ὥστε θαυμάζειν τὸν γέροντα τὴν τοσαύτην εὐγνωμοσύνην τοῦ θηρίου· καὶ λοιπὸν ἀπὸ τότε ὁ γέρων ἔτρεφεν αὐτὸν, βάλλων αὐτῷ ἄρτον καὶ βρεκτὰ ὄσπρια. Εἶχεν δὲ ἡ λαύρα ὄνον δι᾿ ὕδωρ εἰς τὴν χρείαν τῶν γερόντων. Ἐκ γὰρ τοῦ ἁγίου τοῦ Ἰορδάνου πίνουσιν ὕδωρ. Ἀπέχει δὲ ἐκ τῆς λαύρας ὁ ποταμὸς, μίλιον ἕν. Συνήθειαν οὖν εἶχον οἱ Πατέρες διδόναι τῷ λέοντι τὸν ὄνον, ἵνα βόσκῃ αὐτὸν παρὰ τὸ χεῖλος τοῦ ἁγίου Ἰορδάνου. Ἐν μιᾷ οὖν βοσκόμενος ὁ ὄνος ὑπὸ τοῦ λέοντος, ἀπῆλθεν ἀπ᾿ αὐτοῦ οὐκ ὀλίγον διάστημα· καὶ ἰδοὺ καμηλάριοι ἐρχόμενοι ἀπὸ Ἀραβίας, καὶ εὑρόντες τὸν ὄνον, λαβόντες αὐτὸν ἀπῆλθον εἰς τὰ ἴδια. Ὁ δὲ λέων ἀπολέσας τὸν ὄνον, ἦλθεν εἰς τὴν λαύραν πάνυ στυγνὸς καὶ κατηφὴς πρὸς τὸν ἀββᾶν Γεράσιμον. Ἐνόμιζεν οὖν ὁ ἀββᾶς, ὅτι ἔφαγεν τὸν ὄνον ὁ λέων· καὶ λέγει αὐτῷ· Ποῦ ὁ ὄνος; Ὁ δὲ ὥσπερ ἄνθρωπος εἱστήκει σιωπῶν, καὶ κάτω νεύων. Λέγει αὐτῷ ὁ γέρων· Ἔφαγες αὐτόν; εὐλογητὸς Κύριος. Εἴ τι ἐποίει ὁ ὄνος, ἀπ᾿ ἄρτι σὺ μέλλεις ποιεῖν. Ἀπὸ τότε οὖν ὁ λέων κελεύσαντος τοῦ γέροντος ἐβάσταζεν τὸ κανθήλιον κεράμια τέσσαρα ἔχον, καὶ ἔφερεν τὸ ὕδωρ. Ἦλθεν οὖν ἐν μιᾷ στρατιώτης εὔξασθαι πρὸς τὸν γέροντα, καὶ ἰδὼν τὸν λέοντα τὸ ὕδωρ βαστάζοντα, καὶ μαθὼν τὴν αἰτίαν, ἠλέησεν αὐτόν. Καὶ ἐκβαλὼν τρία νομίσματα ἔδωκε τοῖς γέρουσι, ἵνα ἀγοράσωσιν ὄνον εἰς τὴν χρείαν τοῦ ὕδατος, καὶ τὸν λέοντα τῆς τοιαύτης λειτουργίας ἐλευθερώσωσι. Μετὰ οὖν χρόνον τινὰ τοῦ ἐλευθερωθῆναι τὸν λέοντα, ὁ καμηλάριος ὁ τὸν ὄνον λαβὼν, ἤρχετο πάλιν σῖτον πωλῆσαι ἐν τῇ ἁγίᾳ πόλει, ἔχων τὸν ὄνον μεθ᾿ ἑαυτοῦ· καὶ περάσας τὸν ἅγιον Ἰορδάνην κατὰ συγκυρίαν ὑπηντήθη τῷ λέοντι, Καὶ ἰδὼν αὐτὸν, εἴασεν τὰς καμήλους, καὶ ἔφυγεν. Ὁ δὲ λέων, γνωρίσας τὸν ὄνον, ἔδραμεν ἐπ᾿ αὐτὸν, καὶ τῷ στόματι δακὼν αὐτοῦ, ὡς εἴωθεν, τὸ δουλίριον, ἔσυρεν αὐτὸν, καὶ τὰς τρεῖς καμήλους· χαίρων ὁμοῦ καὶ κράζων, ὡς τὸν ὄνον ὃν ἀπώλεσεν, εὑρηκὼς, ἦλθεν πρὸς τὸν γέροντα. Ὁ γὰρ γέρων εἶχεν ὅτι λέων ἔφαγεν τὸν ὄνον. Τότε ἔγνω ὁ γέρων, ὅτι ἐσυκοφαντήθη ὁ λέων. Ἐπέθηκεν δὲ ὄνομα τῷ λέοντι Ἰορδάνην. Ἐποίησεν οὖν μετὰ τοῦ γέροντος ἐν τῇ λαύρᾳ λέων, πενταετῆ χρόνον ἀχώριστος αὐτοῦ πάντοτε ὤν. Ὅτε δὲ πρὸς Κύριον ἀπεδήμησεν ὁ ἀββᾶς Γεράσιμος, καὶ ὑπὸ τῶν Πατρῶν ἐτάφη, κατ᾿ οἰκονομίαν Θεοῦ ὁ λέων οὐχ εὑρέθη τῇ λαύρᾳ. Μετὰ γοῦν ὀλίγον καιρὸν ἦλθεν ὁ λέων, καὶ ἐζήτει τὸν γέροντα. Ὁ δὲ μαθητὴς τοῦ γέροντος, καὶ ὁ ἀββᾶς Σαββάτιος, ἰδόντες αὐτὸν, λέγουσιν αὐτῷ, Ἰορδάνη, ὁ γέρων ἡμῶν ἀφῆκεν ἡμᾶς ὀρφανοὺς, καὶ πρὸς Κύριον ἀπεδήμησεν, ἀλλὰ δεῦρο, φάγε.

So when the lion saw the elder, it came to him, and showed him the foot, wounded by the splinter stuck in it, weeping after a fashion, and begging to obtain healing from him. 2968And when the elder saw it in such need, he sat down, and taking hold of its foot and cutting it open, he drew out the reed with a great deal of fluid, and cleaned the wound well all round, and binding the foot with a cloth, he let it go. But the lion, once healed, would not leave the elder any more, but like a true disciple followed him wherever he went; so that the elder marvelled at so great gratitude in the beast. And from then on the elder fed it, throwing it bread and soaked pulses.

Now the laura had an ass for water, for the elders' needs. For they drink water from the holy Jordan, and the river is one mile from the laura. So the Fathers had the custom of giving the ass to the lion, that it might graze it beside the bank of the holy Jordan. So one day, as the ass was grazing in the lion's charge, it went away from it no small distance; and behold, camel-drivers coming from Arabia found the ass, took it, and went off home. But the lion, having lost the ass, came into the laura to abba Gerasimus, very gloomy and downcast. So the abba thought that the lion had eaten the ass, and says to it, "Where is the ass?" But it stood like a man, silent and looking down. The elder says to it, "Hast thou eaten it? Blessed be the Lord! Whatever the ass did, from now on thou shalt do." So from then on, at the elder's command, the lion carried the pack-saddle that held four jars, and brought the water.

So one day a soldier came to ask the elder's prayers, and seeing the lion carrying the water and learning the cause, he took pity on it. And taking out three gold pieces, he gave them to the elders, that they might buy an ass for the water and set the lion free from such duty. So some time after the lion was set free, the camel-driver who had taken the ass was coming again to sell grain in the holy city, having the ass with him; and crossing the holy Jordan, by chance he met the lion. And seeing it, he left the camels and fled. But the lion, recognising the ass, ran at it, and biting its halter with its mouth, as it used to, it dragged it along, and the three camels with it; rejoicing and roaring at once, as having found the ass it had lost, it came to the elder. For the elder had held that the lion had eaten the ass. Then the elder knew that the lion had been falsely accused. And he gave the lion the name Jordan. So the lion spent five years with the elder in the laura, never parted from him at any time.

When abba Gerasimus departed to the Lord and was buried by the Fathers, by God's dispensation the lion was not found in the laura. So after a little time the lion came and looked for the elder. And the elder's disciple and abba Sabbatius, seeing it, say to it, "Jordan, our elder has left us orphans and departed to the Lord; but come, eat."

Ὁ δὲ λέων φαγεῖν οὐκ ἤθελεν, ἀλλὰ συνεχῶς τοὺς ὀφθαλμοὺς αὐτοῦ τῇδε κἀκεῖσε ὑπέστρεφεν, τοῦ ἰδεῖν τὸν γέροντα αὐτοῦ, ὠρυόμενος 2969μεγάλα, καὶ μὴ φέρων αὐτοῦ τὴν ἀπόλειψιν. Ὁ δὲ ἀββᾶς Σαββάτιος ἰδόντες αὐτὸν, καὶ οἱ λοιποὶ Πατέρες τρίβοντες τὸν νῶτον αὐτοῦ, ἔλεγον αὐτῷ· Ἀπῆλθεν ὁ γέρων πρὸς Κύριον, ἐάσας ἡμᾶς· καὶ ταῦτα αὐτῶν λεγόντων οὐκ ἠδύναντο ἐκ τῶν βοῶν οὐδὲ ἐκ τῶν ὀδυρμῶν παῦσαι αὐτόν. Ἀλλ᾿ ὅσον αὐτὸν ἐδόκουν διὰ λόγων θεραπεύειν, καὶ μεταβάλλειν, τοσοῦτον ὠρυόμενος αὐτὸς μᾶλλον καὶ μᾶλλον διετέλει, καὶ βοαῖς μείζοσιν ἐκέχρητο τὸν θρῆνον ἐπαύξων, καὶ δεικνύων διὰ τῶν φωνῶν καὶ τοῦ προσώπου καὶ τῶν ὀφθαλμῶν, τὴν λύπην ἣν εἶχεν μὴ βλέπων τὸν γέροντα. Τότε λέγει αὐτῷ ὁ ἀββᾶς Σαββάτιος· Δεῦρο μετ᾿ ἐμοῦ, ἐφ᾿ ὅσον οὐ πιστεύεις ἡμῖν. Καὶ δεικνύω σοι ὅπου κεῖται ὁ γέρων ἡμῶν· καὶ λαβὼν αὐτὸν ἀπήνεγκεν, ὅπου ἦσαν θάψαντες αὐτόν. Ἀπεῖχον δὲ ἀπὸ τῆς ἐκκλησίας ὡς ἥμισυ μιλίου. Καὶ σταθεὶς ὁ ἀββᾶς Σαββάτιος ἐπάνω τοῦ τάφου τοῦ ἀββᾶ Γερασίμου, λέγει τῷ λέοντι· Ἰδοὺ ὁ γέρων ἡμῶν· καὶ ἔκλινεν τὰ γόνατα αὐτοῦ ὁ ἀββᾶς Σαββάτιος. Ὡς οὖν εἶδεν ὁ λέων πῶς ἔβαλεν μετανοίας, κρούων τὴν κεφαλὴν αὐτοῦ σφοδρῶς εἰς τὴν γῆν καὶ ὠρυόμενος, παραχρῆμα ἀπέθανεν ἐπάνω τοῦ τάφου τοῦ γέροντος. Τοῦτο δὲ γέγονεν, οὐχ ὡς ψυχὴν λογικὴν ἔχοντος τοῦ λέοντος· ἀλλ᾿ ὡς τοῦ Θεοῦ θέλοντος δοξάσαι τοὺς δοξάζοντας αὐτὸν, οὐ μόνον ἐν τῇ ζωῇ αὐτῶν, ἀλλὰ καὶ μετὰ θάνατον, καὶ δεῖξαι ποίαν εἶχον τὰ θηρία ὑποταγὴν πρὸς τὸν Ἀδὰμ πρὸ τοῦ αὐτὸν παρακοῦσαι τῆς ἐντολῆς, καὶ τῆς ἐν Παραδείσῳ τρυφῆς ἐκπεσεῖν.

Ἐν Σάμῳ τῇ νήσῳ γενόμενοι παρεβάλομεν ἐν τῷ Σ κοινοβίῳ τῷ ἐπιλεγομένῳ τοῦ Χαριξένου, τῷ ἀββᾷ Ἰσιδώρῳ τῷ ἡγουμένῳ ἀνδρὶ ἐναρέτῳ, καὶ ἀγάπην πολλὴν κεκτημένω πρὸς πάντας, καὶ ἁπλότητι καὶ ὑπακοῇ ἀμέτρῳ κεκοσμημένῳ. Ὃς μετὰ χρόνον τινὰ καὶ ἐπίσκοπος τῆς αὐτῆς Σαβιῶν γέγονε πόλεως· καὶ διηγήσατο ἡμῖν λέγων, ὅτι Ὡς ἀπὸ μιλίων ὀκτὼ τῆς πόλεως κτῆμά ἐστιν ἔχον καὶ ἐκκλησίαν. Εἶχεν οὖν πρεσβύτερον πάνυ θαυμαστὸν, ὃν οἱ γονεῖς καὶ μὴ θέλοντα γάμῳ προσομιλῆσαι ἠνάγκασαν. Ὁ δὲ οὐ μόνον οὐ κατεσύρη τῇ ἀπάτῃ τῆς ἡδονῆς, καίτοι νέος ὢν καὶ νομίμῳ γυναικὶ συζευχθεὶς, ἀλλὰ καὶ αὐτὴν ἐποίησεν σωφρόνως καὶ καθαρῶς ζῆσαι σὺν αὐτῷ. Ἔμαθον οὖν ἀμφότεροι τὸ ψαλτήριον, καὶ οἱ δύο ἐποίουν ἐν τῷ ἅμα τὴν ψαλμῳδίαν ἐν τῇ ἐκκλησίᾳ,φυλάξαντες ἑαυτοὺς παρθένους μέχρι γήρους. Οὗτος οὖν ὁ πρεσβύτερος ἐν μιᾷ διεβλήθη τῷ ἐπισκόπῳ τὴν διαβολὴν ψευδῆ. Καὶ ἀγνοῶν τὰ κατ᾿ αὐτὸν ὁ ἐπίσκοπος, πέμψας, ἤγαγεν αὐτὸν ἐκ τοῦ κτήματος, καὶ δέδωκεν αὐτὸν ἐν τῇ φυλακῇ, ὅπου εἰώθασιν οἱ πταίοντες κληρικοὶ ἐγκλείεσθαι καὶ φυλάττεσθαι. Ὡς οὖν ἦν ἐν τῷ δεσμωτηρίῳ, ἔφθασεν ἐν ἁγίᾳ Κυριακῇ, καὶ τῇ νυκτὶ φαίνεται αὐτῷ νεώτερός τις εὐειδὴς πάνυ, λέγων αὐτῷ· Ἐγείρου, πρεσβῦτα, ὕπαγε ἐν τῇ ἐκκλησίᾳ σου, ἵνα τὴν ἁγίαν ποιήσῃς προσκομιδήν. Λέγει αὐτῷ ὁ πρεσβύτερος· Οὐ δύναμαι, ἐπειδὴ ἐγκεκλεισμένος εἰμί.

But the lion would not eat, but kept turning its eyes this way and that, to see its elder, roaring 2969loudly, and not bearing his absence. And abba Sabbatius and the other Fathers, seeing it, rubbing its back, said to it, "The elder has gone away to the Lord, leaving us"; and though they said this, they could not stop it from its cries or from its wailing. But the more they thought to soothe it and change it with words, the more it went on roaring, and used louder cries, swelling the lament, and showing by its voice and its face and its eyes the grief it had at not seeing the elder. Then abba Sabbatius says to it, "Come with me, since thou dost not believe us, and I show thee where our elder lies." And taking it, he led it to where they had buried him. They were about half a mile from the church. And abba Sabbatius, standing over the tomb of abba Gerasimus, says to the lion, "Look, our elder"; and abba Sabbatius bent his knees. So when the lion saw how he made prostrations, striking its head violently on the ground and roaring, it died on the spot over the elder's tomb.

This happened, not as though the lion had a rational soul, but because God wills to glorify those who glorify him, not only in their life but after death too, and to show what subjection the beasts had toward Adam before he disobeyed the commandment and fell from the delight of Paradise.

CHAPTER 108

When we were on the island of Samos we visited, in the coenobium called that of Charixenus, abba Isidore the superior, a virtuous man, possessed of great love toward all, and adorned with simplicity and measureless obedience; who some time later also became bishop of that same city of the Samians. And he told us, saying:

"About eight miles from the city there is an estate which has a church too. Now it had a priest, very wonderful, whom his parents forced to enter into marriage, though he did not want it. But not only was he not dragged down by the deceit of pleasure, young though he was and joined to a lawful wife, but he also made her live soberly and chastely with him. So they both learned the psalter, and the two of them did the psalmody together in the church, keeping themselves virgins until old age. Now this priest was one day slandered to the bishop with a false slander. And the bishop, not knowing the truth about him, sent and brought him from the estate, and put him in the prison where clerics who have offended are usually shut up and kept.

"So while he was in the prison, holy Sunday came round, and in the night a young man, very handsome, appears to him, saying to him, 'Get up, old man, go to thy church, so that thou mayest make the holy oblation.' The priest says to him, 'I cannot, since I am shut in.'

Λέγει αὐτῷ ὁ φανείς· 2972Ἐγώ σοι ἀνοίξω τὴν φυλακὴν, καὶ δεῦρο ἀκολούθειμοι· καὶ ἀνοίξας τὴν θύραν τῆςφυλακῆς ἔμπροσθεν αὐτοῦ ἐξῄει. Καὶἐξελθὼν ἀκολουθεῖ ἕως ἀπὸ μιλίου ἑνὸς τοῦ κτήματος αὐτοῦ· ἡμέρας δὲ γενομένης ἔνθα παρακέκληται, καὶ μὴ εὑρὼν αὐτὸν ἀνῆλθεν πρὸς τὸν ἐπίσκοπον, λέγων, ὅτι Ἀπέδρασεν ἀπ᾿ ἐμοῦ, ἔχοντός μου τὴν κλεῖν· καὶ νομίσας ὁ ἐπίσκοπος, ὅτι ἀπέδρασεν, ἀποστέλλει ἕνα παῖδα τοῦ ἐπισκοπείου λέγων· Ἄπελθε καὶ βλέπε τὸν πρεσβύτερον εἴ ἐστιν ἐν τῷ κτήματι αὐτοῦ, καὶ μηδὲν αὐτῷ τέως ποιήσῃς. Ἀπελθὼν οὖν ὁ παῖς εὗρεν αὐτὸν ἐν τῇ ἐκκλησίᾳ τὴν ἁγίαν ἀναφορὰν ποιοῦντα, καὶ ἐπαναλύσας, εἶπεν τῷ ἐπισκόπῳ, ὅτι Ἐκεῖ ἐστιν, καὶ ὅτι προσκομίζοντα αὐτὸν ἔφθασα. Ὁ δὲ ἐπίσκοπος μεῖζον ἀγανακτήσας κατ᾿ αὐτοῦ, ὤμοσεν, ὅτι Αὔριον μετὰ πολλῆς ἀτιμίας φέρω αὐτόν, Καὶ τῇ νυκτὶ τῆς δευτέρας πάλιν φαίνεται αὐτῷ τῷ πρεσβυτέρῳ ὁ πρώην φανεὶς, λέγων αὐτῷ· Δεῦρο ὅπως ἀπέλθωμεν ὅπου σε ὁ ἐπίσκοπος ἐν τῇ πόλει ἔβαλεν. Καὶ λαβὼν αὐτὸν ἤνεγκεν πάλιν, καὶ ἀπέθετο αὐτὸν ἐν τῇ φυλακῇ μὴ νοήσαντος τοῦ ταύτην πεπιστευμένου, καὶ πρωῒ τῇ δευτέρᾳ μανθάνει ἀπ᾿ αὐτοῦ ὁ ἐπίσκοπος, ὅτι ὁ πρεσβύτερος ἐν τῇ φυλακῇ εὑρέθη ἀγνοοῦντος αὐτοῦ. Πέμψας οὖν ὁ ἐπίσκοπος ἐπυνθάνετο παρὰ τοῦ πρεσβυτέρου, πῶς ἐξῆλθεν ἐκ τῆς φυλακῆς, καὶ πῶς πάλιν εἰσῆλθεν ἄνευ τῆς εἰδήσεως τοῦ φύλακος. Ὁ δὲ λέγει, ὅτι Παῖς νέος εὐειδὴς πάνυ καλῶς φορῶν, τοῦ ἐπισκοπείου, ὡς ἔλεγεν αὐτὸς, καὶ ἤνοιξέν μοι, καὶ προηγεῖτό μοι ἕως ἑνὸς μιλίου κτήματος ἀδίκως. Ταύτῃ τῇ νυκτὶ πάλιν ἐλθὼν εἰσήγαγέν με. Ἔφερεν δὲ ὁ ἐπίσκοπος πάντας τοὺς παῖδας τοῦ ἐπισκοπείου· οὐδὲν αὐτῶν ἐπεγίνωσκεν ὁ πρεσβύτερος. Τότε ὁ ἐπίσκοπος συνῆκεν, ὅτι ἄγγελος ὑπῆρχεν Θεοῦ ὁ τοῦτο ποιήσας, ἵνα μὴ ἀρετὴ τοῦ πρεσβυτέρου καθόλου κρυβῇ, ἀλλὰ ἵνα ἅπαντες μάθωσιν, καὶ δοξάσωσιν τὸν Θεὸν τὸν δοξάζοντα τοὺς δούλους αὐτοῦ. Καὶ οἰκοδομηθεὶς εἰς αὐτὸν, ἀπέλυσεν αὐτὸν μετ᾿ εἰρήνης, πολλὰ κατακράξας τῶν διαβαλλόντων αὐτόν.

Περὶ τοῦ ἀββᾶ Γεωργίου τοῦ ἡγουμένου τῆς μονῆς τοῦ ἀββᾶ Θεοδοσίου, διηγήσατο ἡμῖν ὁ ἀββᾶς Θεοδόσιος ὁ τούτου μαθητὴς, ὁ καλὸς καὶ πρᾶος καὶ ταπεινόφρων, ὁ γεγονὼς ἐπίσκοπος τῆς Καπιτωλιάδος, ὅτι δώδεκα ἔτη ἐποίησεν, ἅπαξ τηρήσας ἰδεῖν αὐτὸν ταραχθέντα, καὶ οὐκ ἴδε ταραχθέντα· καὶ ἐν τῷ νῦν καιρῷ, ἔνθα πᾶσα ἀμέλεια καί..... καὶ ἀνυποταξία πολλὴ βασιλεύει. Τίς δὲ, φησὶν, οὕτω τὸν ὀφθαλμὸν ἐχάμωσεν ὡς ὁ Πατὴρ ἡμῶν ὁ ἐν ἁγίοις Γεώργιος;

The one who appeared 2972says to him, 'I will open the prison for thee; come, follow me.' And opening the door of the prison, he went out in front of him. And coming out, he follows him as far as a mile from his estate. And when day came, where he had been shut in [?] — and not finding him, he went up to the bishop, saying, 'He has run away from me, though I had the key.' And the bishop, thinking that he had run away, sends a servant of the bishop's house, saying, 'Go and see whether the priest is on his estate, and do nothing to him for the present.' So the servant went and found him in the church making the holy anaphora; and going back, he told the bishop, 'He is there; I came upon him offering.' And the bishop, angrier with him than before, swore, 'Tomorrow I bring him back with great dishonour.'

"And on the night of the second day the one who had appeared before appears again to the priest, saying to him, 'Come, let us go where the bishop put thee in the city.' And taking him, he brought him back again and put him in the prison, without the man entrusted with it noticing; and early on the second day the bishop learns from him that the priest had been found in the prison without his knowing. So the bishop sent and asked the priest how he had got out of the prison, and how he had got in again without the jailer knowing. And he says, 'A young servant, very handsome, very well dressed, of the bishop's house, as he himself said, both opened for me and led me as far as a mile from the estate [?]. This night he came again and brought me in.' And the bishop brought all the servants of the bishop's house; the priest recognised none of them. Then the bishop understood that it was an angel of God who had done this, so that the priest's virtue might not be hidden altogether, but that all might learn, and glorify God who glorifies his servants. And being edified by him, he let him go in peace, crying out much against those who had slandered him."

CHAPTER 109

About abba George, superior of the monastery of abba Theodosius, abba Theodosius his disciple told us — the good and gentle and humble-minded man who became bishop of Capitolias — that he spent twelve years watching to see him troubled even once, and did not see him troubled; and this in the present time, when all neglect and [?] and great insubordination reign. "And who," he says, "so curbed his eye as our father among the saints George? Who set a door to his hearing as the blessed man did? Bound his tongue as our father did?

Τίς ἔστησεν θύραν τῇ ἀκοῇ, ὡς ὁ μακάριος; τὴν γλῶσσαν ἐδέσμευσεν, ὡς ὁ Πατὴρ ἡμῶν; ποία ἀκτὶς ἡλιακὴ οὕτως τὴν γλῶσσαν Lat. γῆν. κατεφώτισεν, ὡς ὁ ἡμέτερος Πατὴρ πάντων ἡμῶν τὰς καρδίας κατέλαμψεν;

2973Ἔλαβον τὸν κύριόν μου Σωφρόνιον, καὶ ἀπήλθο-Α μεν εἰς τὴν λαύραν τοῦ ὀκτωκαιδεκάτου ἐν Ἀλεξανδρείᾳ πρός τινα γέροντα, πάνυ μέγαν, τῷ γένει Αἰγύπτιον· καὶ λέγω τῷ γέροντι· Εἶπον ἡμῖν λόγον, κῦρι ἀββᾶ, τὸ πῶς ὀφείλομεν μετ᾿ ἀλλήλων καθίσαι· ὅτι ὁ κύριος ὁ σοφιστὴς βουλὰς ἔχει τοῦ ἀποτάξασθαι. Λέγει ὁ γέρων· Καλῶς ποιεῖς, τέκνον, ἀποτασσόμενος, καὶ σώζων τὴν ψυχήν σου. Καθίσατε οὖν εἰς κελλίον, ὅπου βούλεσθε, νηφαλέως μόνον, ἔχοντες ἡσυχίαν, καὶ προσευχόμενοι ἀπαύστως, καὶ ἐλπίδας ἔχω εἰς τὸν Θεὸν, τέκνον, ὅτι ἀποστέλλει ὑμῖν τὴν γνῶσιν αὐτοῦ εἰς τὸ φωτίσαι ὑμῶν τὸν νοῦν. Εἶπεν πάλιν· Εἰ σωθῆναι, τέκνα, θέλετε, φεύγετε τοὺς ἀνθρώπους. Σήμερον γὰρ ἡμεῖς οὐ παυόμεθα πάντα κρούοντες πυλῶνα, καὶ πᾶσαν πόλιν καὶ χω-Β ραν γυρεύοντες, εἴ που δυνηθῶμεν φιλαργυρίας ἢ κενοδοξίας ὀψώνια ἑαυτοῖς ἀγοράσαι, καὶ τὰς ἑαυτῶν ψυχὰς ἐμπλῆσαι ματαιότητος. Εἶπεν πάλιν ὁ γέρων· Φεύγωμεν λοιπὸν, τέκνα, ὅτι ὁ καιρὸς ἤγγισεν. Εἶπεν πάλιν· Ἀβάλαι(, πόσα κλαύσομεν, καὶ μετανοήσομεν, ἐφ᾿ οἷς νῦν οὐ μετανοοῦμεν! Εἶπεν πάλιν, ὅτι, Οὔτε ἐγκωμιαζόμενοι, ἑαυτοὺς al. τὴν ταπείνωσιν. κρατοῦμεν, οὔτε πάλιν λόγον ὑποφέρομεν. Τὸ μὲν γὰρ ἡμῖν φιλοδοξίαν ἐργάζεται, τὸ δὲ λύπην ἡμῖν ἐμποιεῖ τοῖς ταλαιπώροις. Ὅπου δὲ λύπη καὶ κενοδοξία, οὐδὲν ἀγαθὸν εὑρίσκεται. Εἶπεν πάλιν, ὅτι Οἱ Πατέρες ἡμῶν, ὡς μεγάλοι καὶ θαυμαστοὶ, ἐποίμαινον πολλούς· ἐγὼ δὲ ὁ ταπεινὸς, ἑνὸς προβάτου ἄρχειν οὐ δύναμαι, ἀλλὰ πάντοτε θηριάλωτος γίνομαι. Εἶπεν πάλιν, ὅτι Τῶν δαιμόνων ἔργον τοῦτό ἐστιν, ἵνα μετὰ τὸ ῥίψαι τὴν ψυχὴν εἰς ἁμαρτίαν, τότε εἰς ἀπόγνωσιν ἡμᾶς ἐμβάλωσιν, ἵνα τελείως ἡμᾶς ἀπολέσωσιν. Ἀεὶ γὰρ οἱ δαίμονες λέγουσιν τῇ ψυχῇ· Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; Ἐὰν οὖν νήψῃ ἡ ψυχὴ, καὶ αὐτὴ ἀντιβοήσει πρὸς αὐτοὺς, καὶ εἴπῃ· Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι καὶ δι ηγήσομαι τὰ ἔργα Κυρίου.

What sunbeam so lit up the earth as our father lit up the hearts of us all?"

2973CHAPTER 110

I took my lord Sophronius, and we went off to the laura of the Eighteenth at Alexandria, to an elder, a very great one, an Egyptian by birth; and I say to the elder, "Tell us a word, my lord abba: how ought we to live together? For my lord the sophist intends to renounce the world." The elder says, "Thou dost well, child, to renounce the world and save thy soul. So sit in a cell, wherever you wish, only soberly, keeping stillness and praying without ceasing; and I have hope in God, child, that he sends you his knowledge to enlighten your mind."

He said again: "If you wish to be saved, children, flee men. For today we do not stop knocking at every gateway and going round every city and country, in case we can somewhere buy ourselves the wages of avarice or of vainglory, and fill our own souls with vanity."

The elder said again: "So let us flee, children, for the time has drawn near."

He said again: "Alas, how much shall we weep and repent for the things we do not repent of now!"

He said again: "When we are praised we do not hold ourselves in check, nor again do we bear a word. For the one works love of glory in us, and the other produces grief in us wretches. And where there is grief and vainglory, nothing good is found."

He said again: "Our Fathers, as great and wonderful men, shepherded many; but I, the lowly one, cannot rule one sheep, but am always caught by the wild beasts."

He said again: "This is the work of the demons: after casting the soul into sin, then to throw us into despair, that they may destroy us completely. For the demons are always saying to the soul, 'When will he die, and his name perish?' So if the soul is watchful, it too will cry back at them and say, 'I shall not die, but live, and declare the works of the Lord.'

Ἐπειδὴ οὖν πολλὴν ἀναίδειαν ἔχουσιν οἱ δαίμονες, καὶ αὐτοὶ πάλιν ἀντεπιστρέφουσιν λέγοντες· Μεταναστεύου ἐπὶ τὰ ὄρη,ὡς 2976στρουθίον· διὸ καὶ ἡμεῖς ὀφείλομεν πρὸς αὐτοὺς λέγειν· Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω. Εἶπεν πάλιν· Γενοῦ θυρωρὸς τῆς καρδίας σου, ἵνα μὴ εἰσέλθῃ τις ξένος, λέγων (υ· Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων;

Ἐγὼ καὶ ὁ ἑταῖρός μου Σωφρόνιος ἐν τῇ Ἀλεξανδρείᾳ ὄντες, ἀπίημεν ἐν μιᾷ ἐπὶ τὴν Θεοδοσίου ἐκκλησίαν· καὶ ἀπαντᾷ ἡμῖν ἄνθρωπός τις φαλακρὸς φορῶν ἀπὸ σακκομαχίου ἕως τῶν γονάτων· ἐφαίνετο δὲ ὡς σαλός (. Λέγει οὖν μοι ὁ ἀββᾶς Σωφρόνιος· Δός μοι φολερὰ, καὶ θεωρεῖς τὴν ἀρετὴν τοῦ ἐρχομένου. Δίδωμι αὐτῷ πέντε φόλεις. Ὁ δὲ λαβὼν δίδωσι τῷ φαινομένῳ ὡς σαλῷ.Ὁ δὲ ἔλαβεν, μηδὲν ὅλως λαλήσας. Ἡμεῖς δὲ ἐν τῷ λεληθότι κατηκολουθήσαμεν ὀπίσω. Ὁ δὲ ὡς ἔκαμψεν τὴν ῥύμην, ἐκτείνει τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανὸν, ἔχουσαν καὶ τὰ φολερὰ, ἄνω εἰς τὸ ὕψος, καὶ μετὰ τοῦτο βάλλει μετάνοιαν τῷ Θεῷ, καὶ θεὶς τὰ φολερὰ εἰς τὴν γῆν, ἀπῆλθεν.

Ἐν ταῖς ἀρχαῖς Τιβερίου τοῦ βασιλέως καὶ πιστοτάτου Καίσαρος ἀπήλθομεν εἰς Ὤασιν, ἐν ᾗ γενόμενοι ἐθεασάμεθα αὐτόθι μέγαν κατὰ Θεὸν μοναχὸν τῷ γένει Καππαδόκην. Ὄνομα δὲ αὐτῷ Λέων. Περὶ τούτου πολλοὶ πολλὰ καὶ θαυμαστὰ διηγήσαντο ἡμῖν. Ἡμεῖς δὲ εἰς συντυχίαν αὐτοῦ ἐλθόντες, καὶ πεῖραν πολλὴν τοῦ ὁσίου ἀνδρὸς ἐσχηκότες, μεγάλως ὠφελήθημεν, καὶ μάλιστα ἐπὶ τῇ ταπεινώσει αὐτοῦ καὶ ἡσυχίᾳ, καὶ ἀκτημοσύνῃ, καὶ ἀγάπῃ, ᾗ εἶχεν πρὸς πάντας. Ἔλεγεν οὖν ἡμῖν ὁ ἀοίδιμος οὗτος γέρων, ὅτι Πιστεύσατέ μοι, τέκνα, βασιλεῦσαι ἔχω. Ἡμεῖς οὖν λέγομεν αὐτῷ, ὅτι Πίστευσον ἀββᾶ, λέγων, ἀπὸ Καππαδοκίας οὐδέποτέ τις ἐβασίλευσεν· ἀκαίρως οὖν ἔχεις τὸν λογισμὸν τοῦτον. Ὁ δὲ πάλιν ἔλεγεν· Ὄντως, τέκνα, βασιλεῦσαι ἔχω, καὶ οὐδεὶς ἠδύνατο πεῖσαι αὐτὸν ἀποστῆναι τοῦ λογισμοῦ τούτου. Ὅταν οὖν ἦλθον οἱ Μάζικες, καὶ πᾶσαν τὴν χώραν ἐκείνην διήρπασαν, ἦλθον εἰς τὴν Ὥασιν, καὶ πολλοὺς μὲν μοναχοὺς ἐφόνευσαν, πολλοὺς δὲ καὶ ἠχμαλώτευσαν· ἐν οἷς ἔλαβον ἀπὸ τῆς λαύρας τὸν ἀββᾶν Ἰωάννην (ἦν δὲ οὗτος ἀναγνώστης γενόμενος τῇ Μεγάλης Ἐκκλησίας Κωνσταντινουπόλεως) καὶ τὸν ἀββᾶν Εὐστάθιον τὸν Ῥωμαῖον, καὶ τὸν ἀββᾶν Θεόδωρον· ἦσαν δὲ καὶ οἱ τρεῖς ἀσθενοῦντες.

So since the demons have great shamelessness, they in their turn come back again, saying, 'Flee to the mountains like a 2976sparrow.' Therefore we too ought to say to them, 'For he is my God and my Saviour, my helper; I shall not flee away.'"

He said again: "Be the doorkeeper of thy heart, so that no stranger enters: say, 'Art thou ours, or of the adversaries?'"

CHAPTER 111

My companion Sophronius and I, being in Alexandria, were going one day to the church of Theodosius; and a bald man meets us, wearing sacking down to the knees; and he seemed to be a fool. So abba Sophronius says to me, "Give me some obols, and thou wilt see the virtue of the man who is coming." I give him five obols. And he took them and gives them to the one who seemed a fool. And he took them, saying nothing at all. And we followed behind him unseen. And when he turned the corner of the street, he stretches out his right hand to heaven, holding the obols, up on high, and after this he makes a prostration to God, and putting the obols on the ground, he went away.

CHAPTER 112

In the beginnings of Tiberius, the emperor and most faithful Caesar, we went off to the Oasis, and while there we saw a monk great according to God, a Cappadocian by birth. His name was Leo. Many people told us many wonderful things about him. And we, coming to converse with him, and having had long experience of the holy man, were greatly profited, and most of all by his lowliness and stillness and poverty, and the love which he had toward all. So this celebrated elder used to say to us, "Believe me, children, I am to reign." So we say to him, "Believe it, abba Leo: no one from Cappadocia has ever reigned; so this thought of thine is out of place." But again he would say, "Truly, children, I am to reign"; and no one could persuade him to give up this thought.

So when the Mazices came and plundered all that country, they came to the Oasis, and killed many monks, and took many captive too; among whom they took from the laura abba John (he had been a reader of the Great Church of Constantinople) and abba Eustathius the Roman and abba Theodore; and all three were sick.

Μετὰ οὖν αἰχμαλωτισθῆναι αὐτοὺς, λέγει ὁ ἀββᾶς Ἰωάννης τοῖς βαρβάροις· Λάβετέ με εἰς τὴν πόλιν, καὶ ποιῶ τὸν ἐπίσκοπον δοῦναι ὑμῖν νομίσματα εἰκοσιτέσσαρα. 2977Ἔλαβεν οὖν αὐτὸν εἷς τῶν Βαρβάρων· καὶ φέρει αὐτὸν πλησίον τῆς πόλεως. Καὶ εἰσῆλθεν ὁ ἀββᾶς Ἰωάννης πρὸς τὸν ἐπίσκοπον. Εὑρέθη δὲ καὶ ὁ ἀββᾶς Λέων ἐν τῇ πόλει, καὶ ἄλλοι τινὲς τῶν Πατρῶν· διὸ οὐδὲ ἐκρατήθησαν. Εἰσελθὼν οὖν ὁ ἀββᾶς Ἰωάννης ἤρξατο παρακαλεῖν τὸν ἐπίσκοπον, ἵνα τὰ νομίσματα δῷ τῷ βαρβάρῳ. Ὁ δὲ ἐπίσκοπος οὐχ εὑρέθη ἔχων εἰ μὴ ὀκτὼ νομίσματα. Ἠθέλησαν οὖν δοῦναι αὐτὰ τῷ βαρβάρῳ. Καὶ οὐκ ἔλαβεν, λέγων· Ἢ δότε μοι κδʹ νομίσματα ἢ μοναχόν. Ἠναγκάσθησαν οὖν οἱ ἀπὸ τοῦ κάστρου δοῦναι τὸν ἀββᾶν Ἰωάννην τῷ βαρβάρῷ, κλαίοντα καὶ ὀδυρόμενον· καὶ ἀπήγαγον αὐτὸν εἰς τὰς σκηνὰς αὐτῶν. Μετὰ οὖν τρεῖς ἡμέρας λαβὼν ὁ ἀββᾶς Λέων ὀκτὼ νομίσματα, ἐξῆλθεν εἰς τὴν ἔρημον ὅπου οἱ Βάρβαροι ἦσαν· καὶ παρεκάλει λέγων· Λάβετε κἀμὲ, καὶ τὰ ὀκτὼ νομίσματα, καὶ ἀπολύσατε τούτους, ὅτι ἀσθενοῦσιν, καὶ οὐχ ὑπουργοῦσιν ὑμῖν· καὶ φονεῦσαι αὐτοὺς ἔχετε. Ἐγὼ δὲ καὶ ὑγιαίνω, καὶ δουλεύω ὑμῖν. Τότε οἱ Βάρβαροι ἔλαβον αὐτὸν, καὶ τὰ ὀκτὼ νομίσματα λεγόμενα, καὶ ἀπέλυσαν τοὺς τρεῖς. Ἀπῆλθεν οὖν ὁ ἀββᾶς Λέων ἕως τινὸς μετ᾿ αὐτῶν, καὶ ἀτονήσαντα ἀπεκεφάλισαν αὐτόν· καὶ ἐπλήρωσεν ὁ ἀββᾶς Λέων τὴν λέγουσαν Γραφήν· «Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ.» Τότε καὶ ἡμεῖς ἔγνωμεν, ὅτι τοῦτο ἦν ὃ ἔλεγεν, ὅτι Βασιλεῦσαι ἔχω. Ὄντως γὰρ ἐβασίλευσεν, θεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ.

Ἀπῆλθον πρὸς τὸν ἀββᾶν Ἰωάννην τὸν τῆς Πέ-Σ τρας, λαβὼν καὶ τὸν ἑταῖρον Σωφρόνιον, καὶ ἐπηρωτήσαμεν αὐτὸν εἰπεῖν ἡμῖν λόγον. Ὁ δὲ γέρων εἶπεν Ἀγαπήσατε τὴν ἀκτημοσύνην, καὶ τὴν ἐγκράτειαν. Πιστεύσατέ μοι γὰρ λέγοντι, ὅτι Ὅτε ἤμην ἐν τῇ Σκήτει, ἐν τῇ νεότητί μου, τὶς τῶν Πατέρων τὸν σπλῆνα αὐτοῦ ἐπόνεσεν, καὶ κρασίον ὄξους ἐζητήθη, εἰς τὰς τέσσαρας λαύρας τῆς Σκήτεως, καὶ οὐχ εὑρέθη· τοσαύτη οὖν παρ᾿ αὐτοῖς ἀκτημοσύνη καὶ ἐγκράτεια. Ἦσαν δὲ ἐκεῖ Πατέρες ὡσεὶ τρισχίλιοι πεντακόσιοι.

Ὁ αὐτὸς γέρων διηγήσατο ἡμῖν πάλιν περὶ τοῦ ἀββᾶ Δανιὴλ, τοῦ Αἰγυπτίου, λέγων, ὅτι Ἀνῆλθεν ὁ γέρων ἐν μιᾷ εἰς Τερενούθην, τὸ ἐργόχειρον αὐτοῦ πωλῆσαι. Νεώτερος δέ τις παρεκάλει τὸν γέροντα, λέγων· Διὰ τὸν Θεὸν, καλόγηρε, δεῦρο εἰς τὸν οἶκόν μου. Καὶ ποίησον ἐπάνω τῆς γυναικός μου εὐχὴν, ὅτι στεῖρα ἐστίν. Ὁ δὲ γέρων βιασθεὶς ὑπὸ τοῦ νεωτέρου, ἀπῆλθεν μετ᾿ αὐτοῦ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐποίησεν εὐχὴν τῇ γυναικὶ αὐτοῦ. Καὶ τοῦ Θεοῦ θελήσαντος ἔσχεν ἡ γυνὴ κατὰ γαστρός. Τινὲς οὖν ἄνδρες μὴ φοβούμενοι τὸν Θεὸν, ἤρξαντο διαβάλλειν τὸν γέροντα, καὶ λέγειν, ὅτι Ἀληθῶς ὁ νεώτερος ἄγονός ἐστι· ἀλλ᾿ ἐκ τοῦ ἀββᾶ Δανιὴλ ἔσχεν ἡ γυνή. Ἦλθεν οὖν ἡ ἀκοὴ αὕτη πρὸς τὸν γέροντα.

So after they had been taken captive, abba John says to the barbarians, "Take me to the city, and I will make the bishop give you twenty-four gold pieces." 2977So one of the barbarians took him and brings him near the city. And abba John went in to the bishop. Now abba Leo was found in the city too, and some others of the Fathers; which is why they were not seized either. So abba John went in and began to plead with the bishop to give the gold pieces to the barbarian. But the bishop was found to have only eight gold pieces. So they wanted to give them to the barbarian. And he would not take them, saying, "Either give me twenty-four gold pieces, or the monk." So the people of the fort were forced to give abba John to the barbarian, weeping and wailing; and they led him away to their tents. So after three days abba Leo took eight gold pieces and went out into the desert where the barbarians were, and pleaded, saying, "Take me too, and the eight gold pieces, and let these go; for they are sick, and are of no service to you, and you will have to kill them. But I am healthy, and I serve you." Then the barbarians took him, and the eight gold pieces as he had said, and let the three go. So abba Leo went off with them for some way, and when he gave out they beheaded him; and abba Leo fulfilled the Scripture which says, "Greater love than this has no man, that a man lay down his life for his friends." Then we too knew that this was what he meant when he said, "I am to reign." For truly he reigned, laying down his life for his friends.

CHAPTER 113

I went to abba John of Petra, taking my companion Sophronius too, and we asked him to tell us a word. And the elder said, "Love poverty and self-control. For believe me when I tell you: when I was at Scetis, in my youth, one of the Fathers had a pain in his spleen, and a little vinegar was sought in the four lauras of Scetis, and it was not found; so great was the poverty and self-control among them. And there were Fathers there, about three thousand five hundred."

CHAPTER 114

The same elder told us again about abba Daniel the Egyptian, saying: "The elder went up one day to Terenuthis to sell his handiwork. And a young man pleaded with the elder, saying, 'For God's sake, good elder, come to my house and make a prayer over my wife, for she is barren.' And the elder, pressed by the young man, went off with him to his house, and made a prayer for his wife. And God willing, the wife conceived. So some men who did not fear God began to slander the elder, and to say, 'Truly the young man is impotent; it is from abba Daniel that the wife has conceived.' So this report came to the elder.

Καὶ δηλοῖ 2980ὁ γέρων τῷ ἀνδρὶ τῆς γυναικὸς, ὅτι Ὅταν γεννήσῃ ἡ γυνή σου, δήλωσόν μοι. Ὅταν οὖν ἐγέννησεν ἡ γυνὴ, δηλοῖ αὐτῷ ὁ νεώτερος, λέγων· Διὰ τοῦ Θεοῦ καὶ τῶν εὐχῶν σου, Πάτερ, ἐγέννησεν. Τότε ὁ ἀββᾶς Δανιὴλ ἀπελθὼν λέγει τῷ νεωτέρῳ· Ποίησον ἄριστον, καὶ κάλει σου τοὺς συγγενεῖς καὶ τοὺς φίλους σου. Ὡς οὖν ἠρίστων, λαβὼν ὁ γέρων τὸ παιδίον εἰς τὰς χεῖρας αὐτοῦ, ἔμπροσθεν πάντων λέγει τῷ παιδίῳ· Τίς ἐστιν ὁ πατήρ σου; Λέγει ὁ παῖς· Οὗτος· δείξας τῷ δακτύλῳ τῆς χειρὸς τὸν νεώτερον. Ἦν δὲ ὁ παῖς ἡμερῶν εἴκοσι δύο, καὶ ἐδόξασαν πάντες τὸν Θεὸν τὸν φυλάσσοντα ἀλήθειαν τοῖς ἐκζητοῦσιν αὐτὸν ἐν ὅλῃ καρδίᾳ.

Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης ὁ Κίλιξ ὁ ἡγούμενος τῆς Ῥαϊθοῦ, τοῖς ἀδελφοῖς· Τέκνα, ὡς ἐφύγομεν τὸν κόσμον, φύγωμεν καὶ τὰς ἐπιθυμίας τῆς σαρκός. Εἶπεν πάλιν· Μιμησώμεθα τοὺς Πατέρας ἡμῶν· μετὰ ποίας σκληραγωγίας καὶ ἡσυχίας ἐκάθισαν ὧδε. Εἶπεν πάλιν· Μὴ ῥυπώσωμεν, τέκνα, τὸν τόπον τοῦτον, ὃν οἱ Πατέρες ἡμῶν ἐκαθάρισαν ἀπὸ τῶν δαιμόνων. Εἶπεν πάλιν· Ὁ τόπος οὗτος ἀσκητῶν ἐστιν, οὐ πραγματευτῶν. Εἶπεν πάλιν· Ἔφθασα γέροντας, ἀπὸ ἑβδομήκοντα ἐτῶν ποιήσαντας, βοτάνας καὶ φοίνικας ἐσθίοντας μόνον. Εἶπεν πάλιν ὁ γέρων· Ἑβδομήκοντα ἓξ ἔτη ἔχω ἐν τῷ τόπῳ τούτῳ, πολλὰ δεινὰ καὶ κακὰ παθὼν ὑπὸ τῶν δαιμόνων.

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Ἀνδρέας Μεσσήνιος, ὅτι Ὅτε ἤμην νεώτερος, ἀνεχώρησα ἐγὼκαὶ ὁἀββᾶς μου, ἀπὸ τῆς Ῥαϊθοῦ, καὶ ἐξήλθομεν εἰς Παλαιστίνην· ἐμείναμεν δὲ πρὸς ἕνα γέροντα. Ὁ οὖν γέρων ὁ ὑποδεξάμενος ἡμᾶς, εἶχε νόμισμα ἕν. Ἐπλανήθη ποῦ τέθηκεν αὐτὸ, καὶ ὑπέλαβεν ὅτι ὁ νεώτερος ἐγὼ αὐτὸ ἔκλεψα. Ἔλεγεν οὖν ὁ γέρων τοῖς Πατράσιν τοῦ τόπου, ὅτι Ὁ ἀδελφὸς Ἀνδρέας τὸ νόμισμα ἔλαβεν. Ἤκουσεν δὲ ὁ ἀββᾶς μου, καὶ φωνήσας με, λέγει· Εἰπὲ, Ἀνδρέα, σὺ ἔλαβες τὸ νόμισμα τοῦ γέροντος; Λέγω ἐγώ· Φεῖσον, ἀββᾶ, οὐδὲν ἔλαβον. Εἶχον οὖν παλλίον, καὶ ἐπώλησα τοῦ νομίσματος· καὶ λαβὼν τὸ νόμισμα, ὑπάγω πρὸς τὸν γέροντα, καὶ βάλλω αὐτῷ μετάνοιαν· καὶ λέγω· Συγχώρησόν μοι, ὦ κύριε ἀββᾶ, ὅτι ὁ Σατανᾶς ἐχλεύασεν, καὶ ἔλαβον τὸ νόμισμά σου. Εὑρέθη δὲ ἐκεῖ καὶ κοσμικός τις, καὶ λέγει μοι ὁ γέρων· Ὕπαγε, τέκνον, οὐδὲν ἀπώλεσα. Πάλιν οὖν ἔβαλον μετάνοιαν, λέγων· Διὰ τὸν Κύριον ἀπόλαβε τὸ νόμισμα, ἰδοὺ τοῦτό ἐστιν, καὶ ποίησόν μοι εὐχὴν ὅτι ὁ Σατανᾶς ἐνέβαλέν μοι, ἵνα κλέψω αὐτὸ, καὶ θλίψω σε. Λέγει ὁ γέρων· Τέκνον, οὐκ ἀπώλεσα τιποτοῦν. Ὡς οὖν οὐκ ἔπεισέ με, τότε λέγει μοι ὁ κοσμικός· Ὄντως, κύριε ἀδελφὲ, τῇ χθὲς ἐλθὼν εὗρον τὸν γέροντα κλαίοντα, καὶ βάλλοντα μετάνοιαν, καὶ ἐν θλίψει πολλῇ ὄντα.

And 2980the elder sends word to the woman's husband: 'When thy wife gives birth, let me know.' So when the wife had given birth, the young man lets him know, saying, 'By God and by thy prayers, Father, she has given birth.' Then abba Daniel went and says to the young man, 'Make a dinner, and call thy kinsmen and thy friends.' So while they were dining, the elder took the child in his hands, and before them all says to the child, 'Who is thy father?' The child says, 'This man,' pointing with the finger of his hand at the young man. Now the child was twenty-two days old. And all glorified God, who keeps truth for those who seek him with their whole heart."

CHAPTER 115

Abba John the Cilician, superior of Raithou, used to say to the brethren: "Children, as we have fled the world, let us flee the desires of the flesh too."

He said again: "Let us imitate our Fathers: with what hardship and stillness they lived here."

He said again: "Let us not defile, children, this place which our Fathers cleansed of demons."

He said again: "This place is for ascetics, not for traders."

He said again: "I came upon elders who had spent seventy years eating only herbs and dates."

The elder said again: "I have been seventy-six years in this place, and have suffered many dread and evil things from the demons."

CHAPTER 116

Abba Andrew of Messene told us: "When I was young, my abba and I withdrew from Raithu, and we went out to Palestine; and we stayed with an elder. Now the elder who took us in had one gold piece. He forgot where he had put it, and he supposed that I, the younger, had stolen it. So the elder said to the fathers of the place, 'Brother Andrew took the gold piece.' My abba heard it, and called me and said, 'Tell me, Andrew, didst thou take the elder's gold piece?' I say, 'Spare me, abba, I took nothing.' Now I had a cloak, and I sold it for a gold piece; and taking the gold piece I go to the elder and make a prostration to him, and I say, 'Forgive me, my lord abba, for Satan mocked me, and I took thy gold piece.' There happened to be a layman there as well, and the elder says to me, 'Go, child, I have lost nothing.' So again I made a prostration, saying, 'For the Lord's sake take back the gold piece; look, here it is; and make a prayer for me, for Satan put it into me to steal it and to grieve thee.' The elder says, 'Child, I have lost nothing at all.' So since he could not persuade me, then the layman says to me, 'Truly, my lord brother, yesterday I came and found the elder weeping and making prostrations and in great distress.

Ὡς οὖν εἶδον τὸν γέροντα ἐν τοιαύτῃ θλίψει, λέγω αὐτῷ· Ποίησον ἀγάπην· τί 2981ἐστιν ὃ ἔχεις; Λέγει μοι ὁ γέρων, ὅτι Τὸν ἀδελφὸν ἐσυκοφάντησα, ὅτιτὸ νόμισμα ἔλαβεν· καὶ ἰδοὺ, εὗρον αὐτὸ, ὅπου τέθηκα αὐτό. Τότε ὁ γέρων οἰκοδομηθεὶς ἐπ᾿ ἐμὲ, ὅτι οὐκ ἔλαβον, καὶ ἐπήνεγκα αὐτὸ, λέγων· Λάβε τὸ νόμισμα· ἐγὼ γὰρ αὐτὸ ἔλαβον

Ἀδελφὸς δαιμόνιον ἔχων, παρέβαλεν τῷ ἀββᾷ Συμεῶνι τῷ Στυλίτῃ εἰς τὸ Θαυμαστὸν Ὄρος, ἵνα εὐχὴν ὑπὲρ αὐτοῦ ποιήσῃ, καὶ ἀποδιώξῃ ἀπ᾿ αὐτοῦ τὸν δαίμονα. Λέγει αὐτῷ ὁ ἀββᾶς Συμεών· Ποῦ κάθῃ; Λέγει ὁ ἀδελφός· Εἰς Ῥαϊθοῦ. Ἀπεκρίθη ὁ γέρων· Θαυμάζω, ἀδελφὲ, πόσον κόπον ὑπέμεινας, καὶ τοσαύτην ὁδὸν ἤνυσας, ἵνα πρός με ἔλθῃς, εἰς ἄνθρωπον ἁμαρτωλὸν, τοιούτους Πατέρας ἔχων ἐν τῇ λαύρᾳ σου. Ὕπαγε οὖν πρὸς τὸν ἀββᾶν Ἀνδρέαν, καὶ βάλε αὐτῷ μετάνοιαν, ἵνα εὔξηται ὑπὲρ σοῦ, καὶ εὐθέως θεραπεύει. Ὁ δὲ ἀδελφὸς ἀπελθὼν εἰς Ῥαϊθοῦ, ἔβαλεν μετάνοιαν τῷ ἀββᾷ Ἀνδρέᾳ, καθὼς εἶπεν αὐτῷ ὁ ἀββᾶς Συμεώνιος, λέγων· Εὖξαι ὑπὲρ ἐμοῦ, ἀββᾶ. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀνδρέας· Ἔλαβεν τὴν χάριν τῆς ἰάσεως ὁ ἀββᾶς Συμεώνιος. Καὶ ποιήσαντος αὐτοῦ εὐχὴν, εὐθέως ἐκαθαρίσθη ὁ ἀδελφὸς, καὶ ηὐχαρίστησεν τῷ Θεῷ.

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Σέργιος ὁ τῆς Ῥαϊθοῦ, περί τινος ἀδελφοῦ διακόνου γενομένου τῶν ἐκεῖσε, ὀνόματι Μηνᾶ, λέγων οὕτως, ὅτι Οὗτος ἐξῆλθεν εἰς διακόνημα εἰς τὸν κόσμον, καὶ τί γέγονεν αὐτῷ, οὐκ ἴσμεν, πλὴν ὅτι εἴασε τὸ σχῆμα μοναχικὸν, καὶ γέγονε λαϊκός. Μετὰ οὖν χρόνον πολὺν ἀπῆλθεν ἐν Θεουπόλει· καὶ ὡς ἀνήρχετο ἀπὸ Σελευκείας, εἶδε τὸ μοναστήριον τοῦ ἐν ἁγίοις ἀββᾶ Συμεὼν τοῦ Στυλίτου, ἀπὸ μακρόθεν, καὶ λέγει ἐν ἑαυτῷ, Ἀνέλθω, καὶ ἴδω τὸν μέγαν Συμεώνην· οὐ γὰρ ἦν αὐτὸν θεασάμενος πώποτε. Ἀνῆλθεν οὖν, καὶ τῷ κίονι πλησιάσας, ὡς εἶδεν αὐτὸν ὁ ἀββᾶς Συμεὼν, ἐπιγνοὺς ὅτι μοναχὸς ἦν, καὶ ὅτι χειροτονίαν διακόνου ἔχει, φωνεῖ τὸν ὑπηρετοῦντα αὐτῷ, λέγων· Φέρε τὸ ψαλίδιον ὧδε, καὶ ἐνέγκαντι λέγει αὐτῷ· Εὐλογητὸς Κύριος, κούρευσον ἐκεῖνον, δείξας αὐτὸν αὐτῷ ἰδίῳ δακτύλῳ. Ἦσαν γὰρ πολλοὶ περὶ τὸν κίονα. Ὁ δὲ θαυμάσας ἐπὶ τῷ λόγῳ, ἅμα δὲ καὶ φόβῳ μεγάλῳ ληφθεὶς, κατεδέξατο μηδὲν ὅλως φθεγξάμενος, ἐννοήσας ὅτι ὁ Θεὸς ἀπεκάλυψε τῷ ἁγίῳ γέροντι τὰ κατ᾿ αὐτόν. Λέγει αὐτῷ ὁ ἀββᾶς Συμεὼν, Ποίησον εὐχὴν διακόνου· καὶ εὐξαμένου, λέγει αὐτῷ ὁ ἅγιος· Ὕπαγε εἰς Ῥαϊθοῦ, ὅθεν ἐξῆλθες· κἀκείνου λέγοντος αἰσχύνεσθαι, καὶ μὴ δύνασθαι φέρειν τὴν ἀπὸ τῶν ἀνθρώπων ἐντροπήν· πάλιν λέγει αὐτῷ· Πίστευέ μοι, τέκνον, ἐπὶ τούτῳ, οὐκ ὀφείλεις ἐντραπῆναι. Ἱλαρῷ γὰρ προσώπῳ οἱ Πατέρες ὑποδέξονταί σε, καὶ χαρὰ αὐτοῖς γενήσεται, καὶ ἀγαλλίασις ἐπὶ τῇ σῇ ἐπιστροφῇ. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι ὁ Θεὸς σημεῖον ἔχει ποιῆσαι ἐν σοὶ, ἵνα γνῷς, ὅτι συνεχώρησέ σοι ἡ αὐτοῦ εὐσπλαγχνία τὴν ἁμαρτίαν ταύτην.

So when I saw the elder in such distress, I say to him, "Do me a kindness: what is it 2981that ails thee?" And the elder says to me, "I slandered the brother, that he had taken the gold piece; and look, I have found it, where I put it."' Then the elder was edified by me, because I had not taken it and yet had brought it to him, saying, 'Take the gold piece; for I took it.'"

CHAPTER 117

A brother who had a demon came to abba Symeon the Stylite at the Wondrous Mountain, so that he might make a prayer for him and drive the demon away from him. Abba Symeon says to him, "Where dost thou live?" The brother says, "At Raithu." The elder answered, "I marvel, brother, how much toil thou hast endured, and what a long road thou hast travelled, to come to me, a sinful man, when thou hast such fathers in thy laura. So go to abba Andrew and make a prostration to him, that he may pray for thee, and at once thou art healed." The brother went away to Raithu and made a prostration to abba Andrew, as abba Symeon had told him, saying, "Pray for me, abba." Abba Andrew says to him, "Abba Symeon has received the grace of healing." And when he had made a prayer, at once the brother was cleansed, and he gave thanks to God.

CHAPTER 118

Abba Sergius of Raithu told us about a brother there who had been made a deacon, named Menas, speaking thus: "This man went out into the world on an errand, and what happened to him we do not know, except that he left the monastic habit and became a layman. So after a long time he went off to Theoupolis; and as he was going up from Seleucia he saw from far off the monastery of abba Symeon the Stylite, who is among the saints, and he says within himself, 'Let me go up and see the great Symeon'; for he had never set eyes on him. So he went up, and drew near the pillar; and when abba Symeon saw him, knowing that he was a monk and that he had a deacon's ordination, he calls the man who served him, saying, 'Bring the scissors here.' And when he had brought them, he says to him, 'Blessed is the Lord: tonsure that man,' pointing him out to him with his own finger. For there were many people around the pillar. He marvelled at the word, and at the same time was seized with great fear, and he submitted, uttering no word at all, perceiving that God had revealed his affairs to the holy elder. Abba Symeon says to him, 'Make a deacon's prayer.' And when he had prayed, the saint says to him, 'Go to Raithu, where thou camest from.' And when he said that he was ashamed and could not bear the shame before men, again he says to him, 'Believe me, child, in this: thou oughtest not to be ashamed. For the fathers will receive thee with a cheerful face, and there will be joy for them, and gladness at thy return. And know this too, that God is to work a sign in thee, so that thou mayest know that his compassion has forgiven thee this sin.'

Καὶ δὴ 2984ἐλθόντος αὐτοῦ εἰς Ραϊθοῦ ἐδέξαντο αὐτὸν οἱ Πατέρες ὑπτίαις χερσὶν, καὶ ἔβαλον αὐτὸν καὶ εἰς τὸ ἱερατεῖον. Καὶ ἐν μιᾷ Κυριακῇ ὡς ἐβάσταζε τὸ ἅγιον καὶ ζωοποιὸν αἷμα τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, αἰφνίδιον ἐξῆλθεν ὁ ὀφθαλμὸς αὐτοῦ. Καὶ ἐκ τοῦ σημείου τούτου ἔγνωσαν, ὅτι συνεχώρησεν αὐτῷ ὁ Θεὸς τὴν ἁμαρτίαν, κατὰ τὸν λόγον τοῦ δικαίου Συμεών.

Ἔλεγεν ἡμῖν ὁ ἀββᾶς Εὐσέβιος ὁ πρεσβύτερος τῆς λαύρας Ῥαϊθοῦ παραβαλοῦσιν αὐτῷ, ὅτι δαίμων ἀπῆλθεν εἰς κελλίον γέροντος ἐν σχήματι μοναχοῦ. Καὶ κρούσαντος αὐτοῦ τὴν θύραν, ἤνοιξεν αὐτῷ ὁ γέρων, καὶ λέγει αὐτῷ· Εὖξαι. Ὁ δὲ δαίμων λέγει· Νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ δὲ γέρων ἐκ τρίτου λέγει αὐτῷ, Εὖξαι. Ὁ δὲ δαίμων λέγει· Νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ δὲ γέρων λέγει αὐτῷ· Καλῶς ἦλθες, εὖξαι, καὶ εἰπέ· Δόξα Πατρὶ, καὶ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ τοῦτο εἰπόντος τοῦ γέροντος, ὁ δαίμων ὡς ὑπὸ πυρὸς διωχθεὶς ἀφανὴς ἐγένετο.

Διηγήσαντο ἡμῖν Φαρονῖται ἁλιεῖς, λέγοντες· Ἐν μιᾷ ἀπήλθομεν εἰς τὸ Βουχρὶ πέραν τῆς Ἐρυθρᾶς θαλάσσης· καὶ ἁλιεύσαντες πλείστους ἰχθύας, ἀνἡλθομεν, καὶ ὡρμίσαμεν ἐγγὺς Πτελέου.

And indeed, 2984when he came to Raithu the fathers received him with open arms, and they put him into the sanctuary as well. And one Sunday, as he was carrying the holy and life-giving blood of our great God and Saviour Jesus Christ, suddenly his eye came out. And from this sign they knew that God had forgiven him the sin, according to the word of the righteous Symeon."

CHAPTER 119

Abba Eusebius, the priest of the laura of Raithu, told us when we visited him that a demon went to an elder's cell in the habit of a monk. And when he knocked at the door, the elder opened to him and says to him, "Pray." The demon says, "Now and ever and to the ages of ages. Amen." The elder says to him a third time, "Pray." The demon says, "Now and ever, and to the ages of ages. Amen." The elder says to him, "Thou art welcome. Pray, and say: Glory to the Father, and to the Son, and to the Holy Spirit, always, now and ever and to the ages of ages. Amen." And when the elder said this, the demon vanished, as though driven off by fire.

CHAPTER 120

Some Pharonite fishermen told us: "One day we went off to Bouchri, across the Red Sea; and having caught a great many fish we came back and anchored near Pteleos. And wanting to cross over to Raithu, we were hindered by contrary winds, and were held fast by a storm at sea for ninety days.

Καὶ θελήσαντες διαπεράσαι εἰς τὴν Ῥαϊθοῦ, ἐκωλύθημεν διὰ τῶν ἐναντίων ἀνέμων, καὶ κατεσχέθημεν διὰ χειμῶνος τῆς θαλάσσης ἡμέραις ἐννενήκοντα· καὶ διερχόμενοι τὴν μεγίστην ἔρημον ἐκείνην, ηὕρομεν ὑπὸ μιᾶς πέτρας τρεῖς ἀναχωρητὰς τεθνηκότας

2985Παρέβαλον τῷ ἀββᾷ Ζωσίμῳ τῷ Κίλικι εἰς τὸ Σι-Α νὰ, ὡς ἐκαθήμην ἐν τῷ Σινά. Ἦν γὰρ παραιτησάμενος τὴν ἐπισκοπὴν ὁ γέρων· καὶ πάλιν ἦλθεν εἰς τὸ κελλίον αὐτοῦ· μεγάλην γὰρ ἄσκησιν ἐκτήσατο. Καὶ διηγήσατό μοι, λέγων, ὅτι Ὡς ἤμην νεώτερος, ἐξῆλθον ἐκ τοῦ Σινὰ ὄρους, καὶ ἀπῆλθον εἰς τὴν Ἀμμωνιακὴν, ἵνα μείνω ἐκεῖσε εἰς κελλίον. Καὶ εὗρον αὐτόθι γέροντα φοροῦντα ἀπὸ σιβίνου κολόβιον. Καὶ ὡς εἶδέν με ὁ γέρων, πρὶν ἀσπάσασθαι αὐτὸν, λέγει μοι· Τί ὧδε παρεγένου, Ζώσιμε; Ὕπαγε σὺ τῶν ἔνθεν. Οὐ γὰρ δύνασαι καθίσαι ὧδε. Ἐνόμισα οὖν ἐγὼ ὅτι ἐγνώριζέν με, καὶ βάλλω αὐτῷ μετάνοιαν, λέγων, Ποίησον ἀγάπην, καλόγηρε, πόθεν με οἶδας; Ὁ δὲ λέγει μοι· Πρὸ δύο ἡμερῶν, ἐφάνη μοί τις λέγων, ὅτι Ἰδοὺ ἔρχεται ἐγγύς σου μοναχὸς ὀνόματι Ζώσιμος. Μὴ ἐάσης αὐτὸν μεῖναι ὧδε·θέλω γὰρ αὐτῷ τὴν Ἐκκλησίαν Βαβυλῶνος τὴν κατ᾿ Αἴγυπτον πιστεῦσαι. Καὶ σιωπήσας καὶ ἀφήσας με, ἀπῆλθεν ἀπ᾿ ἐμοῦ ὡσεὶ λίθου βολήν. Καὶ ποιήσας ὡσεὶ δύο ὥρας εὐχόμενος, ἦλθεν πρός με, καὶ καταφιλήσας τὸ μέτωπόν μου, λέγει μοι· Φύσει, τέκνον, καλῶς ἦλθες. Ὁ Θεὸς γὰρ ἤγαγέν σε ὧδε, ἵνα τὸ σῶμά μου θάψης. Λέγω οὖν αὐτῷ· Πόσους χρόνους ἔχεις ὧδε, ἀββᾶ; Ὁ δὲ λέγει μοι, Τεσσαράκοντα πέντε ἔτη πληρῶ· καὶ ἐφάνη μοι τὸ πρόσωπον αὐτοῦ ὡς πῦρ. Καὶ λέγει μοι· Εἰρήνη σοι, τέκνον, καὶ εὔχου ὑπὲρ ἐμοῦ, καὶ ταῦτα εἰπὼν ἔθηκεν ἑαυτὸν, καὶ ἀνεπαύσατο ὁ δοῦλος τοῦ Θεοῦ. Ἐγὼ δὲ ὀρύξας ἔθαψα αὐτὸν, καὶ μετὰ δύο ἡμέρας ἀνεχώρησα δοξάζων τὸν Θεόν.

Διηγήσατο δὲ ἡμῖν ὁ γέρων καὶ τοῦτο, λέγων, ὅτι Πρὸ ἔτη εἰκοσιδύο ἀνῆλθον εἰς τὸν Πορφυρίτην, θέλων καθίσαι ἐκεῖ· ἔλαβον δὲ καὶ τὸν μαθητήν μου Ἰωάννην μετ᾿ ἐμοῦ. Ὡς οὖν ἀπήλθομεν, εὑρίσκομεν ἐκεῖ δύο ἀναχωρητὰς, καὶ ἐμείναμεν πλησίον αὐτῶν. Ἦν δὲ εἷς μὲν Μελιτινὸς, ὀνόματι Θεόδωρος· ὁ δὲ ἄλλος, Παῦλος, ἐκ τῆς τῶν Γαλατῶν χώρας. Καὶ ὁ μὲν Θεόδωρος ἦν ἀπὸ τῆς μονῆς τοῦ ἀββᾶ Εὐθυμίου. Ἐφόρουν δὲ κολόβια ἐκ δερμάτων βουβάλων. Ἔμεινα δὲ ἐκεῖ ὡς εἰς δύο χρόνους· ἀπείχομεν δὲ ἀπ᾿ ἀλλήλων ὡς ἀπὸ δύο σταδίων. Ἐν μιᾷ οὖν ὡς ἔτι κάθηται Ἰωάννης ὁ μαθητής μου, κρούει αὐτὸν ὄφις, καὶ εὐθὺς τέθνηκεν, αἱμοῤῥοήσας δι᾿ ὅλων τῶν μορίων αὐτοῦ. Ἐν θλίψει οὖν ὑπάρχων, ἀπῆλθον πρὸς τοὺς ἀναχωρητάς. Καὶ ὡς εἶδόν με τεταραγμένον καὶ τεθλιμμένον, πρὸ τοῦ εἴπω τιποτοῦν, λέγουσίν μοι· Τί ἔνι, ἀββᾶ Ζώσιμε; ἀπέθανεν ὁ ἀδελφός; Λέγω αὐτοῖς· Ναί. Ἐλθόντες οὖν μετ᾿ ἐμὲ, καὶ ἰδόντες ἐῤῥιμμένον εἰς τὴν γῆν, λέγουσίν μοι· Μὴ λυποῦ, ἀββᾶ Ζώσιμε, βοηθεῖ ὁ Θεός.

And going through that vast desert, we found under a rock three anchorites, dead..."

2985CHAPTER 123

I visited abba Zosimus the Cilician at Sinai, while I was living at Sinai. For the elder had resigned the bishopric and come back again to his cell; for he had acquired great asceticism. And he told me: "When I was young I went out from Mount Sinai and went off to the Ammoniake, to stay there in a cell. And I found there an elder wearing a colobion of sibinon. And when the elder saw me, before I greeted him, he says to me, 'What hast thou come here for, Zosimus? Go thou away from here [?]; for thou canst not settle here.' So I thought that he knew me, and I make him a prostration, saying, 'Do me a kindness, good elder: how dost thou know me?' He says to me, 'Two days ago someone appeared to me, saying, "Look, a monk named Zosimus is coming near thee. Do not let him stay here; for I wish to entrust to him the church of Babylon in Egypt."' And he fell silent and let me be, and went away from me about a stone's throw. And having spent about two hours praying, he came to me, and kissing my forehead he says to me, 'Truly, child, thou art welcome. For God has brought thee here to bury my body.' So I say to him, 'How many years hast thou been here, abba?' He says to me, 'I am completing forty-five years.' And his face appeared to me like fire. And he says to me, 'Peace to thee, child, and pray for me.' And having said this he laid himself down, and the servant of God went to his rest. And I dug and buried him, and after two days I withdrew, glorifying God."

CHAPTER 124

The elder told us this too: "Twenty-two years ago I went up to the Porphyrites, wishing to settle there; and I took my disciple John with me as well. So when we went, we find two anchorites there, and we stayed near them. One was from Melitene, named Theodore; and the other, Paul, was from the country of the Galatians. And Theodore was from the monastery of abba Euthymius. They wore colobia of buffalo hides. I stayed there about two years; and we were about two stades apart from one another. So one day, while John my disciple was still sitting, a snake strikes him, and at once he was dead, bleeding through all his limbs. So, being in distress, I went off to the anchorites. And when they saw me troubled and distressed, before I said anything, they say to me, 'What is it, abba Zosimus? Has the brother died?' I say to them, 'Yes.' So they came with me, and seeing him flung on the ground they say to me, 'Do not grieve, abba Zosimus; God helps.'

Καὶ φωνήσαντες τὸν ἀδελφὸν, λέγουσιν· Ἀδελφὲ Ἰωάννῃ, ἐγείρου, ὁ γέρων δέεταί σου. 2988Καὶ εὐθὺς ὁ ἀδελφὸς ἠγέρθη ἐκ τῆς γῆς.Ζητήσαντες δὲ τὸ θηρίον, καὶ κρατήσαντες αὐτὸ, ἔμπροσθεν ἡμῶν εἰς δύο ἔκοψαν αὐτό. Τότε λέγουσίν μοι· Ἀββᾶ Ζώσιμε, πορεύου εἰς τὸ Σινά. Ὁ Θεὸς γὰρ πιστεῦσαί σοι θέλει τὴν Ἐκκλησίαν Βαβυλῶνος. Εὐθὺς οὖν ἡμεῖς ἀνεχωρήσαμεν. Καὶ ἐλθόντων ἡμῶν εἰς τὸ Σινὰ, μετ ὀλίγας ἡμέρας ὁ ἀββᾶς τοῦ Σινὰ ἔπεμψεν ἐμὲ καὶ ἄλλους δύο εἰς Ἀλεξάνδρειαν. Καὶ κρατήσας ἡμᾶς ὁ ἀββᾶς Ἀλεξανδρείας, ὁ μακαριώτατος Ἀπολινάριος, ἐποίησεν τοὺς τρεῖς ἐπισκόπους· τὸν μὲν εἰς Ἡλιούπολιν, τὸν δὲ εἰς Λεοντόπολιν, κἀμὲ εἰς Βαβυλῶνα.

Διηγήσαντο ἡμῖν τινες τῶν Πατέρων τοῦ Σινὰ, περὶ τοῦ ἀββᾶ Σεργίου τοῦ ἀναχωρητοῦ, λέγοντες, ὅτι Ὡς ἔμεινεν ἐν τῷ Σινὰ, ἔβαλεν αὐτὸν ὁ οἰκονόμος εἰς τὰ βορδόνια. Ὡς οὖν ἤρχετο ἐν μιᾷ, ἰδοὺ λέων ἐν τῇ ὁδῷ ἀνέκειτο. Ὡς δὲ ἴδον τὰ βορδόνια, καὶ οἱ βορδονάριοι, τὸν λέοντα, φόβῳ συσχεθέντες ἀφεστάθησαν. Τότε ὁ ἀββᾶς Int. πάπας. Σέργιος λαβὼν ἐκ τοῦ μαργονίου αὐτοῦ μίαν εὐλογίαν, ἀπῆλθεν πρὸς τὸν λέοντα, καὶ λέγει αὐτῷ, Λάβε τὴν εὐλογίαν τῶν Πατέρων, καὶ ἄπελθε ἐκ τῆς ὁδοῦ, ἵνα παρέλθωμεν. Καὶ λαβὼν ὁ λέων τὴν εὐλογίαν, ἀνεχώρησεν.

Ἔλεγον ἡμῖν οἱ τοῦ αὐτοῦ ἁγίου τόπου Πατέρες περὶ τοῦ ἀββᾶ Ὀρέντου, ὅτι ἐν μιᾷ Κυριακῇ εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν στρέψας τὸ καμάσιον αὐτοῦ, καὶ ἔξω φορέσας τὰ τούτου μαλλία. Ἱσταμένου οὖν αὐτοῦ εἰς τὸν χορὸν, εἶπον αὐτῷ οἱ τὸν τόπον οἰκοῦντες· Καλόγηρε, διὰ τί οὕτως εἰσῆλθες, καὶ ἐξαγωγὴν ἡμᾶς ποιεῖς ἔμπροσθεν τῶν ξένων; Ὁ δὲ γέρων εἶπεν αὐτοῖς· Ὑμεῖς ἐστρέψατε τὸ Σινὰ, καὶ οὐδεὶς ὑμῖν εἶπεν τίποτε· κἀγὼ ἵνα στρέψω τὸ καμάσιόν μου, ἐγκαλεῖτέ με; Ὑπάγετε· κἀγὼ διορθοῦμαι ἃ ἔστρεψα.

Διηγήσατο ἡμῖν ἡ ἀμμὰ Δαμιανὴ, ἡσυχάστρια, ἡ μήτηρ τοῦ ἀββᾶ Ἀθηνογένους τοῦ ἐπισκόπου Πετρῶν, λέγουσα, ὅτι Ἦν τις ἡγούμενος ἐν τῷ ἁγίῳ ὄρει Σινὰ, ὀνόματι Γεώργιος, μέγας πάνυ καὶ ἀσκητής. Τούτῳ τῷ ἀββᾷ Γεωργίῳ ἐν μεγάλῳ Σαββάτῳ ἦλθεν ἐπιθυμία, καθιζομένου αὐτοῦ ἐν τῷ κελλίῳ αὐτοῦ, ὅτι ἤθελον, φησὶν, ποιῆσαι τὴν ἁγίαν ἀνάστασιν ἐν τῇ ἁγίᾳ πόλει, καὶ μεταλαβεῖν τῶν ἁγίων μυστηρίων ἐν τῇ ἁγίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἀναστάσει. Διὰ πάσης οὖν τῆς ἡμέρας ἔμεινεν ὁ γέρων ἀδολεσχῶν ἐν τοῖς λογισμοῖς τούτοις, καὶ εὐχόμενος· ὡς οὖν γέγονεν ἑσπέρα ἦλθεν ὁ μαθητὴς αὐτοῦ, λέγων αὐτῷ· Κέλευσον, Πάτερ, εἰς τὸν κανόνα.

And calling the brother, they say, 'Brother John, get up; the elder needs thee.' 2988And at once the brother got up from the ground. And they sought out the beast and caught hold of it, and before us they cut it in two. Then they say to me, 'Abba Zosimus, go to Sinai. For God wishes to entrust to thee the church of Babylon.' So at once we withdrew. And when we came to Sinai, after a few days the abba of Sinai sent me and two others to Alexandria. And the abba [?] of Alexandria, the most blessed Apollinarius, took hold of us and made the three of us bishops: one for Heliopolis, another for Leontopolis, and me for Babylon."

CHAPTER 125

Some of the fathers of Sinai told us about abba Sergius the anchorite: "When he was staying at Sinai, the steward put him over the mules. So as he was coming along one day, look, a lion was lying in the road. And when the mules and the muleteers saw the lion, they were gripped with fear and stood off. Then abba Sergius took a blessing from his bag [?] and went off to the lion and says to it, 'Take the blessing of the fathers, and go off the road, so that we may pass.' And the lion took the blessing and withdrew."

CHAPTER 126

The fathers of that same holy place used to tell us about abba Orentius that one Sunday he came into the church with his kamasion turned inside out, wearing its fleece outside. So as he stood in the choir, those who live in the place said to him, "Good elder, why hast thou come in like this, and art making a show of us before the strangers?" The elder said to them, "You have turned Sinai inside out, and no one has said anything to you; and because I turn my kamasion, do you find fault with me? Go; and I am setting right what I turned."

CHAPTER 127

Amma Damiana, the solitary, the mother of abba Athenogenes the bishop of Petra, told us: "There was a superior on the holy mountain of Sinai named George, a very great man and an ascetic. On Holy Saturday a longing came upon this abba George, as he sat in his cell: 'I wish,' he says, 'to keep the holy Resurrection in the holy city, and to partake of the holy mysteries in the holy Anastasis of Christ our God.' So through the whole day the elder stayed turning these thoughts over, and praying. So when it was evening his disciple came, saying to him, 'Give the word, father, for the rule.'

Ὁ δὲ γέρων ἀπεκρίθη αὐτῷ· Ὕπαγε· καὶ εἰς τὸν καιρὸν τῆς 2989ἁγίας μεταλήψεως δεῦρο, καὶ ἔρχομαι· ἔμεινεν λοι-Α πὸν ὁ γέρων ἐν τῷ κελλίῳ. Ὅταν οὖν ἔφθασεν καιρὸς τῆς ἁγίας κοινωνίας ἐν τῇ ἁγίᾳ Ἀναστάσει, εὑρέθη ὁ γέρων πλησίον τοῦ ἐπισκόπου Πέτρου τοῦ μακαρίου, καὶ παρέχει αὐτῷ τὴν ἁγίαν κοινωνίαν μετὰ τῶν πρεσβυτέρων. Ἰδὼν οὖν αὐτὸν ὁ πατριάρχης λέγει Μηνᾷ τῷ συγκέλλῳ αὐτοῦ· Πότε παραγέγονεν ὁ ἀββᾶς τοῦ Σινά; Ἀπεκρίθη ὁ σύγκελλος· Μετὰ εὐχὰς ἡμῶν, δέσποτα, οὐχ ἑώρακα αὐτὸν, δέσποτα, εἰ μὴ νῦν καὶ μόνον. Τότε ὁ πατριάρχης λέγει τῷ συγκέλλῳ· Εἰπὲ αὐτῷ, Μὴ ἀναχωρήσῃς. Θέλω γὰρ, ἵνα μετ᾿ ἐμοῦ μεταλάβης τροφῆς· Ὁ δὲ σύγκελλος ἀπελθὼν εἶπεν τῷ γέροντι. ὁ δὲ εἶπεν· Τὸ θέλημα τοῦ Θεοῦ γενηθήτω. Ὡς οὖν ἀπέλυσεν ὁ γέρων τὰς συνάξεις καὶ προσεκύνησεν γέρων τὸ ἅγιον μνῆμα, εὑρέθη γέρων ἐν τῷ κελλίῳ αὐτοῦ. Καὶ ἰδοὺ ὁ μαθητὴς αὐτοῦ κρούων, καὶ λέγει, Πάτερ, κέλευσον, ἵνα μεταλάβης. Ὁ δὲ γέρων ἀπελθὼν εἰς τὴν ἐκκλησίαν μετὰ τοῦ μαθητοῦ αὐτοῦ μετέλαβεν τῶν ἁγίων μυστηρίων. Ὁ δὲ ἀρχιεπίσκοπος Πέτρος λυπηθεὶς, ὅτι ἑαυτοῦ παρήκουσεν, μετὰ τὴν ἑορτὴν πέμπει πρὸς τὸν γέροντα γράμματα, καὶ πρὸς τὸν ἐπίσκοπον Φαρὰν τὸν ἀββᾶ Φώτιον, καὶ πρὸς τοὺς Πατέρας τοῦ Σινὰ, ἵνα τὸν ἀββᾶν φέρωσιν πρὸς ἑαυτόν. Ὡς οὖν ἀπῆλθεν ὁ τὰ γράμματα ἐπιφερόμενος, καὶ δέδωκεν τὰς ἐπιστολὰς, ἀπέστειλεν τρεῖς πρεσβυτέρους, τὸν ἀββᾶν Στέφανον τὸν Καππαδόκην, τὸν μέγαν· καὶ τὸν ἀββᾶν Ζώσιμον (καὶ αὐτοῦ δὲ μνήμην πεποιήμεθα), καὶ τὸν ἀββᾶν Δουλκήτιον, τὸν Ῥωμαῖον, πρὸς τὸν πατριάρχην· καὶ ἀπελογήσατο γράψας ὁ γέρων, καὶ λέγων· Μὴ γένοιτό μοι, δέσποτά μου ἁγιώτατε, ὅτι κατεφρόνησα τοῦ ἁγίου ἀγγέλου ὑμῶν. Ἔγραφεν καὶ τοῦτο, Ἵνα γνῷ ἡ ὑμετέρα μακαριότης, ὅτι μετὰ ἓξ μῆνας, ὁμοῦ ἔχομεν τῷ Δεσπότῃ Χριστῷ τῷ Θεῷ ἡμῶν ἀπαντῆσαι, κἀκεῖ ὑμᾶς προσκυνῆσαι. Ἐξελθόντες οἱ πρεσβύτεροι διδόασιν τὰ γράμματα τῷ πατριάρχῃ. Ἔλεγον οὖν, ὅτι Πολλὰ ἔτη ἔχει μὴ ἐξελθὼν εἰς Παλαιστίνην γέρων. Ἐπεδείκνυον δὲ καὶ τὰ γράμματα τοῦ Φαρὰν μαρτυροῦντα τούτοις, ὅτι περὶ τὰ οʹ ἔτη ἔχει ὁ γέρων μὴ ἐξελθεῖν τοῦ ἁγίου ὄρους Σινά· ὁ δὲ θεῖος καὶ πρᾶος Πέτρος μάρτυρας τοὺς εὑρεθέντας ἐπισκόπους, καὶ τὸν κλῆρον, λέγοντας, ὅτι Ἡμεῖς ἑωράκαμεν τὸν γέροντα, καὶ πάντες τῷ φιλήματι τῷ ἁγίῳ ἠσπασάμεθα. Μετὰ οὖν τὸ πληρωθῆναι ἓξ μῆνας, ἀνέπαυον ὁ γέρων καὶ ὁ πατριάρχης, κατὰ τὴν πρόῤῥησιν τοῦ γέροντος. Διηγήσατο δὲ ἡμῖν ἡ αὐτὴ ἀμμὰ Δαμιανὴ καὶ τοῦτο, λέγων Pro λέγουσα., ὅτι Κατὰ παρασκευὴν, πρὸ τοῦ ἐγκλεισθῶ, ἀπίην εἰς τὸν ἅγιον Κοσμᾶν καὶ Δαμιανὸν, κἀκεῖ πᾶσαν τὴν νύκτα ἐποίουν. Ἤρχετο οὖν τῇ ἑσπέρᾳ μία γραῖα Φρυγογαλάτισσα, καὶ παρεῖχεν πᾶσιν τοῖς οὖσιν εἰς τὸν ναὸν ἀπὸ δύο λεπτῶν. Ἤδειν οὖν αὐτήν· ἐπειδὴ πολλάκις μοι ἔδωκεν. Ἐν μιᾷ οὖν ἀνεψιὰ ἐμὴ καὶ τοῦ πιστοτάτου βασιλέως Μαυρικίου, ἐλθοῦσα εὐχῆς χάριν ἐν τῇ ἁγίᾳ πόλει, ἐποίησεν χρόνον. Ἔλαβον οὖν αὐτὴν, καὶ ἀπῆλθον εἰς τὸν ἅγιον Κοσμᾶν καὶ Δαμιανόν.

The elder answered him, 'Go; and at the time of the 2989holy partaking come here, and I will come.' So the elder stayed on in his cell. Now when the time of holy Communion came in the holy Anastasis, the elder was found close by the blessed bishop Peter, and he gives him holy Communion with the priests. So the patriarch, seeing him, says to Menas his syncellus, 'When did the abba of Sinai arrive?' The syncellus answered, 'By your prayers, master, I have not seen him, master, until just now.' Then the patriarch says to the syncellus, 'Tell him, "Do not leave. For I wish thee to take food with me."' The syncellus went off and told the elder. And he said, 'The will of God be done.' So when the elder had finished the synaxes and had venerated the holy tomb, the elder was found in his cell. And look, his disciple knocking, and he says, 'Father, give the word, so that thou mayest communicate.' And the elder went off to the church with his disciple and partook of the holy mysteries. Now archbishop Peter, grieved that he had disobeyed him, after the feast sends letters to the elder, and to the bishop of Pharan, abba Photius, and to the fathers of Sinai, that they should bring the abba to him. So when the man carrying the letters had gone and delivered the letters, he sent three priests to the patriarch: abba Stephen the Cappadocian, the great; and abba Zosimus (of him too we have made mention); and abba Dulcitius the Roman. And the elder made his defence in writing, saying, 'God forbid, my most holy master, that I should have despised your holy angel.' He wrote this too: 'That your blessedness may know that after six months we are to meet together the Master, Christ our God, and there I shall venerate you.' The priests went out and give the letters to the patriarch. And they said, 'The elder has not gone out to Palestine for many years.' They also showed the letters of Pharan, testifying to this, that the elder had not gone out of the holy mountain of Sinai for some seventy years. But the godly and gentle Peter [called] as witnesses the bishops who had been present, and the clergy, who said, 'We saw the elder, and we all greeted him with the holy kiss.' So when the six months were fulfilled, the elder and the patriarch went to their rest [?], according to the elder's prediction."

The same amma Damiana told us this too: "On Fridays, before I was shut in, I used to go off to Saint Cosmas and Damian, and there I spent the whole night. Now in the evening an old Phrygo-Galatian woman used to come, and give everyone who was in the church two lepta each. So I knew her, since she had often given to me. So one day a niece of mine and of the most faithful emperor Maurice, who had come to the holy city to pray, spent a year there. So I took her and went off to Saint Cosmas and Damian.

Ὡς οὖν ἐν τῷ εὐκτηρίῳ 2992ἥμεθα, λέγω τῇ συγγενεῖ μου·Βλέπε, κυρία, ὅτι ἔρχεται μία γραῦς διδοῦσα ἀπὸ δύο νουμίων· λάβε αὐτὰ, μὴ ὑπερηφανίσῃς. Ἡ δὲ ἐδυσχέραινεν λέγουσα· Ἐντολὴν ἔχω λαβεῖν; Τότε εἶπον αὐτῇ· Ναὶ λάβε, ὅτι ἡ γυνὴ κατὰ Θεὸν μεγάλη ἐστίν· ὅλην γὰρ τὴν ἑβδομάδα ῥογεύει αὐτὰ τοῖς εὑρισκομένοις ἐν τῷ ναῷ· ἔχει δὲ χήρα περὶ τὰ ὀγδοήκοντα ἔτη. Λάβε οὖν αὐτὰ, καὶ δὸς αὐτὰ καὶ σὺ ἄλλῳ· μόνον τὴν θυσίαν τῆς γραίας μὴ ἀποστρέψῃς. Ταῦτα ἡμῶν λαλούντων, ἰδοὺ ἡ γραῦς ἐρχομένη καὶ διδοῦσα· καὶ ἐλθοῦσα ἔδωκεν μετὰ πάσης ἡσυχίας καὶ σιωπῆς. Δέδωκεν δὲ καὶ τῇ ἐμῇ ἀνεψιᾷ, εἰποῦσα· Λάβε ταῦτα, καὶ φάγε. Ὡς οὖν ἀπῆλθεν, ἔγνωμεν ὅτι ὁ Θεὸς ἀπεκάλυψεν αὐτῇ ὅτι εἶπον, Λάβε καὶ δὸς αὐτὰ πτωχῷ. Ἔπεμψεν οὖν ἕνα παῖδα αὐτῆς, καὶ ἔλαβεν εἰς τὰ δύο λεπτὰ θερμία, καὶ ἔφαγεν, καὶ διεβεβαιώσατο κατὰ τοῦ Θεοῦ, λέγουσα, ὅτι γλυκέα ἦσαν ὡς τὸ μέλι· ὥστε θαυμάσαι αὐτὴν, καὶ δοξάσαι τὸν Θεὸν τὸν διδόντα χάριν τοῖς δούλοις αὐτοῦ. Παρεβάλομεν τῷ ἀββᾷ Ἀθανασίῳ ἐν τῇ λαύρᾳ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σάββα, καὶ διηγήσατο ἡμῖν, λέγων, ὅτι ἠκηκόει διηγουμένου τοῦ ἀββᾶ Ἀθηνογένους τοῦ ἐπισκόπου Πετρῶν, τοῦ υἱοῦ τῆς ἀμμᾶς Δαμιανῆς, τὶ τοιοῦτον. Ὅτι ἀδελφὸν εἶχεν ἡ μάμμα μου Ἰαννία, ὀνόματι Ἀδέλφιον ἐπίσκοπον Ἀραβήσσου· εἶχεν δὲ καὶ ἀδελφὴν ἡγουμένην τῆς μονῆς τῶν γυναικῶν. Ἐν μιᾷ οὖν ἀπῆλθεν ὁ ἐπίσκοπος εἰς τὸ μοναστήριον, εἰς ἐπίσκεψιν τῆς ἀδελφῆς αὐτοῦ. Καὶ ἐν τῷ εἰσιέναι αὐτὸν ἐν τῷ μεσαύλῳ τοῦ μοναστηρίου, θεωρεῖ μίαν τῶν ἀδελφῶν ὑπὸ τοῦ δαίμονος ἐνοχλουμένην, καὶ ἐν τῷ ἐδάφει ἐῤῥιμμένην. Καλέσας οὖν ὁ ἐπίσκοπος τὴν ἀδελφὴν αὐτοῦ, λέγει αὐτῇ· Ἀρέσκει σοι πῶς ἡ ἀδελφὴ αὕτη ὑπὸ τοῦ δαίμονος ἀδικεῖται καὶ ἀσχημονεῖ; ἢ ἀγνοεῖς ὅτι κρῖμα βαστάζεις ὅλων τῶν ἀδελφῶν, ὡς ἡγουμένη; Ἡ δὲ λέγει αὐτῷ· Κἀγὼ τί ἔχω ποιῆσαι πρὸς τὸν δαίμονα; Ὁ δὲ ἐπίσκοπος πάλιν λέγει αὐτῇ· Καὶ ὧδε τί ποιῇ τοσαῦτα ἔτη; Καὶ ποιήσας εὐχὴν ὁ ἐπίσκοπος, ἐκαθάρισεν τὴν ἀδελφήν. Πάλιν ὁ αὐτὸς Ἀθανάσιος διηγήσατο ἡμῖν περὶ αὐτοῦ τοῦ ἐπισκόπου Ἀδελφίου, λέγων, ὅτι ἀκηκόει παρὰ τῆς ἀμμᾶς Ἰαννίας τῆς τούτου ἀδελφῆς, λεγούσης, ὅτι Ὅταν ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως Ἰωάννης ὁ Χρυσόστομος ἐξωρίσθηεἰς Κουκουσὸν, εἰς τὸν οἶκον ἡμῶν ἔμεινεν. Ἐν τούτῳ οὖν πολλὴν παῤῥησίαν καὶ ἀγάπην εἴχομεν πρὸς τὸν Θεόν. Ἔλεγεν οὖν Ἀδέλφιος ὁ ἐμὸς ἀδελφὸς, ὅτι Ὅταν ἐτελεύτησεν ὁ μακάριος Ἰωάννης ἐν τῇ ἐξορίᾳ, λύπην εἶχον ἀφόρητον, ὅτι οὗτος ὁ ἀνὴρ, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ τοῖς λόγοις εὐφράνας τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἔξω τοῦ θρόνου ἐκοιμήθη.

So as we were 2992in the oratory, I say to my kinswoman, 'Look, lady, an old woman is coming who gives two nummia each; take them, do not be proud.' But she was put out, saying, 'Have I a commandment to take them?' Then I said to her, 'Yes, take them, for the woman is great before God; for the whole week she distributes them to those who are in the church; and she is a widow of about eighty years. So take them, and give them, thou too, to someone else; only do not turn away the old woman's sacrifice.' While we were saying this, look, the old woman coming and giving; and she came and gave with all stillness and silence. She gave to my niece too, saying, 'Take these and eat.' So when she had gone away, we knew that God had revealed to her what I had said, 'Take them and give them to a poor man.' So she sent one of her servants, and he got lupins for the two lepta, and she ate, and she affirmed before God, saying that they were sweet as honey; so that she marvelled, and glorified God who gives grace to his servants."

CHAPTER 128

We visited abba Athanasius in the laura of our father Sabas, who is among the saints, and he told us that he had heard abba Athenogenes, the bishop of Petra, the son of amma Damiana, telling something like this:

"My grandmother Iannia had a brother named Adelphius, bishop of Arabissus; and she also had a sister, the superior of the women's monastery. So one day the bishop went off to the monastery to visit his sister. And as he was coming into the courtyard of the monastery, he sees one of the sisters troubled by the demon and flung on the floor. So the bishop called his sister and says to her, 'Does it please thee, how this sister is wronged by the demon and disgraced? Or dost thou not know that thou bearest the judgement of all the sisters, as superior?' She says to him, 'And what can I do against the demon?' The bishop says to her again, 'And what art thou doing here all these years?' And the bishop made a prayer and cleansed the sister."

Again the same Athanasius told us about the same bishop Adelphius, saying that he had heard from amma Iannia, his sister, who said: "When the bishop of Constantinople, John Chrysostom, was exiled to Cucusus, he stayed in our house. Through this we had great boldness and love towards God. So my brother Adelphius used to say, 'When the blessed John died in exile, I had unbearable grief, that this man, the teacher of the world, who had gladdened the Church of God with his words, had fallen asleep away from his throne.

Ἐδεόμην δὲ τοῦ Θεοῦ μετὰ πολλῶν δακρύων, ἵνα δείξῃ μοι αὐτὸν ἐν ποίᾳ καταστάσει ἐστίν· καὶ εἰ μετὰ τῶν πατριαρχῶν νοταε, 2993ἐτάγη. Ἐπὶ πολὺν οὖν χρόνον τοῦτο εὐχόμενος, ἐν μιᾷ γενόμενος ἐν ἐκστάσει καὶ θεωρῶ ἄνδρα πάνυ εὐειδῆ, κρατήσαντά με τῆς δεξιᾶς χειρός· ὑπήγαγέν με εἰς τόπον λαμπρὸν καὶ ἔνδοξον, ἐδείκνυέν μοι τοὺς τῆς εὐσεβείας κήρυκας καὶ τῆς Ἐκκλησίας διδασκάλους. Ἐγὼ γὰρ, φησὶ, περιεσκόπουν ἰδεῖν ὃν καταθυμίως εἶχον τὸν μέγαν Ἰωάννην τὸν ἀγαπητὸν ἐμόν. Ὡς οὖν ἐνέδειξέν μοι πάντας, καὶ ἑνὸς ἑκάστου τὸ ἴδιον ὄνομα εἶπεν, καὶ κρατήσας με πάλιν τῆς χειρὸς, ἐξέβαλέν με ἔξω. Ἐγὼ δὲ ἐκλελυπημένος ἠκολούθουν αὐτῷ, μὴ ἑωρακὼς μετὰ τῶν Πατέρων τὸν ἐν ἁγίοις Ἰωάννην. Ὡς οὖν ἐξηρχόμην, ὁ ἐφεστὼς τῆς θύρας λέγει μοι· Οὐδεὶς ἐρχόμενος ὧδε λυπούμενος ἐξέρχεται. Τότε λέγω αὐτῷ· Αὕτη μοί ἐστιν λύπη, ὅτι τὸν ἐμὸν προσφιλέστατον Ἰωάννην τὸν ἐπίσκοπον Κωνσταντινουπόλεως οὐχ ἑώρακα μετὰ τῶν ἄλλων διδασκάλων. Ὁ δὲ πάλιν λέγει μοι· Ἰωάννην τὸν τῆς μετανοίας λέγεις; Ἄνθρωπος ἐκεῖνον ἐν σαρκὶ οὐ δύναται αὐτὸν ἰδεῖν· ἐκεῖ γὰρ παρίσταται, ὅπου ὁ θρόνος ὁ Δεσποτικός.

Ὁ αὐτὸς πάλιν ἀββᾶς Ἀθανάσιος διηγήσατο, ὅτι ἀκήκοεν τοῦ ἀββᾶ Ἀθηνογένους τοῦ ἐπισκόπου Πέτρου, λέγοντος, ὅτι Ἐν τῇ χώρᾳ σου Στυλίτης ἦν, καὶ πάντες οἱ ἐρχόμενοι πρὸς αὐτὸν κάτω ἑστῶτες ἐλάλουν αὐτῷ διὰ τὸ μὴ ἔχειν αὐτὸν κλίμακα. Εἴποτε εἶπεν αὐτῷ ἀδελφὸς, ὅτι Θέλω σοι εἰπεῖν λογισμὸν, ἔλεγεν αὐτῷ καὶ αὐτὸς πραείᾳ τῇ φωνῇ· Ἐλθὲ εἰς τὸ κουβούκλιον, καὶ ἀπῆρχεν εἰς τὸ ἄλλο μέρος τοῦ κίονος. Καὶ οὕτως ἐλάλουν πρὸς ἀλλήλους ἀμφότεροιΣ τοῦ μὲν Στυλίτου ἄνω, καὶ τοῦ ἀδελφοῦ κάτω· καὶ τῶν ἄλλων τῶν ἑστώτων ἐκεῖ οὐδεὶς ἤκουεν τῶν λεγομένων. Ἔλεγε, φησὶ, καὶ τοῦτο ὁ ἀββᾶς Ἀθανάσιος περὶ τοῦ αὐτοῦ Στυλίτου, ὅτι Δυοβοσκοὶ ἀγάπην ἔχοντες πολλὴν πρὸς ἀλλήλους, παρέβαλον αὐτῷ ἐπὶ πολλὰ ἔτη οἱ δύο ἐν τῷ ἅμα, μηδέποτε χωρὶς ἀλλήλων ἐλθόντες. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἦλθεν ὁ εἷς λάθρα τοῦ ἑταίρου παραβαλεῖν αὐτῷ· καὶ κρούσαντος τὸν πυλεῶνα ἐπὶ πολλὰς ὥρας, οὐκ ἐπέτρεψεν ὁ γέρων ἀνοῖξαι αὐτῷ· ὥστε ἀκηδίας αὐτῷ γενομένης ὑποστρέψαι· Ὑποστρέφοντι δὲ ὑπήντησεν αὐτῷ φίλος αὐτοῦ ἀπερχόμενος καὶ αὐτὸς πρὸς τὸν Στυλίτην· καὶ πάλιν ἀπέστρεψεν αὐτὸν μετ᾿ αὐτοῦ, ἵνα οἱ δύο ἐν τῷ ἅμα εἰσέλθωσιν πρὸς τὸν γέροντα. Ὡς οὖν ἔκρουσε τὸν πυλεῶνα, ἐδήλωσεν ὁ γέρων, ἵν᾿ ὁ ὕστερος εἰσέλθῃ μόνος. Εἰσελθὼν οὖν ὕστερος ἥρξατο παρακαλεῖν τὸν γέροντα εἰσελθεῖν καὶ τὸν ἄλλον. Ὁ δὲ γέρων ἔλεγε μὴ δύνασθαι αὐτὸν δέξασθαι· μείναντι δὲ, καὶ ἐπὶ πολλὰς ὥρας παρακαλοῦντι λέγει αὐτῷ ὁ γέρων· Ὁ Θεὸς ἀποστρέφει αὐτὸν, τέκνον, καὶ οὐ δύναμαι αὐτὸν δέξασθαι· καὶ ἀπελθόντων εἰς τὰ οἰκεῖα μετὰ δύο ἡμέρας ἐτελεύτησεν.

And I besought God with many tears to show me in what state he is, and whether he has been ranked with the patriarchs. 2993So when I had been praying this for a long time, one day I came into ecstasy, and I see a man very fair to look on, who took me by the right hand; he led me to a bright and glorious place, and showed me the heralds of piety and the teachers of the Church. For I,' he says, 'was looking round to see the one I longed for, the great John, my beloved. So when he had shown me all of them, and told the proper name of each one, he took me by the hand again and put me outside. And I followed him, sorely grieved, not having seen John, who is among the saints, with the fathers. So as I was going out, the one standing at the door says to me, "No one who comes here goes out grieving." Then I say to him, "This is my grief, that I have not seen my dearest John, the bishop of Constantinople, with the other teachers." And he says to me again, "Dost thou mean John, him of repentance? A man in the flesh cannot see that man; for he stands where the Master's throne is."'"

CHAPTER 129

The same abba Athanasius told again that he had heard abba Athenogenes, the bishop of Petra, saying: "In thy country there was a stylite, and all who came to him talked to him standing below, because he had no ladder. If ever a brother said to him, 'I want to tell thee a thought,' he himself would say to him in a gentle voice, 'Come to the kouboukleion'; and he would go off to the other side of the pillar. And so the two of them talked with each other, the stylite above and the brother below; and of the others standing there no one heard what was said."

Abba Athanasius, he says, told this too about the same stylite: "Two herdsmen, who had great love for each other, visited him for many years, the two together, never coming without each other. So one day one of them came, without his companion's knowledge, to visit him; and though he knocked at the gate for many hours, the elder did not allow it to be opened to him; so that, falling into acedia, he turned back. And as he was turning back his friend met him, who was going off to the stylite too; and he turned him back again with him, so that the two might go in to the elder together. So when he knocked at the gate, the elder sent word that the later one should come in alone. So the later one came in and began to beg the elder that the other might come in too. But the elder said he could not receive him; and as he stayed on and begged for many hours, the elder says to him, 'God turns him away, child, and I cannot receive him.' And when they had gone off home, after two days he died."

Ἔλεγεν ὁ αὐτὸς ἀββᾶς Ἀθανάσιος, ὅτι Οἱ πατέρες ἡμῶν τὴν ἐγκράτειαν καὶ τὴν ἀκτημοσύνην μέχρι 2996θανάτου ἐτήρησαν· ἡμεῖς δὲ ἐπλατύναμεν τὰς κοιλίας ἡμῶν καὶ βαλάντια. Εἶπεν πάλιν ὁ γέρων· Ἐπὶ τῶν Πατέρων ἡμῶν περισπουδαῖον ἦν τὸ ἀπερίσπαστον· νυνὶ δὲ πράττει ἐπὶ ἡμῶν χύτρα καὶ χείρεργον. Διηγήσατο ἡμῖν καὶ τοῦτο ὁ ἀββᾶς Ἀθανάσιος, ὅτι Ἦλθέν μοί ποτε λογισμὸς λέγων· Ὅ τι ἆρά ἐστι τοῖς ἀγωνιζομένοις καὶ τοῖς μὴ ἀγωνιζομένοις; καὶ ἐγενόμην ὡς ἐν ἐκστάσει, καὶ ἦλθέν τις λέγων μοι· Ἀκολούθει μοι· καὶ ἀπήγαγέν με ἕν τινι τόπῳ φωτὸς πεπληρωμένῳ, καὶ ἔστησέν με παρὰ μίαν πύλην, ἧς τὸ εἶδος οὐκ ἔστι διηγήσασθαι· καὶ ἠκούομεν ὡς ἀπὸ πλήθους ἔνδοθεν ἀναριθμήτου ὑμνούντων τὸν Θεόν. Καὶ κρουσάντων ἡμῶν, ἐπήκουσέν τις ἔσωθεν λέγων· Τί θέλετε; Λέγει ὁ ὁδηγῶν με· Εἰσελθεῖν θέλομεν. Ὁ δὲ ἀπεκρίθη λέγων μοι· Οὐκεἰσέρχεται ὧδέ τις, ἐν ἀμελείᾳ ζῶν· ἀλλ᾿ ἐὰν θέλητε εἰσελθεῖν, ἀπέλθατε ἀγωνίσασθαι, μηδὲν μέντοι ἐν τῷ κόσμῳ τῷ ματαίῳ λογιζόμενοι.

Διηγήσατο ἡμῖν Προκόπιος ὁ σχολαστικὸς ὁ Πορφυρεωνίτης, περὶ τοῦ ἀββᾶ Ζακχαίου, λέγων, ὅτι Οἱ δύο υἱοί μου ἐν Καισαρείᾳ ἀνεγίνωσκον. Γέγονεν οὖν μέγα θανατικὸν ἐν Καισαρείᾳ, καὶ ἐθλιβόμην διὰ τὰ τέκνα μου, μὴ ἀποθάνωσιν, καὶ τί ποιῆσαι οὐκ ᾔδειν· Ἔλεγον γὰρ ἐν ἐμαυτῷ· Ἐὰν πέμψω, καὶ λάβω αὐτοὺς, ὀργὴν Θεοῦ φυγεῖν οὐκ ἔνι. Ἀλλ᾿ ἐάσω αὐτοὺς ἐκεῖ; μή πως ἀποθάνωσιν, καὶ μὴ ἴδω αὐτούς. Μὴ γινώσκων οὖν τὸ τί ὄφειλον ποιῆσαι, λέγω· Ὑπάγω πρὸς τὸν ἀββᾶν Ζακχαῖον, καὶ εἴ τι εἴποι μοι, τοῦτο ποιῶ. Ὑπάγω οὖν ἐν τῇ ἁγίᾳ Σιών· ἐκεῖ γὰρ διαπαντὸς ἐσχόλαζε· καὶ οὐχ εὗρον αὐτόν. Καὶ ἔρχομαι ἐν τῷ μεσαύλῳ, καὶ λέγω αὐτῷ περὶ τῶν υἱῶν μου. Ὡς οὖν ἤκουσεν, κατὰ ἀνατολὰς ἐστράφη, καὶ προσεῖχεν εἰς τὸν οὐρανὸν ἐκτεταμένος ὡς ὥρας δύο μηδὲν λαλήσας. Τότε στραφεὶς πρός με, λέγει μοι· Θάρσει, μὴ θλιβῇς· τὰ παιδία σου οὐκ ἀποθνήσκουσιν εἰς τὸ θανατικὸν, ἀλλὰ καὶ μετὰ δύο

ἡμέρας παύει τὸ θανατικὸν ἀπὸ Καισαρείας.. Διηγήσατο Σαρακηνός τις Ἕλλην εἰς τὸ Κλίσμα-

τοῖς πολιτευομένοις, καὶ ἡμῖν λέγων, ὅτι Ἀπῆλθον ἐπὶ τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου, ἵνα θηρεύσω. Ὡς οὖν ὑπήγαγον, θεωρῶ εἰς ὄρος μοναχὸν καθήμενον, καὶ κρατοῦντα βιβλίον, καὶ ἀναγινώσκοντα. Ἀνῆλθον οὖν πρὸς αὐτὸν, σίναι αὐτὸν, τάχα δὲ καὶ φονεῦσαι.

CHAPTER 130

The same abba Athanasius used to say: "Our fathers kept 2996self-control and poverty until death; but we have widened our bellies and our purses."

The elder said again: "In our fathers' time freedom from distraction was a thing much sought after; but now among us the pot and handiwork carry the day."

Abba Athanasius told us this too: "Once a thought came to me, saying, 'What then is there for those who strive, and for those who do not strive?' And I became as if in ecstasy, and someone came, saying to me, 'Follow me'; and he led me off to a place filled with light, and stood me by a gate whose appearance cannot be told; and we heard from within as it were a countless multitude singing hymns to God. And when we knocked, someone answered from inside, saying, 'What do you want?' My guide says, 'We want to come in.' He answered, saying to me, 'No one comes in here who lives in negligence; but if you want to come in, go off and strive, reckoning nothing of this vain world.'"

CHAPTER 131

Procopius the scholasticus, of Porphyreon, told us about abba Zacchaeus: "My two sons were studying at Caesarea. Now a great plague broke out in Caesarea, and I was in distress for my children, lest they die, and I did not know what to do. For I said within myself, 'If I send and fetch them, there is no escaping the wrath of God. But shall I leave them there? Perhaps they will die, and I shall not see them.' So, not knowing what I ought to do, I say, 'I am going to abba Zacchaeus, and whatever he tells me, that I do.' So I go to holy Sion; for he spent his time there continually; and I did not find him. And I come into the courtyard, and I tell him about my sons. So when he heard, he turned toward the east, and he gazed at heaven, stretched out, for about two hours, saying nothing. Then turning to me he says to me, 'Take heart, do not be distressed; thy children do not die in the plague; what is more, after two days the plague ceases from Caesarea...'"

CHAPTER 133

A Saracen, a pagan, told the townsmen at Clysma, and us: "I went off to the mountain of abba Antony to hunt. So as I went along, I see a monk sitting on the mountain, holding a book and reading. So I went up to him to do him harm, and perhaps even to kill him.

Καὶ ὡς ἦλθον πλησίον αὐτοῦ, ἐξέτεινε τὴν χεῖρα αὐτοῦ 2997τὴν δεξιὰν πρός με, εἰπὼν, Στῆθι· καὶ ἐποίησαΑ δύο νυχθήμερα, μὴ δυνηθεὶς ὅπου κινηθῆναι ἀπὸ τοῦ τόπου. Τότε λέγω αὐτῷ· Τὸν Θεὸν, ὃν σέβεις, ἀπόλυσόν με. Ὁ δὲ λέγει μοι· Πορεύου εἰς εἰρήνην. Καὶ οὕτως ἠδυνήθην ἀναχωρῆσαι ἀπὸ τοῦ τόπου, οὗ ἦν.

Ἀναχωρητὴς ἦν εἰς τὰ μέρη τοῦ ἁγίου Ἰορδάνου ὀνόματι Θεόδωρος. Οὗτος ἦλθεν εἰς τὸ κελλίον μου, λέγων· Ποίησον ἀγάπην, ἀββᾶ Ἰωάννη, καὶ βλέπε μοι βιβλίον ἔχον ὅλην τὴν Νέαν Διαθήκην. Ζητήσας οὖν μανθάνω, ὅτι ὁ ἀββᾶς Πέτρος ὁ γεγονὼς ὕστερον ἐπίσκοπος Χαλκηδόνος, ἔχει. Ἀπῆλθον οὖν, καὶ εἶπον αὐτῷ, καὶ ἔδειξέν μοι ἐν σώματι πολὺ καλῷ. Λέγω αὐτῷ· Πόσου ἐστίν; Λέγει μοι καὶ αὐτὸς, Νομισμάτων γʹ. Πάλιν λέγει μοι· Σὺ αὐτὸς θέλεις ἀγοράσαι, ἢ ἄλλος; Λέγω αὐτῷ· Πίστευσόν μοι, Πάτερ, ἀναχωρητὴς αὐτὸ θέλει. Τότε λέγει μοι ὁ ἀββᾶς Πέτρος· Ἐὰν ὁ ἀναχωρητὴς αὐτὸ θέλῃ, λάβε αὐτῷ δωρεάν. Ἰδοὺ καὶ τρία νομίσματα, καὶ εἰ μὲν ἀρέσκῃ αὐτῷ τὸ βιβλίον, κρατήσῃ αὐτό· εἰ δὲ οὐκ ἀρέσκει αὐτῷ, ἰδοὺ τὰ τρία νομίσματα, ἀγόρασον αὐτῷ οἷον θέλει. Λαβὼν οὖν ἐγὼ ἀνήνεγκα τῷ ἀναχωρητῇ. Ὁ δὲ ἔλαβεν τὸ βιβλίον, καὶ ἀπῆλθεν εἰς τὴν ἔρημον. Ἐποίησεν οὖν δύο μῆνας, καὶ ἀνελθὼν ἀναχωρητὴς ἦλθεν εἰς τὸ κελλίον μου, λέγων· Οἶδας, ἀββᾶ Ἰωάννη, ὅτι ὁ λογισμός μου θλίβει με, ὅτι δωρεὰν ἔχω τὸ βιβλίον; Λέγω αὐτῷ· Μὴ θλίβου, ὁ ἀββᾶς Πέτρος πλούσιός ἐστιν, καὶ καλὸς, καὶ χαίρει ἐπὶ τούτου. Λέγει μοι πάλιν ὁ ἀναχωρητής· Οὐκ ἀναπαύομαι εἰ μὴ δῶ τὴν τιμήν. Καὶ λέγω αὐτῷ· Καὶ ἔχεις, ἵνα δῷς τὴν τιμήν; Λέγει μοι, Οὕπως. Ἀλλὰ δός μοι σακκομάχην, ἵνα φορέσω. Ἦν γὰρ γυμνός. Ἔδωκα οὖν αὐτῷ τὸ σακκομάχιον καὶ κατανόχιον παλαιὸν, καὶ ἀπῆλθεν, καὶ ἔκαμνεν ἐργασίας εἰς τὸν λάκκον, ὃν ἐποίει ὁ πατριάρχης Ἱεροσολύμων εἰς τὸ Σινὰ, ᾧ ὄνομα Ἰωάννης. Καὶ ὡς ἐλάμβανεν ἡμερούσιον φόλεις πέντε, ἤρχετο οὖν ἐγγύς μου εἰς τὴν λαύραν τῶν Αἰλιωτῶν· ἔτρωγεν δὲ ἡμέριον δέκα μόνα θέρμα, καὶ ἔκαμνεν πᾶσαν τὴν ἡμέραν. Ποιήσας οὖν ἐκ τοῦ μισθοῦ αὐτοῦ φόλεων νομίσματα γʹ, λέγει μοι· Λάβε τὸ κέρμα, δὸς αὐτῷ· εἰ δὲ μὴ θέλοι, ἐπίδος αὐτῷ τὸ βιβλίον. Ἐγὼ οὖν ἀπελθὼν εἶπον τῷ ἀββᾷ Πέτρῳ ταῦτα. Ὁ δὲ οὐκ ἤθελεν δέξασθαι, οὔτε τὸ κέρμα, οὔτε τὸ βιβλίον· ὅμως ἐποίησα αὐτὸν λαβεῖν τὸ κέρμα, καὶ μὴ ἀποστρέψαι τὸν κόπον τοῦ ἀναχωρητοῦ· ὁ δὲ ἔλαβεν. Καὶ ἀπελθὼν ἐγὼ δέδωκα τὸ βιβλίον τῷ ἀναχωρητῇ, καὶ μετὰ χαρᾶς ἀπῆλθεν εἰς τὴν ἔρημον.

Παρεβάλομεν εἰς τὴν μονὴν τῶν Εὐνούχων εἰς τὸν ἅγιον Ἰορδάνην, ἐγώ τε καὶ ἀδελφὸς Σωφρόνιος, καὶ διηγήσατο ἡμῖν ὁ ἀββᾶς Νικόλαος, ὁ πρεσβύτερος τοῦ αὐτοῦ μοναστηρίου, λέγων, ὅτι Ἐν τῇ χώρᾳ μου (ἦν δὲ Λύκιος) μοναστήριόν ἐστι παρθένων ὡς ὀνομάτων τεσσαράκοντα.

And when I came near him, he stretched out 2997his right hand towards me, saying, 'Stand.' And I spent two days and two nights unable to move anywhere from the place. Then I say to him, 'By the God whom thou worshippest, let me go.' He says to me, 'Go in peace.' And so I was able to withdraw from the place where I was."

CHAPTER 134

There was an anchorite in the region of the holy Jordan named Theodore. He came to my cell, saying, "Do me a kindness, abba John, and look out a book for me that has the whole New Testament." So having searched, I learn that abba Peter, who was afterwards bishop of Chalcedon, has one. So I went off and spoke to him, and he showed it to me, on parchment, very fine. I say to him, "What does it cost?" He in his turn says to me, "Three gold pieces." Again he says to me, "Dost thou want to buy it thyself, or someone else?" I say to him, "Believe me, father, an anchorite wants it." Then abba Peter says to me, "If the anchorite wants it, take it for him for nothing. Here are three gold pieces too; and if the book pleases him, let him keep it; but if it does not please him, here are the three gold pieces; buy him whatever he wants." So I took it and carried it up to the anchorite. He took the book and went off into the desert. So he spent two months, and the anchorite came up and came to my cell, saying, "Dost thou know, abba John, that my thought troubles me, because I have the book for nothing?" I say to him, "Do not be troubled; abba Peter is rich, and good, and he is glad of this." The anchorite says to me again, "I have no rest unless I give the price." And I say to him, "And hast thou the means to give the price?" He says to me, "No [?]. But give me a sackcloth garment, so that I may wear it." For he was naked. So I gave him the sackcloth garment and an old cloak, and he went off and laboured at work on the cistern which the patriarch of Jerusalem, whose name was John, was making at Sinai. And as he received five obols a day, he used to come near me, to the laura of the Aeliotes; and he ate ten lupins only a day, and laboured the whole day. So having made from his wages three gold pieces' worth of obols, he says to me, "Take the money; give it to him; but if he will not have it, give him back the book." So I went off and told abba Peter these things. But he did not want to accept either the money or the book; yet I made him take the money, and not turn away the anchorite's toil; and he took it. And I went off and gave the book to the anchorite, and he went off into the desert with joy.

CHAPTER 135

We visited the monastery of the Eunuchs at the holy Jordan, I and brother Sophronius, and abba Nicholas, the priest of that monastery, told us: "In my country (he was a Lycian) there is a monastery of virgins, of about forty souls.

Ἐν τούτῳ οὖν τῷ μοναστηρίῳ ἐβουλεύσαντο πέντε παρθένοι φυγεῖν νυκτὸς 3000ἐκ τοῦ μοναστηρίου, καὶ λαβεῖν ἑαυταῖς ἄνδρας. Ἐν μιᾷοὖν νυκτὶ, πασῶν τῶν μοναστριῶν καθευδουσῶν, βουλομένων αὐτῶν λαβεῖν τὰ ἱμάτια αὐτῶν καὶ φυγεῖν, παραχρῆμα αἱ πέντε ἐδαιμονίσθησαν. Καὶ τούτου γενομένου οὐκ ἔτι ἐξῆλθον ἐκ τοῦ μοναστηρίου, ἀλλ᾿ ηὐχαρίστουν τῷ Θεῷ, καὶ ἐξωμολογοῦντο τὰς ἁμαρτίας αὐτῶν, λέγουσαι· Εὐχαριστοῦμεν τῷ μεγαλοδώρῳ Θεῷ τῷ ἐπάγοντι ἡμῖν τὴν παιδείαν ταύτην, ἵνα μὴ αἱ ψυχαὶ ἡμῶν ἀπόλωνται.

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Ἰωάννης ὁ πρεσβύτερος τῆς μονῆς τῶν εὐνούχων, ὅτι ἀκήκοε παρὰ τοῦ ἀββᾶ Σισιννίου τοῦ ἀναχωρητοῦ διηγουμένου, καὶ λέγοντος, ὅτι Ἐν μιᾷ ἦν εἰς τὸ σπήλαιόν μου, πλησίον τοῦ ἁγίου Ἰορδάνου· καὶ ὡς ἔψαλλον τὴν Τρίτην, ἰδοὺ Σαρακήνισσα ἐλθοῦσα, καὶ εἰσελθοῦσα εἰς τὸ σπήλαιόν μου. Ἔθηκεν οὖν ἑαυτὴν ἔμπροσθέν μου γυμνώσασα ἑαυτήν. Ἐγὼ δὲ οὐκ ἐταράχθην, ἀλλὰ ποιήσας τὸν κανόνα μου μετὰ πάσης ἡσυχίας καὶ φόβου Θεοῦ, καὶ πληρώσας, λέγω αὐτῇ Ἑβραῗστί· Ἀνακάθισον, ἵναλαλήσω σοι, καὶ τότε εἴτι θέλεις ποιῶ. Ἡ δὲ ἀνεκάθισεν. Τότε λέγω αὐτῇ· Χριστιανὴ ὑπάρχεις ἢ Ἕλλην; Ἡ δὲ εἶπεν· Χριστιανή. Λέγω αὐτῇ πάλιν· Καὶ οὐκ οἶδας ὅτι οἱ πορνεύοντες ὑπάγουσιν; Ἡ δὲ εἶπέν μοι· Ναὶ, οἶδα. Τότε λέγω αὐτῇ· Καὶ διὰ τί θέλεις πορνεῦσαι; Ἡ δὲ ἀπεκρίθη μοι λέγουσα· Ὅτι πεινῶ. Τότε λέγω αὐτῇ κἀγώ· Μὴ πορνεύσῃς, καὶ ἔρχου καθ᾿ ἡμέραν· καὶ ἐξ ὧν ὁ Θεὸς οἰκονομεῖ παρεῖχον αὐτῇ τὴν τροφήν· ἕως οὗ ἀνεχώρησα ἐκ τῶν τόπων ἐκείνων.

Εἶπεν πάλιν ὁ αὐτὸς ἀββᾶς Ἰωάννης, ὅτι Ὅτε ἤμην νεώτερος, ἐπόθουν ἀπέρχεσθαι πρὸς τοὺς μεγάλους καὶ ὀνομαστοὺς γέροντας, ὥστε εὐλογεῖσθαι καὶ ὠφελεῖσθαι παρ᾿ αὐτῶν. Ἤκουσα οὖν περὶ τοῦ ἀββᾶ Καλλινίκου τοῦ μεγάλου, τοῦ εἰς τὴν μονὴν τοῦ ἀββᾶ Σάββα, τοῦ ἐγκλείστου· καὶ παρεκάλεσά τινα τῶν συνήθων αὐτοῦ ἀπενεγκεῖν με πρὸς αὐτόν. Ἀπῆλθον οὖν πρὸς αὐτόν. Καὶ παρακαθίσας ὁ ἐνέγκας με ἀδελφὸς τῇ θυρίδι, ἐλάλει σὺν αὐτῷ διὰ πολλὴν ὥραν. Ἐγὼ δὲ ἐν ἐμαυτῷ διέλαβον, ὅτι οὐδέποτέ με ἑώρακεν ὁ γέρων, καὶ οὐκ ἔχει γνησίως με δέξασθαι. Ὑποχωρήσας οὖν ὁ ἀδελφὸς ἐκεῖνος, ἐπέτρεψέν με εἰσελθεῖν καὶ ἀσπάσασθαι τὸν γέροντακαὶ εὐλογηθῆναι παρ᾿ αὐτοῦ, εἰπὼν αὐτῷ· Εὖξαι καὶ ὑπὲρ τοῦ δούλου σου τούτου, Πάτερ, ὅτι ἐν πρώτοις ἦλθεν ἐνταῦθα.Ὁ δὲ γέρων εἶπεν· Φύσει, τέκνον, γνωρίζω αὐτόν. Πρὸ γὰρ εἴκοσι ἡμερῶν κατῆλθον εἰς τὸν ἅγιον Ἰορδάνην, καὶ ὑπήντησέν μοι, εἰς τὴν ὁδὸν, καὶ εἶπέν μοι· Εὖξαι ὑπὲρ ἐμοῦ κἀγὼ ἐρώτησα αὐτὸν, Τί τὸ ὄνομά σου; καὶ εἶπέν οι Ἰωάννης· καὶ ἀπὸ τότε γινώσκω αὐτόν.

So in this monastery five virgins plotted to run away by night 3000from the monastery and take husbands for themselves. So one night, while all the nuns were asleep, as they were wanting to take their clothes and run away, immediately the five were possessed by demons. And after this happened they did not go out of the monastery again, but gave thanks to God and confessed their sins, saying, 'We give thanks to God, the giver of great gifts, who has brought this chastisement upon us, so that our souls might not perish.'"

CHAPTER 136

Abba John, the priest of the monastery of the Eunuchs, told us that he had heard abba Sisinnius the anchorite telling and saying: "One day I was in my cave near the holy Jordan; and as I was chanting Terce, look, a Saracen woman came and went into my cave. And she placed herself in front of me, having stripped herself naked. But I was not troubled, but did my rule with all stillness and fear of God, and when I had finished, I say to her in Hebrew, 'Sit up, so that I may talk with thee, and then whatever thou wantest I do.' She sat up. Then I say to her, 'Art thou a Christian or a pagan?' She said, 'A Christian.' I say to her again, 'And dost thou not know that fornicators go away [?]?' She said to me, 'Yes, I know.' Then I say to her, 'And why dost thou want to commit fornication?' She answered me, saying, 'Because I am hungry.' Then I say to her, 'Do not commit fornication, and come every day'; and out of what God provides I gave her food, until I withdrew from those parts."

CHAPTER 137

The same abba John said again: "When I was young, I longed to go off to the great and famous elders, so as to be blessed and profited by them. So I heard of abba Callinicus the great, who was in the monastery of abba Sabas, the recluse; and I asked one of those familiar with him to take me to him. So I went off to him. And the brother who had brought me sat down by the little window, and talked with him for a long while. And I reasoned within myself that the elder had never seen me, and would not receive me wholeheartedly. Then that brother drew back and let me go in and greet the elder and be blessed by him, saying to him, 'Pray also for this servant of thine, father, for he has come here for the first time.' The elder said, 'Truly, child, I know him. For twenty days ago I went down to the holy Jordan, and he met me on the road and said to me, "Pray for me"; and I asked him, "What is thy name?" and he told me, "John"; and since then I know him.'

Τοῦτο οὖν ἀκούσας ἐγὼ, ἔγνων ὅτι ὅτε ἐνεθυμήθην ἀπελθεῖν πρὸς αὐτὸν, ἀπεκάλυψεν αὐτῷ ὁ Θεὸς καὶ τὸ ὄνομά μου, καὶ τὸ τίς εἰμι.

3001Διηγήσατο δὲ καὶ τοῦτο ἡμῖν ὁ γέρων, ὅτι Ὅτε ἦν ὁ ἀββᾶς Σέργιος ἀναχωρητὴς εἰς τὸν Ῥουβᾶν, μετὰ τὸ ἀναχωρῆσαι αὐτὸν ἐκ τοῦ Σινὰ, ἔπεμψεν ἐνταῦθα εἰς τὸ μοναστήριόν τινα μοναχὸν νεώτερον ἐπὶ τὸ βαπτισθῆναι. Ἡμῶν δὲ τὴν αἰτίαν, διατὶ βαπτίζεται, ἐπερωτώντων, ἔλεγεν ἡμῖν ὁ διακονητὴς αὐτοῦ τοῦ ἀββᾶ Σεργίου ὁ ἀββᾶς Σέργιος, ὅτε f. ὅτι. Οὗτος ἦλθεν, θέλων μεῖναι μεθ᾿ ἡμῶν ἐν τῇ ἐρήμῳ, ἐγὼ δὲ ὡς διακονητὴς ἐδεξάμην αὐτὸν, πολλὰ νουθετήσας αὐτὸν, μὴ ἀδοκιμάστως ἑαυτὸν εἰς τοιαύτην διαγωγήν. Ὡς δὲ ἔγνων τὴν ἔνστασιν αὐτοῦ, τῇ ἑξῆς λαβὼν αὐτὸν ἀπῆλθον πρὸς τὸν γέροντα. Ὁ δὲ γέρων εὐθὺς ἰδὼν αὐτὸν, πρὸ τοῦ μέ τι λαλῆσαι, λέγει μοι κατιδίαν· Τί θέλει ὁ ἀδελφὸς οὗτος; Ἐγὼ δὲ εἶπα· Παρακαλεῖ εἶναι μεθ᾿ ἡμῶν. Τότε λέγει μοι ὁ γέρων· Πίστευε, ἀδελφὲ, οὗτος οὐκ ἐβαπτίσθη. Ἀλλ᾿ ἀπένεγκε αὐτὸν εἰς τὴν μονὴν τῶν Εὐνούχων, καὶ ποιοῦσιν αὐτὸν βαπτισθῆναι ἐν τῷ ἁγίῳ Ἰορδάνῃ. Ἐγὼ δὲ πρὸς τὸν λόγον ἐκπλαγεὶς, ἠρώτων τὸν ἀδελφὸν, τίς εἴη καὶ πόθεν εἴη. Ὁ δὲ ἔλεγεν ἑαυτὸν ἐκ τῆς Δύσεως εἶναι, καὶ τοὺς γονεῖς αὐτοῦ Ἕλληνας ὑπάρχειν, καὶ μὴ εἰδέναι δὲ εἰ ἐβαπτίσθη, ἢ οὔ. Τότε οὖν κατηχήσαντες αὐτὸν, ἐποιήσαμεν αὐτὸν βαπτισθῆναι εἰς τὸν ἅγιον Ἰορδάνην· καὶ ἔμεινεν εἰς τὸ μοναστήριον, εὐχαριστῶν τῷ Θεῷ.

Περὶ τούτου τοῦ ἀββᾶ Σεργίου τοῦ ἀναχωρητοῦ, διηγήσατο ἡμῖν ὁ ἀββᾶς Σέργιος ὁ Ἀρμένης, ὁ αὐτοῦ μαθητὴς, ὅτι Πολλὰ ἠνόχλει ὁ ἀββᾶς Γρηγόριος, ὃς ἦν ἡγούμενος τῆς λαύρας Φαρῶν, ἵνα λάβω αὐτὸν πρὸς τὸν γέροντα. Ἐν μιᾷ οὖν κατήγαγον αὐτὸν πρὸς τὸν γέροντα· ἦν δὲ ὁ γέρων τότε περὶ τὰ μέρη τῆς Νεκρᾶς θαλάσσης.

So hearing this, I knew that when I had resolved to go to him, God had revealed to him both my name and who I am."

3001CHAPTER 138

The elder told us this too: "When abba Sergius the anchorite was in the Rouban, after he withdrew from Sinai, he sent here to the monastery a young monk to be baptized. And when we asked the reason why he was being baptized, abba Sergius himself's server, abba Sergius, told us: 'This man came wanting to stay with us in the desert, and I, as the server, received him, after warning him much not [to commit] himself untested to such a way of life. But when I saw his persistence, the next day I took him and went off to the elder. And the elder, as soon as he saw him, before I said anything, says to me privately, "What does this brother want?" And I said, "He asks to be with us." Then the elder says to me, "Believe me, brother, this man has not been baptized. But take him off to the monastery of the Eunuchs, and they will have him baptized in the holy Jordan." And I, astonished at the word, asked the brother who he was and where he was from. And he said that he was from the West, and that his parents were pagans, and that he did not know whether he had been baptized or not.' So then we catechized him and had him baptized in the holy Jordan; and he stayed in the monastery, giving thanks to God."

CHAPTER 139

About this abba Sergius the anchorite, abba Sergius the Armenian, his disciple, told us: "Abba Gregory, who was superior of the laura of Pharan, pestered me greatly to take him to the elder. So one day I brought him down to the elder; the elder was then in the region of the Dead Sea.

Ὡς οὖν ἐθεώρησεν αὐτὸν ὁ γέρων, ἠσπάσατο αὐτὸν πάνυ ἀσμένως, καὶ ἐνέγκας ὕδωρ, ἔνιψεν αὐτοῦ τοὺς πόδας, καὶ δι᾿ ὅλης τῆς ἡμέρας διελάλησεν αὐτῷ περὶ ὠφελείαςψυ 3004χῆς· τῇ ἄλλῃ ἡμέρᾳ ἀπέλυσεν αὐτόν.Ὡς οὖν ἀπῆλθεν ὁ ἀββᾶς Γρηγόριος, λέγω τῷ γέροντι· Οἶδας, Πάτερ, ὅτι ἐσκανδαλίσθην, ὅτι πολλοὺς ἐπισκόπους καὶ πρεσβυτέρους καὶ ἄλλους τινὰς ἔφερα πρὸς ὑμᾶς, καὶ οὐδέποτε οὐδενὸς αὐτῶν ἔνιψας τοὺς πόδας, εἰ μὴ τοῦ ἀββᾶ Γρηγορίου καὶ μόνου; Τότε λέγει ὁ γέρων πρός με· Τέκνον, ἐγὼ τίς ἐστιν ὁ ἀββᾶς Γρηγόριος οὐκ οἶδα· τοῦτο μόνον οἶδα, ὅτι πατριάρχην ἐδεξάμην εἰς τὸ σπήλαιόν μου. Καὶ γὰρ ὠμοφόριον αὐτὸν εἶδα περιβεβλημένον, καὶ τὸ ἅγιον Εὐαγγέλιον βαστάζοντα. Ὅπερ καὶ γέγονεν· μετὰ γὰρ ἓξ χρόνους ἠξίωσεν ὁ Θεὸς τὸν ἀββᾶν Γρηγόριον πατριάρχην γενέσθαι ἐν Θεουπόλει, καθὼς προεῖδεν ὁ γέρων.

Ἔλεγόν τινες τῶν γερόντων περὶ τοῦ ἀββᾶ Γρηγορίου τοῦ πατριάρχου Θεουπόλεως, ὅτι κατόρθωσεν ταύτας τὰς ἀρετὰς, ἐλεημοσύνην, ἀμνησικακίαν, δάκρυα. Εἶχεν δὲ καὶ συμπάθειαν πρὸς τοὺς ἁμαρτάνοντας πολλήν. Ὧν καὶ ἡμεῖς πλείστην πεῖραν ἐσχήκαμεν.

Ἀδελφὸς παρέβαλεν τῷ ἀββᾷ Ὀλυμπίῳ εἰς τὴν λαύραν τοῦ ἀββᾶ Γερασίμου πλησίον τοῦ ἁγίου Ἰορδάνου, καὶ λέγει αὐτῷ, Πῶς κάθη ὧδε ἔχων τοσοῦτον καύσωνα, καὶ τοσούτους κνίφας al. πάγετο.͂ς; Ἀπεκρίθη δὲ αὐτῷ ὁ γέρων· Ὑπομένω γὰρ τοὺς σκνίφας al. τὰς σκνίπας., ἵνα τὸν σκώληκα τὸν ἀκοίμητον διαφύγω. Ὁμοίως δὲ καὶ τὸν καύσωνα τοῦτον βαστάζω, δεδοικὼς τὸ πῦρ τὸ αἰώνιον· τοῦτο γὰρ πρόσκαιρον, ἐκεῖνο δὲ τέλος οὐκ ἔχει.

Ἄλλος ἀδελφὸς παρέβαλεν εἰς τὴν λαύραν τοῦ ἀββᾶ Γερασίμου, τῷ ἀββᾷ Ἀλεξάνδρῳ τῷ ἡγουμένῳ, καὶ λέγει αὐτῷ· Ἀββᾶ, θέλω ἀναχωρῆσαι ἐκ τοῦ τόπου οὗ κάθημαι, ὅτι πάνυ ἀκηδιῶ. Ἀπεκρίθη αὐτῷ ὁ ἀββᾶς Ἀλέξανδρος· Φύσει, τέκνον, σημεῖόν ἐστι τοῦτο, ὅτι οὐκ ἔχεις κατὰ νοῦν οὔτε τὴν κόλασιν τὴν αἰώνιον, οὔτε τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπεὶ οὐκ εἶχες ἀκηδιᾶσαι.

Παρεβάλομεν εἰς Θηβαῗδα, καὶ συνετύχομεν εἰς τὴν Ἀντινόου πόλιν τῷ σοφιστῇ Φοιβάμωνι, ὠφελείας χάριν, καὶ διηγήσατο ἡμῖν λέγων, ὅτι Λῃστής τις ἦν περὶ τὰ μέρη τῆς ἐρήμου πόλεως, ὀνόματι Δαβὶδ, πολλοὺς γυμνώσας, πολλοὺς δὲ καὶ φονεύσας, καὶ πάμπολλα κακὰ ποιήσας, ἵνα οὕτως εἴπω, ὡς οὐδεὶς ἄλλος. Ἐν μιᾷ οὖν ὡς ἔτι ἦν εἰς τὸ ὄρος ληστεύων, ἔχων μεθ᾿ ἑαυτοῦ πλείους τῶν τριάκοντα, ἦλθεν εἰς ἑαυτὸν κατανυγεὶς ἐφ᾿ οἷς κακῶς διεπράξατο, καὶ καταλιπὼν ἅπαντας τοὺς μετ᾿ αὐτοῦ, ἀπῆλθεν εἰς μοναστήριον.

So when the elder saw him, he greeted him very gladly, and bringing water he washed his feet, and talked with him the whole day about the profit 3004of the soul; the next day he sent him off. So when abba Gregory had gone, I say to the elder, 'Dost thou know, father, that I was scandalized, because I have brought you many bishops and priests and some others, and thou didst never wash the feet of any of them, except abba Gregory's alone?' Then the elder says to me, 'Child, who abba Gregory is, I do not know; this alone I know, that I received a patriarch in my cave. For I saw him clothed with the omophorion and carrying the holy Gospel.'" And so it came to pass: for after six years God counted abba Gregory worthy to become patriarch at Theoupolis, as the elder had foreseen.

CHAPTER 140

Some of the elders used to say of abba Gregory, the patriarch of Theoupolis, that he achieved these virtues: almsgiving, freedom from rancour, tears. And he had great compassion too towards those who sin. Of these we too have had very ample experience.

CHAPTER 141

A brother visited abba Olympius in the laura of abba Gerasimus near the holy Jordan, and says to him, "How dost thou stay here, with such great heat and so many gnats?" The elder answered him, "I endure the gnats so as to escape the worm that sleeps not. And likewise I bear this heat, fearing the eternal fire; for this is for a time, but that has no end."

CHAPTER 142

Another brother visited abba Alexander, the superior, in the laura of abba Gerasimus, and says to him, "Abba, I want to leave the place where I live, because I suffer greatly from acedia." Abba Alexander answered him, "Truly, child, this is a sign that thou hast in mind neither the eternal punishment nor the kingdom of heaven; for otherwise thou wouldst not suffer acedia."

CHAPTER 143

We came to the Thebaid, and in the city of Antinoë we met the sophist Phoebammon, for profit's sake, and he told us: "There was a robber about the parts of Hermopolis, named David, who had stripped many, and killed many too, and done a great many evils, so to speak, as no one else had. So one day, while he was still in the mountain robbing, having with him more than thirty men, he came to himself, pierced with compunction for the evil things he had done; and leaving all those who were with him, he went off to a monastery.

Καὶ κρούσαντος αὐτοῦ τὸν πυλῶνα τοῦ μοναστηρίου,ἐξῆλθεν 3005ὁ πυλωρὸς, καὶ λέγει αὐτῷ· Τί θέλεις; Ὁ δὲ ἀρχιληστὴς λέγει αὐτῷ· Μοναχὸς Θέλω γενέσθαι. Καὶ εἰσελθὼν ὁ θυρωρὸς ἀπήγγειλεν τῷ ἀββᾷ τὰ περὶ αὐτοῦ. Ἐξελθὼν οὖν ὁ ἀββᾶς, καὶ θεωρήσας αὐτὸν, ὅτι γέρων ὑπῆρχεν, λέγει αὐτῷ· Οὐ δύνασαι ὧδε εἶναι, ὅτι πολὺν κόπον ἔχουσιν οἱ ἀδελφοὶ, καὶ ἡ ἄσκησις αὐτῶν μεγάλη ἐστὶν, καὶ εἶ λοιπὸν ἄλλης ἕξεως, καὶ τὸν κανόνα τοῦ μοναστηρίου οὐ δύνασαι ὑπενεγκεῖν. Ὁ δὲ παρεκάλει λέγων, Ναὶ ποιῆσαι ἔχω, μόνον δέξαι με. Ὁ δὲ ἀββᾶς ἐπέμενεν, λέγων, Οὐ ποιεῖς. Τότε λέγει αὐτῷ ὁ ἀρχιληστὴς, Ἵνα γινώσκῃς, ὅτι ἐγὼ Δαβίδ εἰμι ὁ ἀρχιληστὴς, καὶ διὰ τοῦτο ἦλθον ὧδε, ἵνα κλαύσω τὰς ἁμαρτίας μου· εἰ δ᾿ οὐ θέλεις δέξασθαί με, ὅρκοις σε πληροφορῶ, καὶ τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ, ὑπάγω πάλιν εἰς τὴν προτέραν μου τέχνην, καὶ φέρω οὓς εἶχον μετ᾿ ἐμαυτοῦ, καὶ πάντας ὑμᾶς φονεύω, καὶ στρέφω καὶ τὸ μοναστήριον ὑμῶν. Ταῦτα ἀκούσας ὁ ἀββᾶς ἐδέξατο αὐτὸν ἔνδον τοῦ μοναστηρίου, καὶ ἀποκείρας αὐτὸν, δέδωκεν αὐτῷ τὸ ἅγιον σχῆμα. Ἤρξατο οὖν ἀγωνίζεσθαι, καὶ τῇ ἐγκρατείᾳ, καὶ τῇ ὑπακοῇ καὶ ταπεινοφροσύνῃ πάντας τοὺς ἐν τῷ μοναστηρίῳ ὑπερέβαλεν. Ἦσαν δὲ μοναχοὶ ἐν τῷ μοναστηρίῳ περὶ τὰ ἑβδομήκοντα ὀνόματα. Πάντας οὖν ὠφελῶν, πάντων ὑπογραμμὸς γέγονεν. Ἐν μιᾷ οὖν καθημένου αὐτοῦ ἐν τῷ κελλίῳ αὐτοῦ, ἐνεπέστη ἄγγελος Κυρίου, λέγων αὐτῷ· Δαυῖδ, Δαυῒδ, συνεχώρησέν σοι Κύριος Θεὸς τὰς ἁμαρτίας σου, καὶ ἔσῃ ἀπὸ τοῦ νῦν σημεῖα ποιῶν. Ὃς ἀποκριθεὶς εἶπεν τῷ ἀγγέλῳ· Οὐ δύναμαι πιστεῦσαι, ὅτι ἐκεῖνα ὅλα τὰ ἁμαρτήματά μου τὰ βαρύτερα ψάμμου θαλάσσης συνεχώρησέν μοι ὁ Θεὸς ἐν ὀλίγῳ χρόνῳ. Ὁ δὲ ἄγγελος λέγει αὐτῷ· Εἰ τοῦ ἱερέως Ζαχαρία, ἀπιστήσαντός μοι διὰ τὸν υἱὸν, οὐκ ἐφεισάμην, ἀλλ᾿ ἐδέσμευσα αὐτοῦ τὴν γλῶσσαν, παιδεύων αὐτὸν μὴ ἀπιστεῖν τοῖς λαληθεῖσιν ὑπ᾿ ἐμοῦ, σοῦ ἔχω φείσασθαι; Διὸ ἔσῃ μὴ λαλῶν ἀπὸ τοῦ νῦν τὸ παράπαν. Ὁ δὲ ἀββᾶς Δαυῗδ ἔβαλεν μετάνοιαν, λέγων· Ὅταν ἤμην εἰς τὸν κόσμον τὰ ἀθέμιτα καὶ τὰς αἱματοχυσίας ποιῶν, ἐλάλουν, καὶ ὅτε θέλω δουλεῦσαι τῷ Θεῷ, καὶ ὕμνους αὐτῷ προσφέρειν, τὴν γλῶσσάν μου δεσμεύεις τοῦ μὴ λαλεῖν; Τότε ὁ ἄγγελος ἀπεκρίθη λέγων· Ἔσῃ εἰς τὸν κανόνα μόνον λαλῶν, ἔξωθεν δὲ τοῦ κανόνος σιωπῶν τὸ παράπαν. Ὅπερ καὶ γέγονεν. Πολλὰ γὰρ σημεῖα δι᾿ αὐτοῦ ὁ Θεὸς ἐποίησεν. Ἔψαλλεν δὲ τοὺς ψαλμούς· ἄλλο δὲ ῥῆμα ἢ μέγα ἢ μικρὸν οὐκ ἠδύνατο λαλῆσαι. Ὁ δὲ διηγησάμενος ἡμῖν ταῦτα ἔλεγεν, ὅτι Πολλάκις ἐθεασάμην αὐτὸν, καὶ ἐδόξασα τὸν Θεόν.

Ἔλεγέ τις τῶν γερόντων τοῖς ἀδελφοῖς εἰς τὰ Κέλλια· Μὴ αἱρετήσωμεν Αἰγυπτίαις δουλεύειν ἡδοναῖς, αἳ Φαραῷ τῷ ὀλεθρίῳ τυράννῳ.

And when he knocked at the gate of the 3005monastery, the gatekeeper came out and said to him, 'What dost thou want?' The robber chief said to him, 'I want to become a monk.' And the doorkeeper went in and reported to the abba about him. So the abba came out, and seeing that he was an old man, he said to him, 'Thou canst not be here, for the brethren have great toil, and their ascesis is great; and besides, thou art of another habit of life, and thou canst not bear the rule of the monastery.' But he pleaded with him, saying, 'Yes, I can do it; only receive me.' But the abba held firm, saying, 'Thou canst not.' Then the robber chief said to him, 'So that thou mayest know: I am David the robber chief, and this is why I came here, to weep for my sins. But if thou wilt not receive me, I assure thee with oaths, by[?] him who dwells in heaven, I go back again to my former trade, and I bring those I had with me, and I kill all of you, and I overturn your monastery too.'

"Hearing this, the abba received him within the monastery, and tonsuring him, gave him the holy habit. So he began to strive, and in self-control and obedience and humility he surpassed all those in the monastery. There were about seventy monks in the monastery, by name. So, profiting them all, he became a pattern for all.

"So one day, as he sat in his cell, an angel of the Lord stood over him, saying to him, 'David, David, the Lord God has forgiven thee thy sins, and from now on thou shalt be working signs.' He answered and said to the angel, 'I cannot believe that God has forgiven me, in so short a time, all those sins of mine, which are heavier than the sand of the sea.' The angel said to him, 'If I did not spare the priest Zacharias when he disbelieved me about his son, but bound his tongue, teaching him not to disbelieve the things spoken by me, am I to spare thee? Therefore from now on thou shalt not speak at all.' Abba David made a prostration, saying, 'When I was in the world, doing lawless things and shedding blood, I spoke; and now, when I want to serve God and offer him hymns, dost thou bind my tongue so that I may not speak?' Then the angel answered, saying, 'Thou shalt speak only at the office; outside the office thou shalt be wholly silent.' And so it came to pass. For God worked many signs through him. He would chant the psalms; but any other word, great or small, he could not speak." The one who told us these things said, "I saw him many times, and I glorified God."

CHAPTER 144

One of the elders said to the brethren at the Cells, "Let us not choose to be slaves to the pleasures of Egypt, which [?] to Pharaoh, the deadly tyrant."

He said again, "Would that men had as much zeal for good things as they have for bad ones! And would that all their haste for the theatres and the licentious festivals, for love of money and vainglory and injustice, they had transferred to a longing for godliness!

Εἶπεν πάλιν· Εἴθ᾿ ὅσην περὶ τὰ κακὰ σπουδὴν ἔχουσιν οἱ ἄνθρωποι, τοσαύτην εἶχον περὶ τὰ καλά· καὶ ὅσον σπεύδουσι περὶ τὰ θέατρα καὶ τὰς ἀσθενεῖς ἑορτὰς, περὶ φιλοχρηματίαν καὶ κενοδοξίαν καὶ ἀδικίαν, μετέθηκαν εἰς πόθον εὐσεβείας! Οὐκ ἂν ἠγνοήσαμεν 3008ὅσον ὑπὸ Θεοῦ τετιμήμεθα, καὶ κατὰ δαιμόνων ἰσχύομεν. Εἶπεν πάλιν ὁ γέρων· Θεοῦ μεῖζον οὐδὲν ἄλλο, οὐδὲ ἴσον, οὐδὲ ὀλίγον ἀπολιμπανόμενον. Τί τοίνυν τοῦ τὸν Θεὸν ἔχοντος βοηθὸν ἰσχυρώτερον ἢ μακαριώτερον; Εἶπεν πάλιν· Πανταχοῦ μὲν ὁ Θεὸς ὑπάρχει· ἐγγίζει δὲ τοῖς εὐσεβοῦσιν καὶ ἀγωνιζομένοις, τοῖς οὐ μέχρις ἐπαγγελίας σεμνοῖς, ἀλλὰ δι᾿ ἔργων λαμπροῖς. Ὅπου δὲ ὁ Θεὸς, τίς ἐπιβουλεύειν βουλήσεται, ἢ τίς ἰσχύει βλάπτειν; Εἶπεν πάλιν· Ἀνθρώπων ἰσχὺς οὐκ ἐν τῇ φύσει· τρεπτὴ γὰρ αὕτη· ἀλλ᾿ ἐν τῇ προθέσει, τοῦ Θεοῦ βοηθοῦντος. Θεραπεύσωμεν οὖν τὴν ψυχὴν ἡμῶν, τέκνα, ὅσον τὸ σῶμα. Εἶπεν πάλιν ὁ γέρων· Συναγάγωμεν τὰ τῆς ψυχῆς θεραπεύματα, τοῦτ᾿ ἔστιν εὐσέβειαν, δικαιοσύνην, ταπεινοφροσύνην, ὑποταγήν. Ὁ γὰρ μέγιστος ἰατρὸς τῶν ψυχῶν Χριστὸς ὁ Θεὸς ἡμῶν ἐγγύς ἐστι, καὶ θέλει θεραπεῦσαι ἡμᾶς. Μὴ οὖν καταφρονήσωμεν. Εἶπεν πάλιν· Διδάσκει ἡμᾶς ὁ Κύριος σώφρονας εἶναι· ἡμεῖς δὲ οἱ ἄθλιοι, διὰ τῆς τρυφῆς μειζόνως τὰς ἡδονὰς περιεργαζόμεθα. Εἶπεν πάλιν ὁ γέρων· Παραστήσωμεν ἑαυτοὺς τῷ Θεῷ, ὡς Παῦλός φησιν, ὡς ἐκ νεκρῶν ζῶντες· μήτε βλέποντες εἰς τὰ ὀπίσω, τῶν ἔμπροσθεν ἐπιλανθανώμεθα· ἀλλὰ κατὰ σκοπὸν διώκωμεν εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ἠρωτήθη γέρων ὑπό τινος ἀδελφοῦ· Διατὶ συνεχῶς κρίνω τοὺς ἀδελφούς; Ἀπεκρίθη ὁ γέρων· Ὅτι οὔπω ἔγνωκας ἑαυτόν. Ὁ γὰρ ἑαυτὸν γινώσκων, τὰ τῶν ἀδελφῶν οὐ θεωρεῖ.

Παρεβάλομεν ἐν τῷ ναῷ Ἀλεξανδρείας εἰς τὸ κοινόβιον Σαλαμᾶ, καὶ εὕρομεν ἐκεῖ δύο γέροντας. Ἔλεγον δὲ ἡμῖν τῆς Ἐκκλησίας εἶναι ΚωνσταντιΚαὶ διηγήσαντο ἡμῖν περὶ τοῦ μακαρίου Γενναδίου πατριάρχου Κωνσταντινουπόλεως, ὅτι ἐνωχλεῖτο ὑπὸ πολλῶν διά τινα κληρικὸν πάνυ κακῶς ζῶντα, τοὔνομα Χαρίσιον. Καὶ μεταστειλάμενος αὐτὸν ὁ πατριάρχης, ἐπειράθη νουθετεῖν αὐτόν.

We would not have been ignorant 3008how much we have been honoured by God, and how strong we are against the demons."

The elder said again, "Nothing is greater than God, nor equal to him, nor even falling a little short of him. What then is stronger or more blessed than the one who has God for his helper?"

He said again, "God is everywhere; but he draws near to those who are godly and who strive, those who are not grave only as far as profession, but bright through works. And where God is, who will want to lay plots, or who has strength to harm?"

He said again, "The strength of men is not in nature, for nature is changeable, but in purpose, with God helping. So let us tend our soul, children, as much as the body."

The elder said again, "Let us gather the remedies of the soul, that is, godliness, righteousness, humility, submission. For the greatest physician of souls, Christ our God, is near, and wants to heal us. So let us not despise it."

He said again, "The Lord teaches us to be sober; but we wretches, through luxury, busy ourselves all the more with pleasures."

The elder said again, "Let us present ourselves to God, as Paul says, as alive from the dead; neither looking to the things behind, nor forgetting the things ahead; but let us press on toward the mark, for the prize of the high calling."

An elder was asked by a brother, "Why do I continually judge the brethren?" The elder answered, "Because thou hast not yet known thyself. For he who knows himself does not look at the doings of the brethren."

CHAPTER 145

We came to the ninth milestone from Alexandria, to the coenobium of Salama, and there we found two elders. They told us they were of the Church of Constanti[nople] [?]. And they told us about the blessed Gennadius, patriarch of Constantinople, that he was being troubled by many people on account of a certain cleric who lived very wickedly, Charisius by name. And the patriarch sent for him and tried to admonish him.

Ὡς οὖν οὐδὲν 3009ὠφέλησεν διὰ νουθεσίας, ἐπέτρεψεν, καὶ ἐπαίδευσεν αὐτὸν Πατρικῶς καὶ ἐκκλησιαστικῶς. Ἐπεὶ οὖν ἔγνω ὁ πατριάρχης μηδὲν ὠφελούμενον τὸν κληρικὸν (ἐσχόλαζεν γὰρ τοῖς φόνοις καὶ γοητείαις), ἀποστέλλει τινὰ τῶν τὰς ἀποκρίσεις διακονούντων (ἦν γὰρ ἀναγνώστης τῶν ἐκεῖσε ὁ Χαρίσιος), καὶ εἶπεν αὐτῷ· Εἰπὲ τῷ ἁγίῳ Ἐλευθερίῳ· Ὁ στρατιώτης σου, ἅγιε Ἐλευθέριε, ἁμαρτάνει πολλὰ, καὶ ἢ διόρβωσαι αὐτὸν, ἢ ἔκκοψον. Ἦλθεν οὖν ὁ ἀποκρισιάριος εἰς τὸν εὐκτήβ́ριον οἶκον τοῦ ἁγίου μάρτυρος Ἐλευθερίου, καὶ σταθεὶς ἔμπροσθεν τοῦ θυσιαστηρίου, προσέχων εἰς τὴν κόγχην, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, λέγει τῷ μάρτυρι· Δηλοῖ σοι, ἅγιε μάρτυς τοῦ Χριστοῦ, ὁ πα-/τριάρχης τριάρχης Γεννάδιος, δι᾿ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Ὁ στρατιώτης σου πολλὰ ἁμαρτάνει· ἢ διόρθωσαι αὐτὸν, ἢ ἔκκοψον. Καὶ τῇ ἐπαύριον ἐν νεκροῖς εύρέθη ὁ τῶν κακῶν ἐργάτης· καὶ πάντες ἐκπλαγέντες ἐδόξασαν τὸν Θεόν.

Οὖσιν ἡμῖν ἐν τῷ ἐννάτῳ ἐν τῷ κοινοβίῳ Τουγαρᾷ, διηγήσατο ὁ ἀββᾶς Μηνᾶς ὁ κοινοβιάρχης, περὶ τοῦ ἐν ἁγίοις πάππα Εὐλογίου, λέγων, ὅτι Ἐν μιᾷ νυκτὶ, ἐν ὅσῳ ποιεῖ τὸν κανόνα κατιδίαν ἐν τῷ εὐκτηρίῳ τοῦ ἐπισκοπίου, θεωρεῖ πλησίον αὐτοῦ ἑστῶτα Ἰουλιανὸν τὸν ἀρχιδιάκονον. Ὡς δὲ ἴδεν αὐτὸν, ἐταράχθη, διότι ἐτόλμησεν εἰσελθεῖν μὴ μηνύσας. Πλὴν ἐσιώπησεν. Καὶ πληρώσας τὸν ψαλμὸν, ἔβαλεν μετάνοιαν. Ἔβαλεν δὲ καὶ ὁ ὀφθεὶς αὐτῷ ἐν εἴδει τοῦ ἀρχιδιακόνου. Εἶτα ἀναστάντος τοῦ πάππα, καὶ προσκυνήσαντος, ἐκεῖνος ἔμεινεν ἐπὶ τοῦ ἐδάφους. Ἐπιστραφεὶς οὖν ὁ πάππας λέγει αὐτῷ· Ἕως οὗ οὐκ ἐγείρῃ; Ὁ δὲ λέγει αὐτῷ· Ἐὰν μὴ σὺ αὐτὸς ὀρέξῃς τὴν χεῖρα καὶ ἀναστήσῃς με, οὐ δύναμαι ἐγείρεσθαι. Τότε ὁ ἀββᾶς ἐκτείνας αὐτοῦ τὴν χεῖρα, καὶ κρατήσας αὐτὸν ἤγειρεν. Ἤρξατο δὲ πάλιν τοῦ ψαλμοῦ· καὶ στραφεὶς οὐκέτι ἔβλεπέ τινα. Μετὰ οὖν τὸ πληρῶσαι αὐτὸν τὸν κανόνα τὸν ἑωθινὸν, ἐφώνησεν τὸν κουβουκλάριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Διατὶ οὐκ ἐμήνυσας τὴν ἀλλ᾿ οὕτως ἀμηνυτὶ εἰσῆλθεν πρός με, καὶ τοῦτο ἐν νυκτί; Ὁ δὲ ἔλεγεν μήτε ἑωρακέναι τινὰ, μήτε δὲ εἰσελθεῖν. Ἀπιστήσας δὲ ὁ πάππας λέγει· Κάλεσόν μοι ὧδε τὸν θυρωρόν. Καὶ ἐλθόντι, λέγει αὐτῷ· Οὐκ ἀνῆλθεν ὁ ἀρχιδιάκονος Ἰουλιανὸς ὧδε; Ὁ δὲ μεθ᾿ ὅρκου διεβεβαιώσατο, ὅτι οὔτε ἀνῆλθεν οὔτε κατῆλθεν. Καὶ τότε μὲν ἡσύχαζεν ὁ πάππας. Πρωΐας δὲ γενομένης, ἀνῆλθεν ἀρχιδιάκονος Ἰουλιανὸς εἰς προσκύνησιν. Καὶ λέγει αὐτῷ ὁ πάππας· Διατὶ οὐκ ἐφύλαξας τὴν τάξιν, ἀρχιδιάκονε Ἰουλιανὲ, ἀλλ᾿ ἀμηνυτὶ ἀνῆλθες πρός με τῇ νυκτὶ ταύτῃ;

So when he 3009did him no good by admonition, he gave orders, and had him disciplined, in a fatherly way and in the Church's way. Then, when the patriarch knew that the cleric was being helped not at all (for he was given over to murders and sorceries), he sent one of those who served as messengers (for Charisius was a reader of the church there), and said to him, "Say to Saint Eleutherius: 'Thy soldier, Saint Eleutherius, sins much; either correct him or cut him off.'" So the apocrisiarius went to the house of prayer of the holy martyr Eleutherius, and standing before the altar, looking toward the apse, he stretched out his hand and said to the martyr, "The patriarch Gennadius makes known to thee, holy martyr of Christ, through me the sinner: 'Thy soldier sins much; either correct him or cut him off.'" And on the next day the worker of evils was found among the dead; and all were astounded and glorified God.

CHAPTER 146

When we were at the ninth milestone, in the coenobium of Tougara, abba Menas, the head of the coenobium, told us about pope Eulogius, who is among the saints: "One night, while he was saying the office by himself in the oratory of the bishop's house, he saw standing near him Julian the archdeacon. When he saw him, he was troubled, because he had dared to come in without being announced. Still, he kept silent. And when he had finished the psalm, he made a prostration. The one who had appeared to him in the form of the archdeacon made one too. Then, when the pope had risen and done reverence, that one stayed on the floor. So the pope turned and said to him, 'How long wilt thou not get up?' He said to him, 'Unless thou thyself reach out thy hand and raise me, I cannot get up.' Then the abba stretched out his hand, and taking hold of him raised him up. He began the psalm again; and turning, he no longer saw anyone. So after he had finished the morning office, he called his chamberlain and said to him, 'Why didst thou not announce the archdeacon's coming in? Instead he came in to me like this, unannounced, and at night too.' He said he had neither seen anyone nor had anyone come in. The pope did not believe him, and said, 'Call me the doorkeeper here.' And when he came, he said to him, 'Did not the archdeacon Julian come up here?' He affirmed with an oath that he had neither come up nor gone down. And for the time the pope kept quiet. But when morning came, the archdeacon Julian came up to do reverence. And the pope said to him, 'Why didst thou not keep the order, archdeacon Julian, but came up to me unannounced this night?'

Ὁ δὲ λέγει· Μὰ τὰς εὐχὰς τοῦ δεσπότου μου, οὔτε ἀνῆλθον ὧδε, οὐδὲ κατῆλθον τοῦ οἴκου μου, εἰ μὴ τῇ ὥρᾳ ταύτῃ καὶ 3012μόνον.Τότε συνῆκεν ὁ μέγας Εὐλόγιος Ἰουλιανὸν ἑωρακέναι τὸν μάρτυρα, προτρεπόμενον αὐτὸν πρὸς ἔγερσιν τοῦ ἰδίου ναοῦ. Ἦν γὰρ ἐκ τοῦ χρόνου φθαρεὶς καὶ παλαιωθεὶς, καὶ πτῶσιν ἀπειλῶν. Ὁ δὲ φιλόμαρτυς καὶ θεῖος Εὐλόγιος μετὰ πολλῆς προθυμὶσς ἔβαλε τὴν χεῖρα, καὶ ἤγειρεν τὸν τούτου ναὸν, ἀπὸ θεμελίων αὐτὸν οἰκοδομήσας, καὶ παντοίῳ κόσμῳ λαμπρύνας, ὡς ἱερῷ ἔπρεπεν μάρτυρι.

Διηγήσατο ἡμῖν καὶ τοῦτο ὁ ἀββᾶς Μηνᾶς, ὁ κοινοβιάρχης τοῦ αὐτοῦ κοινοβίου, ὅτι ἀκηκόει τοῦ αὐτοῦ ἀββᾶ Εὐλογίου πάππα Ἀλεξανδρείας, λέγοντος, ὅτι Ἀνελθὼν ἐν Κωνσταντινουπόλει τῷ ἀρχιδιακόνῳ Ῥώμης τῷ κυρῷ Γρηγορίῳ ἀνδρί... καὶ ἐναρέτῳ, καὶ διηγήσατό μοι περὶ τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου Λέοντος τοῦ πάπα Ῥώμης, ὅτι ἐμφέρεται ἐν τῇ Ἐκκλησίᾳ Ῥώμης ἐγγράφως, ὅτι γράψας τὴν ἐπιστολὴν πρὸς τὸν ἐν ἁγίοις Φλαβιανὸν τὸν πατριάρχην Κωνσταντινουπόλεως, κατὰ Εὐτυχέως καὶ Νεστορίου τῶν δυσωνύμων, τέθηκεν αὐτὴν ἐν τῷ τάφῳ τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου, καὶ δεήσεσι καὶ νηστείαις καὶ χαμευνίαις σχολάσας ἐδέετο τοῦ πρωτοστάτου al. πρώτου. τῶν μαθητῶν, λέγων· Ὁ Int. El. τι ὡς ἄνθρωπος παρέλειψα, αὐτὸς ὡς πεπιστευμένος τὴν Ἐκκλησίαν καὶ τὸν θρόνον παρὰ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διόρθωσαι. Καὶ μετὰ τεσσαράκοντα ἡμέρας ὤφθη αὐτῷ ὁ ἀπόστολος εὐχομένῳ, καὶ λέγει αὐτῷ· Ἀνέγνων καὶ διορθωσάμην. Καὶ δὴ λαβὼν τὴν ἐπιστολὴν ἐκ τοῦ τάφου τοῦ ἁγίου Πέτρου, ἀνέπτυξεν καὶ εὗρεν χειρὶ τοῦ ἀποστόλου διορθωθεῖσαν.

Θεόδωρος ὁ ὁσιώτατος ἐπίσκοπος τῆς πόλεως Δάρνης τῆς ἐν Λιβύῃ, διηγήσατο ἡμῖν, λέγων, ὅτι Ὡς ἤμην σύγκελλος τοῦ ἐν ἁγίοις πάπα Εὐλογίου, θεωρῶ κατὰ τοὺς ὕπνους ἄνδρα σεμνοπρεπῆ, καὶ μέγαν, λέγοντά μοι· Μήνυσόν με πρὸς τὸν πάπαν Εὐλόγιον. Καὶ λέγω αὐτῷ· Τίς εἶ, δέσποτα; Πῶς κελεύεις ἵνα μηνύσω; Αὐτὸς ἀποκριθεὶς λέγει μοι· Ἐγώ εἰμι Λέων ὁ πάπας Ῥώμης. Εἰσελθὼν οὖν ἐγὼ ἐμήνυσα, λέγων· Ὁ ἁγιώτατος καὶ μακαριώτατος πάπας Λέων Ἐκκλησίας Ῥωμαίων πρόεδρος προσκυνῆσαι ὑμᾶς θέλει. Ὡς οὖν ἤκουσεν ὁ πάπας Εὐλόγιος, δρομαίως ἀναστὰς ὑπήντησεν αὐτῷ· καὶ ἀσπασάμενοι ἀλλήλους καὶ εὐχὴν ποιήσαντες ἐκαθέσθησαν. Τότε ὁ θεῖος ὄντως καὶ θεοφόρος Λέων λέγει πάπᾳ Εὐλογίῳ· Οἶδας διατὶ ἦλθον πρὸς ὑμᾶς; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὔ.

He said, 'By the prayers of my master, I neither came up here nor went out of my house, except at this hour 3012only.' Then the great Eulogius understood that he had seen Julian the martyr, urging him to the raising up of his own church. For it was decayed with time and grown old, and threatening to fall. And the martyr-loving and godly Eulogius set his hand to it with great eagerness, and raised up his church, building it from the foundations and making it bright with every kind of adornment, as befitted a holy martyr."

CHAPTER 147

Abba Menas, the head of the same coenobium, also told us this, that he had heard the same abba Eulogius, pope of Alexandria, say: "When I went up to Constantinople, [I met] the archdeacon of Rome, the lord Gregory, a man [?] and virtuous; and he told me about the most holy and most blessed Leo, pope of Rome, that it is recorded in writing in the Church of Rome that when he had written the letter to Flavian, who is among the saints, the patriarch of Constantinople, against Eutyches and Nestorius, the ill-named, he laid it on the tomb of Peter, the chief of the apostles; and giving himself to prayers and fasts and sleeping on the ground, he besought the foremost of the disciples, saying, 'Whatever I have left out, as a man, do thou, as the one entrusted with the Church and the throne by our Lord and God and Saviour Jesus Christ, correct.' And after forty days the apostle appeared to him as he prayed, and said to him, 'I have read it and corrected it.' And taking the letter from the tomb of Saint Peter, he unrolled it and found it corrected by the apostle's hand."

CHAPTER 148

Theodore, the most holy bishop of the city of Darnis in Libya, told us: "When I was syncellus to pope Eulogius, who is among the saints, I saw in my sleep a man of reverend appearance, and tall, saying to me, 'Announce me to pope Eulogius.' And I said to him, 'Who art thou, master? How dost thou bid me announce thee?' He answered and said to me, 'I am Leo, the pope of Rome.' So I went in and announced him, saying, 'The most holy and most blessed pope Leo, president of the Church of the Romans, wishes to pay you his reverence.' So when pope Eulogius heard it, he rose at a run and went to meet him; and they embraced each other, and having made a prayer, they sat down. Then the truly divine and God-bearing Leo said to pope Eulogius, 'Dost thou know why I have come to you?' He answered and said, 'No.'

Λέγει αὐτῷ· Ἦλθον εὐχαριστῆσαι ὑμῖν, ὅτι καλῶς καὶ μεγάλως ἀπελογήσασθε ὑπὲρ τῆς ἐπιστολῆς μου, ἧς ἔγραψα πρὸς τὸν ἀδελφὸν ἡμῶν Φλαβιανὸν τὸν πατριάρχην Κωνσταντινουπόλεως· τὴν μὲν 3013ἐμὴν γνώμην φανερώσαντες, τὰ δὲ τῶν αἱρετικῶν ἀποφράξαντες στόματα. Ἴσθι δὲ, ἀδελφὲ, ὡς οὐκ ἐμοὶ μόνον τὸν ἔνθεν ὑμῶν ἐχαρίσασθε κόπον, ἀλλὰ καὶ τῷ κορυφαίῳ τῶν ἀποστόλων Πέτρῳ, καὶ πρό γε πάντων αὐτῇ τῇ ὑφ᾿ ἡμῶν κηρυττομένῃ ἀληθείᾳ, ἥτις ἐστὶν Χριστὸς ὁ Θεὸς ἡμῶν. Ταῦτα οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ τρὶς θεασάμενος, καὶ τῷ τρισσῷ τῆς ὁράσεως πισ τευθεὶς, διηγησάμην τῷ ἐν ἁγίοις πάπᾳ Εὐλογίῳ. Ὁ δὲ ἀκούσας ἐδάκρυσεν· καὶ ἐκτείνας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν, ηὐχαρίστησεν τῷ Θεῷ, λέγων· Εὐχαριστῶ σοι, Δέσποτα Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὅτι ἀνάξιον ὄντα με, κήρυκα πεποίηκας τῆς σῆς ἀληθείας γενέσθαι· καὶ δι᾿ εὐχῶν τῶν θεραπόντων σου Πέτρου καὶ Λέοντος, ὡς τῆς χήρας δύο λεπτὰ, καὶ τὴν μι-/κρὰν ἡμῶν προθυμίαν, ἡ σὴ ἀγαθότης προσεδέξατο.

Κατελθόντος τοῦ ἀββᾶ Ἀμμῶς εἰς τὰ Ἱεροσόλυμα, καὶ χειροτονηθέντος πατριάρχου, ἀνῆλθον πάντες οἱ ἡγούμενοι τῶν μοναστηρίων εἰς προσκύνησιν αὐτοῦ· ἐν οἷς ἀνῆλθον ἐγὼ μετὰ τοῦ ἡγουμένου μου. Καὶ ἤρξατο λέγειν πρὸς τοὺς Πατέρας ὁ πατριάρχης· Εὔξασθέ μοι, Πατέρες, ὅτι μέγα φορτίον καὶ δυσβάστακτον ἐνεχειρίσθην, καὶ φοβεῖ με τὸ πρᾶγμα τῆς πατριαρχίας οὐ μετρίως. Πέτρου γὰρ καὶ Παύλου καὶ Μωϋσέως, καὶ τῶν τοιούτων ἐστὶν τὸ ποιμαίνειν ψυχὰς λογικὰς, ἐγὼ δὲ ταλαίπωρός εἰμι· πλεῖον δὲ πάντων φοβεῖ με τῶν χειροτονιῶν τὸ βάρος. Εὗρον γὰρ ἐγγράφως, ὅτι ὁ μακάριος, φησὶ, Λέων, ὁ τῆς Ῥωμαίων Ἐκκλησίας γενόμενος πρόεδρος, ἐπὶ τεσσαράκοντα ἡμέρας παρέμενε τῷ τάφῳ τοῦ ἀποστόλου Πέτρου, νηστείαις καὶ δεήσεσι προσκαρτερῶν, αἰτῶν τὸν ἀπόστολον Πέτρον, ἵνα πρεσβεύσῃ ὑπὲρ αὐτοῦ τῷ Θεῷ εἰς τὸ συγχωρηθῆναι τὰ πλημμελήματα αὐτοῦ. Καὶ δὴ πληρωθεισῶν τῶν τεσσαράκοντα ἡμερῶν ὤφθη αὐτῷ ὁ ἀπόστολος Πέτρος, λέγων· Ἐδεήθην ὑπὲρ σοῦ, καὶ συνεχωρήθη σοι πάντα τὰ ἁμαρτήματα, πλὴν τῶν χειροτονιῶν. Τοῦτο οὖν μόνον ἀπαιτηθήσῃ, εἴτε καλῶς εἴτε καὶ ὡς ἄλλως ἐχειροτόνησας, οὓς ἐχειροτόνησας.

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Θεόδωρος, ὅτι ἀπὸ τριάκοντα μιλίων Ῥώμης πόλις ἐστὶ μικρὰ, Ῥωμίλλα λεγομένη. Ἐν ταύτῃ τῇ πόλει ἐπίσκοπος ἦν πάνυ μέγας καὶ ἐνάρετος. Ἐν μιᾷ οὖν εἰσῆλθόν τινες ἀπὸ Ῥωμίλλης πρὸς τὸν μακαριώτατον πάπαν Ῥώμης Ἀγαπητὸν, καὶ διαβάλλουσι τὸν ἐπίσκοπον τὸν ἴδιον, πρὸς τὸν πάπαν λέγοντες, ὅτι εἰς δίσκον ἡγιασμένον ἐσθίει. Ὁ δὲ πάπας ἐπὶ τῇ ἀκοῇ καταπλαγεὶς ἀποστέλλει δύο τινὰς τῶν κληρικῶν, καὶ ἤγαγον τὸν ἐπίσκοπον δεδεμένον, καὶ πεζεύοντα, ἐν τῇ Ῥώμῃ, καὶ ἐλθόντα ἔβαλεν εἰς φυλακήν. Ποιήσας οὖν ὁ ἐπίσκοπος ἐν τῇ φυλακῇ τρεῖς ἡμέρας ἔφθασεν ἡ ἁγία Κυριακή.

He said to him, 'I have come to thank you, because you have made a fine and great defence of my letter, which I wrote to our brother Flavian, the patriarch of Constantinople, 3013making plain my mind and stopping the mouths of the heretics. And know, brother, that it is not to me alone that you have given your inspired toil, but also to Peter the chief of the apostles, and before all to the very truth preached by us, which is Christ our God.' Having seen this not once only but three times, and having been made sure by the threefold vision, I told it to pope Eulogius, who is among the saints. And when he heard it he wept; and stretching his hands to heaven he gave thanks to God, saying, 'I thank thee, Master Christ, our God, that thou hast made me, unworthy as I am, to become a herald of thy truth; and through the prayers of thy servants Peter and Leo thy goodness has accepted our small eagerness, like the widow's two mites.'"

CHAPTER 149

When abba Ammos came down to Jerusalem and was ordained patriarch, all the superiors of the monasteries went up to pay him reverence; among them I went up with my superior. And the patriarch began to say to the Fathers, "Pray for me, Fathers, for I have been entrusted with a great burden, hard to bear, and the business of the patriarchate frightens me not a little. For it belongs to Peter and Paul and Moses, and to men like them, to shepherd rational souls; but I am a wretch. And more than all, the weight of the ordinations frightens me. For I have found it in writing that the blessed Leo (he says), who became president of the Church of the Romans, stayed forty days at the tomb of the apostle Peter, persevering in fasts and prayers, asking the apostle Peter to intercede for him with God, that his offences might be forgiven. And when the forty days were fulfilled, the apostle Peter appeared to him, saying, 'I have prayed for thee, and all thy sins have been forgiven thee, except for the ordinations. For this alone thou shalt be called to account: whether well, or otherwise, thou hast ordained those thou hast ordained.'"

CHAPTER 150

Abba Theodore told us that thirty miles from Rome there is a small city called Romilla. In this city there was a bishop, very great and virtuous. So one day some people from Romilla went in to the most blessed pope of Rome, Agapetus, and they slandered their own bishop, saying to the pope that he ate off a consecrated paten. The pope, struck with dismay at the hearing, sent two of the clerics, and they brought the bishop to Rome bound, and on foot; and when he came, he put him in prison. So when the bishop had spent three days in prison, the holy Lord's Day came round.

Καὶ ὡς καθεύδῃ ὁ πάπας, διαφανείσης τῆς ἁγίας Κυριακῆς, θεωρεῖ κατὰ τοὺς ὕπνους λέγοντα αὐτῷ, ὅτι Ταύτῃ τῇ Κυριακῇ μὴ προσκομίσῃς, μήτε σὺ μήτε ἄλλος τις τῶν κληκῶν, 3016ἢ τῶν ἐπισκόπων τῶν ὄντων ἐν τῇ πόλει, ἀλλὰ ὁ ἐπίσκοπος ὃν ἐν τῇ φυλακῇ ἐγκατάκλειστον ἔχεις· ἐκεῖνον θέλω σήμερον, ἵνα προσκομίσῃ. Ὡς οὖν διυπνίσθη ὁ πάπας, εἶπεν ἐπὶ τῇ ὁράσει, ἣν εἶδεν, λέγων ἐν ἑαυτῷ, Τοιαύτην κατηγορίαν ἐδεξάμην κατ᾿ αὐτοῦ, καὶ αὐτὸς ἔχει προσκομίσαι; Ἦλθεν οὖν αὐτῷ ἐκ δευτέρου φωνὴ ἐν ὁράσει λέγουσα· Εἶπόν σοι, ὅτι ὁ ἐπίσκοπος ὢν ἐν τῇ φυλακῇ, ἐκεῖνος προσκομίσαι. Ὁμοίως δὲ καὶ ἐκ τρίτου ὀφθεὶς αὐτῷ διαποροῦντι, τὰ αὐτὰ εἶπεν αὐτῷ. Ὁ δὲ πάπας διυπνισθεὶς ἀποστέλλει εἰς τὴν φυλακὴν, καὶ λαμβάνων τὸν ἐπίσκοπον, ἐπυνθάνετο αὐτοῦ λέγων· Τίς ἐστιν ἡ ἐργασία σου; Ὁ δὲ ἐπίσκοπος οὐδὲν ἄλλο ἀπεκρίνετο, εἰ μὴ, ὅτι Ἁμαρτωλός εἰμι. Ὡς οὖν οὐκ ἔπεισεν τὸν ἐπίσκοπον ἄλλο εἰπεῖν, τότε λέγει αὐτῷ ὁ πάπας· Σήμερον σὺ ἔχεις προσκομίσαι. Καὶ δὴ παραστάντος αὐτοῦ τῷ ἁγίῳ θυσιαστηρίῳ, καὶ τοῦ πάπα παρισταμένου πλησίον αὐτοῦ, καὶ τῶν διακόνων κιγχλισάντων τὸ θυσιαστήριον, ἤρξατο ὁ ἐπίσκοπος τῆς ἁγίας ἀναφορᾶς, καὶ πληρώσας τὴν εὐχὴν τῆς ἁγίας προσκομιδῆς, πρὸ τοῦ τὸ συμπέρασμα ἐπιθῇ εὐχῇ, ἤρξατο ἐκ δευτέρου, καὶ πάλιν ἐκ τρίτου καὶ τετάρτου τῆς ἁγίας ἀναφορᾶς. Πάντων οὖν ξενιζομένων ἐπὶ τῇ βραδύτητι, λέγει αὐτῷ ὁ πάπας· Τί ἐστιν τοῦτο ὅτι ἰδοὺ τέταρτον τὴν ἁγίαν εὐχὴν εἶπες, καὶ οὐ τελεῖς αὐτήν; Τότε ἀπεκρίθη ὁ ἐπίσκοπος· Συγχώρησόν μοι, ὦ ἅγιε πάπα, ὅτι οὐκ εἶδον κατὰ τὸ σύνηθες τὴν τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησιν· καὶ διὰ τοῦτο οὐκ ἐτέλεσα· πλὴν τὸν διάκονον τὸν κατέχοντα τὸ ῥιπίδιον, ἀπόστησον ἐκ τοῦ ἁγίου θυσιαστηρίου, ὅτι ἐγὼ οὐ τολμῶ εἰπεῖν. Τότε ὁ θεῖος Ἀγαπητὸς κελεύει, καὶ ἀπέστη ὁ διάκονος, καὶ εὐθὺς εἶδον ὅ τε ἐπίσκοπος καὶ ὁ πάπας τὴν τοῦ ἁγίου Πνεύματος παρουσίαν· ἀλλὰ καὶ τὸ καταπέτασμα κείμενον ἐπάνω τοῦ ἁγίου θυσιαστηρίου αὐτομάτως ἐπήρθη, καὶ ἐσκέπασεν τόν τε πάπαν καὶ τὸν ἐπίσκοπον, καὶ ὅλους τοὺς παρισταμένους τοὺς διακόνους σὺν τῷ ἁγίῳ θυσιαστηρίῳ ἐπὶ ὥρας τρεῖς. Τότε γνοὺς ὁ θεῖος Ἀγαπητὸς, ὅτι μέγας ἐστὶν ὁ ἐπίσκοπος, καὶ ἐσυκοφαντήθη· καὶ ὅτι οὕτως ἔθλιψεν αὐτὸν, λυπηθεὶς, λόγον τέθεικεν, μηκέτι κατὰ τὴν ἁρπαγὴν νοῆσαί τι, ἀλλὰ μετὰ πολλῆς σκέψεως καὶ πολλῆς μακροθυμίας.

Παρεβάλομεν εἰς τὰ μονίδια τῷ ἀββᾷ Ἰωάννῃ Πέρσῃ, καὶ διηγήσατο ἡμῖν περὶ τοῦ μεγάλου Γρηγορίου τοῦ μακαριωτάτου τῆς Ῥώμης ἐπισκόπου, λέγων, ὅτι Ἀπῆλθον ἐν Ῥώμῃ προσκυνῆσαι τὰς θήκας τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου· καὶ ἐν μιᾷ, ὡς ἱστάμην εἰς τὸ μέσον τῆς πόλεως, θεωρῶ τὸν πάπαν Γρηγόριον δι᾿ ἐμοῦ μέλλοντα παριέναι. Ἐλογισάμην οὖν βαλεῖν αὐτῷ μετάνοιαν. Ἰδόντες δέ με οἱ τοῦ ὀψικίου αὐτοῦ, ἤρξαντο ὁ καθεὶς αὐτῶν λέγειν μοι· Ἀββᾶ, μὴ βάλε μετάνοιαν. Ἐγὼ δὲ ἠγνόουν διατί μοι τοῦτο λέγουσιν. Πλὴν ἄτοπον εἶναι ἐνόμισα μὴ βαλεῖν αὐτῷ μετάνοιαν.

And as the pope was sleeping, when the holy Lord's Day dawned, he saw in his sleep someone saying to him, "On this Lord's Day do not offer, neither thou nor any other of the 3016clerics, nor of the bishops who are in the city; but the bishop whom thou hast shut up in the prison: him I want to offer today." So when the pope woke up, he said[?] of the vision he had seen, saying within himself, "I have received such an accusation against him, and is he to offer?" So a voice came to him a second time in a vision, saying, "I told thee that the bishop who is in the prison, he is to offer[?]." And likewise it appeared to him a third time, as he was in perplexity, and said the same things to him. The pope, waking, sent to the prison, and taking the bishop he questioned him, saying, "What is thy work?" But the bishop answered nothing else but, "I am a sinner." So when he could not persuade the bishop to say anything else, then the pope said to him, "Today thou art to offer." And when he stood at the holy altar, with the pope standing near him and the deacons having closed in the altar, the bishop began the holy anaphora; and when he had finished the prayer of the holy oblation, before he put the conclusion to the prayer, he began the holy anaphora a second time, and again a third and a fourth time. So, as all were astonished at the delay, the pope said to him, "What is this, that see, thou hast said the holy prayer a fourth time and dost not finish it?" Then the bishop answered, "Forgive me, O holy pope, for I did not see the coming of the Holy Spirit as usual; and that is why I did not finish. But the deacon holding the fan: remove him from the holy altar, for I dare not tell him." Then the divine Agapetus gave the order, and the deacon withdrew, and at once both the bishop and the pope saw the presence of the Holy Spirit; and more, the veil lying above the holy altar lifted of itself, and covered the pope and the bishop and all the deacons standing by, together with the holy altar, for three hours.

Then the divine Agapetus, knowing that the bishop was great and had been slandered, and that he had afflicted him so, was grieved, and made a rule for himself never again to do anything in haste, but with much consideration and much long-suffering.

CHAPTER 151

We came to the Monidia, to abba John the Persian, and he told us about the great Gregory, the most blessed bishop of Rome: "I went to Rome to venerate the tombs of the holy apostles Peter and Paul; and one day, as I stood in the middle of the city, I saw pope Gregory about to pass by me. So I thought to make him a prostration. But those of his retinue, seeing me, began each of them to say to me, 'Abba, do not make a prostration.' I did not know why they said this to me. Still, I thought it unfitting not to make him a prostration.

Ὡς οὖν πλησίον μου ἐγένετο ὁ πάπας, θεωρήσας ὅτι ὑπῆγον βαλεῖν μετάνοιαν, ὡς ἐπὶ κυρίῳ, ἀδελφοί· πρῶτος ἔβαλεν 3017εἰς τὴν γῆν μετάνοιαν, καὶ οὐ πρότερον ἀνέστη, ἕως οὗ ἐγὼ πρῶτος ἠγέρθην. Καὶ ἀσπασάμενός με μετὰ πολλῆς ταπεινοφροσύνης, παρέσχεν μοι διὰ χειρὸς νομίσματα τρία, κελεύσας δοθῆναί μοι καὶ κουσσοὺτ λιν, καὶ τὰς χρείας μου πάσας. Ἐδόξασα οὖν τὸν Θεὸν, τὸν χαρισάμενον αὐτῷ τοιαύτην ταπείνωσιν πρὸς ἅπαντας, καὶ ἐλεημοσύνην, καὶ ἀγάπην.

Παρεβάλομεν ἐν τῇ λαύρᾳ τῶν Μονιδίων τῷ ἀββᾷ Μαρκέλλῳ τῷ Σκητιώτῃ· καὶ θέλων ἡμᾶς ὁ γέρων ὠφελῆσαι, διηγήσατο λέγων, ὅτι Ὅτε ἢλ ην εἰς τὴν χώραν μου (ἦν δὲ ἐξ Ἀπαμείας), ἡνίοχον εἶχεν τὰ ἐκεῖ ὀνόματι Φιλέρημον· Ἐν μιᾷ οὖν ἡττηθέντος αὐτοῦ τὸ βαΐν ἀνέστησαν οἱ τοῦ μέρους αὐτοῦ κράζοντες αὐτῷ· Φιλέρημος εἰς πόλιν βαῖν οὐ λαμβάνει. Μετὰ οὖν τὸ ἐλθεῖν με εἰς Σκῆτιν, εἴποτε ἐπολέμησέν με ὁ λογισμός μου, εἰς πόλιν ἀπελθεῖν, ἢ εἰς κτῆμα, εὐθὺς ἔλεγον ἐμαυτῷ· Μάρκελλε, Φιλέρημος εἰς πόλιν βαῖν οὐ λαμβάνει. Καὶ χάριτι Χριστοῦ, οὗτος ὁ λογισμὸς ἐποίησέν με μὴ ἐξελθεῖν τὴν Σκῆτιν ἐπὶ ἔτη λεʹ, ἕως οἱ Βάρβαροι ἦλθον, καὶ ἐπώλησάν με εἰς Πεντάπολιν, καὶ τὴν Σκῆτιν ἐρήμωσαν. Ὁ αὐτὸς ἀββᾶς Μάρκελλος διηγήσατο ἡμῖν ὡς περὶ ἄλλου γέροντος καθημένου ἐν τῇ Σκήτει (αὐτὸς δὲ ἦν), ὅτι Ἐν μιᾷ ἠγέρθη νυκτὸς, ἐφ᾿ ᾧ τὸν κανόνα ποιῆσαι. Καὶ ὡς ἄρχεται τοῦ κανόνος, ἀκούει φωνῆς βουκίνου ὡς ἐν πολέμῳ· καὶ ταραχθεὶς ὁ γέρων ἐπὶ τοῦτο, ἐν ἑαυτῷ διελογίζετο· Πόθεν φωνὴ ὧδε; στρατιῶται ὧδε οὐκ εἰσὶν, οὔτε δὲ πόλεμός ἐστιν ἐνταῦθα. Καὶ ὡς οὕτω διελογίζετο, ἰδοὺ πλησίον αὐτοῦ ἐλθὼν δαίμων, λέγει αὐτῷ· Ναὶ πόλεμός ἐστιν. Ἐὰν οὖν οὐ θέλεις πολεμῆσαι καὶ ἀντιπολεμηθῆναι, ὕπαγε, κοιμοῦ, καὶ οὐ πολέμησαι. Εἶπεν πάλιν ὁ γέρων· Πιστεύσατέ μοι, τέκνα, οὐδὲν οὕτως ταράσσει καὶ διεγείρει καὶ παροξύνει καὶ τραυματίζει καὶ ἀπόλλει καὶ ἀνιᾷ καὶ ἐπιφέρει καθ᾿ ἡμῶν τοὺς δαίμονας καὶ αὐτὸν ἀρχέκακον Σατανᾶν, ὡς τὸ μελετᾷν ἡμᾶς διαπαντὸς τοὺς Ψαλμούς.

So when the pope came near me, seeing that I was going to make a prostration, as before the Lord, brethren, he made a prostration first, 3017to the ground, and did not get up until I had got up first. And embracing me with great humility, he gave me three gold pieces with his own hand, and ordered that I be given a cowl too, and all my needs. So I glorified God, who had given him such lowliness toward all, and almsgiving, and love."

CHAPTER 152

We came to the laura of the Monidia, to abba Marcellus the Scetiote; and the elder, wanting to profit us, told us: "When I was in my own country (he was from Apamea), there was a charioteer there named Phileremus. So one day, when he was beaten for the palm, those of his own faction rose up, shouting at him, 'Phileremus does not take the palm in the city!' So after I came to Scete, whenever my thought warred against me to go off to a city, or to a farm, at once I said to myself, 'Marcellus, Phileremus does not take the palm in the city.' And by the grace of Christ this thought made me not go out of Scete for thirty-five years, until the barbarians came, and sold me into the Pentapolis, and laid Scete waste."

The same abba Marcellus told us, as though about another elder living in Scete (but it was himself), that one night he got up to do the office. And as he began the office, he heard the sound of a trumpet, as in war; and the elder, troubled at this, reasoned within himself, "Where does a sound come from, here? There are no soldiers here, nor is there any war here." And as he was reasoning so, behold, a demon came near him and said to him, "Yes, there is war. So if thou dost not want to make war and be warred against, go, sleep, and thou wilt not be warred upon[?]."

The elder said again, "Believe me, children, nothing so troubles and rouses and provokes and wounds and destroys and grieves and brings against us the demons, and Satan himself, the author of evil, as our meditating on the Psalms continually.

Πᾶσα μὲν γὰρ ἡ ἁγία Γραφὴ ὠφέλιμός ἐστι, καὶ λυπεῖ οὐ μετρίως τοὺς δαίμονας· ἀλλ᾿ οὐχ οὕτως τούτους λυπεῖ, 3020ὡς τὸ Ψαλτήριον. Ὥσπερ γὰρ ἐπὶ τῶν δημοτῶν, ἐὰν τὸ μέρος τὸ ἓν τὸν βασιλέα εὐφημῇ, τὸ ἄλλο μερος οὐ λυπεῖται, οὐδὲ κινεῖται κατ᾿ αὐτῶν· ἐπὰν δὲ εἰς ὕβρεις τραπῶσιν, τότε διεγείρονται κατ᾿ αὐτῶν· οὕτως καὶ οἱ δαίμονες, οὐ τοσοῦτον λυποῦνται οὐδὲ ταράσσονται ἐπὶ τῆς ἄλλης Γραφῆς, ὡς ἐπὶ τοῖς Ψαλμοῖς. Μελετῶντες γὰρ τοὺς Ψαλμοὺς, τὰ μὲν ἑαυτοῖς εὐχόμεθα, τὰ δὲ τοὺς δαίμονας καταρώμεθα. Ὡς ὅταν λέγομεν «Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.» Καὶ πάλιν· «Μὴ ἀποῤῥίψης με εἰς καιρὸν γήρους, ἐν τῷ ἐκλείπειν τὴν αἰσχύνην μου μὴ ἐγκαταλίπῃς με.» Τὰ δὲ τοὺς δαίμονας καταρώμεθα· ὡς ὅταν πάλιν λέγομεν· «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.» Καὶ πάλιν· «Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» Καὶ πάλιν· «Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.» Καὶ τὸ, «Ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς καρδίαν αὐτῶν.» Καί· «Λάκκον ὤρυξεν, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο· ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ εἰς κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.» Εἶπεν πάλιν ὁ γέρων· Πιστεύσατέ μοι, τέκνα, λέγοντι, ὡς μέγας ἔπαινος καὶ μεγάλη δόξα, καὶ βασιλεία ἀποτασσομένῳ καὶ γενομένῳ μοναχῷ, ἐπειδὴ τιμιώτερά ἐστι τὰ νοητὰ τῶν αἰσθητῶν· οὕτω καὶ μεγάλη ἐστὶν αἰσχύνη καὶ ἀτιμία μοναχῷ ἐῶντι τὸ μοναχικὸν σχῆμα, καὶ γινομένῳ βασιλεῖ. Εἶπεν πάλιν· Ἄνθρωπος ὁμοίωμα Θεοῦ ἦν κατὰ τὴν ἀρχήν· γέγονε δὲ ὁμοίωμα θηρίων, ἐκπεσὼν τοῦ Θεοῦ. Εἶπεν πάλιν· Καὶ ἡ φύσις ἐγείρει τὰς ἐπιθυμίας, ἀδελφοί· ἀλλ᾿ ἡ τῆς ἀσκήσεως ἐπίτασις ἀποσβεννύει αὐτάς. Εἶπεν πάλιν ὁ γέρων· Γνῶθι τῇ πείρᾳ τὸν ἀγαθὸν βίον, καὶ μὴ φοβηθῇς ὡς ἀδύνατον.

For all holy Scripture is profitable, and grieves the demons not a little; but nothing grieves them 3020like the Psalter. For just as among the faction-men, if the one faction acclaims the emperor, the other faction is not grieved, nor moved against them; but when they turn to insults, then they are roused against them: so too the demons are not so much grieved nor troubled at the rest of Scripture as at the Psalms. For meditating on the Psalms, partly we pray for ourselves, partly we curse the demons. As when we say, 'Have mercy on me, O God, according to thy great mercy, and according to the multitude of thy compassions blot out my iniquity.' And again: 'Cast me not off in the time of old age; when my strength fails, forsake me not.' And the demons we curse, as when again we say, 'Let God arise, and let his enemies be scattered, and let those who hate him flee from before his face.' And again: 'Scatter the nations that want wars.' And again: 'I saw the ungodly exalted on high and lifted up like the cedars of Lebanon; and I passed by, and behold, he was not; and I sought him, and his place was not found.' And this: 'Let their sword enter into their own heart.' And: 'He dug a pit, and hollowed it out, and he shall fall into the ditch he made; his trouble shall return upon his own head, and his iniquity shall come down upon his own crown.'"

The elder said again, "Believe me, children, when I say it: as it is great praise and great glory, and a kingdom, to one who renounces and becomes a monk, since the things of the mind are more precious than the things of the senses, so too it is great shame and dishonour to a monk who leaves the monastic habit and becomes a king."

He said again, "Man was in the beginning a likeness of God; but he became a likeness of beasts, having fallen away from God."

He said again, "Nature too rouses the desires, brethren; but the intensity of ascesis quenches them."

The elder said again, "Know the good life by trying it, and do not fear it as impossible."

Εἶπεν πάλιν· Μὴ θαυμάσῃς εἰ ἄνθρωπος ὢν, ἄγγελος 3021γενέσθαι δυνήσῃ. Πρόκειται γὰρ ἡ ἰσάγγελοςΑ δόξα, καὶ ταύτην ὁ ἀγωνοθέτης τοῖς ἀγωνιζομένοις ἐπαγγέλλεται. Εἶπεν πάλιν ὁ γέρων· Οὐδὲν οὕτω προσάγει Θεῷ τοὺς μοναχοὺς, ὡσεὶ τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερίσπαστον παρέχουσα ἡ καλὴ καὶ σεμνὴ καὶ φιλόθεος ἁγνεία· καθὰ μεμαρτύρηκεν αὐτῇ τὸ πανάγιον Πνεῦμα διὰ τοῦ θείου Παύλου. Εἶπεν πάλιν· Τέκνα, ἀφῶμεν γάμους, καὶ παιδογονίας τοῖς εἰς γῆν βλέπουσιν, καὶ τοῖς τὰ παρόντα ποθοῦσιν, καὶ μὴ τὰ μέλλοντα μελετῶσιν, μηδὲ περὶ τὴν αἰωνίων μίμησιν Int. κτῆσιν. ἀγαθῶν ἐσχολακόσιν, μήτε τῶν προσκαίρων ἀπαλλάττεσθαι δυναμένοις Εἶπεν πάλιν ὁ γέρων· Σπεύσωμεν ἀπελθεῖν ἀπὸ σαρκικοῦ βίου, ὡς Ἰσραὴλ δουλείας Αἰγυπτίας. Εἶπεν πάλιν· Λαμπρὰς καὶ γλυκείας ἔχομεν τοῦ Θεοῦ δωρεὰς προκειμένας, ἀδελφοὶ, ἀντὶ τῆς τοῦ κόσμου δριμείας ἡδονῆς. Εἶπεν πάλιν ὁ γέρων· Φύγωμεν τὴν μητέρα πάντων τῶν κακῶν, τὴν φιλαργυρίαν.

Δύο ἀδελφοὶ ἦσαν κοσμικοὶ ἐν Κωνσταντινουπόλει, πάνυ εὐλαβεῖς, καὶ νηστεύοντες πολλά. Ὁ οὖν εἷς ἐλθὼν ἐν Ῥαϊθοῦ, ἀπετάξατο, καὶ γέγονε μοναχός. Μετὰ οὖν χρόνον ἦλθεν ὁ ἀδελφὸς αὐτοῦ ὁ κοσμικὸς ἐν Ῥαϊθοῦ, ἵνα ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ μοναχόν. Ὡς οὖν ἔμεινεν πρὸς αὐτὸν, θεωρεῖ ὁ κοσμικὸς τὸν ἀδελφὸν αὐτοῦ τὸν μοναχὸν μεταλαμβάνοντα τὴν ἐννάτην ὥραν, καὶ σκανδαλισθεὶς λέγει αὐτῷ· Ἀδελφὲ, ὅταν ἧς κοσμικὸς, ἐν τῷ κόσμῳ οὐ μετελάμβανες τροφῆς, πρὶν δῦναι τὸν ἥλιον. Τότε λέγει αὐτῷ καὶ ὁ μοναχός· Ὄντως, ἀδελφὲ, ὅτε εἰς τὸν κόσμον ἤμην, ἐκ τῶν ὠτίων μου ἐτρεφόμην· ἡ γὰρ κενοδοξία τῶν ἀνθρώπων καὶ ὁ ἔπαινος, οὐ μετρίως ἔτρεφον, καὶ ἐπεκούφιζον τὸν πόνον τῆς ἀσκήσεως.

Ἔλεγεν ὁ ἀββᾶς Ἰορδάνης ὁ βοσκὸς, ὅτι Τρεῖς ἀναχωρηταὶ ἀπήλθομεν πρὸς τὸν ἀββᾶν Νικόλαον εἰς τὸν χείμαῤῥον Βετασίμους· ἀναμέσον γὰρ τοῦ ἁγίου Ἐλπιδίου καὶ τοῦ μοναστηρίου τοῦ λεγομένου τῶν Ξένων, εἰς σπήλαιον ἐκαθέζετο· καὶ ηὕρομεν ἐγγὺς αὐτοῦ κοσμικόν τινα· καὶ λαλούντων ἡμῶν περὶ σωτηρίας ψυχῆς, λέγει ὁ ἀββᾶς Νικόλαος τῷ κοσμικῷ· Εἰπὸν ἡμῖν τιποτοῦν καὶ σύ. Ἀπεκρίθη ὁ κοσμικὸς, λέγων· Τί ἔχει ὠφελῆσαι ὑμᾶς κοσμικός; Κἂν εἴθε ἐδυνάμην ἐμαυτὸν ὠφελῆσαι! Λέγει αὐτῷ ὁ γέρων· Πάντως ἔχεις εἰπεῖν.

He said again, "Do not marvel if, being a man, thou canst become an angel. 3021For the glory equal to the angels is set before us, and the president of the games promises it to those who strive."

The elder said again, "Nothing so brings monks to God as fair and grave and God-loving chastity, which gives comeliness and constant attendance on the Lord without distraction, just as the all-holy Spirit has borne witness to it through the divine Paul."

He said again, "Children, let us leave marriages and the begetting of children to those who look to the earth, and who long for the things present, and do not meditate on the things to come, nor have given themselves to the imitation of eternal goods, nor are able to be rid of the things of time."

The elder said again, "Let us hasten to go out from the fleshly life, as Israel from the slavery of Egypt."

He said again, "We have bright and sweet gifts of God set before us, brethren, in place of the bitter pleasure of the world."

The elder said again, "Let us flee the mother of all evils, love of money."

CHAPTER 153

There were two brothers, laymen, in Constantinople, very devout, and fasting much. So one of them went to Raithou, renounced the world, and became a monk. After a time his brother, the layman, came to Raithou to see his brother the monk. So when he stayed with him, the layman saw his brother the monk taking food at the ninth hour, and, scandalized, he said to him, "Brother, when thou wast a layman, in the world thou didst not take food before the sun set." Then the monk said to him, "Truly, brother, when I was in the world, I was fed through my ears; for the vainglory of men and their praise fed me not a little, and lightened the toil of my ascesis."

CHAPTER 154

Abba Jordanes the grazer said: "Three of us anchorites went off to abba Nicholas at the torrent of Betasimus; for he lived in a cave between Saint Elpidius and the monastery called that of the Strangers. And we found a layman near him; and as we were talking about the salvation of the soul, abba Nicholas said to the layman, 'Tell us something, thou too.' The layman answered, saying, 'What can a layman have to profit you? Would that I could profit myself!' The elder said to him, 'Thou hast surely something to say.'

Τότε λέγει ὁ 3024κοσμικός· Ἔχωεἴκοσι δύο χρόνους, ὅτι χωρὶς Σαββάτου καὶ Κυριακῆς, ἥλιος οὐκ ἴδεν με ἐσθίοντα. Εἰμὶ δὲ μίσθιος εἰς κτῆμα πλουσίου ἀνδρὸς ἀδίκου καὶ πλεονέκτου· καὶ ἐγγὺς αὐτοῦ ἔχων ἔτη πεντεκαίδεκα, νύκτα καὶ ἡμέραν ἐργαζόμενος, καὶ μισθὸν οὐκ ἀνέχεταί μοι παρασχεῖν, ἀλλὰ κατ᾿ ἐνιαυτὸν θλίβει με οὐ μετρίως. Ἐγὼ δὲ εἶπον ἐμαυτῷ, ὅτι, Θεόδωρε, ἐὰν ὑπομείνης τοῦτον τὸν ἄνδρα, ἀντὶ τοῦ μισθοῦ οὗπερ εἶχέν σοι παρασχεῖν, τὴν βασιλείαν τῶν οὐρανῶν ἔχει σοι προξενῆσαι. Ἐφύλαξα δὲ καὶ τὸ σῶμά μου καθαρὸν μέχρι τῆς σήμερον ἀπὸ γυναικός. Ταῦτα δὲ ἀκούσαντες ἡμεῖς, ὠφελήθημεν μεγάλως

Ἔλεγεν δὲ ἡμῖν καὶ τοῦτο περὶ τοῦ ἀββᾶ Νικολάου ὁ ἀββᾶς Ἰορδάνης, ὅτι διηγήσατο ὁ γέρων, ὅτι Εἰς τὰς ἀρχὰς τοῦ πιστοτάτου ἡμῶν βασιλέως Μαυρικίου, ὅταν Ναμὴς ὁ τῶν Σαρακηνῶν φύλαρχος τὴν πραῖδα πεποίηκεν, ὡς ἐγύρευον πλησίον τοῦ Ἀννωνὰ καὶ τοῦ Αἰδονὰ θεωρῶ τρεῖς Σαρακηνοὺς ἔχοντας ἕνα νεώτερον εὐειδῆ πάνυ, ὡς ἐτῶν κʹ αἰχμάλωτον. Ὡς οὖν εἶδέν με ὁ νεώτερος, ἤρξατο κλαίειν πρός με, ἵνα λάβω αὐτὸν ἀπ᾿ αὐτῶν. Ἐγὼ δὲ ἠρξάμην παρακαλεῖν τοῖς Σαρακηνοῖς, ἵν᾿ ἀπολύσωσιν αὐτόν. Ὁ δὲ εἷς τῶν Σαρακηνῶν ἀπεκρίθη μοι Ἑλληνιστὶ, καὶ λέγει· Οὐκ ἀπολύομεν αὐτόν. Κἀγὼ εἶπον πάλιν αὐτοῖς· Λάβετέ με, καὶ τοῦτον ἀπολύετε, ὅτι θλιβῆναι οὐ δύναται. Λέγει μοι καὶ αὐτός· Οὐκ ἀπολύομεν αὐτόν. Εἰ διὰ λογαρὴν οὐκ ἀπολύετε αὐτόν; Δότε μοι αὐτὸν, καὶ ὑπάγων ἑπέτω, καὶ φέρω ὑμῖν εἴτι θέλετε. Λέγει μοι καὶ αὐτός· Οὐ δυνάμεθα δοῦναί σοι αὐτόν· ἐπειδὴ τῷ ἱερεῖ ἡμῶν συνεταξάμεθα, ὅτι Εἴτι καλὸν αἰχμαλωτίσωμεν, προσφέρομέν σοι αὐτὸ, ἵνα θυσίαν αὐτὸ προσαγάγης. Λοιπὸν ὕπαγε σὺ, ἐπεὶ τὴν κεφαλήν σου ῥίπτομεν εἰς τὴν γῆν. Τότε βάλλων ἐγὼ μετάνοιαν τῷ Θεῷ, λέγω· Ὦ Σωτὴρ ἡμῶν, Κύριε ὁ Θεὸς, σῶσον τὸν δοῦλόν σου. Καὶ εὐθέως οἱ τρεῖς Σαρακηνοὶ δαιμονισθέντες, καὶ τὰ ξίφη αὐτῶν ἐγύμνωσαν, καὶ ἀλλήλους κατέκοψαν. Καὶ ἔλαβον τὸν νεώτερον εἰς τὸ σπήλαιόν μου, καὶ οὐκέτι ἠθέλησεν ἀναχωρῆσαι ἀπ᾿ ἐμοῦ, ἀλλ᾿ ἀπετάξατο· καὶ ποιήσας ζʹ χρόνους εἰς τὸ μοναχικὸν, ἀνέπαυσεν· ἦν δὲ τὸ γένος Τύριος.

Δύο φιλόσοφοι παρέβαλον γέροντι, καὶ ἐπερώτησαν αὐτὸν εἰπεῖν αὐτοῖς λόγον ὠφελείας. Ὁ δὲ γέρων ἐσιώπα. Πάλιν οἱ φιλόσοφοι εἶπον· Οὐδὲν ἡμῖν ἀποκρίνῃ, Πάτερ;

Then the 3024layman said, 'For twenty-two years, except on the Sabbath and the Lord's Day, the sun has not seen me eating. I am a hired man on the farm of a rich man, unjust and grasping; and I have been with him fifteen years, working night and day, and he will not bring himself to give me wages, but every year he afflicts me not a little. And I said to myself, "Theodore, if thou bearest with this man, in place of the wage he should have given thee, he will gain thee the kingdom of heaven." And I have kept my body pure from woman to this day.' When we heard this, we were greatly profited."

CHAPTER 155

Abba Jordanes also told us this about abba Nicholas, that the elder related: "At the beginning of our most faithful emperor Maurice, when Names, the phylarch of the Saracens, made his raid, as I was going about near the Arnon and the Aidon, I saw three Saracens holding a young man, very handsome, about twenty years old, a captive. So when the young man saw me, he began to weep to me, that I should take him from them. And I began to plead with the Saracens to release him. One of the Saracens answered me in Greek, and said, 'We will not release him.' And I said to them again, 'Take me, and release this one, for he cannot bear affliction.' He too said to me, 'We will not release him.' 'Will you not release him for money? Give him to me, and I will go [?] and bring you whatever you want.' He too said to me, 'We cannot give him to thee, since we have agreed with our priest: "Whatever fine thing we take captive, we bring it to thee, so that thou mayest offer it as a sacrifice." So go thy way, or we throw thy head on the ground.' Then, making a prostration to God, I said, 'O our Saviour, Lord God, save thy servant.' And at once the three Saracens were possessed by a demon, and they bared their swords and cut one another down. And I took the young man to my cave, and he no longer wanted to leave me, but renounced the world; and having spent seven years in the monastic life, he went to his rest. He was a Tyrian by race."

CHAPTER 156

Two philosophers came to an elder, and asked him to tell them a word of profit. But the elder kept silent. Again the philosophers said, "Dost thou answer us nothing, Father?"

Τότε ὁ γέρων λέγει αὐτοῖς· Ὅτι μὲν φιλολόγοι ἐστὲ οἶδα, ὅτι δὲ οὐκ ἀληθεῖς φιλόσοφοι 3025μαρτυρῶ. Μέχρις οὗ ποτε μανθάνετε λαλεῖν, οἱ ἀεὶ τὸ λαλεῖν οὐκ εἰδότες; Γενέσθω οὖν ὑμῶν φιλοσοφίας ἔργον, τὸ ἀεὶ μελετᾷν τὸν θάνατον, καὶ τῇ σιωπῇ καὶ ἡσυχίᾳ ἑαυτοὺς φυλάττετε.

Παρεβάλομεν ἐγὼ καὶ ὁ σοφιστὴς Σωφρόνιος ἐν τῇ λαύρᾳ τοῦ Καλαμῶνος, πλησίον τοῦ ἁγίου Ἰορδάνου, τῷ ἀββᾷ Ἀλεξάνδρῳ· καὶ ηὕρομεν ἐγγὺς αὐτοῦ δύο μοναχοὺς τῆς μονῆς Σουβίβων τῶν Σύρων. Διηγήσαντο δὲ ἡμῖν, λέγοντες, ὅτι Πρὸ τούτων τῶν δέκα ἡμερῶν ἦλθέν τις ξενικὸς γέρων, καὶ ἐλθὼν εἰς Σούβιβα τῶν Βέσων, δέδωκεν εὐλογίαν. Παρεκάλεσεν οὖν τὸν ἀββᾶν τοῦ μοναστηρίου, λέγων· Ποίησον ἀγάπην, καὶ ἀπόλυσον εἰς τὸ πλησίον μοναστήριον τῶν Σύρων, ἵνα ἔλθωσιν καὶ λάβωσιν καὶ αὐτοὶ τὴν εὐλογίαν· ἵνα δὲ καὶ αὐτοὶ δηλώσωσιν εἰς τὸ μοναστήριον τοῦ Χωρεμβῆ, ἵνα ἔλθωσιν. Τότε ἔπεμψεν ὁ ἀββᾶς ἀδελφὸν πρὸς τὸν ἡγούμενον Σουβίβων τῶν Σύρων. Ἐλθὼν οὖν ὁ ἀδελφὸς λέγει αὐτῷ· Δεῦρο ἕως τοῦ μοναστηρίου τῶν Βεσσῶν· δήλωσον δὲ καὶ εἰς τὸ μοναστήριον τοῦ Χωρεμβῆ, ἵνα ἔλθωσιν. Ἀπεκρίθη ὁ γέρων· Φύσει, ἀδελφὲ, οὐδένα ἔχω ἵνα ἀποστείλω· ἀλλὰ ποίησον τελείαν τὴν ἀγάπην, καὶ ὕπαγε, καὶ εἶπον αὐτοῖς. Λέγει ὁ ἀδελφός· Οὐδέποτε ἀπῆλθον, καὶ οὐκ ἐπίσταμαι τὴν ὁδόν. Τότε ὁ γέρων λέγει τῷ κυναρίῳ· Ἄπελθε μετὰ τοῦ ἀδελφοῦ ἕως τοῦ κοινοβίου τοῦ Χωρεμβῆ, ἵνα εἴπῃ τὴν ἀπόκρισιν. Ἀπῆλθεν οὖν ὁ κύων μετ᾿ αὐτοῦ ἕως οὗ ἔστησεν αὐτὸν πλησίον τοῦ πυλῶνος τῆς μονῆς. Ἔδειξαν δὲ ἡμῖν καὶ αὐτὸν τὸν κύνα οἱ διηγησάμενοι· εἶχον γὰρ αὐτὸν μεθ᾿ ἑαυτῶν. Ὅρος ἐστὶν περὶ τὴν Νεκρὰν θάλασσαν, τὸ Μάρες καλούμενον· ἐν τούτῳ τῷ ὄρει κάθηνται ἀναχωρηταί. Κῆπον δὲ ἔχουσιν διεστηκότα ἀπ᾿ αὐτῶν σημείοις ἓξ, περὶ τὸ χεῖλος τῆς θαλάσσης, ὡς ἐπὶ λαγγάδα. Ἔχουσιν δὲ καὶ διακονητὴν ἐξ αὐτῶν ἐκεῖ. Οἷαν οὖν ὥραν θέλουσιν ἀναχωρηταὶ πέμψαι εἰς τὸν κῆπον διὰ λάχανα, στρωννύουσιν τὸν ὄνον, καὶ λέγουσιν αὐτῷ· Ὕπαγε εἰς τὸν κῆπον πρὸς τὸν διακονητὴν, καὶ φέρε ἡμῖν λάχανα. Ὁ δὲ ὑπάγει πρὸς τὸν κηπουρὸν μόνος· καὶ σταθεὶς πρὸς τὴν θύραν τῇ κεφαλῇ αὐτοῦ κρούει τὴν θύραν· καὶ εὐθέως ὁ κηπουρὸς φορτίσας αὐτὸν λάχανα, ἀπολύει.

Then the elder said to them, "That you are lovers of words, I know; but that you are not true philosophers, 3025I bear witness. How long will you be learning to speak, you who never know how to speak? So let this be the work of your philosophy: to meditate always on death; and keep yourselves in silence and stillness."

CHAPTER 157

Sophronius the sophist and I came to the laura of Calamon, near the holy Jordan, to abba Alexander; and we found with him two monks of the monastery of Soubiba of the Syrians. They told us: "Ten days ago a foreign elder came, and coming to Soubiba of the Bessi, he gave a blessing. So he begged the abba of the monastery, saying, 'Do me a kindness, and send to the neighbouring monastery of the Syrians, so that they too may come and receive the blessing; and so that they in turn may let the monastery of Chorembe know, so that they may come.' Then the abba sent a brother to the superior of Soubiba of the Syrians. So the brother came and said to him, 'Come to the monastery of the Bessi; and send word to the monastery of Chorembe too, so that they may come.' The elder answered, 'Truly, brother, I have no one to send; but make thy charity perfect, and go and tell them.' The brother said, 'I have never gone there, and I do not know the way.' Then the elder said to the little dog, 'Go with the brother as far as the coenobium of Chorembe, so that he may give the message.' So the dog went off with him until it had set him near the gate of the monastery." And the ones who told the story showed us the dog itself; for they had it with them.

CHAPTER 158

There is a mountain near the Dead Sea called Mardes; on this mountain anchorites live. They have a garden six miles away from them, by the shore of the sea, toward a ravine. And they have a servant from among themselves there. So whenever the anchorites want to send to the garden for vegetables, they saddle the ass and say to it, "Go to the garden, to the servant, and bring us vegetables." And it goes to the gardener alone; and standing at the door, it knocks on the door with its head; and at once the gardener loads it with vegetables and sends it off.

Καὶ ἔστιν ἰδεῖν τὸν ὄνον ἑκάστοτε ἀνερχόμενον μόνον, καὶ διακονοῦντα τοῖς γέρουσιν μόνον, ἄλλῳ δέ τινι μὴ παρέχοντα.

3028Ἔλεγεν ὁ ὀββᾶς Μηνᾶς ὁ ἡγούμενος τῆς μονῆς τοῦ ἀββᾶ Σεβηριανοῦ, περὶ τοῦ ἀββᾶ Σωφρονίου τοῦ βοσκοῦ, ὅτι περὶ τὴν Νεκρὰν θάλασσαν ἔβοσκε, ποιήσας γυμνὸς ἔτη ἑβδομήκοντα, τὰς βοτάνας ἐσθίων μόνον, καὶ μηδενὸς ἑτέρου μεταλαμβάνων. Ἔλεγε καὶ τοῦτο περὶ αὐτοῦ, ὅτι ἠκηκόει αὐτοῦ λέγοντος, ὅτι Ἐδεήθην τοῦ Κυρίου, ἵνα μὴ πλησιάσωσι δαίμονες εἰς τὸ σπήλαιόν μου· καὶ ἐθεώρουν αὐτοὺς ἐρχομένους ἕως ἀπὸ τριῶν σταδίων τοῦ σπηλαίου, καὶ μὴ δυναμένους πλησίον ἐλθεῖν. Ὁ αὐτὸς Μηνᾶς ἔλεγε τοῖς ἐν κοινοβίῳ οὖσιν ἀδελφοῖς· Τεκνία μου, φύγωμεν τὰς κοσμικὰς ὁμιλίας. Οἵδασι γὰρ βλάπτειν, ἐξαιρέτως δὲ τοὺς νεωτέρους. Εἶπεν πάλιν ὁ γέρων· Ἡλικία πᾶσα ὀφείλει μετανοεῖν νεωτέρων τε καὶ γερόντων, ὡς ζωῆς αἰωνίου ἀπολαύειν μετὰ ἐπαίνου καὶ δόξης πολλῆς μέλλουσα· οἱ μὲν νέοι, ὅτι ἐν ἀκμῇ τῆς ἐπιθυμίας τὸν ἑαυτῶν αὐχένα ὑπὸ ζυγὸν ὑπέταξαν· οἱ δὲ γέροντες, ὅτι τὴν ἐκ πολλῶν χρόνων ἐθισθεῖσαν αὐτοῖς κακὴν πρόληψιν μεταθεῖναι δεδύνηνται.

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Παῦλος ὁ ἡγούμενος τῆς μονῆς τοῦ ἀββᾶ Θεογνίου, ὅτι ἔλεγέν τις γέρων ἀσκητὴς, ὅτι Ἐν μιᾷ ὡς ἐκαθήμην εἰς τὸ κελλίον μου, καὶ ἔκαμνον τὸ ἐργόχειρόν μου, ἐκέντουν δὲ κανίσκια, καὶ ἐστιχολόγουν, καὶ ἰδοὺ εἰσῆλθεν διὰ τῆς θυρίδος ὡς παῖς Σαρακηνὸς φορῶν μαζάριον· καὶ σταθεὶς ἔμπροσθέν μου, ἤρξατο ὀρχεῖσθαι, καὶ στιχολογοῦντί μοι, εἶπέν μοι· Γέρων, καλῶς ὀρχοῦμαι; Ἐγὼ δὲ οὐδὲν ἀπεκρίθην. Καὶ πάλιν λέγει μοι· Ἀρέσκει σοι, πῶς ὀρχοῦμαι, γέρων; Μηδὲν οὖν ἀποκρινομένου μου αὐτῷ ὅλως, λέγει μοι· Τί νομίζεις κακόγηρε, ὅτι μέγα πρᾶγμα ποιεῖς; Λέγω σοι, καὶ εἰς τὸν ἑξηκοστὸν πέμπτον, καὶ εἰς τὸν ἑξηκοστὸν ἕκτον καὶ εἰς τὸν ἑξηκοστὸν ἕβδομον, ἐπλανήθης. Τότε ἀναστὰς ἐγὼ ἔβαλον μετάνοιαν τῷ Θεῷ· καὶ εὐθέως ἀφανὴς ἐγένετο.

Πόλις ἐστὶν ἐν Θηβαΐδι καλουμένη Λυκώ. ἐν ταύτῃ ὄρος ἐστὶν ἀπὸ ἓξ μιλίων. Καθέζονται οὖν ἐν τούτῳ τῷ ὄρει μοναχοί· οἱ μὲν εἰς σπήλαια, οἱ δὲ εἰς κελλία. Ἀπελθόντες οὖν ἡμεῖς ἐκεῖ, παρεβάλομεν τῷ ἀββᾷ Ἰσαὰκ, Θηβαίῳ ὄντι τῷ γένει. Καὶ διηγήσατο ὁ γέρων λέγων, ὅτι Πρὸ τῶν πεντήκοντα δύο ἐτῶν ὡς εἰργασάμην τὸ ἐργόχειρόν μου, ἔκαμνον δὲ κονωπίωνα μέγαν, ἐπλανήθην, καὶ ἐθλιβόμην, ὅτι τὸ σφάλμα μου οὐχ εὕρισκον. Ἐποίησα οὖν ὅλην τὴν ἡμέραν ἀδολεσχῶν, καὶ οὐκ ἐγίνωσκόν τι ποιῆσαι.

And one can see the ass every time going up alone, and serving only the elders, and lending itself to no one else.

3028CHAPTER 159

Abba Menas, the superior of the monastery of abba Severian, said about abba Sophronius the grazer that he grazed about the Dead Sea, spending seventy years naked, eating only plants, and taking nothing else. He also said this about him, that he had heard him say: "I prayed the Lord that demons might not come near my cave; and I used to see them coming as far as three stades from the cave, and not able to come near."

The same Menas said to the brethren who were in the coenobium, "My little children, let us flee worldly conversations. For they know how to do harm, especially to the younger ones."

The elder said again, "Every age must repent, young and old alike, as being about to enjoy eternal life with praise and great glory: the young, because in the prime of desire they have put their necks under the yoke; the old, because they have been able to change the evil habit of mind they had grown used to over many years."

CHAPTER 160

Abba Paul, the superior of the monastery of abba Theognius, told us that a certain ascetic elder said: "One day, as I sat in my cell and was doing my handiwork (I was stitching little baskets) and saying the psalms, behold, something like a Saracen boy came in through the window, wearing a mazarion; and standing in front of me, he began to dance; and while I was saying the psalms he said to me, 'Elder, do I dance well?' I answered nothing. And again he said to me, 'Dost thou like the way I dance, elder?' So when I gave him no answer at all, he said to me, 'What dost thou think, wicked old man, that thou art doing some great thing? I tell thee, in the sixty-fifth, and in the sixty-sixth, and in the sixty-seventh, thou hast gone astray.' Then I rose and made a prostration to God; and at once he vanished."

CHAPTER 161

There is a city in the Thebaid called Lyco. Six miles from it there is a mountain. Monks live on this mountain, some in caves, some in cells. So we went there and came to abba Isaac, a Theban by race. And the elder told us: "Fifty-two years ago, as I was doing my handiwork (I was making a large mosquito net), I went wrong, and I was distressed, because I could not find my mistake. So I spent the whole day fretting, and I did not know what to do.

Καὶ ὡς ἤμην ἀδολεσχῶν, ἰδοὺ διὰ τῆς θυρίδος εἰσέρχεται νεανίσκος λέγων μοι, Ἐπλανήθης, ἀλλὰ 3029δός μοι, ἵνα διορθώσωμαι αὐτό. Λέγω αὐτῷ· ὝπαγεΑ σὺ τῶν ὧδε, καὶ μὴ γένηταί μοί ποτε. Ἀπεκρίθη μοι καὶ αὐτός· Ἀλλὰ ζημιοῖ ἑαυτὸν, ἐὰν κακῶς ποιήσης αὐτόν. Λέγω αὐτῷ· Περὶ τούτου σοὶ μὴ μελέτω. Πάλιν λέγει μοι· Ἀλλ᾿ ἐλεῶ σε, ὅτι τὸν κόπον σου ἀπόλλεις. Τότε εἶπον αὐτῷ· Κακῶς ἦλθες ὧδε μετὰ τῶν φερόντων σε. Τότε λέγει μοι· Ἀληθῶς σύ με ἠνάγκασας ὧδε ἐλθεῖν, καὶ ἐμὸς εἶ. Λέγω αὐτῷ· Πῶς τοῦτο λέγεις; Ὁ δὲ εἶπεν· Ὅτι ἔχεις τρεῖς Κυριακὰς κοινωνῶν, καὶ ἐχθραίνων τῷ γείτονί σου. Ἐγὼ δὲ εἶπον· Ψευδῆ λέγεις μοι. Καὶ αὐτός· Οὐ διὰ τὸ μάττιν τῆς φακῆς ἐμνησικάκησας αὐτῷ; Καὶ ἐγώ εἰμι ὁ ἐπὶ τῆς μνησικακίας, καὶ ἀπ᾿ ἄρτι ἐμὸς εἶ. Ὡς οὖν ἤκουσα ταῦτα ἐγὼ, ἐάσας τὸ κελλίον μου, ἀπῆλθον πρὸς τὸν ἀδελφὸν, καὶ ἔβαλον αὐτῷ μετάνοιαν, καὶ ἐποιησάμην ἀγάπην, καὶ ὑποστρέψας εὗρον, ὅτι ἔκαυσεν τὸν κονωπίωνα, καὶ τὸ ψιάθιον, ὅπου τὴν μετάνοιαν ἔβαλλον, διὰ τὸ φθονῆσαι αὐτὸν ἐπὶ τῇ ἡμετέρᾳ ἀγάπῃ.

Ἀπὸ εἴκοσι μιλίων Ἀλεξανδρείας λαύρα ἐστὶ λεγομένη τοῦ Καλαμῶνος, ἀνὰ μέσον τοῦ ὀκτωκαιδεκάτου, καὶ τοῦ Μαφορᾶ. Ἐν ταύτῃ παρεβάλομεν τῷ ἀββᾷ Θεοδώρῳ, λαβόντες καὶ τὸν σοφιστὴν Σωφρόνιον, καὶ ἐπηρωτήσαμεν αὐτὸν, λέγοντες· Καλόν ἐστι, Πάτερ, ἐὰν παραβάλωμεν πρός τινα, ἢ ἐὰν παραβάλῃ ἡμῖν τις, λύειν ἐκ τοῦ οἴνου; Ἀπεκρίθη ἡμῖν ὁ γέρων, Οὐ. Λέγομεν οὖν αὐτῷ· Καὶ πῶς οἱ ἀρχαῖοι ἔλυον Πατέρες; Ἀπεκρίθη ὁ γέρων· Οἱ ἀρχαῖοι Πάτερες ὡς μεγάλοι καὶ δυνατοὶ ἴσχυον καὶ λῦσαι καὶ πάλιν δῆσαι. Ἡ δὲ ἡμετέρα γενεὰ, τέκνον, οὐκ ἔστιν ἱκανὴ λῦσαι καὶ δῆσαι· ἀλλ᾿ ἐὰν λύσωμεν, οὐκ ἔτι κρατοῦμεν τὴν ἄσκησιν ἡμῶν.

Ἔλεγεν ὁ ἀββᾶς Ἀλέξανδρος ὁ τοῦ Καλαμῶνος τοῦ ἐν τῷ ἁγίῳ Ἰορδάνῃ, ὅτι Ἐν μιᾷ ὡς ἤμην πρὸς τὸν ἀββᾶν Παῦλον τὸν Ἑλλαδικὸν εἰς τὸ σπήλαιον αὐτοῦ, ἰδού τις ἐλθὼν, ἔκρουσε τὴν θύραν, καὶ ἐξελθὼν ὁ γέρων ἤνοιξεν αὐτῷ. Καὶ ἐξενεγκὼν ἄρτον καὶ βρεκτὰ ἔβαλεν ἔμπροσθεν αὐτοῦ, καὶ ἔτρωγεν. Ἐγὼ δὲ ὑπέλαβον, ὅτι ξένος ἐστὶ, καὶ παρακύψας διὰ τῆς θυρίδος, θεωρῶ, ὅτι λέων ἐστί. Καὶ λέγω τῷΟ γέροντι· Διατὶ, καλόγηρε, δέδωκας αὐτῷ φαγεῖν; φράσον μοι τὴν αἰτίαν. Ὁ δὲ λέγει μοι· Παρήγγειλα αὐτῷ μὴ ἀδικῆσαι μήτε ἄνθρωπον μήτε κτῆνος, καὶ, Ἔρχου ἡμερήσιον, καὶ παρέχω σοι τὴν τροφήν σου. Καὶ ἰδοὺ ἔχω ἑπτὰ μῆνας, ὅτι ἔρχεται δεύτερον τῆς ἡμέρας, καὶ παρέχω αὐτῷ τὴν τροφήν. Πάλιν μετ᾿ ὀλίγας ἡμέρας παρέβαλον αὐτῷ θέλων ἀγοράσαι παρ᾿ αὐτοῦ φλασκία. Καὶ λέγω αὐτῷ· Τί ἐστιν, καλόγηρε; Πῶς ἔχει ὁ λέων; Ἀπεκρίθη μοι, Κακῶς. Λέγω αὐτῷ, Διατί;

And as I was fretting, behold, a young man came in through the window, saying to me, 'Thou hast gone wrong; but 3029give it to me, so that I may put it right.' I said to him, 'Go away from here, and may it never be mine.' He too answered me, 'But thou harmest thyself, if thou dost it badly.' I said to him, 'Do not trouble thyself about that.' Again he said to me, 'But I pity thee, because thou art losing thy toil.' Then I said to him, 'Thou hast come here to thy hurt, with those who bring thee.' Then he said to me, 'Truly it is thou who forced me to come here, and thou art mine.' I said to him, 'How dost thou say this?' He said, 'Because for three Lord's Days thou hast been communicating while at enmity with thy neighbour.' I said, 'Thou tellest me lies.' And he: 'Didst thou not bear rancour against him over the business of the lentils[?]? And I am the one set over rancour, and from now on thou art mine.' So when I heard this, I left my cell, went off to the brother, made him a prostration, and we made our peace; and when I came back, I found that he had burnt the mosquito net, and the rush mat on which I used to make my prostrations, because he envied our love."

CHAPTER 162

Twenty miles from Alexandria there is a laura called that of Calamon, between the Eighteenth and Maphora. There we came to abba Theodore, bringing with us the sophist Sophronius too, and we asked him, "Is it good, Father, if we visit someone, or someone visits us, to break our abstinence with wine?" The elder answered us, "No." So we said to him, "Then how did the ancient Fathers break it?" The elder answered, "The ancient Fathers, being great and strong, had strength both to loose and to bind again. But our generation, child, is not able to loose and bind; if we loose, we no longer keep hold of our ascesis."

CHAPTER 163

Abba Alexander, of the Calamon on the holy Jordan, said: "One day, as I was with abba Paul the Helladic in his cave, behold, someone came and knocked at the door; and the elder went out and opened to him. And bringing out bread and soaked pulse, he set them before him, and he ate. I supposed that he was a stranger, and peeping through the window, I saw that it was a lion. And I said to the elder, 'Why, good elder, hast thou given him to eat? Tell me the reason.' He said to me, 'I charged him not to harm man or beast, and said, "Come every day, and I give thee thy food." And see, for seven months now he comes twice a day, and I give him his food.'

"Again, after a few days, I visited him, wanting to buy flasks from him. And I said to him, 'How is it, good elder? How is the lion?' He answered me, 'Badly.' I said to him, 'Why?'

Ὁδὲ λέγει μοι, Τῇ παρελθούσῃ ἡμέρᾳ ἦλθεν ὧδε, ἵνα παράσχω αὐτῷ φαγεῖν, καὶ θεωρῶ ὅλην τὴν γενειάδα αὐτοῦ ἡμαγμένην, 3032καὶ λέγω αὐτῷ·Τί ἐστι; Παρήκουσάς μου, καὶ σαρκὸς ἔφαγες. Εὐλογητὸς Κύριος, οὐκ ἔτι παρέχω σοι τὴν βρῶσιν τῶν Πατέρων, σαρκοφάγε. Ὕπαγε ἔνθεν. Ὁ δὲ, οὐκ ἤθελεν ἀπελθεῖν. Τότε λαβὼν σχοινίον, καὶ τριπλώσας αὐτὸ, παρέσχον αὐτῷ τρεῖς πληγὰς, καὶ ἀπῆλθεν.

Ἀδελφὸς παρέβαλεν τῷ ἀββᾷ Βίκτορι τῷ ἡσυχαστῇ εἰς τὴν λαύραν Ἐλούσης, καὶ λέγει αὐτῷ· Τί ποιήσω, Πάτερ, ὅτι κατακυριεύει μου τὸ πάθος τῆς ὀλιγωρίας; Ἀπεκρίθη ὁ γέρων· Ἀῤῥωστία ψυχῆς ἐστιν. Ὥσπερ γὰρ οἱ ὀφθαλμιῶντες, ἐπειδὴ μᾶλλον πάσχωσιν, πλέον φῶς δοκοῦσιν βλέπειν, οἱ δὲ ὑγιαίνοντες, ὀλίγον· οὕτως καὶ οἱ ὀλιγόψυχοι, ὑπὸ μικρᾶς ὀλιγωρίας ταχέως ἐξάπτονται, καὶ νομίζουσιν πολλὴν εἶναι τὴν ὀλιγωρίαν, οἱ δὲ ὑγιαίνοντες τὴν ψυχὴν, μᾶλλον ἐν τοῖς πειρασμοῖς χαίρουσιν.

Διηγήσατο ἡμῖν ὁ φιλόχριστος περί τινος ληστοῦ ὀνόματι Κυριακοῦ, ὅτι ἐλήστευεν περὶ τὰ μέρη Ἐμαοῦς, ἥτις ἐστὶν Νικόπολις· καὶ τοιούτως γέγονεν πικρὸς, καὶ ἀπάνθρωπος, ὅτι λύκον αὐτὸν ἐκάλουν. Εἶχεν δὲ σὺν αὐτῷ καὶ ἄλλους λῃστεύοντας οὐ μόνον Χριστιανοὺς, ἀλλὰ καὶ Ἰουδαίους καὶ Σαμαρείτας. Ἐν μιᾷ οὖν ἦλθον ἀπὸ κτήματος τῶν μερῶν Νικοπόλεώς τινες εἰς τὴν ἁγίαν πόλιν τῇ μεγάλῃ ἑβδομάδι φωτίσαι τὰ παιδία αὐτῶν. Ὡς οὖν ἐφώτισαν καὶ ὑπέστρεφον εἰς τὸ ἴδιον κτῆμα, ἵνα ποιήσωσιν τὴν ἁγίαν ἀναστάσιμον ἡμέραν, ὑπήντησαν οὖν αὐτοῖς οἱ λῃσταὶ οὐ παρόντος τοῦ ἀρχιληστοῦ. Καὶ οἱ μεν ἄνδρες φυγῇ ἐχρήσαντο· τὰς δὲ γυναῖκας κρατήσαντες, καὶ ῥίψαντες τὰ νεοφώτιστα, οἱ Ἑβραῖοι καὶ οἱ Σαμαρεῖται, ἔσχον αὐτάς. Ὡς οὖν οἱ ἄνδρες ἔφυγον, ὑπήντησεν αὐτοῖς ἀρχιληστὴς, καὶ ἐπηρώτησεν αὐτοὺς, Τί φεύγετε; Οἱ δὲ εἶπον αὐτῷ τὸ συμβὰν αὐτοῖς. Λαβὼν οὖν αὐτοὺς ἦλθεν πρὸς τοὺς ἑταίρους αὐτοῦ, καὶ εὗρεν τὰ παιδία ἐῤῥιμμένα εἰς τὴν γῆν. Καὶ μαθὼν τίς ἐποίησεν, ἀπεκεφάλισεν τοὺς πεποιηκότας τὸ μύσος, καὶ ποιήσας τοὺς ἄνδρας λαβεῖν τὰ παιδία, τῷ μὴ ἀνασχεθῆναι τὰς γυναῖκας ψαῦσαι διὰ τὸν ἐπ᾿ αὐταῖς μολυσμὸν, διέσωσεν αὐτοὺς ὁ ἀρχιληστὴς ἕως τοῦ κτήματος αὐτῶν. Μετὰ οὖν ὀλίγον χρόνον ἐκρατήθη ὁ ἀρχιλῃστὴς, καὶ ἐποίησεν ἐν τῇ φυλακῇ δέκα χρόνους, καὶ οὐδεὶς τῶν ἀρχόντων ἐφόνευσεν αὐτόν. Ὕστερον δὲ καὶ ἀπελύθη. Ἔλεγεν οὖν ἀεὶ, ὅτι διὰ τοὺς παῖδας ἐκείνους τὸν πικρὸν ἔφυγον θάνατον. Ἔβλεπον γὰρ αὐτοὺς κατ᾿ ὄναρ λέγοντάς μοι, Μὴ φοβοῦ, ἡμεῖς ὑπὲρ σοῦ ἀπολογούμεθα. Συνετύχομεν δὲ αὐτῷ ἐγὼ καὶ ὁ ἀββᾶς Ἰωάννης ὁ πρεσβύτερος τοῦ κοινοβίου τῶν Εὐνούχων· καὶ τὰ αὐτὰ ἡμῖν διηγήσατο, καὶ ἐδοξάσαμεν τὸν Θεόν.

He said to me, 'Yesterday he came here for me to give him something to eat, and I see his whole beard bloodied, 3032and I say to him, "What is this? Thou hast disobeyed me, and eaten flesh. Blessed be the Lord, I no longer give thee the food of the Fathers, flesh-eater. Go away from here." But he would not go away. Then I took a rope, folded it three times, and gave him three strokes, and he went away.'

CHAPTER 164

A brother visited abba Victor the solitary at the Laura of Elusa, and said to him: "What shall I do, Father? For the passion of faintheartedness lords it over me." The elder answered: "It is a sickness of the soul. For just as people with sore eyes, the more they suffer, think they see more light, while the healthy see little; so too the faint of soul are quickly set alight by a little faintheartedness, and think the faintheartedness great; but those who are healthy in soul rejoice the more in temptations."

CHAPTER 165

The Christ-loving man told us about a robber named Cyriacus, that he used to rob around Emmaus, which is Nicopolis; and he became so savage and inhuman that they called him the Wolf. He had with him others robbing too, not only Christians but also Jews and Samaritans. One day some people came from an estate in the district of Nicopolis to the holy city in Great Week, to have their children illumined. When they had had them illumined and were going back to their own estate to keep the holy day of the Resurrection, the robbers met them, the chief robber not being there. The men took to flight; but the Hebrews and the Samaritans seized the women, threw down the newly illumined, and had them. As the men were fleeing, the chief robber met them and asked them, "Why are you fleeing?" They told him what had happened to them. So he took them and came to his companions, and found the children thrown on the ground. And learning who had done it, he beheaded those who had done the abomination; and he made the men take up the children, since they could not bear to touch the women because of the defilement upon them; and the chief robber brought them safe as far as their estate. A little while after, the chief robber was caught, and he spent ten years in prison, and none of the governors put him to death. Afterwards he was even released. And he used always to say: "Because of those children I escaped a bitter death. For I used to see them in my sleep, saying to me, 'Fear not; we are pleading for thee.'" Abba John, the priest of the coenobium of the Eunuchs, and I met him, and he told us the same things, and we glorified God.

Ἔλεγεν ὁ ἀββᾶς Σαββάτιος· Ὡς ἐκαθήμην εἰς τὴν λαύραν τοῦ ἀββᾶ Φιρμίνου, ἦλθέν τις λῃστὴς πρὸς 3033τὸν ἀββᾶν Ζώσιμον τὸν Κίλικα, καὶ παρεκάλει τὸν γέροντα, λέγων, Ποίησον ἀγάπην διὰ τὸν Θεὸν, ἐπειδὴ πολλῶν φόνων κύριος ὑπάρχω· ποίησόν με μοναχὸν, ἵνα τὸ λοιπὸν ἡσυχάσω ἐκ τῶν κακῶν μου. Ὁ δὲ γέρων νουθετήσας αὐτὸν ἐποίησεν αὐτὸν μοναχὸν, παρασχὼν καὶ τὸ ἅγιον σχῆμα. Μετ᾿ ὀλίγας μὲν οὖν ἡμέρας λέγει αὐτῷ ὁ γέρων, Πίστευσόν μοι, τέκνον, ὅτι ὧδε μεῖναι οὐ δύνασαι· εἰ γὰρ ἀκούσει ἄρχων, κρατήσει· ὁμοίως δὲ καὶ οἱ ἀντιφαντιασταί σου ἐλθόντες φονεύσουσίν σε· ἀλλ᾿ ἄκουσόν μου, καὶ ἀποφέρω σε εἰς τὸ κοινόβιον ἀπέχον τῶν ὧδε. Καὶ ἀπήνεγκεν αὐτὸν εἰς τὸ κοινόβιον τοῦ ἀββᾶ Δωροθέου, πλησίον Γάζης καὶ τοῦ Μαιουμά. Καὶ ποιήσας χρόνους ἐννέα, καὶ μαθὼν τὸ Ψαλτήριον καὶ ἅπασαν τὴν μοναχικὴν κατάστασιν, ἀνέρχεται πάλιν εἰς τὰ Φιρμίνου πρὸς τὸν γέροντα, καὶ λέγει αὐτῷ, Κύριε ἀββᾶ, ποίησον ἔλεος μετ᾿ ἐμοῦ, καὶ δός μοι τὰ ἱμάτιά μου, τὰ κοσμικὰ, καὶ λάβε μοναστικά. Ὁ δὲ γέρων λυπηθεὶς λέγει πρὸς αὐτὸν, Διὰ τί, τέκνον; Ἀπεκρίθη λέγων· Ἰδοὺ ἐννέα, ὡς οἶδας, Πάτερ, ἔτη ἔχω εἰς τὸ κοινόβιον, καὶ ὡς ἐπὶ μοὶ ἐνήστευσα, καὶ ἐγκρατευσάμην, καὶ μετὰ πάσης ἡσυχίας καὶ φόβου Θεοῦ ἔζησα ἐν ὑποταγῇ, καὶ ἐπίσταμαι, ὅτι αὐτοῦ ἀγαθότης συνεχώρησέν μοι τὰ πολλά μου κακὰ, πλὴν θεωρῶ ἑκάστοτε παῖδα λέγοντά μοι· Διατί με ἐφόνευσας; Τοῦτον θεωρῶ κατὰ τοὺς ὕπνους, καὶ ἐν τῇ ἐκκλησίᾳ, καὶ ἐν τῷ ἀριστηρίῳ ταῦτά μοι λέγοντα, καὶ μίαν ὥραν οὐκ ἐνδίδωσί μοι. Διὰ τοῦτο οὖν, Πάτερ, θέλω ἀπελθεῖν, ἵνα ὑπὲρ τοῦ παιδὸς ἀποθάνω. Μάτην γὰρ ἐφόνευσα τὸ παιδίον. Λαβὼν οὖν τὰ ἱμάτια, καὶ φορέσας ἐξῆλθεν ἐκ τῆς λαύρας, καὶ ὑπάγει εἰς τὴν Διόσπολιν, καὶ τῇ ἑξῆς ἡμέρᾳ κρατηθεὶς ἀπεκεφαλίσθη.

Ἔλεγεν ὁ ἀββᾶς Ἀγαθόνικος ἡγούμενος τοῦ κοινοβίου τοῦ καστελλίου τοῦ ὁσίου Πατρὸς ἡμῶν Σαβὰ, ὅτι Ἐν μᾇ κατῆλθον εἰς τὴν Ῥουβὰν παραβαλεῖν τῷ ἀββᾷ Ποιμένι τῷ βοσκῷ. Καὶ δὴ εὑρὼν αὐτὸν, εἶπον αὐτῷ τοὺς λογισμούς μου. Ὡς οὖν ὀψία γέγονεν εἴασέ με εἰς σπήλαιον. Ἦν δὲ χειμὼν, καὶ γέγονε κατ᾿ ἐκείνην τὴν νύκτα κρύος μέγα, καὶ πάνυ ἐρίγωσα. Ἐλθὼν οὖν τῷ πρωῒ γέρων λέγει μοι, Τί ἐστι, τέκνον; Λέγω αὐτῷ, Συγχώρησόν μοι, Πάτερ, χαλεπὴν ἐποίησα νύκτα ἐκ τοῦ κρύους.Λέγει μοι καὶ αὐτὸς, Φύσει, τέκνον; Ἐγὼ οὐκ ἐρίγωσα. Ἐθαύμασα δὲ ἐγὼ ἀκούσας· ἦν γὰρ γυμνός. Καὶ λέγω αὐτῷ· Ποίησον ἀγάπην, πῶς οὐκ ἐρίγωσας; Ὁ δὲ λέγει· Λέων ἐλθὼν, πλησίον μου κεκοίμηται, καὶ αὐτός με ἐθέρμανεν. Πλὴν λέγω σοι, ἀδελφὲ, ὑπὸ θηρίων ἔχω βρωθῆναι. Λέγω αὐτῷ· Διὰ τί; Ὁ δὲ λέγει μοι, Ὅτι εἰς τὴν χώραν ἡμῶν ὅτε ἤμην (ἦσαν δὲ καὶ οἱ ἀμφότεροι Γαλάται), ποιμὴν προβάτων ἤμην, καὶ παρεῖδον ξένον παροδίτην, καὶ ἔφαγον αὐτὸν τὰ κυνάρια τὰ ἐμὰ, καὶ δυνάμενος σῶσαι αὐτὸν, οὐκ ἔσωσα, ἀλλ᾿ εἴασα αὐτὸν, καὶ ἀπέκτειναν αὐτὸν οἱ κύνες. Καὶ οἶδα, ὅτι κἀγὼ οὕτως ἔχω ἀποθανεῖν.

CHAPTER 166

Abba Sabbatius used to say: "When I was living in the laura of abba Firminus, a robber came to 3033abba Zosimus the Cilician, and besought the elder, saying, 'Do me a kindness, for God's sake, since I am guilty of many murders: make me a monk, so that from now on I may rest from my evil deeds.' The elder admonished him and made him a monk, giving him also the holy habit. A few days later the elder said to him, 'Believe me, child, thou canst not stay here; for if the governor hears of it, he will arrest thee; and likewise thy adversaries [?] will come and kill thee. But listen to me, and I will take thee off to a coenobium far from here.' And he took him to the coenobium of abba Dorotheus, near Gaza and Maiuma. And he spent nine years there, and learned the Psalter and the whole order of the monastic life; and he came up again to Firminus's, to the elder, and said to him, 'Lord abba, have mercy on me, and give me my clothes, my worldly ones, and take the monastic ones.' The elder was grieved and said to him, 'Why, child?' He answered, saying, 'Behold, as thou knowest, Father, I have nine years in the coenobium; and as far as in me lay I fasted, and kept self-control, and lived in subjection with all stillness and fear of God; and I know that His goodness has forgiven me my many evils. But every time I see a boy saying to me, "Why didst thou kill me?" I see him in my sleep, and in church, and in the refectory, saying these things to me, and he does not give me one hour's peace. So for this reason, Father, I want to go, so that I may die for the boy. For I killed the child for nothing.' So he took the clothes and put them on, and went out of the laura, and went off to Diospolis; and the next day he was arrested and beheaded."

CHAPTER 167

Abba Agathonicus, superior of the coenobium of the Castellium of our holy father Sabas, used to say: "One day I went down to the Ruba to visit abba Poemen the Grazer. And when I found him, I told him my thoughts. When evening came, he left me in a cave. It was winter, and that night there was a great frost, and I was bitterly cold. So in the morning the elder came and said to me, 'What is it, child?' I said to him, 'Forgive me, Father, I had a hard night from the cold.' And he said to me, 'Truly, child, I was not cold.' I was amazed to hear it, for he was naked. And I said to him, 'Do me a kindness: how wast thou not cold?' He said, 'A lion came and slept beside me, and it warmed me. But I tell thee, brother, I am to be eaten by wild beasts.' I said to him, 'Why?' He said to me, 'Because when I was in our country' (both of them were Galatians), 'I was a shepherd of sheep, and I overlooked a stranger passing by, and my dogs ate him; and though I could have saved him, I did not save him, but let him be, and the dogs killed him. And I know that I too must die so.'"

Καὶ μετὰ τρεῖς χρόνους ἐβρώθη ὑπὸ θηρίων κατὰ τὸν λόγον αὐτοῦ ὁ γέρων.

3036Ἔλεγεν ὁ ἀββᾶς Ἀλέξανδρος ὁ γέρων, ὁ τοῦ ἀββᾶ Βικεντίου, τοῖς ἀδελφοῖς· Οἱ Πατέρες ἡμῶν ἐδίωκον τὰς ἐρήμους καὶ τὰς θλίψεις· ἡμεῖς δὲ διώκομεν τὰς πόλεις καὶ τὴν ἄνεσιν. Εἶπεν πάλιν ὁ γέρων· Ἐπὶ τῶν Πατέρων ἡμῶν, αὗται αἱ ἀρεταὶ ἤκμασαν, ἡ ἀκτημοσύνη, καὶ ἡ ταπείνωσις· σήμερον δὲ πολιτεύεται ἡ φιλοχρηματία al. πολυκτημοσύνη. καὶ ἡ ὑπερηφανία. Εἶπεν πάλιν· Οἱ Πατέρες ἡμῶν οὐδέπω τὴν ὄψιν αὐτῶν ἔνιπτον· ἡμεῖς δὲ καὶ τὰ λουτρὰ τὰ δημόσια ἀνοίγομεν. Εἶπεν πάλιν ὁ γέρων· Οὐαί μοι, τέκνα, πολιτείαν ἀγγελικὴν ἠφανίσαμεν. Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ ὁ ἀββᾶς Βικέντιος· Ἀσθενεῖς ἐσμεν ἀληθῶς, Πάτερ. Λέγει ὁ γέρων· Τί λέγεις Βικέντιε, Ἀσθενεῖς ἐσμεν; Πίστευέ μοι, τέκνον, ὡς Ὀλυμπικοί al. παγκρατιασταὶ καὶ πύκται. ἐσμεν τῷ σώματι, ἀλλ᾿ ἡ ψυχὴ ἡμῶν ἐστιν ἡ ἀσθενοῦσα. Εἶπεν πάλιν· Φαγεῖν καὶ πιεῖν πολλὰ, καὶ φορέσαι καλῶς δυνάμεθα· ἐγκρατεύσασθαι δὲ καὶ ταπεινοφρονῆσαι οὐ δυνάμεθα. Εἶπεν πάλιν ὁ γέρων· Οὐαί σοι, Ἀλέξανδρε, οὐαί σοι· πῶς ἔχεις καταισχυνθῆναι, ὅταν ἄλλοι στεφανοῦνται!

Ἦν τις γέρων ἀπὸ ὀμμάτων εἰς τὴν Σκῆτιν, ἐν τῇ λαύρᾳ τοῦ ἀββᾶ Σισοϊ· ἀπεῖχεν δὲ τὸ κελλίον αὐτοῦ ἐκ τοῦ φρέατος ὡσεὶ δίμοιρον μιλίου. Καὶ οὐκ ἠνέσχετό ποτε, ἵνα ἄλλος αὐτῷ γεμίσει ὕδωρ· ἀλλὰ ποιήσας σχοινίον, τὴν μίαν αὐτοῦ ἀρχὴν εἰς τὸ φρέαρ ἔδησεν, καὶ τὴν ἄλλην εἰς τὸ κελλίον αὐτοῦ. καὶ ἔκειτο εἰς τὴν γῆν. Ὅτε οὖν ὑπῆγεν γεμίσαι ἑαυτῷ ὕδωρ ἐπάνω τοῦ σχοινίου περιεπάτει. Τοῦτο δὲ ὁ γέρων ἐποίησεν, ἵνα κατ᾿ αὐτοῦ τοῦ φρέατος εὐρίσκηται. Ὅτε οὖν ἡ ψάμμος ἐκ τοῦ ἀνέμου, ἐκάλυψεν τὸ σχοινίον, ἐκράτει τῇ χειρὶ τὸ σχοινίον, καὶ ἐκτίνασσεν αὐτὸ, καὶ ἐτίθη αὐτὸ πάλιν εἰς τὴν γῆν, καὶ ἐπάνω αὐτοῦ περιεπάτει. Ἀδελφὸς οὖν παρεκάλεσεν τὸν γέροντα, ἵνα φέρῃ αὐτῷ ὕδωρ. Καὶ ἀπεκρίθη ὁ γέρων· Φύσει, ἀδελφὲ, ἔχω οὕτως γεμίζων ἐμαυτῷ ἔτη εἰκοσιδύο, καὶ θέλεις τὸν κόπον μου λαβεῖν;

And three years later the elder was eaten by wild beasts, according to his word.

3036CHAPTER 168

Abba Alexander the elder, abba Vincent's elder, used to say to the brethren: "Our fathers pursued the deserts and afflictions; but we pursue the cities and ease."

The elder said again: "In the days of our fathers these virtues flourished, poverty and lowliness; but today love of money and pride hold sway."

He said again: "Our fathers never once washed their faces; but we even open the public baths."

The elder said again: "Woe is me, children, we have wiped out an angelic way of life." His disciple, abba Vincent, said to him: "We are truly weak, Father." The elder said: "What sayest thou, Vincent? 'We are weak'? Believe me, child, in body we are like Olympic athletes; it is our soul that is weak."

He said again: "We can eat and drink much and dress well; but we cannot keep self-control and be humble."

The elder said again: "Woe to thee, Alexander, woe to thee: how shalt thou be put to shame, when others are crowned!"

CHAPTER 169

There was an elder in Scetis, blind in his eyes, in the laura of abba Sisoes; and his cell was about two-thirds of a mile from the well. And he never allowed anyone else to fill water for him; but he made a rope, and tied one end of it to the well and the other to his cell, and it lay on the ground. So when he went to fill water for himself, he walked along on top of the rope. The elder did this so that he would come out at the well itself. When the sand from the wind covered the rope, he would take hold of the rope with his hand and shake it out, and lay it again on the ground, and walk along on top of it. So a brother begged the elder to let him bring him water. And the elder answered: "Truly, brother, I have been filling water for myself like this for twenty-two years, and dost thou want to take my toil from me?"

CHAPTER 170

There is a monastery some distance from Jerusalem [?].

Μοναστήριόν ἐστιν ἀπέχον ἀπὸ Ἱεροσολύμων., δύο τῶν Πατέρων ἀπῆλθον ἐπὶ τὸ Σινὰ ὄρος, εὐχῆς 3037ἕνεκα. Καὶ ἐπανελθόντες ἐν τῷ μοναστηρίῳ διηγή-Α σαντο ἡμῖν, λέγοντες· Μετὰ τὸ προσκυνῆσαι ἡμᾶς εἰς τὸ ἅγιον ὄρος, ἐπανερχομένοις συνέβη κατὰ τὴν ἔρημον πλανηθῆναι· καὶ ἐφερόμεθα ὡς ἐπὶ πελάγους ἐν τῇ ἐρήμῳ ἐπὶ πολλὰς ἡμέρας. Ἐν μιᾷ οὖν θεωροῦμεν μικρὸν σπήλαιον μακρόθεν, καὶ ὡρμήσαμεν ἐπ᾿ αὐτό. Πλησιάσαντες δὲ τῷ σπηλαίῳ, θεωροῦμεν τερὶ αὐτὸ πηγάδιον πάνυ μικρὸν, καὶ περὶ τὸ πηγάδιον ὀλίγα βοτάνια, καὶ ἴχνη ἀνθρώπου· καὶ λέγομεν πρὸς ἑαυτοὺς, ὅτι Ἀληθῶς ὧδε Θεοῦ δοῦλός ἐστιν. Εἰσελθόντες οὖν, οὐδένα ἐθεωρήσαμεν, μόνον δὲ ἠκούομέν τινος βρυχομένου. Ὡς οὖν ἐπὶ πολὺ ἐζητήσαμεν τόπον, εὑρίσκομεν ὡς ἐν τάξει φάτνης, καί τινα ἀνακείμενον ἐπ᾿ αὐτῷ· καὶ πλησιάσαντες πρὸς τὸν δοῦλον τοῦ Θεοῦ, παρεκαλοῦμεν αὐτῷ λαλῆσαι ἡμῖν. Ὡς οὖν οὐκ ἀπεκρίθη ἡμῖν, τότε κρατήσαμεν αὐτόν. Καὶ τὸ μὲν σῶμα αὐτοῦ θερμὸν ἦν ἔτι, ἡ δὲ ψυχὴ αὐτοῦ πρὸς Κύριον ἀπεληλύθει. Τότε ἔγνωμεν ὅτι ἐν τῷ εἰσελθεῖν ἡμᾶς εἰς τὸ σπήλαιον, ἀνεπάη. Λαβόντες οὖν τὸ σῶμα αὐτοῦ ἐκ τοῦ τόπου ὅπου ἔκειτο, ὡρύξαμεν ἐν αὐτῷ τῷ σπηλαίῳ, καὶ εἷς ἐξ ἡμῶν, ὃ περιβέβλητο παλλίον ἀφελόμενος, εἰς αὐτὸ ἐνετυλίξαμεν τὸ σῶμα τοῦ γέροντος, καὶ ἐν αὐτῷ τοῦτο ἐκηδεύομεν. Ηὕρομεν [δὲ] ὅτι γυνὴ ὑπῆρχεν. Καὶ ἐδοξάσαμεν τὸν Θεόν. Καὶ ποιήσαντες τὸν κανόνα ἐπάνω αὐτῆς, ἐθάψαμεν αὐτήν. Ἐν Ἀλεξανδρείᾳ δύο ἦσαν ἄνδρες θαυμαστοὶ καὶ ἐνάρετοι, ὁ ἀββᾶς Θεόδωρος ὁ φιλοσόφος, καὶ Ζώϊλος ὁ ἀναγνώστης· ἡμεῖς δὲ καὶ ἀμφοτέρων πολλὴν ἐσχήκαμεν συνήθειαν· τοῦ μὲν διὰ τὰ μαθήματα, τοῦ δὲ διὰ τὸ κοινὴν ἔχειν τὴν πατρίδα καὶ τὴν ἀναστροφήν. Καὶ ὁ μὲν ἀββᾶς Θεόδωρος ὁ φιλόσοφος, οὐδὲν ἐκέκτητο, εἰ μὴ στιχαροφελόνιον καὶ ὀλίγα πάνυ βιβλία, ἐκοιμᾶτο δὲ ἐν σκαμνίῳ εἰς οἵαν ὥραν εὕρισκεν ἐκκλησίαν· ὕστερον δὲ καὶ ἀπετάξατο εἰς τὸ τοῦ Σαμαλᾶ κοινόβιον, κἀκεῖσε τὸν βίον ἐπλήρωσεν. Ὁ δὲ ἀναγνώστης ὁ Ζώϊλος, καὶ αὐτὸς τὴν ἴσην εἶχεν ἀκτημοσύνην. Οὐδὲν γὰρ οὐδὲ οὗτος ἐκέκτητο, εἰ μὴ στιχαροφελόνιον, καὶ αὐτὸ πάνυ παλαιὸν, καὶ ὀλίγα βιβλία· ἐσχόλαζεν δὲ εἰς τὰ καλιγραφία(. Καὶ αὐτὸς δὲ τελειωθεὶς ἐν Κυρίῳ ἐτάφη εἰς τὸν Λιθαζόμενον, ἐν τῷ μοναστηρίῳ τοῦ ἀββᾶ Παλαδίου. Περὶ τούτου τοῦ Ἀββᾶ Θεοδώρου τοῦ φιλοσόφου, καὶ τοῦ ἀναγνώστου Ζωΐλου, παραβαλόντες τινὲς τῶν Πατέρων τῷ κυρῷ Κοσμᾷ τῷ σχολαστικῷ, ἠρώτησαν αὐτὸν, λέγοντες· Τίς τῶν ἀμφοτέρων μᾶλλον ἐν τοῖς τῆς ἀσκήσεως πόνοις ἐνεκαρτέρησεν;

Two of the fathers went to Mount Sinai 3037to pray. And when they came back to the monastery they told us, saying: "After we had worshipped at the holy mountain, it befell us on the way back to lose our way in the desert; and we were carried along in the desert as on the open sea for many days. One day we saw a little cave far off, and we made for it. Drawing near the cave, we saw by it a very small spring, and around the spring a few herbs, and the tracks of a man; and we said to ourselves, 'Truly a servant of God is here.' So we went in and saw no one; only we heard someone groaning. After we had searched the place a long while, we found something like a manger, and someone lying in it; and drawing near the servant of God, we begged him to speak to us. When he did not answer us, we took hold of him. And his body was still warm, but his soul had departed to the Lord. Then we knew that as we were entering the cave he had gone to his rest. So we took his body from the place where it lay, and we dug a grave in the cave itself; and one of us took off the pallium he had on, and we wrapped the elder's body in it, and in it we laid him out for burial. And we found that it was a woman. And we glorified God. And having said the office over her, we buried her."

CHAPTER 171

In Alexandria there were two wonderful and virtuous men, abba Theodore the philosopher and Zoilus the reader; and we had much acquaintance with both of them: with the one on account of studies, with the other because we had a common homeland and way of life. Abba Theodore the philosopher owned nothing but a tunic-cloak and a very few books, and he slept on a bench in whatever church he happened on at the hour. Later he renounced the world at the coenobium of Samala, and there he finished his life. Zoilus the reader too had the same poverty. For neither did he own anything but a tunic-cloak, and that a very old one, and a few books; and he gave his time to fine copying. And he too, perfected in the Lord, was buried at Lithazomenon, in the monastery of abba Palladius.

About this abba Theodore the philosopher and Zoilus the reader, some of the fathers visited master Cosmas the scholasticus and asked him, saying: "Which of the two held out more in the labours of ascesis?"

Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Κοινὰ μὲν ἐπ᾿ ἀμφοῖν τὰ ἐδέσματα, τὰ στρώματα, τὰ ἐσθήματα, καὶ ἡ πάντων τῶν περιττῶν 3040ἀποχὴ, καὶ ἡ ταπείνωσις, καὶ ἡ ἀκτημοσύνη, καὶ ἡ αὐτάρκεια. Ἀλλ᾿ ὁ ἀββᾶς Θεόδωρος ὁ φιλόσοφος, ἀνυπέδετος, ἐν ἀσθενείᾳ πολλῇ τῶν ὀφθαλμῶν, τὴν παλαιὰν καὶ νέαν ἐξέμαθεν· πλὴν ἔσχεν παραμυθίαν τὴν τῶν ἀδελφῶν συνδιαίτησιν, καὶ τῶν φίλων ἔντευξιν, καὶ ἀπαγωγὴν πολλὴν, ὅτε ἔπραττεν, καὶ ὅτε ἐξηγεῖτο. Τοῦ δὲ ἀναγνώστου Ζωΐλου, οὐ ξενιτεία μόνον ἐπαίνου ἀξία, ἀλλὰ καὶ ἡ ἐρημία, καὶ ὁ ἄμετρος κόπος, καὶ ἡ τοῦ στόματος φυλακὴ, καὶ ὅτι ἄφιλος, ἀνίδιος, ἀσυναλάλητος, ἐν πάσῃ κοσμικῇ ἀπραξίᾳ, καὶ πρὸς οὐδεμίαν παραθυμίαν ἐκδέδωκεν, καὶ μηδὲ ψιλῆς παρ᾿ οὐδενὸς ὑπηρεσίας ἀνεχόμενος· αὐτὸς ἥψει, αὐτὸς ἔπλυνεν, μηδὲ τὴν ἐκ τῶν ἀναγνωσμάτων ἔχων παραψυχήν· ἕτοιμός τε καὶ ἄλλοις ὑπηρετεῖν, μηδεμίαν ἔχων φροντίδα κρύους ἢ θάλπους ἢ ἀῤῥωστίας σωματικῆς, καθαρεύων ἀεὶ καὶ γέλωτος καὶ στυγνίας καὶ ἀκηδίας καὶ διαχύσεως, πρὸς τῇ τοῦ ἱματίου τραχύτητι, καὶ ὑπὸ πλήθους φθειρῶν ἀταπείνωτος ἀναλισκόμενος. Ἀλλ᾿ ἔσχεν καὶ οὗτος παρὰ τὸν πρῶτον, ἐκ τοῦ προϊέναι οὐ μετρίαν ψυχαγωγίαν, πᾶσαν ἄδειαν ἔχων εἰς παννύχιον καὶ πανημέριον πρόοδον· ἀλλὰ καὶ ταύτην τὴν ἄδειαν ἡ ἀμετρία τοῦ κόπου παρεκρούετο, καὶ πολλῇ τῇ συναναστροφῇ τὸ ἐξῃρημένον πρὸς κοσμικοὺς ἐπεδείκνυτο. Ἕκαστος οὖν τὸν ἴδιον μισθὸν λήψεται, κατὰ τὸν ἴδιον κόπον, καὶ κατὰ τὰ μέτρα τῆς ἀναστάσεως, καὶ τῆς νοερᾶς καὶ τῆς κατὰ νοῦν καθαρότητος, καὶ φόβου Θεοῦ, καὶ ἀγάπης, καὶ λειτουργίας, καὶ κατανύξεως, καὶ ἀμετεωρίστου ψαλμῳδίας τε καὶ εὐχῆς, καὶ τῆς ἐκτενοῦς πίστεως, καὶ τῆς κεκρυμμένης ἀπὸ ἀνθρώπων καὶ λεληθυίας

εὐαρεστήσεως τοῦ Θεοῦ. Περὶ τούτου δὲ κυροῦ Κοσμᾶ τοῦ σχολαστικοῦ, πολλοὶ μὲν πολλὰ, ἄλλοι δὲ ἄλλα, καὶ πλεῖστοι πλεῖστα ἡμῖν διηγήσαντο. Ὧν δὲ ἡμεῖς αὐτόπται ἦμεν, καὶ οἷς ἀκριβῶς παρηκολουθήσαμεν, ταῦτα γράφομεν, πρὸς τὴν τῶν ἐντυγχανόντων ὠφέλειαν. Ἦν γὰρ ὁ ἀνὴρ ταπεινόφρων, ἐλεήμων, ἐγκρατὴς, παρθένος, ἥσυχος, ἀόργητος, φιλοέταιρος, φιλόξενος, φιλόπτωχος. Πολλὴν οὖν ἡμῖν ὁ θαυμάσιος οὗτος ἀνὴρ ὠφέλειαν ἐνεποίει, οὐ μόνον θεωρούμενος καὶ διδάσκων, ἀλλὰ καὶ διὰ τὸ εἶναιαὐτὸν πολύβιβλον ὑπὲρ πάντας τοὺς ἐν Ἀλεξανδρείᾳ ὄντας, καὶ προθύμως παρεῖχεν τοῖς θέλουσιν. Ἦν δὲ καὶ ἀκτήμων· ἐν ὅλῳ γὰρ τῷ οἴκῳ αὐτοῦ, ἕτερον οὐδὲν ἦν θεωρῆσαι, εἰ μὴ βιβλία, καὶ κλίνην, καὶ τράπεζαν. Ἐξὸν δὲ ἦν παντὶ ἀνθρώπῳεἰσιέναι, καὶ ἐπερωτᾶν τὰ πρὸς ὠφέλειαν, καὶ ἀναγινώσκειν. Καθ᾿ ἑκάστην δὲ ἡμέραν εἰσερχόμην πρὸς αὐτὸν, καὶ ὡς ἐπὶ τῆς ἀληθείας, οὐδέποτε εἰσῆλθον, καὶ οὐχ εὗρον αὐτὸν ἢ ἀναγινώσκοντα, ἢ κατὰ Ἰουδαίων συγγραφόμενον· πολὺν γὰρ ζῆλον εἶχεν εἰς τὸ ἐπιστρέφειν Ἑβραίους ἐπὶ τὴν ἀλήθειαν.

He said to them: "Common to both were the food, the bedding, the clothing, and the abstaining from everything superfluous, 3040and the lowliness, and the poverty, and the self-sufficiency. But abba Theodore the philosopher, barefoot, with a great weakness of the eyes, learned the Old and the New by heart; yet he had as his consolation the company of the brethren and the visits of friends, and much distraction, when he was at work and when he was expounding. Of Zoilus the reader, though, not only his life as a stranger is worthy of praise, but also his solitude, and his measureless toil, and the guard on his mouth, and that he was friendless, owned nothing of his own, kept no company [?], in total idleness from all worldly business; and he gave himself over to no consolation, and would not accept even the barest service from anyone: he cooked for himself, he washed for himself, not even having the refreshment of reading; ready besides to serve others, having no care for cold or heat or bodily sickness; ever clean of laughter and gloom and acedia and dissipation; and besides the roughness of his garment, he was eaten away by a multitude of lice, unremittingly [?]. But this one too, beyond the first, had no small recreation from going out, having full freedom to go out all night and all day; yet the measurelessness of his toil cut short even this freedom, and amid much company he showed himself set apart [?] from men of the world. So each will receive his own reward according to his own toil, and according to the measures of the resurrection, and of purity, the spiritual and that of the mind, and of fear of God, and of love, and of liturgy, and of compunction, and of undistracted psalmody and prayer, and of earnest faith, and of that pleasing of God which is hidden from men and unseen."

CHAPTER 172

About this master Cosmas the scholasticus many told us many things, others other things, and very many very many things. But what we were eyewitnesses of, and followed closely, these we write, for the profit of those who read. For the man was humble, merciful, self-controlled, a virgin, still, without anger, a lover of his companions, hospitable, a lover of the poor. So this wonderful man brought us great profit, not only by being seen and by teaching, but also because he had more books than anyone in Alexandria, and gladly lent them to those who wished. He also owned nothing; in his whole house there was nothing else to be seen but books, and a bed, and a table. Anyone might go in, and ask about the things that profit, and read. Every day I used to go in to him, and, in all truth, I never once went in without finding him either reading or writing against the Jews; for he had great zeal to turn the Hebrews to the truth.

Διὸ καὶ πολλάκις με ἔπεμψεν 3041πρός τινας Ἑβραίους ἵνα ἀπὸ Γραφῆς αὐτοῖς διΑ λεχθῶ, διὰ τὸ αὐτὸν μὴ ταχέως ἐξέρχεσθαι τοῦ οἴκου αὐτοῦ. Τούτῳ τῷ κυρῷ Κοσμᾷ τῷ σχολαστικῷ παρέβαλον ἐν μιᾷ, καὶ ἔχων πολλὴν παῤῥησίαν πρὸς αὐτὸν, λέγω αὐτῷ· Ποίησον ἀγάπην, πόσον χρόνον ἔχεις ἡσυχάζων; Σιωπῶντι δὲ καὶ μηδὲν ἀποκρινομένῳ, πάλιν λέγω αὐτῷ· Διὰ τὸν Κύριον, εἰπόν μοι. Ὁ δὲ μικρὸν ἐπισχὼν λέγει μοι· Ἔχω τριάκοντα τρεῖς χρόνους. Ἐγὼ δὲ ἀκούσας, ἐδόξασα τὸν Θεόν. Ἄλλοτε πάλιν παραβαλὼν αὐτῷ, ἐπερώτησα αὐτὸν λέγων· Ποίησον τελείαν τὴν ἀγάπην, εἰδὼς ὅτι δι᾿ ὠφέλειαν ψυχῆς ἐπερωτῶ σε· λέγε μοι, ἐν τοσούτῳ χρόνῳ τῆς ἡσυχίας καὶ τῆς ἐγκρατείας, τί κατώρθωσας; Ὁ δὲ μέγα στενάξας ἐκ τοῦ βάθους τῆς καρ-δίας δίας, λέγει μοι· Τί ἀνὴρ κοσμικὸς ἔχει κατορθῶσαι καὶ μάλιστα ἐν τῷ οἴκῳ αὐτοῦ καθεζόμενος; Ἐγὼ δὲ πάλιν παρεκάλουν αὐτὸν, λέγων· Διὰ τὸν Κύριον εἰπόν μοι, καὶ ὠφέλησόν με. Τότε πολλὰ βιασθεὶς παρ᾿ ἐμοῦ, λέγει μοι· Συγχώρησόν μοι, τὰ τρία ταῦτα οἶδα, ὅτι κατώρθωσα, τὸ μὴ γελᾶσαι, τὸ μὴ ὁμόσαι, τὸ μὴ ψεύσασθαι.

Ἦν τις ἀναχωρητὴς εἰς τὰ μέρη τοῦ ἁγίου Ἰορδάνου, ὀνόματι Θεόδωρος, εὐνοῦχος. Οὗτος ἠναγκάσθη διὰ χρείαν τινὰ κατελθεῖν ἐν Κωνσταντινουπόλει· καὶ δὴ εἰσῆλθεν ἐν πλοίῳ. Καὶ χρονοτριβησάντος τοῦ πλοίου εἰς τὸ πέλαγος, ἔλειψεν τὸ ὕδωρ, καὶ ἐν πολλῇ ἀθυμίᾳ καὶ ἀμηχανίᾳ ἦσαν οἱ ναῦται καὶ ἐπιβάται. Ἐγερθεὶς δὲ ὁ ἀναχωρητὴς, καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν πρὸς τὸν Θεὸν σώζοντα ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν· καὶ ποιήσας εὐχὴν, καὶ σφραγίσας τὴν θάλασσαν τῷ σημείῳ τοῦ σταυροῦ, λέγει τοῖς ναύταις, Εὐλογητὸς Κύριος· ἀντλήσατε ὅσον δεῖσθε ὕδωρ. Καὶ ἐγέμισαν ὅλα τὰ ἀγγεῖα τοῦ ἐκ τῆς θαλάσσης γλυκέος ὕδατος, καὶ πάντες ἐδόξασαν τὸν Θεόν.

Ὁ ἀββᾶς Γρηγόριος ἀναχωρητὴς διηγήσατο ἡμῖν, λέγων, ὅτι Κατερχόμενος ἐκ τοῦ Βυζαντίου εἰς πλοῖον, εἰσῆλθεν δὲ καὶ εἷς σκριβὼν μετὰ τῆς γυναῖκος αὐτοῦ, ὃς ὥφειλεν εὔξασθαι ἐν τῇ ἁγίᾳ πόλει. Ἦν δὲ ὁ ναύκληρος πάνυ εὐλαβὴς, καὶ νηστευτής. Ὡς οὖν ἐπλέομεν, ἀφειδῶς ἐδαπάνων τὸ ὕδωρ οἱ παῖδες τοῦ σκριβῶνος. Ἐλθόντες δὲ εἰς τὸ μεσοπέλαγος ἔλειψεν ἡμῖν τὸ ὕδωρ, καὶ ἦμεν ἐν πολλῇ ἀνάγκῃ, καὶ ἦν θέαμα ἰδεῖν ἐλεεινὸν, γυναῖκας, καὶ παῖδας, καὶ παιδία μικρὰ τῇ δίψῃ ἐκλελοιπότα, καὶ κειμένους ὡς νεκρούς. Ποιησάντων δὲ ἡμῶν ἐν τῇ τοιαύτῃ ἀνάγκῃ ὡς ἡμέρας γʹ, καὶ λοιπὸν ἐλπίδα ζωῆς μὴ ἐχόντων, ὁ σκριβὼν μὴ φέρων τὴν θλίψιν, ἐξήνεγκεν τὸ ξίφος αὐτοῦ, θέλων ἀποκτεῖναι τόν τε ναύκληρον, καὶ τοὺς ναύτας. Ἔλεγεν γὰρ, ὅτι Οὗτοί εἰσιν αἴτιοι τοῦ ἀπολέσθαι ἡμᾶς, ἐπειδὰν οὐκ ἐγέμισαν εἰς τὴν χρείαν ἡμῶν ὕδωρ.

That is why he often sent me 3041to certain Hebrews, so that I might dispute with them from Scripture, because he himself did not readily go out of his house.

I visited this master Cosmas the scholasticus one day, and since I had great freedom with him, I said to him: "Do me a kindness: how long hast thou been keeping stillness?" When he kept silent and answered nothing, I said to him again: "For the Lord's sake, tell me." He held back a little and said to me: "I have thirty-three years." When I heard it, I glorified God.

Another time I visited him again and questioned him, saying: "Do me the kindness in full, knowing that I ask thee for my soul's profit: tell me, in so long a time of stillness and self-control, what hast thou achieved?" He groaned deeply from the depth of his heart and said to me: "What can a layman achieve, and above all sitting in his own house?" But I besought him again, saying: "For the Lord's sake, tell me, and profit me." Then, hard pressed by me, he said to me: "Forgive me: these three things I know that I have achieved: not to laugh, not to swear, not to lie."

CHAPTER 173

There was an anchorite in the region of the holy Jordan named Theodore, a eunuch. He was obliged by some need to go down to Constantinople, and so he went aboard a ship. And as the ship lingered at sea, the water ran out, and the sailors and passengers were in great despondency and helplessness. The anchorite rose and stretched out his hands to heaven, to God who saves our souls from death; and he made a prayer, and sealed the sea with the sign of the cross, and said to the sailors, "Blessed is the Lord: draw as much water as you need." And they filled all the vessels with the sweet water from the sea, and all glorified God.

CHAPTER 174

Abba Gregory the anchorite told us: "As I was coming down from Byzantium on a ship, there came aboard too a scribo with his wife, who was to pray in the holy city. The shipmaster was very devout, and a faster. As we sailed, the scribo's servants were spending the water without stint. When we came out into the open sea, our water ran out, and we were in great distress; and it was a pitiful sight to see, women and boys and little children fainting with thirst, and lying as if dead. When we had been some three days in such distress, and had no more hope of life, the scribo, not bearing the affliction, drew his sword, meaning to kill both the shipmaster and the sailors. For he said, 'These are to blame for our perishing, since they did not fill water enough for our need.'

Ἐγὼ δὲ τὸν σκριβῶνα παρακαλέσας, 3044ἔλεγον, Μὴ ποιήσῃς τοῦτο, ἀλλὰ μᾶλλον δεηθῶμεν τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, τοῦ ποιοῦντος μεγάλα, καὶ ἀνεξιχνίαστα, ὧν οὐκ ἔστιν ἀριθμός. Ἰδοὺ γὰρ καὶ ὁ ναύκληρος, ὡς ὁρᾷς, τρίτην ταύτην ἡμέραν ἔχει τῇ νηστείᾳ καὶ τῇ εὐχῇ σχολάζων. Καὶ ἡσυχάσαντος τοῦ σκριβῶνος, τῇ τετάρτῃ ἡμέρᾳ ὡς περὶ ὥραν ἕκτην, ἐγερθεὶς ὁ ναύκληρος, μεγάλῃ τῇ φωνῇ ἐκέκραγεν, λέγων· Δόξα σοι, Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὥστε ἡμᾶς καταπλαγῆναι ἐπὶ τῇ φωνῇ αὐτοῦ. Καὶ λέγει τοῖς ναύταις· Χαλάσατε τὰς διφθέρας, καὶ ὡς ἐφήπλωσεν αὐτὰς, ἰδοὺ νεφέλη ἐλθοῦσα ἐπάνω τοῦ πλοίου, τοσοῦτον ὕδωρ ἔβρεξεν ἕως οὗ ἐγέμισεν πᾶσαν τὴν χρείαν ἡμῶν. Ἦν δὲ τὸ θαῦμα μέγα καὶ φοβερὸν, ὅτι ἀνεμίζοντος τοῦ πλοίου συνηκουλούθει ἡμῖν ἡ νεφέλη, καὶ ἔξωθεν τοῦ πλοίου οὐκ ἔβρεξεν.

Διηγήσατο ἡμῖν τις τῶν Πατέρων περὶ Ζήνωνος τοῦ βασιλέως, λέγων, ὅτι γυναῖκα ἠδίκησεν εἰς τὴν θυγατέρα αὐτῆς. Ἡ δὲ ἐσχόλαζεν εἰς τὸν ναὸν τῆς παναγίας Δεσποίνης ἡμῶν τῆς Θεοτόκου Μαρίας παρακαλοῦσα αὐτὴν, καὶ λέγουσα μετὰ δακρύων· Ἐκδίκησόν με ἀπὸ Ζήνωνος τοῦ βασιλέως. Ὡς οὖν ἐπὶ πολλὰς ἡμέρας τοῦτο ἐποίει, φαίνεται αὐτῇ ἡ παναγία Θεοτόκος, λέγουσα· Πίστευσόν μοι, γύναι, πολλάκις ἤθελον ποιῆσαι τὴν ἐκδίκησίν σου, ἀλλ᾿ ἡ δεξιὰ χεὶρ αὐτοῦ κωλύει με. Ἦν γὰρ ἐλεήμων πάνυ.

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Παλλάδιος, ὅτι Ἀκήκοα διηγουμένου τινὸς τῶν Πατέρων, ὀνόματι Ἀνδρέα, ᾧ καὶ ἡμεῖς συνετύχομεν, ὅτι Ὡς ὑπῆρχον νεώτερος, γέγονα ἄτακτος πάνυ. Καὶ πολέμου καὶ ἀταξίας γενομένης, ἐγὼ καὶ ἄλλοι ἐννέα ἐφύγομεν ἐπὶ Παλαιστίνην, ὧν ὁ εἷς μὲν φιλόπονος ἦν, καὶ ὁ ἕτερος Ἑβραῖος. Ἐλθόντων δὲ ἡμῶν ἐπὶ τὴν ἔρημον, ἠσθένησεν ὁ Ἑβραῖος μέχρι θανάτου, καὶ ἐν ἀθυμίᾳ ἦμεν πολλῇ, μὴ εἰδότες τί ποιῆσαι αὐτῷ. Πλὴν οὐκ εἰάσαμεν αὐτὸν, ἀλλ᾿ ἕκαστος ἡμῶν κατὰ τὴν ἑαυτοῦ δύναμιν ἐβάσταζεν αὐτόν. Θέλοντες δὲ ἀγαγεῖν αὐτὸν εἰς πόλιν, ἢ εἰς ἐμπορεῖον, ἵνα μὴ ἐν τῇ ἐρήμῳ ἀποθάνῃ, ἐπειδὰν ὁ νεώτερος, ἐκ τῆς ἀσιτίας καὶ τοῦ σφοδροτάτου πυρετοῦ καὶ τοῦ ἀμέτρου κόπου καὶ τῆς ἐκ τοῦ καύματος δίψης, ὅλως διελύθη, καὶ ἤμελλεν ἐκλείπειν (λοιπὸν γὰρ καὶ πρὸς τὴν ἔξοδον ἦν, καὶ οὐδὲ βασταχθῆναι ἴσχυεν), ἐβουλευσάμεθα μετὰ πολλῶν δακρύων ἐᾶσαι αὐτὸν εἰς τὴν ἔρημον, καὶ ἀπελθεῖν, ὑφορώμενοι τὸν ἐκ τῆς δίψης θάνατον καὶ εἰς ἡμᾶς γενησόμενον. Ὡς οὖν ἐθήκαμεν αὐτὸν εἰς τὴν ἄμμον, κλαίοντες, καὶ εἶδεν ἡμᾶς ἀπιέναι μέλλοντας, ἤρξατο ὁρκοῦν ἡμᾶς λέγων· Τὸν Θεὸν τὸν μέλλοντα κρῖναι ζῶντας καὶ νεκροὺς, μὴ ἐάσητέ με Ἰουδαῖον ἀποθανεῖν, ἀλλ᾿ ὡς Χριστιανόν. Ποιήσατε οὖν ἔλεος μετ᾿ ἐμοῦ, καὶ βαπτίσατέ με, ἵνα κἀγὼ Χριστιανὸς ὑπεξέλθω τοῦ βίου τούτου, καὶ πρὸς Κύριον ἀπέλθω.

But I 3044besought the scribo and said, 'Do not do this, but rather let us pray to our Lord Jesus Christ, our true God, who does great things and unsearchable, of which there is no number. For see, the shipmaster too, as thou seest, has been giving himself to fasting and prayer three days now.' And when the scribo grew quiet, on the fourth day, about the sixth hour, the shipmaster rose and cried out with a loud voice, saying, 'Glory to thee, O Christ our God!', so that we were astounded at his voice. And he said to the sailors, 'Let down the hides.' And as they spread them out, behold, a cloud came over the ship and rained so much water that it filled all our need. And the wonder was great and fearful, for as the ship ran before the wind the cloud kept following us, and outside the ship it did not rain."

CHAPTER 175

One of the fathers told us about the emperor Zeno, that he wronged a woman in the matter of her daughter. And she gave herself up to prayer in the church of our all-holy Lady, the Theotokos Mary, beseeching her, and saying with tears: "Avenge me on the emperor Zeno." When she had done this for many days, the all-holy Theotokos appeared to her, saying: "Believe me, woman, I have often wished to avenge thee, but his right hand stops me." For he was very merciful.

CHAPTER 176

Abba Palladius told us: "I heard one of the fathers named Andrew, whom we too met, telling this: 'When I was younger, I was very disorderly. And when war and disorder came, I and nine others fled to Palestine; and of these one was a philoponos, and another a Hebrew. When we came into the desert, the Hebrew fell sick to the point of death, and we were in great despondency, not knowing what to do for him. Yet we did not leave him, but each of us carried him as far as his strength went. We wanted to bring him to a city or a trading-post, so that he would not die in the desert; but since the young man, from want of food and a most violent fever and measureless toil and the thirst from the heat, was utterly spent, and on the point of failing (for he was now at his departure, and could not even be carried), we resolved with many tears to leave him in the desert and go away, fearing that death by thirst would come on us too. So when we had laid him on the sand, weeping, and he saw that we were about to go away, he began to adjure us, saying, "By the God who is to judge the living and the dead, do not let me die a Jew, but as a Christian. Have mercy on me, and baptize me, so that I too may depart this life a Christian and go to the Lord."

Ἡμεῖς δὲ ἐλέγομεν αὐτῷ Ὄντως, ἀδελφὲ, οὐκ ἔξεστιν ἡμῖν τι τοιοῦτον ποιῆσαι· κοσμικοὶ γάρ ἐσμεν· τοῦτο γὰρ τὸ ἔργον ἐπισκόπων ἐστὶ, 3045καὶ πρεσβυτέρων· πλὴν οὐδὲ ὕδατά εἰσιν ὧδε. Ὁ δὲ ἐπέμεινε τοῖς αὐτοῖς ἡμᾶς ὅρκοις μετὰ δακρύων ἐνορκῶν, καὶ λέγων· Μὴ στερήσητέ με τῆς τοιαύτης δωρεᾶς, Χριστιανοί. Ἐν πλείστῃ οὖν ἀπορίᾳ ὄντων ἡμῶν, θεόθεν ὁ φιλόπονος κινηθεὶς λέγει ἡμῖν· Ἐγείρατε αὐτὸν, καὶ ἐκδύσατε. Καὶ μετὰ πολλοῦ κόπου ὄρθιον αὐτὸν στήσαντες ἐξεδύσαμεν. Ὁ δὲ φιλόπονος πληρώσας ψάμμου τὰς χεῖρας αὐτοῦ, ἐπὶ τρὶς κατέχεεν αὐτοῦ τῇ κεφαλῇ, λέγων, Βαπτίζεται Θεόδωρος εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἡμῶν ὑπακουσάντων τὸ Ἀμὴν, καθ᾿ ἕκαστον ὄνομα τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς Τριάδος, καὶ ὡς ἐπὶ τοῦ Κυρίου, ἀδελφοὶ, οὕτως αὐτὸν ἰάσατο, καὶ ἐνίσχυσεν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὡς μηκέτι φανῆναι ἐν αὐτῷ λείψανον ἀῤῥωστίας· ἀλλ᾿ ὑγιῶς καὶΒ ἐῤῥωμένως ἐν πάσῃ προθυμίᾳ τὸ λοιπὸν τῆς ἐρήμου προέτρεχεν ἡμῶν. Ἐλθόντες δὲ ἐν Ἀσκαλῶνι, ἀνηγάγομεν τὰ περὶ τούτου τῷ μακαρίῳ καὶ ἐν ἁγίοις Διονύσῳ τῷ ταύτης ἐπισκόπῳ, τὸ ὅπως συνέβη τῷ ἀδελφῷ κατὰ τὴν ὁδόν. Ὁ δὲ ὅσιος ὄντως Διονύσιος τούτων ἀκούσας, ἐννεὸς ἐπὶ τῷ παραδόξῳ τούτῳ γέγονε θαύματι, καὶ τὸν κλῆρον ἅπαντα συγκαλεσάμενος, ἀνατίθεται αὐτῷ τὸ πρᾶγμα, καὶ εἰ ἄρα ὤφειλεν αὐτῷ λογισθῆναι εἰς βάπτισμα ἡ τῆς ψάμμου ἐπίχυσις ἢ οὔ. Καὶ οἱ μὲν ἔλεγον ὅτι, ὤφειλεν αὐτῷ λογισθῆναι διὰ τὸ παράδοξον τοῦ θαύματος· οἱ δὲ ἔφασκον, Οὔ. Καὶ γὰρ ὁ θεολόγος Γρηγόριος πάντα ἐξαριθμεῖται τὰ βαπτίσματα, βάπτισμα λέγων Μωσαϊκὸν, ἀλλ᾿ ἐν ὕδατι, καὶ πρὸ τούτου δὲ ἐν νεφέλῃ καὶ θαλάσσῃ βάπτισμα· καὶ τὸ Ἰωάννου οὐκέτι μὲν Ἰουδαϊκόν. Οὐ γὰρ ἐν ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν· βαπτίζει καὶ Ἰησοῦς, ἀλλ᾿ ἐν Πνεύματι· τοῦτο ἡ τελειότης. Οἶδα καὶ τέταρτον βάπτισμα τὸ διὰ μαρτυρίου καὶ αἵματος, οἶδα καὶ πέμπτον ἔτι τὸ τῶν δακρύων. Ποῖον οὖν τούτων ἐβαπτίσατο, ἵνα καὶ κυρώσωμεν αὐτό; Καὶ μάλιστα τοῦ Κυρίου πρὸς Νικόδημον λέγοντος, Ἐὰν μήτις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς βασιλείαν τῶν οὐρανῶν· οἷς καὶ ἀντέλεγον ἕτεροι· Τί οὖν; ἐπειδὴ οὐ γέγραπται περὶ τῶν ἀποστόλων, ὅτι ἐβαπτίσθησαν, οὐκ εἰσέρχονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Πάλιν δὲ τούτοις ἄλλοι ἀντεφέροντο λέγοντες· Ναὶ, ἀληθῶς ἐβαπτίσθησαν, καθὼς Κλήμης ὁ Στρωματεὺς, ἐν τῷ πέμπτῳ τόμῳ τῶν ὑποτυπώσεων μέμνηται· Φησὶ γὰρ, τὸ ἀποστολικὸν ῥητὸν ἐξηγούμενος τὸ λέγον «Εὐχαριστῶ, ὅτι οὐδένα ὑμῶν ἐβάπτισα» ὁ Χριστὸς λέγεται Πέτρον μόνον βεβαπτικέναι, Πέτρος δὲ Ἀνδρέαν, Ἀνδρέας Ἰάκωβον καὶ Ἰωάννην, ἐκεῖνοι δὲ τοὺς λοιπούς. Τούτων δὲ καὶ ἑτέρων πλειόνων λαληθέντων, ἔδοξε τῷ μακαρίῳ Διονυσίῳ τῷ ἐπισκόπῳ ἀποστεῖλαι τὸν ἀδελφὸν εἰς τὸν ἅγιον Ἰορδάνην, κἀκεῖσε βαπτίζεσθαι.

But we said to him, "Truly, brother, it is not lawful for us to do any such thing, for we are laymen; this is the work of bishops 3045and priests; besides, there is no water here." But he persisted, adjuring us with tears by the same oaths, and saying, "Do not deprive me of such a gift, Christians." So when we were at a complete loss, the philoponos, moved by God, said to us, "Raise him up and undress him." And with much toil we stood him upright and undressed him. Then the philoponos filled his hands with sand and poured it three times over his head, saying, "Theodore is baptized in the name of the Father and of the Son and of the Holy Spirit"; and we answered the Amen at each name of the holy, consubstantial and worshipful Trinity. And as before the Lord, brethren, so did Christ the Son of the living God heal him and strengthen him, that no trace of sickness was to be seen in him any more; but sound and strong, with all eagerness, he ran on ahead of us the rest of the way through the desert. When we came to Ascalon, we referred the matter to the blessed Dionysius, now among the saints, its bishop: how it had befallen the brother on the road. When the truly holy Dionysius heard these things, he was struck dumb at this strange wonder; and calling together all the clergy, he laid the matter before them, whether the pouring of the sand ought to be reckoned to him as baptism or not. And some said that it ought to be reckoned to him, because of the strangeness of the wonder; but others said, "No. For Gregory the Theologian counts up all the baptisms, speaking of a Mosaic baptism, but in water, and before that a baptism in cloud and sea; and John's, no longer Jewish, for it was not in water only, but also unto repentance; Jesus also baptizes, but in the Spirit: this is the perfection. I know also a fourth baptism, that through martyrdom and blood; I know also a fifth besides, that of tears. So with which of these was he baptized, that we should even ratify it? Above all, when the Lord says to Nicodemus, Unless one be born of water and the Spirit, he shall not enter into the kingdom of heaven." And others spoke against these: "What then? Since it is not written of the apostles that they were baptized, do they not enter into the kingdom of heaven?" And to these others again replied, saying: "Yes, truly they were baptized, as Clement the Stromatist records in the fifth book of the Hypotyposes. For expounding the apostolic saying that runs, I give thanks that I baptized none of you, he says that Christ is said to have baptized Peter alone, and Peter Andrew, Andrew James and John, and they the rest." When these and many other things had been said, it seemed good to the blessed bishop Dionysius to send the brother to the holy Jordan and have him baptized there.

Τὸν δὲ φιλόπονον ἐκεῖνον διάκονον ἐχειροτόνησε.

3048Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης ὁ Κίλιξ, ὅτι Καθημένων ἡμῶν εἰς τὸ Ἔννατον Ἀλεξανδρείας, παρέβαλεν ἡμῖν ὁ Αἰγύπτιος μοναχὸς, καὶ διηγήσατο λέγων, ὅτι ἦλθεν εἰς τὴν λαύραν τῶν κελλίων ἀδελφὸς ἀπὸ ξένης, θέλων καθίσαι· καὶ βαλὼν μετάνοιαν τῷ πρεσβυτέρῳ, παρεκάλει, ἵνα εἰς τὸ κελλίον Εὐαγρίου καθίσῃ. Ὁ δὲ πρεσβύτερος ἔλεγεν αὐτῷ μὴ δύνασθαι καθίσαι ἐκεῖ. Ὁ δὲ ἀδελφὸς ἔλεγεν, ὅτι Ἐὰν μὴ μείνω ἐκεῖ, πάντως ἀναχωρῶ. Λέγει αὐτῷ ὁ πρεσβύτερος· Φύσει τέκνον, χαλεπὸς δαίμων οἰκεῖ ἐκεῖ. Ὁ γὰρ πλανήσας Εὐάγριον, καὶ ἀποστήσας αὐτὸν ἐκ τῆς ὀρθῆς πίστεως, καὶ ἐμβαλὼν αὐτῷ τὰ μυσαρὰ δόγματα, οὐκ ἐᾷ ἐκεῖ καθίσαι τινά. Ὁ δὲ ἀδελφὸς, ἐπέμενεν λέγων, ὅτι Ἐὰν ὧδε μένω, ἐκεῖ ἔχω καθίσαι. Τότε λέγει ὁ πρεσβύτερος· Τῷ κρίματί σου ὕπαγε, κάθου.Καὶδὴ ἀπελθὼν ὁ ἀδελφὸς ἐκάθισεν μίαν ἑβδομάδα, καὶ ἐλθούσης τῆς ἁγίας Κυριακῆς, ἦλθεν εἰς τὴν ἐκκλησίαν. Καὶ ἰδὼν αὐτὸν ὁ πρεσβύτερος, παρεκλήθη. Τῇ δὲ ἐρχομένῃ Κυριακῇ οὐκ ἦλθεν εἰς τὴν ἐκκλησίαν· καὶ παρακαλεῖ δύο ἀδελφοὺς ὁ πρεσβύτερος, ἵνα ἀπελθόντες μάθωσι διατὶ οὐ παρεγένετο εἰς τὴν ἐκκλησίαν· καὶ ἀπελθόντες οἱ ἀδελφοὶ ἐν τῷ κελλίῳ, εὗρον τὸν ἀδελφὸν βαλόντα σχοινίον εἰς τὸν τράχηλον, καὶ ἀπαγξάμενον.

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Γεώργιος ὁ πρεσβύτερος τοῦ κοινοβίου τῶν Σχολαρίων, ὅτι εἰς τὰ Μονίδια γέρων μέγας πονικὸς ἐκαθέζετο, ἦν δὲ ἀφελὴς al. ἀμελής. περὶ τὴν πίστιν, καὶ ὅπου ηὕρισκεν, μετελάμβανεν ἀδιακρίτως. Ἐν μιᾷ οὖν ὤφθη αὐτῷ ἄγγελος Θεοῦ, λέγων· Εἰπὲ, γέρων, ἐὰν ἀποθάνῃς, πῶς θέλεις ἵνα ἐνταφιάσωμέν σε; ὡς οἱ Αἰγύπτιοι μοναχοὶ ἐνταφιάζουσιν, ἢ ὡς οἱ Ἱεροσολυμῖται; Ὁ δὲ γέρων ἀπεκρίθη αὐτῷ, λέγων· Οὐκ οἶδα. Τότε λέγει αὐτῷ ὁ ἄγγελος· Σκέψαι, καὶ ἔρχομαι μετὰ τρεῖς ἑβδομάδας, καὶ λέγεις μοι. Ἀπελθὼν οὖν ὁ γέρων πρὸς ἄλλον, διηγήσατο αὐτῷ ἅπερ ἤκουσε παρὰ τοῦ ἀγγέλου. Ὡς οὖν ἤκουσεν ὁ γέρων, ἐννεὸς γέγονεν ἐπὶ τῇ ἀκοῇ· καὶ ἀτενίσας εἰς αὐτὸν ἐπιπολὺ, θεόθεν κινηθεὶς, λέγει αὐτῷ· Ποῦ μεταλαμβάνεις τῶν ἁγίων μυστηρίων; Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ Ὅπου εὕρω. Τότε λέγει αὐτῷ ὁ γέρων· Μηκέτι δόξῃ σοι ἔξωθεν τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας κοινωνῆσαι, ἔνθα ὀνομάζονται αἱ ἅγιαι al. infer. οἰκουμενικαί. τέσσαρες σύνοδοι, ἡ ἐν Νικαίᾳ τῶν τιηʹ, καὶ ἡ ἐν Κωνσταντινουπόλει τῶν ρνʹ, καὶ ἡ ἐν Ἐφέσῳ πρώτη τῶν σʹ, καὶ ἡ ἐν Καλχηδόνι al. Χαλκηδόνι. χλʹ.

And that philoponos he ordained deacon.'"

3048CHAPTER 177

Abba John the Cilician used to say: "When we were living at the Ennaton of Alexandria, the Egyptian monk visited us and told us: 'A brother from abroad came to the laura of the Cells wishing to settle there; and making a prostration to the priest, he begged to settle in the cell of Evagrius. The priest told him he could not settle there. But the brother said, "If I do not stay there, I am certainly going away." The priest said to him, "Truly, child, a cruel demon lives there. For the one who led Evagrius astray, and drew him away from the right faith, and put the abominable doctrines into him, lets no one settle there." But the brother persisted, saying, "If I stay here, it is there that I must settle." Then the priest said, "On thine own judgement be it: go, sit there." So the brother went off and stayed one week; and when holy Sunday came, he came to church. And when the priest saw him, he was comforted. But the following Sunday he did not come to church; and the priest asked two brothers to go off and find out why he had not come to church. And the brothers went off to the cell and found the brother with a rope put round his neck, hanged.'"

CHAPTER 178

Abba George [?], the priest of the coenobium of the Scholarii, told us that at Monidia there lived a great elder, a man of hard labour [?]; but he was simple about the faith, and wherever he happened to be, he communicated without discernment. One day an angel of God appeared to him, saying: "Tell me, elder, if thou diest, how wouldst thou have us bury thee? As the Egyptian monks bury, or as the people of Jerusalem?" The elder answered him, saying: "I do not know." Then the angel said to him: "Think it over; I am coming after three weeks, and thou shalt tell me." So the elder went off to another elder and told him what he had heard from the angel. When that elder heard it, he was struck dumb at the hearing; and gazing at him a long while, moved by God, he said to him: "Where dost thou receive the holy mysteries?" He answered him: "Wherever I happen to find them." Then the elder said to him: "Never again think fit to communicate outside the holy catholic and apostolic Church, where the four holy synods are named: that at Nicaea of the three hundred and eighteen, and that at Constantinople of the hundred and fifty, and the first at Ephesus of the two hundred, and that at Chalcedon of the six hundred and thirty.

Καὶ ὅταν ἔλθῃ ὁ ἄγγελος, λέγε αὐτῷ· Ὡς οἱ Ἱεροσολυμῖται θέλω. 3049Μετὰ οὖν τρεῖς ἑβδομάδας ἦλθεν ὁ ἄγγελος, καὶ λέ-Α γει τῷ γέροντι· Τί ἔνι γέρων; ἐσκέψω; Ὁ δὲ γέρων λέγει αὐτῷ· Ὡς Ἱεροσολυμῖται θέλωΛέγει αὐτῷ ὁ ἄγγελος· Καλῶς, καλῶς. Καὶ εὐθέως παρέδωκεν τὴν ψυχήν. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα μὴ τοὺς κόπους αὐτοῦ ἀπολέσῃ ὁ γέρων, καὶ μετὰ αἱρετικῶν κατακριθῇ.

Παρεβάλομεν τῷ ἀββᾷ Ἰωάννῃ τῷ ἀναχωρητῇ τῷ λεγομένῳ Πυῤῥῷ, καὶ διηγήσατο ἡμῖν, λέγων, ὅτι Ἤκουσα λέγοντος τοῦ ἀββᾶ Ἰωάννου τοῦ Μωαβίτου, ὅτι Μονάστριά τις ἦν ἐν τῇ ἁγίᾳ πόλει, πάνυ εὐλαβὴς καὶ κατὰ Θεὸν προκόπτουσα. Φθονήσας οὖν ὁ διάβολος τῇ παρθένῳ, ἐμβάλλει νέῳ τινὶ σατανικὸν εἰς αὐτὴν ἔρωτα. Ἡ δὲ θαυμασία ἐκείνη παρθένος θεωρήσασα al. αἰσθομένη. τῆς τοῦ δαίμονος ἐπιβουλῆς καὶ τῆς τοῦ νέου ἀπωλείας, λαβοῦσα εἰς ἓν μαλάκιον ὀλίγα βρεκτὰ, ἔρχεται εἰς τὴν ἔρημον· καὶ τῷ νέῳ διὰ τῆς ἀναχωρήσεως τὸ ἀνενόχλητον καὶ τὴν σωτηρίαν πραγματευομένη, καὶ ἑαυτῇ τὴν ἐκ τῆς ἐρημίας ἀσφάλειαν. Μετὰ πολὺν οὖν χρόνον, κατ᾿ οἰκονομίαν Θεοῦ, ἵνα μὴ ἄγνωστος ἡ ἐνάρετος αὐτῆς μείνῃ πολιτεία, θεωρεῖ αὐτὴν ἀναχωρητής τις ἐν τῇ ἐρήμῳ τοῦ ἁγίου Ἰορδάνου, καὶ λέγει αὐτῇ· Ἀμμᾶ, τί ποιεῖς εἰς τὴν ἔρημον ταύτην; Ἡ δὲ λαθεῖν θέλουσα τὸν ἀναχωρητὴν, λέγει αὐτῷ· Συγχώρησόν μοι, ὅτι ἐπλανήθην τὴν ὁδόν· ἀλλὰ ποίησον ἀγάπην, Πάτερ, διὰ τὸν Κύριον, καὶ δεῖξόν μοι αὐτήν. Ὁ δὲ θεόθεν γνοὺς τὰ κατ᾿ αὐτὴν, λέγει αὐτῇ· Πίστευσόν μοι, ἀμμᾶ,Σ οὔτε πεπλάνησαι τὴν ὁδὸν, οὔτε ὁδὸν ἐπιζητεῖς· ἀλλ᾿ ὡς γινώσκουσα ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου ἐστὶν, εἰπέ μοι τὴν αἰτίαν ἐν ἀληθείᾳ, δι᾿ ἣν ἦλθες ἐνταῦθα. Τότε λέγει αὐτῷ ἡ παρθένος· Συγχώρησόν μοι, ἀββᾶ, νεώτερός τις ἐσκανδαλίσθη εἰς ἐμὲ, καὶ διὰ τοῦτο ἦλθον εἰς τὴν ἔρημον ταύτην, κρίνασα μᾶλλον ὧδε ἀποθανεῖν, ἢ πρόσκομμά τι τινι γενέσθαι, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν. Λέγει αὐτῇ πάλιν ὁ γέρων· Καὶ πόσον χρόνον ἔχεις ὧδε; Ἡ δὲ λέγει αὐτῷ· Ἔχω χάριτι Χριστοῦ ἔτη ιζʹ. Πάλιν λέγει αὐτῇ ὁ ἀναχωρητής· Καὶ πόθεν ἐσθίεις; Ἡ δὲ ἐκβαλοῦσα τὸ μαλάκιον καὶ τὰ βρεκτὰ ἐν αὐτῷ, λέγει τῷ ἀναχωρητῇ· Ἴδε τοῦτο τὸ μαλάκιον ὃ βλέπεις, μετ᾿ ἐμοῦ ἐξῆλθεν ἐκ τῆς πόλεως, ἔχον καὶ τὰ μικρὰ ταῦτα βρεκτὰ, καὶ οἰκονομίαν τοιαύτην εἰς ἐμὲ τὴν ταπεινὴν ἐποίησεν ὁ Θεὸς, ὅτι χρόνον τοσοῦτον ἐξ αὐτῶν ἐσθίω, καὶ οὐκ ἠλαττώθησαν. Καὶ τοῦτο δὲ γίνωσκε, Πάτερ, ὅτι οὕτως με ἡ αὐτοῦ ἀγαθότης ἐσκέπασεν, ὅτι τὰ ιζʹ ἔτη ταῦτα, οὐκ ἴδεν με ἄνθρωπος, εἰ μὴ σὺ μόνος σήμερον· ἐγὼ δὲ πάντας ἐθεώρουν.

And when the angel comes, say to him, 'As the people of Jerusalem, I want.'" 3049So after three weeks the angel came and said to the elder: "How is it, elder? Hast thou thought it over?" The elder said to him: "As the people of Jerusalem, I want." The angel said to him: "Good, good." And straightway he gave up his soul. All this happened so that the elder should not lose his toils and be condemned with heretics.

CHAPTER 179

We visited abba John the anchorite who was called Pyrrhus, and he told us: "I heard abba John the Moabite saying: 'There was a nun in the holy city, very devout, and advancing in the ways of God. So the devil, envying the virgin, cast into a certain young man a satanic passion for her. But that wonderful virgin, seeing [?] the demon's plotting and the young man's ruin, took a few soaked pulses in a little bag and went into the desert, procuring for the young man by her withdrawal his freedom from trouble and his salvation, and for herself the safety of the desert. After a long time, by God's dispensation, so that her virtuous way of life should not stay unknown, an anchorite saw her in the desert of the holy Jordan and said to her: "Amma, what art thou doing in this desert?" She, wishing to escape the anchorite's notice, said to him: "Forgive me, for I have lost my way; but do me a kindness, Father, for the Lord's sake, and show it to me." But he, knowing from God how things stood with her, said to her: "Believe me, amma, thou hast neither lost thy way, nor art thou looking for a way; but as one who knows that the lie is from the devil, tell me in truth the reason for which thou camest here." Then the virgin said to him: "Forgive me, abba: a young man was scandalized on my account, and for this I came into this desert, judging it better to die here than to become a stumbling-block to anyone, according to the Apostle's word." The elder said to her again: "And how long hast thou been here?" She said to him: "By the grace of Christ I have seventeen years." Again the anchorite said to her: "And where dost thou get thy food?" She brought out the little bag and the soaked pulses in it and said to the anchorite: "Look at this little bag that thou seest: it came out of the city with me, holding these few soaked pulses; and God has made such a dispensation for me, the lowly one, that for so long a time I have eaten of them, and they have not grown less. And know this too, Father: His goodness has so sheltered me that in these seventeen years no man has seen me, but thou alone today; but I saw everyone."

Καὶ ταῦτα μαθὼν ὁ ἀναχωρητὴς, ἐδόξασεν τὸν Θεόν.

3052Διηγήσατο ἡμῖν ὁ ὁσιώτατος Διονύσιος, ὁ πρεσβύτερος καὶ σκευοφύλαξ τῆς τῶν Ἀσκαλονιτῶν ἁγιωτάτης Ἐκκλησίας, περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ ἀναχωρητοῦ, λέγων, ὅτι Ὄντως μέγας ἐν τῇ παρούσῃ γενεᾷ κατὰ Θεὸν γέγονεν ἄνθρωπος· καὶ πρὸς σύστασιν τῆς αὐτοῦ πρὸς Θεὸν εὐαρεστήσεως, τοῦτο τὸ θαῦμα περὶ αὐτοῦ διηγεῖτο. Ἐν σπηλαίῳ, φησὶν, ὁ γέρων ἐκάθητο εἰς τὰ μέρη Σοχοῦς τοῦ κτήματος ἀπὸ μιλίων μικρῷ πρὸς Ἱεροσολύμων κʹ· εἰκόνα δὲ εἶχεν ὁ γέρων ἐν τῷ σπηλαίῳ αὐτοῦ τῆς παναγίας ἀχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἐν ἀγκάλαις φέρουσαν τὸν Θεὸν ἡμῶν. Καθότι οὖν ἐβούλετο ἀπελθεῖν εἰς τόπον τινὰ, ἢ εἰς ἐρήμους μακρὰς, ἢ εἰς Ἱεροσόλυμα, πρὸς τὸ προσκυνῆσαι τὸν ἅγιον σταυρὸν καὶ σεβαστοὺς τόπους, ἢ καὶ εἰς τὸ Σιναῖον ὄρος, πρὸς τὸ εὔχεσθαι, καὶ εἰς μάρτυρας ἀφεστῶτας Ἱεροσολύμων πολλοῖς καὶ μακροῖς διαστήμασιν (ἦν γὰρ φιλομάρτυς ὁ γέρων, καὶ νῦν μὲν ἀπίη πρὸς τὸν ἅγιον Ἰωάννην εἰς Ἔφεσον, νῦν δὲ εἰς τὸν ἅγιον Θεόδωρον εἰς Εὐχάϊταν al. Εὐχαΐτας., καὶ ἄρτι μὲν εἰς τὴν τῶν Ἰσαύρων εἰς τὴν ἁγίαν al. ὁσιομάρτυρα. Θέκλαν εἰς Σελεύκειαν, ἄρτι δὲ εἰς τὸν ἅγιον Σέργιον εἰς τὸ Σαφᾶς· καὶ ποτὲ μὲν εἰς τοῦτον, ποτὲ δὲ εἰς ἐκεῖνον τὸν ἅγιον ὤδευσεν), ἐσκεύαζεν τὴν κανδήλαν, καὶ ἧπτεν ὡς εἶχεν συνήθειαν, καὶ πρὸς ἱκεσίαν στὰς, καὶ τὴν πορείαν αὐτῷ κατευθυνθῆναι τὸν Θεὸν ἱκετεύσας, ἔλεγεν εἰς τὴν Δέσποιναν, εἰς τὴν εἰκόνα αὐτῆς προσέχων· Ἁγία Δέσποινα Θεοτόκε, ἐπειδὴ ὁδὸν μέλλω βαδίσαι μακρὰν, πολλῶν ἡμερῶν προθεσμίαν ἔχουσαν, τῆς κανδήλας σου φρόντισον, καὶ σβεννυμένην αὐτὴν κατὰ τὴν ἐμὴν πρόθεσιν φύλαξαι· ἐγὼ γὰρ τὴν σὴν βοήθειαν συνοδοιπόρον ἔχων ἀπέρχομαι. Καὶ ταῦτα πρὸς τὴν εἰκόνα φήσας, ἐξήρχετο. Καὶ τὴν προτεθεῖσαν πορείαν ποιήσας, ὑπἐστρεφεν, ποτὲ μὲν διὰ μηνὸς, ποτὲ δὲ διὰ δύων καὶ τριῶν, ἔστιν δὲ ὅτε καὶ διὰ πέντε καὶ ἕξ· καὶ οὕτως εὕρισκεν τὴν κανδήλαν ἐσκευασμένην τε καὶ ἁπτομένην, καθάπερ αὐτὴν πρὸς τὴν ὁδοιπορίαν ἐξερχόμενος εἴμσεν, καὶ οὐδέποτε αὐτὴν ἀφ᾿ ἑαυτῆς σβεσθεῖσαν ἑώρακεν, οὔτε ἐξ ὕπνου ἀνιστάμενος, οὔτε ἐξ ἀποδημίας ἐπαναστρέφων, οὔτε ἐξ ἐρήμου φοιτῶν εἰς τὸ σπήλαιον.

And when the anchorite learned these things, he glorified God.'"

3052CHAPTER 180

The most holy Dionysius, priest and sacristan of the most holy church of the Ascalonites, told us about abba John the anchorite: "Truly he was a great man in God's sight in the present generation." And in proof of how well he pleased God, he told this wonder about him. "The elder," he says, "lived in a cave in the region of Sochous, the estate, a little under twenty miles from Jerusalem; and the elder had in his cave an icon of our all-holy, spotless Lady, the Theotokos and Ever-virgin Mary, carrying our God in her arms. So whenever he wanted to go off to some place, either into the far deserts, or to Jerusalem to venerate the holy Cross and the venerable places, or even to Mount Sinai to pray, or to martyrs lying many long distances away from Jerusalem (for the elder was a lover of the martyrs, and now he would go off to Saint John at Ephesus, now to Saint Theodore at Euchaita, and again to Saint Thecla of the Isaurians at Seleucia, and again to Saint Sergius at Saraphas; and he travelled now to this saint, now to that), he would make the lamp ready and light it, as was his custom; and standing in supplication, and beseeching God to direct his journey for him, he would say to the Lady, fixing his gaze on her icon: 'Holy Lady Theotokos, since I am about to walk a long road that has a term of many days, take care of thy lamp, and keep it from going out, as I intend; for I go with thy help as my fellow traveller.' And having said these things to the icon, he would go out. And having made the journey he had set before himself, he would return, sometimes after a month, sometimes after two or three, and at times even after five or six; and so he would find the lamp made ready and burning, just as he had left it when he set out on his journey; and he never once saw it gone out of itself, neither on rising from sleep, nor on coming back from a journey, nor on returning from the desert to the cave."

CHAPTER 181

The same Dionysius the priest also told us this about him: "One day the elder was walking in the bounds of Sochous, the estate, where his cave also was; and as he walked he saw a great lion coming from the opposite way and drawing near.

Ἔλεγεν δὲ ἡμῖν καὶ τοῦτο περὶ τοῦ αὐτοῦ ὁ αὐτὸς Διονύσιος ὁ πρεσβύτερος, ὅτι Ἐν μιᾷ περιεπάτει ὁ γέρων ἐν τοῖς ὁρίοις Σοχοῦς τοῦ κτήματος· ἔνθα ἦν αὐτοῦ καὶ τὸ σπήλαιον· καὶ περιπατῶν μέγαν ἐθέασε λέοντα ἐξ ἐναντίας ἐρχόμενον, καὶ πλησίον γινόμενον. Περιεπάτει δὲ ἐν ὁδῷ πάνυστενῇ μεταξὺ δύο προκειμένῃ φραγμῶν, οἷς οἱ γεωργοὶ περιφράττειν 5 Εὐχαΐτας.ὁσιομάρτυα. 3053αὐτῶν τὰς ἀρούρας εἰώθασιν, τὰ τῶν ξύλων ἀκαν-θώδη θώδη φυτεύοντες· καὶ τοσαύτην ἡ ὁδὸς ἐκ τῶν ἀκάνθων εἶχεν στένωσιν, ὡς μόλις ἕνα τινὰ μηδὲν ἐπιφερόμενον ἐν αὐτῇ πεζεύοντα δέχεσθαι, καὶ ἀκωλύτως μὴ συγχωρεῖσθαι βαδίζειν τὸν ἐν αὐτῇ πορευόμενον. Ὡς δὲ ἀλλήλοις προσήγγισαν, ὅ τε γέρων καὶ ὁ λέων, οὔτε ὁ γέρων ὑπέστρεψεν εἰς τὸ δίοδον δοῦναι τῷ λέοντι, οὔτε διὰ τὸ πάνυ στενὸν τῆς ὁδοῦ ὁ λέων ὑποστρέφειν ἐδύνατο, οὔτε παρελθεῖν ἀμφοτέρους ἐνεδέχετο. Θεωρήσας οὖν ὁ λέων τοῦ Θεοῦ τὸν θεράποντα προβαίνειν βουλόμενον, καὶ μηδαμῶς ὑποστρέφειν θέλοντα, εἰς τοὺς ὄπισθεν πόδας στὰς, καὶ γενόμενος ὄρθιος ἐπὶ τῶν ἐξ ἀριστερῶν τοῦ γέροντος ἀνεκλίθη φραγμῶν, καὶ τῷ βάρει, καὶ τῇ δυνάμει τοῦ σώματος μικρὰν εὐρυχωρίαν ποιήσας ἀνεμπόδιστον τῷ δικαίῳ τὴν πορείαν παρέσχεν· καὶ οὕτω παρῆλθεν ὁ γέρων τὸ ὀπίσθιον προσψαύων τοῦ λέοντος· καὶ τότε μετὰ τὴν αὐτοῦ πάροδον ὁ λέων ἐξαναστὰς τοῦ φραγμοῦ, τὴν οἰκείαν ὁδὸν παρελήλυθεν. Τῷ ἀββᾷ Ἰωάννῃ παρέβαλεν ἀδελφὸς, καὶ οὐδὲν εὗρεν ἐν τῷ σπηλαίῳ αὐτοῦ. Καὶ λέγει αὐτῷ, Πῶς κάθῃ ὧδε, Πάτερ, μὴ ἔχων τὰς χρείας σου; Ἀπεκρίθη ὁ γέρων· Τὸ σπήλαιον τοῦτο, τέκνον, κήρωμά ἐστι· δὸς, λάβε.

Μοναστήριόν ἐστι πλησίον τῆς ἁγίας Βηθλεὲμ, τοῦ ἁγίου Σεργίου, ὡς ἀπὸ σημείων δύο, τὸ ἐπονομάζομενον Ξηροπόταμος. Ἐν τούτῳ ἡγούμενος ἦν εὐλαβὴς πάνυ ὁ ἀββᾶς Εὐγένιος ὀνόματι, ὕστερον δὲ γέγονεν ἐπίσκοπος Ἑρμοπόλεως τῆς κατ᾿ Αἴγυπτον· ἥτις διάκειταιἐν μεθορίοις τῆς πρώτης Θηβαΐδος. Οὗτος διηγήσατο ἡμῖν παραβαλοῦσιν ἐν τῷ μοναστηρίῳ περὶ τοῦ ἀββᾶ Ἀλεξάνδρου τοῦ Κίλικος, ὅτι μετὰ τὸ καταγηρᾶσαι αὐτὸν ἐν τοῖς σπηλαίοις τοῦ ἁγίου Ἰορδάνου, ἔλαβεν αὐτὸν ἐν τῷ μοναστηρίῳ ἑαυτοῦ· καὶ περὶ τὰ τελευταῖα αὐτοῦ, κλινήρης γέγονεν ἐπὶ μῆνας τρεῖς. Καὶ πρὸ δέκα ἡμερῶν τοῦ πρὸς Κύριον ἐκδημῆσαι αὐτὸν, ἐδαιμονίσθη ἐκ φθόνου διαβολικοῦ. Ἤρξατο οὖν ὁ γέρων πρὸς τὸν δαίμονα λέγειν· Πρὸς ἑσπέραν ἦλθες, ἄθλιε. Τοῦτο μέγα οὐκ ἔστιν· ὅτι ἐν κλίνῃ λέλυμαι, καὶ ἀκίνητος ὑπάρχω. Ἔδειξας πάνυ, ἄθλιε, τὴν ἀσθένειάν σου, καὶ μὴ θέλων. Εἰ γὰρ ἧς δυνατὸς καὶ ἴσχυες, ὤφειλες ἐλθεῖν πρὸ ἄλλων πεντήκοντα ἢ ἑξήκοντα ἐτῶν ἐγγύς μου, ἵνα διὰ τοῦ ἐνδυναμοῦντός με Χριστοῦ, ἔδειξά σοι τὴν ἀσθένειάν σου, καὶ κατέβαλόν σου τὸ φρύαγμα, καὶ συνέτριψά σου τὸν ἀκαμπῆ αὐχένα. Νῦν δὲ οὐκ ἐμή ἐστιν ἀσθένεια, ἀλλ᾿ ἡ καταπονοῦσά με. Πλὴν εὐχαριστῶ τῷ Θεῷ, πρὸς ὃν ἀπερχόμενος ἐνδείξομαι τὴν ἀδικίαν ἣν ὑπέστην ὑπὸ σοῦ, ὅτι μετὰ τὴν ἐν τῇ ἀσκήσει τῶν τοσούτων ἐτῶν κακοπάθειαν, περὶ τὴν ἔξοδον ἐπέβης μοι ἀνελεημόνως. Ταῦτα καθ᾿ ἑκάστην ἡμέραν μετὰ καὶ ἄλλων πλειόνων λέγων, τῇ δεκάτῃ ἡμέρᾳ μετὰ πάσης ἡσυχίας τῷ Δεσπότῃ Χριστῷ παρέδωκεν τὸ πνεῦμα αὐτοῦ ἐν εἰρήνῃ.

He was walking along a very narrow path lying between two hedges, with which the farmers are used to fence 3053their fields, planting thorny shrubs; and the path was so narrowed by the thorns that it would barely take one man going on foot and carrying nothing, and would not let the one going along it walk without hindrance. When they drew near each other, the elder and the lion, neither did the elder turn back to give the lion passage, nor could the lion turn back, because the path was so very narrow, nor was there room for both to pass. So the lion, seeing that the servant of God wanted to go forward and would by no means turn back, stood up on its hind feet, and rising upright, leaned back against the hedge on the elder's left; and with the weight and strength of its body it made a little room, and gave the just man unhindered passage; and so the elder passed, brushing against the lion's back. And then, after he had passed, the lion got up from the hedge and went on its own way."

A brother visited abba John and found nothing in his cave. And he said to him: "How dost thou live here, Father, not having thy needs?" The elder answered: "This cave, child, is a wrestling-ground: give, take."

CHAPTER 182

There is a monastery near holy Bethlehem, Saint Sergius's, about two miles off, called Xeropotamus. Its superior was a very devout man named abba Eugenius, who later became bishop of Hermopolis in Egypt, which lies on the borders of the First Thebaid. He told us, when we visited him at the monastery, about abba Alexander the Cilician: that after he had grown old in the caves of the holy Jordan, he took him into his own monastery; and towards his end he became bedridden for three months. And ten days before he departed to the Lord, he was possessed by a demon, out of the devil's envy. So the elder began to say to the demon: "Thou hast come at evening, wretch. This is nothing great, when I lie loosed upon a bed and cannot move. Thou hast fully shown thy weakness, wretch, even against thy will. For if thou wast mighty and strong, thou oughtest to have come near me fifty or sixty years ago, so that, through Christ who strengthens me, I would have shown thee thy weakness, and cast down thy insolence, and crushed thy unbending neck. But now it is not my weakness, but that which wears me down. Yet I give thanks to God, to whom I am departing, and before whom I shall show the wrong I have suffered from thee: that after the hardship of so many years of ascesis, at my departure thou didst set upon me without mercy." Saying these things every day, together with many others, on the tenth day, in all stillness, he gave up his spirit to Christ the Master in peace.

Ἔλεγεν ὁ ἀββᾶς Θεόδωρος ὁ Κίλιξ, ὅτι Καθημένου 3056μου ἐν τῇ Σκήτει, ἦν ἐκεῖ τις γέρων ὀνόματιΔαβίδ. Ἐν μιᾷ οὖν ἀπῆλθεν θερίσαι μετὰ καὶ ἄλλων μοναχῶν. Τοῦτο δὲ ἔθος ἐστὶ ἐπὶ τοῖς Σκητιώταις ἀπέρχεσθαι εἰς τὰ κτήματα, καὶ θερίζειν. Ἀνῆλθεν οὖν ὁ γέρων εἰς κτῆμα, καὶ ἡμερομίσθει. Εἷς δὲ γεωργὸς ἐμισθώσατο αὐτόν. Ὡς οὖν ἐθέριζεν ὁ γέρων, γέγονεν ἐν μιᾷ ἡμέρᾳ περὶ ὥραν ἕκτην καύσων πολὺς, καὶ ἀπῆλθεν ὁ γέρων εἰς μίαν καλύβην, καὶ ἐκάθισεν. Ἐλθὼν δὲ ὁ γεωργὸς, καὶ ἰδὼν αὐτὸν καθήμενον, λέγει αὐτῷ μετ᾿ ὀργῆς· Διότι οὐ θερίζεις, γέρων; Οὐκ οἶδας, ὅτι μισθόν σοι παρέχω; Λέγει αὐτῷ, Ναὶ, ἀλλ᾿ ἐπειδὴ καύσων ἐστὶν πάνυ, καὶ οἱ κόκκοι τοῦ σίτου ἐκ τῶν σταχύων ἐκπίπτουσι, διὰ τοῦτο μικρὸν ἀναμένω, ἵνα παρέλθῃ ὁ καύσων, καὶ μὴ ζημιοῦσαι. Λέγει αὐτῷ ὁ γεωργός· Ἐγείρου, κάμνε, κἂν καῇ ὅλα. Λέγει αὐτῷ ὁ γέρων· Καὶ θέλεις ἵνα καῇ; Λέγει αὐτῷ ὁ γεωργὸς μετὰ θυμοῦ· Ναὶ, εἶπόν σοι. Τότε ἀνέστη ὁ γέρων, καὶ ἰδοὺ ἄφνω ἤρξατο καίεσθαι ὁ ἀγρός. Τότε φοβηθεὶς ὁ γεωργὸς, ἦλθεν εἰς τὸ ἄλλο μέρος, ὅπου οἱ ἄλλοι γέροντες ἐθέριζον, καὶ παρεκάλεσεν αὐτούς, ἵνα ἐλθόντες παρακαλέσωσι τὸν γέροντα, ἵνα εὔξηται καὶ καταπαύσῃ τὸ πῦρ. Ἐλθόντων δὲ αὐτῶν ἔβαλον μετάνοιαν τῷ γέροντι. Ὁ δὲ εἶπεν, Αὐτὸς εἶπεν καῆναι. Ὅμως δὲ παρακληθεὶς ὁ γέρων ὑπ᾿ αὐτῶν, ἀπῆλθεν, καὶ στὰς μεταξὺ τῶν ἤδη καυθέντων, καὶ τῶν μὴ καυθέντων, ηὔξατο, καὶ παραχρῆμα ἐσβέσθη τὸ πῦρ τῆς ἀρούρας, καὶ ἐσώθη τὸ λοιπὸν, καὶ ἐθαύμασαν οἱ πάντες, καὶ ἐδόξασαν τὸν Θεόν.

Ὄντες ἡμεῖς ἐν Ἀλεξανδρείᾳ ἐν τῷ Ἐννάτῳ παρεβάλομεν εἰς τὸ μοναστήριον τοῦ ἀββᾶ Ἰωάννου, τοῦ Εὐνούχου, ὠφελείας χάριν· εὕρομεν δὲ ἄνδρα γεγηρακότα, ποιήσαντα εἰς τὸ μοναστήριον περὶ τὰ ὀγδοήκοντα ἔτη, ἐλεήμονα, οἷον ἄλλον οὐχ ἑωράκαμεν οὐ μόνον πρὸς ἀνθρώπους, ἀλλὰ καὶ πρὸς τὰ ἄλογα ζῷα. Τί γὰρ ἐποίει ὁ γέρων ἄλλο ἔργον οὐκ εἶχεν ἀλλ᾿ ἢ τοῦτο· Ἐγειρόμενος ἀπὸ πρωῒ, παρέβαλλεν τοῖς κυναρίοις ὅλοις τοῖς οὖσιν ἐν τῇ λαύρᾳ, ὁμοίως μὲν ἔβαλλεν σεμίδαλιν τοῖς μικροῖς μυρμηκίοις, σῖτον δὲ τοῖς μεγάλοις, ἔβρεχεν δὲ καὶ παξαμάδας, καὶ εἰς τὰ δώματα ἔῤῥιπτε, ἵνα τὰ πετεινὰ φάγωσιν· οὕτως διάγων οὐκ εἴασεν ἐν τῷ μοναστηρίῳ αὐτοῦ, οὐ θύραν, οὐ θυρίδα, οὐ σπετλὸν, οὐ κανδήλαν, οὐ πίνακα, καὶ ἵνα μὴ ὅλα λέγων μῆκος ἐμποιῶ τῷ διηγήματι, οὐκ εἴασεν ὅλως τῶν ἐπιγείων οὐδὲν, οὐκ ἐκράτησέν ποτε ἕως μιᾶς ὥρας, οὐ λογάρην, οὐ χρῆμα, οὐχ ἱμάτιον, ἀλλὰ πάντα παρεῖχεν τοῖς δεομένοις, πᾶσαν φροντίδα τῶν μελλόντων ποιούμενος. Διηγοῦντο καὶ τοῦτο περὶ αὐτοῦ, τὸ ἐλεῆμον καὶ φιλοσυμπαθὲς παραστῆναι βουλόμενοι, ὅτι Ἐν μιᾷ ἦλθέν τις γεωργὸς πρὸς αὐτὸν, αἰτῶν ἓν νόμισμα ἐκ χρυσοῦ δοῦναι αὐτόν. Ἐπειδὴ δὲ ὁ γέρων οὐκ εἶχεν (οὐ γὰρ ἐκράτει ποτὲ χρυσίον), ἔπεμψεν αὐτὸν, καὶ ἐδανείσατο ἀπὸ μοναστηρίου, καὶ δέδωκεν τῷ ἀνθρώπῳ εἰρηκότι αὐτῷ, ὅτι Μετὰ ἕνα μῆνα παρέχω σοι αὐτό.

CHAPTER 183

Abba Theodore the Cilician used to say: When I was living 3056in Scetis, there was an elder there named David. One day he went off to reap with other monks too. For it is the custom among the Scetiotes to go off to the estates and reap. So the elder went up to an estate and worked for a day's wage. A farmer hired him. As the elder was reaping, one day about the sixth hour there was a great heat, and the elder went off into a hut and sat down. The farmer came, and seeing him sitting, said to him angrily: "Why art thou not reaping, elder? Dost thou not know that I am paying thee a wage?" He said to him: "Yes; but since it is very hot, and the grains of wheat are falling out of the ears, I am waiting a little for the heat to pass, so that thou mayest not suffer loss." The farmer said to him: "Get up, work, even if it all burns." The elder said to him: "And dost thou want it to burn?" The farmer said to him in anger: "Yes, I told thee." Then the elder got up, and behold, suddenly the field began to burn. Then the farmer was afraid, and came to the other part where the other elders were reaping, and besought them to come and beseech the elder to pray and put out the fire. When they came, they made a prostration to the elder. But he said: "He himself said it should burn." Yet, besought by them, the elder went, and standing between what was already burnt and what was not burnt, he prayed; and at once the fire in the field was quenched, and the rest was saved; and they all marvelled and glorified God.

CHAPTER 184

While we were at Alexandria, at the Ennaton, we visited the monastery of abba John the Eunuch, for profit's sake. And we found a man grown old, who had spent some eighty years in the monastery, and merciful as we have never seen another, not only toward men but toward the dumb animals as well. For what did the elder do? He had no other work but this. Rising early in the morning, he would put out food for all the little dogs there were in the laura; likewise he would put out fine flour for the little ants, and grain for the big ones; and he would soak rusks too and throw them up on the roofs, so that the birds might eat. Living so, he left nothing in his monastery: no door, no window, no spetlon, no lamp, no plate; and, not to lengthen the story by telling it all, he left nothing at all of earthly things. He never kept, even for one hour, any cash, any money, any garment, but he gave everything to those in need, taking every care for the things to come.

They told this too about him, wishing to show how merciful he was and how full of fellow-feeling: One day a farmer came to him, asking him to give him one gold piece in gold. Since the elder did not have it (for he never kept gold), he sent and borrowed it from the monastery, and gave it to the man, who had told him, "After one month I will give it back to thee."

Ὡς δὲ παρῆλθον ἔτη δύο, καὶ οὐ δέδωκεν αὐτὸ 3057(οὐδὲ γὰρ ἔσχεν ὁ γεωργὸς), μετακαλεῖται αὐτὸν ὁ ἀββᾶς Ἰωάννης, καὶ λέγει αὐτῷ· Δός μοι τὸ νόμισμα, ἀδελφέ. Ὁ δὲ εἶπεν, Γινώσκει ὁ Θεὸς, ὅτι οὐκ ἔχω. Τότε λέγει αὐτῷ ὁ γέρων· Εὗρόν σοι πόρον, δι᾿ οὗ ὠφέλησας ἀποδοῦναί μοι αὐτό. Ὁ δὲ εἶπεν τῷ γέροντι, Εἴ τι κελεύεις, εἰπέ μοι, καὶ ποιῶ· νομίσας ὁ ἄνθρωπος, ὅτι ἔργον αὐτῷ θέλει ἐπιτάξαι. Τότε λέγει ὁ ἀββᾶς Ἰωάννης· Ὅταν εὐκαιρῇς, καὶ οὐκ ἔχῃς τι ἐργάσασθαι, ἔρχου καὶ βάλε τριάκοντα μετανοίας, καὶ τάξω σοι ἓν κεράτιον, καὶ παρεῖχεν αὐτῷ φαγεῖν καὶ πιεῖν· καὶ συνθέμενος τοῦτο ποιεῖν τῷ ἀνθρώπῳ καθ᾿ ὅτι ηὐκαίρει, ἤρχετο, καὶ βάλλοντι αὐτῷ τὰς μετανοίας, ἐχάρισεν αὐτῷ ὁ γέρων μίαν χάριν, τοῦτό ἐστιν ἓν κεράτιον· καὶ παρεῖχεν αὐτῷ φα γεῖν, καὶ πιεῖν· καὶ ἐδίδου αὐτῷ παξαμάδας εἰς λόγον τοῦ οἴκου αὐτοῦ πέντε. Ὅταν οὖν ἐπλήρωσεν τὰ κδʹ κεράτια, ὅ ἐστιν νόμισμα, ἔλαβεν ἀπ᾿ αὐτοῦ τὸ συντόμιον ὁ γέρων, καὶ ἀπέλυσεν αὐτὸν, δεδωκὼς αὐτῷ καὶ εὐλογίας. Ὁ αὐτὸς ἀββᾶς Ἰωάννης Εὐνοῦχος διηγήσατο ἡμῖν, λέγων, ὅτι Ἀνῆλθον ἐν Θηβαΐδι ἐν τῷ κοινοβίῳ τοῦ ἀββᾶ Ἀπολλὼ, καὶ εἶδον ἐκεῖ ἀδελφὸν νεώτερον ἔχοντα πατέρα κατὰ σάρκα, καὶ αὐτὸν μοναχόν. Συνετάξατο οὖν, ὁ νεώτερος μὴ πιεῖν μήτε ὕδωρ, μήτε εὐκρὰς, μήτε ὕδωρ [ὑγρὸν] ἕως τῆς ζωῆς αὐτοῦ· ἤσθιεν γὰρ σερῆς καὶ τρόζημα καί τινα λάχανα τὰ δυνάμενα παραμυθήσασθαι αὐτῷ ἐκ τῆς δίψης. Εἶχεν δὲ διακονίαν τὸ βάλλειν εἰς τὸν φοῦρνον τοὺς ἄρτους. Ὡς οὖν ἐποίησεν χρόνους τρεῖς, ἠσθένησεν. Ἐν οἷς καὶ πρὸς Κύριον ἀπελήλυθεν. Ἐπειδὴ οὖν ἐκ τοῦ πυρετοῦ ἐφλέγετο, καὶ ἐκ τῆς ἀμέτρου δίψης, παρεκαλεῖτο ὑπὸ πάντων, ἵνα μικρὸν εὔκρατος μεταλάβῃ, καὶ οὐδὲ ὅλως ἠνέσχετο ὁ ἀδελφός. Ὁ ἀββᾶς οὖν τοῦ κοινοβίου μετεκαλέσατο ἰατρὸν, ἵνα τί δύνατόν ἐστιν παραμυθήσηται αὐτὸν τὸν κάμνοντα. Ἐλθὼν οὖν ἰατρὸς, καὶ θεασάμενος τὸν ἀδελφὸν ἐν τοιαύτῃ ἀνάγκῃ, καὶ πολλὰ παρακαλέσας αὐτὸν, εἰς τὸ μικρὸν μεταλαβεῖν εὐκράτου, καὶ μὴ ποιῆσαι αὐτὸν, λέγει τῷ ἀββᾷ· Φέρετέ μοι ὧδε σκάφην μεγάλην, καὶ βαλὼν εἰς αὐτὴν τέσσαρα κιλίκια χλιαροῦ ὕδατος ἐποίησεν βληθῆναι, ἕως τῶν μηρῶν αὐτοῦ ἐπὶ μίαν ὥραν· καὶ διεβεβαιοῦτο ἡμῖν ὁ θεῖος γέρων (ἐκεῖ γὰρ εὑρέθη, φησὶν, ὅτε ἀνήγαγον αὐτὸν ἐκ τοῦ ὕδατος), ὅτι μετρήσας τὸ ὕδωρ ὁ ἰατρὸς παρ᾿ ἓν κιλίκιον εὗρον τὸ ὕδωρ. Ἰδοὺ περὶ ἃ οἱ ἀσκηταὶ ἐπέμενον, ἐγκρατευόμενοι ἄσκησιν, βιαζόμενοι διὰ τὸν Θεὸν ἑαυτοὺς, ἵνα τῶν αἰωνίων ἐπιτύχωσιν ἀγαθῶν. Ὁ αὐτὸς ἡμῖν πάλιν διηγήσατο, ὅτι Ἐν αὐτῷ τῷ κοινοβίῳ εἰσῆλθον εἰς κελλίον ἑνὸς γέροντος, καὶ ἐθεασάμην ὅτι ὅπου ἔβαλλεν μετανοίας, πλὰξ ἦν, καὶ ἐπάνω αὐτῆς ἔβαλλεν, καὶ ὅπου τὰ γόνατα καὶ τὰς χεῖρας ἔπηξεν, πλέον τεσσάρων δακτύλων βάθος ἐκοίλανεν τὴν πλάκα. Τοσαύτας ἔβαλλεν μετανοίας.

When two years had gone by and he had not given it back 3057(for the farmer did not have it), abba John calls him and says to him, "Give me the gold piece, brother." And he said, "God knows that I have not got it." Then the elder says to him, "I have found thee a way by which thou canst [?] give it back to me." And he said to the elder, "Whatever thou biddest, tell me, and I will do it": the man thought he wanted to set him some work. Then abba John says, "When thou hast time and hast nothing to work at, come and make thirty prostrations, and I will reckon thee one keration"; and he would give him food and drink [?]. And having agreed with the man to do this, the man would come whenever he had time; and as he made the prostrations, the elder made him a gift of one favour, that is, one keration; and he would give him food and drink; and he gave him rusks too, five, for the needs of his household. So when he had filled up the twenty-four kerations, which is one gold piece, the elder took his bond from him and let him go, having given him blessings as well.

The same abba John the Eunuch told us: "I went up into the Thebaid, to the coenobium of abba Apollo, and I saw there a young brother who had a father according to the flesh, he too a monk. So the young one resolved to drink neither water, nor warm wine, nor water [any liquid] as long as he lived; for he ate endives [?] and raw greens and some vegetables that could relieve him of his thirst. He had as his service putting the loaves into the oven. When he had done three years, he fell sick, and in that sickness he also departed to the Lord. Now since he was burning with the fever and with his measureless thirst, he was urged by everyone to take a little warm wine, and the brother would not bear it at all. So the abba of the coenobium called a physician, so that, if anything could be done, he might give the sufferer relief. So the physician came; and seeing the brother in such distress, and having urged him much to take a little warm wine, and he would not do it, he says to the abba, 'Bring me here a big tub.' And having put four jars of lukewarm water into it, he had him put in, up to his thighs, for one hour."

And the godly elder assured us (for he was there, he says, when they brought him up out of the water) that the physician measured the water and found it short by one jar. See what the ascetics persevered in [?], keeping self-control in their discipline, doing violence to themselves for God's sake, so that they might attain the eternal good things.

The same told us again: "In that same coenobium I went into the cell of an elder, and I saw that where he used to make his prostrations there was a stone slab, and he made them on it; and where he set his knees and his hands, he had hollowed the slab more than four fingers deep. So many prostrations did he make."

Ἐν Σάμῳ τῇ νήσῳ διηγήσατο ἡμῖν ὁ θεοφιλὴς καὶ φιλόπτωχος Μαρία ἡ μήτηρ τοῦ κυροῦ Παύλου 3060τοῦ κανδιδάτου λέγουσα, ὅτι Ἦν γυνὴ ἐν τῇ πόλει Νισίβει, Χριστιανή· καὶ ὁ ἀνὴρ αὐτῆς Ἕλλην. Εἶχον δὲ νʹ μιλιαρίσια. Ἐν μιᾷ οὖν λέγει ἀνὴρ τῇ γυναικὶ αὐτοῦ, ὅτι Δανείσωμεν τὰ μιλιαρίσια ταῦτα, ἵνα μικρὰν ἔχωμεν ἐξ αὐτῶν παραμυθίαν· ἐπεὶ ἓν καὶ ἓν ἀναλίσκοντες, ὅλα ἔχομεν δαπανῆσαι. Ἀπεκρίθη ἡ γυνὴ, καὶ λέγει αὐτῷ, Ἐὰν κελεύοις δανεῖσαι αὐτὰ, δεῦρο, δάνεισον αὐτὰ τῷ Θεῷ τῶν Χριστιανῶν. Λέγει αὐτῇ ὁ ἀνήρ· Καὶ ποῦ ἐστιν ὁ Θεὸς τῶν Χριστιανῶν, ἵνα δανείσωμεν αὐτῷ; Λέγει αὐτῷ ἐκείνη· Ἐγώ σοι αὐτὸν ὑποδείξω· οὐ μόνον οὐκ ἀπόλλοις αὐτὰ, ἀλλὰ καὶ τόκους σοι παρέχει, καὶ τὰ κεφάλαια διπλασιάζει. Ὁ δὲ λέγει αὐτῇ, Ἄγωμεν, δεῖξόν μοι αὐτὸν, καὶ δανείσωμεν αὐτῷ. Ἡ δὲ λαβοῦσα τὸν ἄνδρα αὐτῆς, ἀποφέρει αὐτὸν ἐν τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ.Ἔχει δὲ ἡ ἐκκλησίατῆς Νισίβεως πέντε πυλεῶνας μεγάλους. Ὡς οὖν εἰσήνεγκεν αὐτὸν εἰς τὸν πόρτικα τῆς ἐκκλησίας, ἔνθα οἱ μεγάλοι πυλεῶνες εἰσιν, ἔδειξεν αὐτῷ τοὺς πτωχοὺς, εἰποῦσα· Τούτοις ἐὰν παράσχης, ὁ Θεὸς τῶν Χριστιανῶν ταῦτα λαμβάνει. Οὗτοι γὰρ πάντες αὐτοῦ εἰσιν. Ὁ δὲ εὐθὺς μετὰ χαρᾶς παρέχει τὰ νʹ μιλιαρίσια τοῖς πτωχοῖς καὶ ἀπῆλθεν ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ μετὰ τρεῖς μῆνας στενωθέντων αὐτῶν εἰς δαπάνησιν, λέγει ὁ ἀνὴρ τῇ γυναικί· Ἀδελφὴ, οὐκ ὀφείλει παρασχεῖν ἡμῖν ὁ Θεὸς τῶν Χριστιανῶν τί ποτε ἐκ τοῦ χρέους ἐκείνου, ὅτι στενούμεθα. Καὶ ἀποκριθεῖσα ἡ γυνὴ, λέγει αὐτῷ· Ναὶ, ὕπαγε ὅπου δέδωκας, καὶ παράσχῃ σοι μετὰ πάσης προθυμίας. Ὁ δὲ δρομαῖος ἀπῆλθεν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ. Καὶ γενόμενος ἐν τῷ τόπῳ, ἐν ᾧ τὰ μιλιαρίσια ἔδωκεν τοῖς πτωχοῖς, καὶ γυρεύσας ὅλην τὴν ἐκκλησίαν, ὡς ἐνόμιζεν ἰδεῖν τινα τὸν παρασχεῖν αὐτῷ τι ὀφείλοντα, εἰ μὴ μόνον τοὺς πτωχοὺς καθεζομένους πάλιν· καὶ ὡς διελογίζετο ἐν ἑαυτῷ τίνι εἴποι ἢ τίνα ἀπαιτήσοι, θεωρεῖ ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ ἐν τῷ μαρμάρῳ ἓν μιλιαρίσιον μέγα κείμενον ἐξ ἐκείνων ὧν καὶ ῥογεύσας ὑπῆρχεν συναδελφοῖς, καὶ κλίνας, καὶ λαβὼν αὐτὸ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ· καὶ λέγει τῇ συμβίῳ αὐτοῦ· Ἰδοὺ, ἀπῆλθον εἰς τὴν ἐκκλησίαν ὑμῶν, καὶ πίστευέ μοι, γύναι, οὐκ εἶδον, ὡς εἶπας, τὸν Θεὸν τῶν Χριστιανῶν, καὶ οὐδέν μοι δέδωκεν, πλὴν ὅτι τοῦτο εὗρον τὸ μιλιαρίσιον ἐκεῖ κείμενον ὅπου κἀγὼ δέδωκα νʹ μιλιαρίσια. Τότελέγει αὐτῷ ἡ θαυμασία γυνή· Αὐτός ἐστιν ὁ ἀφανῶς σοι τοῦτο παρασχών. Ἀόρατος γάρ ἐστιν, καὶ ἀοράτῳ δυνάμει καὶ χειρὶ τὸν κόσμον διοικεῖ. Ἀλλ᾿ ὕπαγε, κύριέ μου, ἀγόρασαι ἡμῖν τί ποτε, ἵνα φάγωμεν τὴν σήμερον, καὶ πάλιν αὐτός σοι χορηγεῖ. Ὁ δὲ ἀπελθὼν ἠγόρασεν αὐτοῖς ἄρτον, καὶ οἶνον, καὶ ὀψάριον· καὶ ἐλθὼν δίδωσιν τῇ γυναικί. Ἡ δὲ λαβοῦσα τὸ ὀψάριον, ἤρξατο αὐτὸ καθαίρειν, καὶ ἀναῤῥήξασα αὐτὸ εὑρίσκει εἰς τὰ ἔγκατα αὐτοῦ λίθον πάνυ θαυμαστὸν, ὥστε τὴν γυναῖκα θαυμάσαι εἰς αὐτόν. Οὐ μέντοι ᾔδει τί ἐστιν, πλὴν ὅμως ἐφύλαξεν αὐτόν. Ἐλθόντος δὲ τοῦ ἀνδρὸς αὐτῆς, καὶ ἐσθιόντων αὐτῶν, ἔδειξεν αὐτῷ τὸν λίθον ὃν εὗρεν, λέγουσα· Ἰδοὺ, τοῦτον τὸν λίθον εὗρον ἐν τῷ ὀψαρίῳ.

CHAPTER 185

On the island of Samos the God-loving Maria, a lover of the poor, the mother of the lord Paul 3060the candidatus, told us: "There was a woman in the city of Nisibis, a Christian, and her husband a pagan. They had fifty miliaresia. So one day the husband says to his wife, 'Let us lend these miliaresia out, so that we may have a little comfort from them; for spending them one by one, we are bound to use them all up.' The woman answered and says to him, 'If thou wouldst lend them, come, lend them to the God of the Christians.' The husband says to her, 'And where is the God of the Christians, that we may lend to him?' She says to him, 'I will show him to thee. Not only wilt thou not lose them, but he gives thee interest besides, and doubles the principal.' And he says to her, 'Let us go: show him to me, and let us lend to him.' And she took her husband and brought him to the most holy church. Now the church of Nisibis has five great gateways. So when she had brought him into the portico of the church, where the great gateways are, she showed him the poor, saying, 'If thou give to these, the God of the Christians receives it. For these are all his.' And he at once, with joy, gives the fifty miliaresia to the poor, and went off to his house.

"And after three months, when they were pinched for what to spend, the husband says to his wife, 'Sister, ought not the God of the Christians to give us something out of that debt? For we are in want.' And the woman answered and says to him, 'Yes: go where thou gavest it, and he will give to thee with all readiness.' And he went off at a run to the holy church. And coming to the place where he had given the miliaresia to the poor, and going round the whole church, as he thought he would see someone whose part it was to give him something, there were only the poor, sitting there again [?]; and as he was turning over in himself whom he should speak to, or whom he should ask, he sees before his feet, on the marble, one large miliaresion lying, of those which he had given out to the brethren [?]; and he stooped and took it and went off to his house. And he says to his wife, 'Look, I went to your church, and believe me, wife, I did not see the God of the Christians, as thou saidst, and nothing was given me, except that I found this miliaresion lying there, where I too had given the fifty miliaresia.' Then the wonderful woman says to him, 'It is he who gave thee this unseen. For he is invisible, and by invisible power and hand he governs the world. But go, my lord, buy us something, so that we may eat today, and he will supply thee again.' He went off and bought them bread and wine and fish, and came and gives them to the woman. And she took the fish and began to clean it, and slitting it open she finds in its entrails a stone, most wonderful, so that the woman marvelled at it. She did not, however, know what it was, but all the same she kept it. When her husband came, and they were eating, she showed him the stone she had found, saying, 'Look, I found this stone in the fish.'

Ὁ δὲ ἰδὼν, ἐθαύμασεν μὲν καὶ αὐτὸς αὐτοῦ τὸ κάλλος, ἠγνόει δὲ αὐτοῦ τὴν φύσιν. 3061Καὶ μετὰ τὸ φαγεῖν αὐτοὺς, λέγει αὐτῇ· Δός μοι αὐτὸν, καὶ ὑπάγων πωλῶ αὐτὸν, ἐὰν ἆρα καὶ εὕρω λαβεῖν εἰς αὐτὸν τί ποτε. Οὐδὲ γὰρ αὐτὸς, ὡς ἔφην, ᾔδει τί ἐστιν, ἰδιώτης ὤν. Λαβὼν οὖν τὸν λίθον ἀπέρχεται εἰς τὸν τραπεζίτην. Αὐτὸς δὲ ἦν καὶ ἀργυροπράτης. Ἦν δὲ ὁ καιρὸς τοῦ στεῖλαι αὐτόν· (λοιπὸν γὰρ ἑσπέρα ἦν), καὶ λέγει τῷ ἀργυροπράτῃ, Θέλεις ἀγοράσαι τὸ λιθάριον τοῦτο; Ὁ δὲ ἀργυροπράτης ἰδὼν αὐτὸν, λέγει· Καὶ τί θέλεις λαβεῖν εἰς αὐτό; Λέγει αὐτῷ ὁ πωλῶν· Δὸς εἴ τι θέλεις. Λέγει αὐτῷ ἐκεῖνος· Λάβε πέντε μιλιαρίσια. Ὁ δὲ πωλῶν νομίσας αὐτὸν καταπαίζειν, λέγει αὐτῷ· Καὶ παρέχεις αὐτὰ εἰς τοῦτο; Νομίσας δὲ ἀργυροπράτης, ὅτι κατ᾿ εἰρωνείαν αὐτῷ οὕτως ἀπεκρίθη, λέγει αὐτῷ, Καὶ λάβε δέκα μιλιαρίσια. Ὁ δὲ πωλῶν νομίσας πάλιν χλευάζειν, ἐσιώπα. Λέγει αὐτῷ ὁ ἀργυροπράτης· Λάβε σοι κʹ μιλιαρίσια εἰς αὐτόν. Ὁ δὲ ἐσιώπα, μηδὲν ἀποκρινόμενος. Ὡς δὲ εἰς λʹ καὶ μετὰ τοῦτο μέχρι νʹ μιλιαρισίων ἀνῆλθεν ὁ ἀργυροπράτης, ἐξομνύμενος ταῦτα παρασχεῖν ἐν ἀληθείᾳ, τότε ἀπιδὼν εἰς ἑαυτὸν, καὶ εἰς ἔννοιαν λαβὼν, ὅτι εἰ μὴ ἦν τοῦτο πολύτιμον, μιλιαρίσια νʹ οὐ παρεῖχεν εἰς αὐτό· κατ᾿ ὀλίγον δὲ ὁ ἀργυροπράτης ἀναβιβάζων, παρέχει αὐτῷ ἕως τριακοσίων μιλιαρισίων μεγάλων. Καὶ ταῦτα λαβὼν, καὶ τὸν λίθον δεδωκὼς, ἔρχεται πρὸς τὴν γυναῖκα αὐτοῦ χαίρων. Ἡ δὲ ἰδοῦσα αὐτὸν λέγει αὐτῷ· Πόσου αὐτὸ πέπρακας; νομίζουσα ἢ εʹ ἢ ιʹ φόλεων αὐτὸ πεπρακέναι. Ὁ δὲ ἐξενέγκας τὰ τριακόσια μιλιαρίσια, ἔδωκεν αὐτῇ, εἰπὼν τοσούτου πεπρακέναι αὐτό. Ἡ δὲ τοῦ Θεοῦ τοῦ φιλανθρώπου θαυμάσασα ἀγαθότητα λέγει πρὸς αὐτόν· Ἰδοὺ, ἄνερ, ὁ Θεὸς τῶν Χριστιανῶν, ποῖός ἐστιν ἀγαθὸς, καὶ εὐγνώμων, καὶ πλούσιος· ὁρᾷς πῶς οὐ μόνον τὰ νʹ μιλιαρίσια, ἀλλὰ καὶ τὸν τόκον αὐτῶν σοι παρέσχεν δανείσαντι αὐτῷ, ἀλλ᾿ εἰς ὀλίγας ἡμέρας ταῦτα ἐξαπλάσας δέδωκεν. Γίνωσκε οὖν ὅτι οὐκ ἔστιν Θεὸς ἕτερος, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ἐν τῷ οὐρανῷ, εἰ μὴ αὐτὸς μόνος· καὶ πεισθεὶς διὰ τοῦδε τοῦ θαύματος, πείρᾳ μαθὼν καὶ οὕτως τὴν ἀλήθειαν, γέγονεν εὐθέως Χριστιανὸς, καὶ ἐδόξασεν τὸν Θεὸν καὶ Σωτῆρα ἡμῶν Χριστὸν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, πλεῖστα εὐχαριστῶν τῇ συνέσει τῆς ἰδίας γυναικὸς δι᾿ ἧς αὐτῷ τὸ γνῶναι Θεὸν ἐν ἀληθείᾳ δεδώρηται.

Παρεβάλομεν εἰς τὸ κοινόβιον τοῦ σπηλαίου τοῦ ἀββᾶ Σάβα, τῷ ἀββᾷ Εὐσταθίῳ τῷ ἡγουμένῳ.Κμερκιάριος ἦν, ὀνόματι Μόσχος. Καὶ διηγήσατο ἡμῖν παραβαλοῦσιν ἐν Τύρῳ· Ὡς ἤμην κομερκιάριος, ἑσπέρας βαθείας ἀπῆλθον λούσασθαι, καὶ εὑρίσκω κατὰ τὴν ὁδὸν γυναῖκα ἱσταμένην εἰς τὴν σκοτίαν. Κἀγὼ ἀπελθὼν προσέβαλον αὐτῇ· ἡ δὲ συνέθετο ἀκολουθεῖν ὀπίσω μου. Ἐγὼ δὲ ἀπὸ τῆς διαβολικῆς χαρᾶς, οὐδὲ ἐλουσάμην· ἀλλ᾿ ὥρμησα εἰς τὸ δεῖπνον;

And he, seeing it, marvelled at its beauty too, but did not know its nature.

3061"And after they had eaten, he says to her, 'Give it me, and I will go and sell it, if perhaps I can get something for it.' For he did not know either, as I said, what it was, being a simple man. So taking the stone he goes off to the banker. He was a silversmith too. It was the hour for him to shut up shop (for it was already evening), and he says to the silversmith, 'Wilt thou buy this little stone?' The silversmith, seeing it, says, 'And what wilt thou take for it?' The seller says to him, 'Give whatever thou wilt.' He says to him, 'Take five miliaresia.' The seller, thinking he was mocking him, says to him, 'And thou wilt give that much for this?' The silversmith, thinking he had answered him so in irony, says to him, 'Then take ten miliaresia.' The seller, thinking again that he was making fun of him, kept silent. The silversmith says to him, 'Take twenty miliaresia for it.' He kept silent, answering nothing. When the silversmith had gone up to thirty, and after that as far as fifty miliaresia, swearing that he would give them in truth, then he looked to himself and took it into his mind that if this were not very precious he would not be offering fifty miliaresia for it. And little by little the silversmith raised the price, and gives him as much as three hundred large miliaresia. And taking these, and handing over the stone, he comes to his wife rejoicing. And she, seeing him, says to him, 'How much didst thou sell it for?', thinking he had sold it for five or ten obols. And he brought out the three hundred miliaresia and gave them to her, saying he had sold it for so much. And she, marvelling at the goodness of God who loves mankind, says to him, 'Look, husband, the God of the Christians: how good he is, and grateful, and rich! Thou seest how he has given thee, who lent to him, not only the fifty miliaresia but their interest too; and more, within a few days he has given them back sixfold. Know then that there is no other God, neither on earth nor in heaven, but he alone.' And persuaded by this wonder, and learning the truth in this way by experience, he at once became a Christian, and glorified our God and Saviour Christ with the Father and the Holy Spirit, giving great thanks for the good sense of his own wife, through whom it had been granted him to know God in truth."

CHAPTER 186

We visited the coenobium of the Cave of abba Sabas, and abba Eustathius the superior. There was a customs officer named Moschus. And he told us, when we visited at Tyre: "When I was customs officer, late one evening I went off to bathe, and on the road I find a woman standing in the dark. And I went up and made advances to her, and she agreed to follow behind me. And I, out of devilish joy, did not even bathe, but hurried off to supper. And I pressed her hard, and she would not bring herself to taste anything.

Καὶ πολλὰ προετρεπόμην αὐτὴν, καὶ οὐκ ἠνέσχετο γεύσασθαι· τέλος πάντων ἀνέστημεν κοιμηθῆναι, καὶ ὡς ἦλθον τοῦ ἀσπάσασθαι αὐτὴν, ἀνέκραξε μεγάλῃ τῇ φωνῇ μετὰ δακρύων· 3064Οὐαί μοι τῇ ἀθλίᾳ!ἔντρομος δὲ γενόμενος ἠρώτων τὴν αἰτίαν· ἡ δὲ πλεῖον κλαίουσα, λέγει, ὅτι Ἀνὴρ μου πραγματευτής ἐστιν, καὶ ἐναυάγησεν, καὶ ἀπώλεσεν ἴδια καὶ ἀλλότρια. Καὶ ἔστιν εἰς φυλακὴν διὰ τὰ ἀλλότρια· καὶ μὴ ἔχουσα τί ποιήσω, ἵνα καὶ ἂν ἄρτον λάβω αὐτῷ, προσεθέμην προδοῦναι τὸ σῶμά μου, ἀπὸ πολλῆς ἀτιμίας, ἵνα εὕρωμεν κἂν ἄρτον. Ὅλα καὶ διήρπασαν. Καὶ λέγω, τί ἄλλο ἐστὶ χρέος; Καὶ λέγει, Ἐπὶ εʹ λίτρας. Καὶ λαβὼν τὸ χρυσίον δέδωκα αὐτῇ, εἰπών· Ἰδοὺ διὰ τὸ κρῖμα τοῦ Θεοῦ οὐχ ἡψάμην σου, δὸς καὶ εὔγαλε, καὶ εὔξασθε ὑπὲρ ἐμοῦ. Εἶτα μετὰ χρόνον τινὰ λοιδορία κατ᾿ ἐμοῦ πρὸς τὸν βασιλέα γίνεται, ὅτι τὰ κομερκίου ἐσκόρπισα· καὶ πέμπει ὁ βασιλεὺς, καὶ διαρπάζει τὴν οἰκίαν μου, καὶ ἀπὸ ὑποκαμίσου ἀνασπᾷ με ἐν Κωνσταντινουπόλει, καὶ δίδωσί με εἰς τὸ δεσμωτήριον, καὶ ποιῶ ἱκανὸν χρόνον μετὰ τοῦ παλαιοῦ καμισίου. Ἡμερούσιον δὲ ἤκουσα, ὅτι ὁ βασιλεὺς βούλεται ἀποκτεῖναί με. Καὶ λοιπὸν ἀπεῖπον τῆς ζωῆς μου, καὶ κλαίοντός μου, καὶ ὀδυρομένου ὕπνωσα. Καὶ θεωρῶ ὡς τὴν ἐλευθέραν τὴν τότε ἔχουσαν τὸν ἄνδρα ἐν τῇ φυλακῇ, καὶ φησι· Τί ἓν τὸ ἔχεις, κύριε Μόσχε; Διὰ τί κατέχῃ ὧδε; Καὶ μοῦ εἰρηκότος, ὅτι Ἐλοιδορήθην, καὶ, νομίζω, ἀποκτενεῖ με βασιλεύς· καὶ λέγει μοι· Θέλεις καὶ λαλῶ περὶ σοῦ βασιλεῖ, καὶ ἀπολύει; Καὶ λέγω αὐτῇ· Καὶ οἶδέν σε ὁ βασιλεύς; Καὶ λέγει, Ναί. Καὶ ἐξυπνίσθην, καὶ διηπόρουν τί τοῦτο. Καὶ πάλιν δεύτερον καὶ τρίτον τὸ αὐτὸ λέγουσα· Μὴ φοβηθῇς· αὔριον γὰρ ἀπολύει. Καὶ περὶ διάφαυσιν λαμβάνουσίν με εἰς τὸ παλάτιον, τοῦτο βασιλέως ἐπιτρέψαντος. Καὶ ὅτε εἰσῆλθον, καὶ εἶδεν μετὰ τοῦ ῥυπαροῦ ἱματίου, λέγει μοι· Σπλαγχνίζομαί σοι, τῷ ἄρτι διόρθωσαι τοῦ λοιποῦ. Ἐθεώρουν δὲ τὴν γυναῖκα ἐκείνην ἱσταμένην δεξιᾷ τοῦ βασιλέως, καὶ λέγουσάν μοι· Θάῤῥει, καὶ μὴ φοβηθῇς. Κελεύει ἀναλαβεῖν με τὴν οὐσίαν μου ὁ βασιλεὺς, καὶ δώσας καὶ ἀγαθὰ πολλὰ μετὰ πολλῆς τιμῆς ἀπεκατέστησέν με εἰς τὸν τόπον μου, ποιήσας με καὶ τοποτηρητήν. Αὐτῇ οὖν τῇ νυκτὶ φαίνεται ἡ αὐτὴ γυνὴ, καὶ λέγει μοι· Οἶδας τίς εἰμι; Μεθ᾿ ἧς ἐποίησας ἔλεος, καὶ οὐχ ἥψω τοῦ σώματός μου, διὰ τὸν Θεόν. Ἰδοὺ κἀγὼ ᾕρησάμην σε ἀπὸ κινδύνου. Βλέπεις τὴν φιλανθρωπίαν τοῦ Θεοῦ; τοῦτ᾿ ἔστιν, δι᾿ ἐμὲ ἐποίησας, κἀγὼ ἐμεγάλυνα ἔλεός μου ἐπὶ σέ.

Ἀπερχομένων ἡμῶν ἀπὸ τῆς ἁγίας Γεθσημανῆς ἐν τῷ ἁγίῳ ὄρει τῶν Ἐλαιῶν, μοναστήριόν ἐστι τοῦ ἀββᾶ Ἀβραμίου ἐπονομαζόμενον, ὃ καὶ συνεστήσατο ὁ μέγας Ἀβράμιος τῆς νέας ἐκκλησίας τῆς πανυμνήτου Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, γενόμενος μετὰ Εὐδόξιον ἡγούμενος.

At last we got up to go to bed, and as I came to embrace her, she cried out with a loud voice, with tears,

3064"'Woe is me, wretched woman!' And I, trembling, asked her the cause. And she, weeping the more, says, 'My husband is a merchant, and he was shipwrecked and lost his own goods and other people's. And he is in prison for the other people's; and not having what to do, so that I might at least get him bread, I resolved to sell my body, out of great want, so that we might find at least bread. They have even seized everything.' And I say, 'And what is the debt?' [?] And she says, 'About five pounds.' And I took the gold and gave it to her, saying, 'See, for fear of the judgement of God I have not touched thee. Give it, and get him out, and pray for me, both of you.'

"Then after some time a slander is laid against me before the emperor, that I had squandered the customs' money; and the emperor sends and plunders my house, and drags me off in my shirt to Constantinople, and puts me in prison, and I spend a long time there in my old shirt. One day [?] I heard that the emperor meant to kill me. And so I gave up hope of my life; and as I wept and lamented, I fell asleep. And I see, as it were, the lady who had then had her husband in prison, and she says, 'What is the matter with thee, lord Moschus? Why art thou held here?' And when I had said, 'I have been slandered, and I think the emperor will kill me,' she says to me, 'Wilt thou have me speak to the emperor about thee, and he releases thee?' And I say to her, 'And does the emperor know thee?' And she says, 'Yes.' And I woke, and was at a loss what this was. And again, a second and a third time, she was saying the same: 'Fear not; for tomorrow he releases thee.'

"And about daybreak they take me to the palace, at the emperor's order. And when I went in, and he saw me in my filthy garment, he says to me, 'I take pity on thee for now; mend thy ways from here on.' And I saw that woman standing at the emperor's right hand and saying to me, 'Take courage, and fear not.' The emperor orders that I take back my property; and giving me many good things besides, with much honour he restored me to my place, making me his deputy as well.

"That same night the same woman appears and says to me, 'Dost thou know who I am? She to whom thou didst show mercy, and thou didst not touch my body, for God's sake. See, I too have delivered thee from danger. Dost thou see the loving-kindness of God? That is: Thou didst it for my sake, and I have magnified my mercy upon thee.'"

CHAPTER 187

As we were going from holy Gethsemane to the holy Mount of Olives, there is a monastery called that of abba Abramius, which the great Abramius founded, he who was of the New Church of the all-praised Theotokos and Ever-Virgin Mary, having become its superior after Eudoxius.

Ἐν τούτῳ τῷ μοναστηρίῳ ὁ ἡγούμενος ἦν ὁ ἀββᾶς Ἰωάννης ὁ Κυζηκηνός. 3065Ἠρωτήσαμεν οὖν αὐτὸν ἐν μιᾷ λέγοντες, ΠῶςΑ κτᾶταί τις ἀρετάς; Καὶ ἀπεκρίθη ὁ γέρων· Ἐὰν θέλει τις ἀρετὴν κτήσασθαι, εἰ μὴ πρῶτον μισήσῃ τὴν ἀντιδιάμετρον αὐτῆς κακίαν, οὐ δύναται κτήσασθαι αὐτήν. Ἐὰν οὖν θέλῃς τὸ πένθος, μίσησον τὸν γέλωτα. Θέλεις ταπείνωσιν ἔχειν; μίσησον τὴν ὑπερηφανίαν. Θέλεις ἐγκρατὴς εἶναι; μίσησον τὴν λαιμαργίαν. Θέλεις σώφρων εἶναι; μίσησον τὴν λαγνείαν. Θέλεις ἀκτήμων εἶναι; μίσησον τὴν ὕλην. Θέλεις ἐλεήμων εἶναι; μίσησον τὴν φιλαργυρίαν. Ὁ θέλων οἰκεῖν τὴν ἔρημον, μισεῖ τὰς πόλεις· ὁ θέλων ἡσυχίαν ἀσκεῖν, μισεῖ τὴν παῤῥησίαν· ὁ θέλων ξένος εἶναι, μισεῖ τὴν φανητίαν· ὁ θέλων ἐγκρατὴς γενέσθαι τῆς ὀργῆς, μισεῖ τὸ μετὰ κοσμικῶν διάγειν· ὁ δὲ θέλων ἀμνησίκακος εἶναι, μισεῖ τὰς λοιδορίας· ὁ θέλων ἀπερίσπαστος εἶναι,Β καταμόνας μενεῖ· ὁ θέλων κρατῆσαι γλώσσης, φραξάτω τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκούειν πολλά· ὁ θέλων τὸν φόβον τοῦ Θεοῦ ἔχειν ἀεὶ, μισήσει τὴν σωματικὴν ἀνάπαυσιν, ἀγαπήσει δὲ τὴν θλίψιν καὶ τὴν στενοχωρίαν· καὶ οὕτως δυνήσεται δουλεῦσαι εἰλικρινῶς τῷ Θεῷ.

Ὁ ἀββᾶς Θεόδωρος ὁ ἡγούμενος τῆς παλαιᾶς λαύρας, διηγήσατο ἡμῖν, ὅτι Δύο ἦσαν ἀδελφοὶ ἐν Κωνσταντινουπόλει ἀργυροπράται Σύροι. Καὶ λέγει ὁ μειζότερος ἀδελφὸς τῷ μικροτέρῳ· Δεῦρο, κατέλθωμεν εἰς Συρίαν, καὶ κτήσωμεν τὸν γονικὸν ἡμῶν οἶκον. Λέγει αὐτῷ ὁ μικρότερος· Καὶ διατὶ οἱ δύο, ἵνα ἐάσωμεν τὸ ἀργυροπράτιον; Ἀλλ᾿ ἢ κάτελθε, καὶ μενῶ ὧδε, ἢ κατέρχομαι, καὶ μεῖνον αὐτός. Δοκεῖ οὖν ἀπὸ συμβάσεως, ἵνα κατέλθῃ ὁ μικρός. Ὡς οὖν κατῆλθεν ὁ μικρότερος, μετ᾿ ὀλίγον χρόνον θεωρεῖ καθ᾿ ὕπνους ὁ ἐν Κωνσταντινουπόλει μείνας, εἶδε γέροντα ἱεροπρεπῆ, λέγοντα αὐτῷ· Οἶδας ὅτι ἀδελφός σου ἐπόρνευσεν εἰς τὴν γυναῖκα τοῦ καπήλου; Ὁ δὲ ἐγερθεὶς ἐλυπήθη, λέγων ἐν ἑαυτῷ· Ἐγώ εἰμι ὁ αἴτιος· διατὶ γὰρ ἀπέλυσα αὐτὸν μόνον; Καὶ πάλιν μετά τινα χρόνον θεωρεῖ τὸν αὐτὸν λέγοντα αὐτῷ· Οἶδας ὅτι ὁ ἀδελφός σου ἔπεσεν εἰς τὴν γυναῖκα τοῦ καπήλου; Πάλιν ἰδὼν αὐτὸν ἐλυπήθη. Πάλιν τρίτον μετὰ χρόνον θεωρεῖ τὸν αὐτὸν λέγοντα αὐτῷ· Οὐκ οἶδας ὅτι ὁ ἀδελφός σου ἀπώλεσεν τὴν ἐλευθερίαν, καὶ εἰς τὴν τοῦ καπήλου ἐξεκυλίσθη; Καὶ γράφει αὐτῷ ἀπὸ Κωνσταντινουπόλεως εἰς Συρίαν, ὅτι Εὐθὺς καὶ παραχρῆμα εἴασον ἅπαντα, καὶ κατάλαβε τὸ Βυζάντιον. Ὁ δὲ δεξάμενος τὰ γράμματα, ἐάσας πάντα, ἀνῆλθεν πρὸς τὸν ἀδελφὸν αὐτοῦ. Τότε ὡς εἶδεν αὐτὸν, λαμβάνει αὐτὸν εἰς τὴν Μεγάλην ἐκκλησίαν, καὶ ἤρξατο μετὰ λύπης ἐγκαλεῖν αὐτὸν, λέγων· Καλῶς, ὅτι ἐπόρνευσας εἰς τὴν γυναῖκα τοῦ καπήλου; Ὁ δὲ ἀκούσας ἤρξατο ὀμνύειν τοῦ Θεοῦ τοῦ παντοκράτορος, ὅτι Οὐκ οἶδα τί λέγεις, οὔτε ἐπόρνευσα οὔτε οἶδα εἰς ἁμαρτίαν, εἰ μὴ τὴν νομικὴν γυναῖκα. Ὡς οὖν ἤκουσεν ὁ ἀδελφὸς ὁ μείζων ταῦτα, λέγει αὐτῷ· Οὐκοῦν ἄλλο τί σοι χαλεπώτερον πέπρακται;

In this monastery the superior was abba John 3065of Cyzicus. So we asked him one day, saying, "How does one acquire virtues?" And the elder answered: "If someone wants to acquire a virtue, unless he first hates the vice diametrically opposed to it, he cannot acquire it. So if thou wouldst have mourning, hate laughter. Wouldst thou have lowliness? Hate pride. Wouldst thou be self-controlled? Hate gluttony. Wouldst thou be chaste? Hate lust. Wouldst thou be without possessions? Hate matter. Wouldst thou be merciful? Hate the love of money. He who wants to live in the desert hates the cities; he who wants to practise stillness hates familiarity; he who wants to be a stranger hates making a show of himself; he who wants to become master of his anger hates living among laymen; and he who wants to be free of rancour hates abuse; he who wants to be undistracted will stay alone; he who wants to master his tongue, let him stop his ears so as not to hear much; he who wants always to have the fear of God will hate bodily rest and will love affliction and straitness; and so he will be able to serve God sincerely."

CHAPTER 188

Abba Theodore, the superior of the Old Laura, told us: "There were two brothers in Constantinople, silversmiths, Syrians. And the elder brother says to the younger, 'Come, let us go down to Syria and take possession of our family house.' The younger says to him, 'And why both of us, so that we leave the silversmith's shop? Either thou go down and I will stay here, or I go down and thou stay.' So it is settled by agreement that the younger should go down. So when the younger had gone down, after a little time the one who had stayed in Constantinople sees in his sleep: he saw an elder of priestly bearing, saying to him, 'Dost thou know that thy brother has committed fornication with the tavern-keeper's wife?' And he woke and was grieved, saying in himself, 'I am the cause; for why did I let him go alone?' And again after some time he sees the same one saying to him, 'Dost thou know that thy brother has fallen with the tavern-keeper's wife?' Again, having seen him, he was grieved. Again, a third time, after a while, he sees the same one saying to him, 'Dost thou not know that thy brother has lost the free woman, and has rolled away to the tavern-keeper's?' And he writes to him from Constantinople to Syria: 'At once, this very moment, leave everything and come to Byzantium.' And he received the letter, left everything, and went up to his brother. Then, when he saw him, he takes him to the Great Church, and began with grief to reproach him, saying, 'Well done, that thou hast committed fornication with the tavern-keeper's wife?' And when he heard this he began to swear by God the Almighty, 'I do not know what thou art saying: I have neither committed fornication, nor have I known any woman in sin, except my lawful wife.' So when the elder brother heard this, he says to him, 'Then hast thou done something else, worse?' And he affirmed this: 'I know of nothing out of the way that I have done, except that I found monks in our village of the doctrine of Severus, and, not knowing whether it is wrong, I communicated with them.

Ὁ δὲ διέβαλεν τοῦτο· Οὐδὲν οἶδα ἄτοπον διαπραξάμενος, εἰ μὴ ὅτι μοναχοὺς εὗρον εἰς τὴν κώμην ἡμῶν τοῦ δόγματος Σεβήρου, καὶ ἀγνοῶν εἰ κακόν ἐστιν, ἐκοινώνουν αὐτοῖς· ἄλλο τιποτοῦν 3068οὐκ οἶδα, ὅ τι ἐποίησα.Εότε συνῆκεν ὁ μείζων ἀδελφὸς, ὅτι τοῦτο ἦν τὸ πορνεῦσαιαὐτὸν ὅτι τὴν ἁγίαν καθολικὴν Ἐκκλησίαν εἴασεν, εἰς τὴν αἵρεσιν Σεβήρου τοῦ Ἀκεφάλου τοῦ ὄντος καπήλου, ἔπεσεν, καὶ κατῃσχύνθη, καὶ τὴν εὐγένειαν τῆς ὀρθῆς κατεμόλυνεν πίστεως.

Παρεβάλομεν ἐν Ἀσκάλωνι, ἐν τῷ ξενοδοχείῳ τῶν Πατέρων· καὶ διηγήσατο ἡμῖν ὁ ἀββᾶς Εὐσέβιος ὁ πρεσβύτερος, ὅτι πραγματευτής τις τῆς πόλεως ἡμῶν πλεύσας, ἀπώλεσε τὰ ἴδια καὶ τὰ ἀλλότρια, ἐσώθη δὲ αὐτὸς ὁ μόνος. Ἐλθὼν οὖν ἐνταῦθα καὶ κρατηθεὶς ὑπὸ τῶν δανεισάντων αὐτῷ, ἐβλήθη εἰς φυλακὴν, διαρπαγεὶς καὶ πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ οὐ κατελείφθη αὐτῷ πλὴν ὧν ἐφόρει αὐτὸς, καὶ ἡ αὐτοῦ γαμετή. Ἐκείνη οὖν ἀπὸ πολλῆς ἀδημονίας καὶ στενώσεως ὡς ἐντολὴν ἐλάμβανεν, ἵνα κἂν ἄρτῳ θρέψῃ τὸν ἄνδρα. Καθημένης οὖν αὐτῆς ἐν μιᾷ καὶ ἐσθιούσης μετὰ τοῦ ἀνδρὸς αὐτῆς εἰς τὴν φυλακὴν, εἰσῆλθε μέγα πρόσωπον δοῦναι εὐποιίαν τοῖς ἐμβεβλημένοις ἐκεῖσε, καὶ ἑωρακὼς τὴν ἐλευθέραν ἅμα τῷ ἀνδρὶ αὐτῆς καθεζομένην, ἐτρώθη εἰς αὐτὴν (ἦν γὰρ ὡραιοτάτη πάνυ), καὶ δηλοῖ αὐτὴν διὰ φυλακίτου. Ἡ δὲ ἀσμένως ἀπῆλθεν προσδοκῶσα ἀγάπην λαβεῖν. Καὶ λαβὼν αὐτὴν κατ᾿ ἰδίαν λέγει αὐτῇ· Τί ἐστιν ὃ ἔχεις; διὰ τί εἶ ὧδε; Καὶ διηγήσατο αὐτῷ τὸ πᾶν. Καὶ λέγει αὐτῇ· Ἐὰν πληρῶ τὸ χρέος σου, κοιμᾶσαι μετ᾿ ἐμοῦ τὴν νύκτα ταύτην; Ἡ δὲ ὡς ἀληθῶς ὠραιοτάτη καὶ σώφρων, λέγει αὐτῷ· Ἤκουσα, δέσποτά μου, τοῦ Ἀποστόλου λέγοντος, ὅτι ἡ γυνὴ οὐκ ἔχει ἐξουσίαν τοῦ ἰδίου σώματος, ἀλλ᾿ ὁ ἀνήρ. Εἴασον, δέσποτα, ἐρωτήσω τὸν ἄνδρα μου· καὶ ὃ κελεύει, ποιῶ. Καὶ ἐλθοῦσα ἀνήγγειλεν τῷ ἀνδρὶ πάντα. Ὁ δὲ γέμων τῆς συνέσεως καὶ στοργῆς πρὸς τὴν ἑαυτοῦ γυναῖκα, οὐ συνηρπάγη τοῦ ἐλευθερωθῆναι τῆς φρουρᾶς· ἀλλὰ μέγα στενάξας, μετὰ δακρύων λέγει τῇ γυναικὶ αὐτοῦ· Ἄπελθε καὶ ἀποσύνταξαι, ἀδελφὴ, τῷ ἀνθρώπῳ, καὶ ἐλπίζομεν εἰς τὸν Θεὸν, ὅτι οὐ μὴ ἐγκαταλίπῃ ἡμᾶς εἰς τέλος. Καὶ ἀναστᾶσα, ἀπέλυσεν τὸν ἄνθρωπον, εἰποῦσα· Εἶπον τῷ ἀνδρί μου, καὶ οὐκ ἠθέλησεν. Καὶ κατ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν, ἦν τις ὁδοστάτης ἐμβεβλημένος τῇ φυλακῇ ἐνδότερον, καὶ πάντα κατεσκόπει τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς διαλεγομένων, καὶ ἐστέναξεν καθ᾿ ἑαυτὸν, λέγων· Ἰδοὺ ἐν ποίᾳ περιστάσει οὗτοι τυγχάνουσι, καὶ τὴν ἐλευθερίαν ἑαυτῶν οὐ προδέδωκαν διὰ χρήματα τοῦ λαβεῖν καὶ τοῦ ἐλευθερωθῆναι. Ἀλλὰ τὴν σωφροσύνην πλούτου παντὸς ἡγήσαντο, καὶ τῶν ἐν τῷ βίῳ τούτῳ πάντων κατεφρόνησαν· καὶ τί ποιήσω ἐγὼ ὁ ἄθλιος, ὁ μηδέποτε ἐν νῷ λαβὼν, ὅτι κἂν ἔστι Θεός· καὶ διὰ τοῦτο καὶ φόνων πολλῶν εἰμι αἴτιος; Καὶ καλέσας αὐτοὺς πρὸς ἑαυτὸν διὰ τῆς θυρίδος, οὗ ἦν ἐμβεβλημένος, λέγει αὐτοῖς· Ἐγὼ λῃστὴς ἤμην, καὶ πολλὰ κακὰ, καὶ πολλοὺς φόνους ἐποίησα, καὶ οἶδα ὅτι ἣν ἂν ὥραν ἔλθῃ ὁ ἡγεμὼν, καὶ ἔλθω εἰς πρόοδον, ἀποθανεῖν ἔχω ὡς φονεύς.

Anything else whatever, 3068I do not know that I have done.' Then the elder brother understood that this was his fornication: that he had left the holy catholic Church and fallen into the heresy of Severus the Acephalite, who is the tavern-keeper, and had been put to shame, and had defiled the nobility of the right faith."

CHAPTER 189

We visited Ascalon, at the guest-house of the Fathers; and abba Eusebius the priest told us: "A merchant of our city sailed and lost his own goods and other people's, but he himself alone was saved. So when he came here and was seized by those who had lent to him, he was cast into prison, and everything in his house was plundered too. And nothing was left him except what he himself had on, and his wife. So she, out of great distress and straitness, took it as her charge [?] to feed her husband, even if only with bread. So as she was sitting one day and eating with her husband in the prison, a great personage came in to give a charity to those cast in there; and seeing the lady sitting with her husband, he was smitten with her (for she was very beautiful indeed), and sends word to her by the jailer. And she went gladly, expecting to receive some charity. And taking her aside he says to her, 'What is the matter with thee? Why art thou here?' And she told him everything. And he says to her, 'If I pay thy debt, wilt thou sleep with me this night?' And she, who was truly most beautiful and chaste, says to him, 'I have heard, my master, the Apostle saying that the wife has not authority over her own body, but the husband. Allow me, master: I will ask my husband, and what he bids, I will do.' And she came and told her husband everything. And he, full of good sense and of love for his own wife, was not carried away by the thought of being freed from the gaol; but groaning deeply, he says with tears to his wife, 'Go and send the man away, sister; and we hope in God that he will not forsake us to the end.' And she rose and dismissed the man, saying, 'I told my husband, and he would not.'

"And at that very time there was a highwayman cast into the prison further in, and he was watching everything as the husband and wife talked together; and he groaned within himself, saying, 'See in what a plight these are, and they have not betrayed their freedom for money, to take it and be freed. But they have counted chastity above all wealth, and have despised all the things of this life. And what shall I do, wretch that I am, who never once took it into my mind that there is a God at all, and for this reason am the cause of many murders too?' And calling them to himself through the window where he was shut in, he says to them, 'I was a robber, and I did many evil things and many murders, and I know that whatever hour the governor comes and I come out to trial, I am to die as a murderer.

Ἰδὼν οὖν τὴν σωφροσύνην 3069ὑμῶν, κατενύγην εἰς ὑμᾶς· ἀλλ᾿ ἀπέλθατε εἰς τόνδε τὸν τόπον τοῦ τείχους τῆς πόλεως, καὶ ὠρύξαντες λάβετε τὰ χρήματα ἃ εὑρήσετε ἐκεῖ. Καὶ ἔχετε αὐτὰ, ἵνα πληρώσητε τὰ δάνεια ὑμῶν, καὶ ἄλλην πολλὴν εὐλογίαν. Καὶ εὔξασθέ μοι, ἵνα κἀγὼ εὕρω ἔλεος. Καὶ μετ᾿ ὀλίγας ἡμέρας ἐπιστὰς τῇ πόλει ὁ ἡγεμῶν ἐκέλευσεν τὸν λῃστὴν ἐξενεχθῆναι, καὶ ἀποκεφαλισθῆναι· καὶ μετὰ μίαν ἡμέραν, λέγει ἡ γυνὴ τῷ ἀνδρὶ αὐτῆς· Κελεύεις, κύριέ μου, ἀπέρχομαι ὅπου ἡρμήνευσεν ἡμῖν ὁ λῃστὴς, καὶ βλέπω εἰ ἄρα ἡλήθευσεν; Ὁ δὲ εἶπεν· Ὡς δοκεῖ σοι, ποίησον. Ἡ δὲ λαβοῦσα μικρὸν σκαλίδιον, ἑσπέρας, καὶ ἐπιστᾶσα τῷ τόπῳ, καὶ ὀρύξασα, εὗρεν χύτραν ἐσκεπασμένην, ἔχουσαν τὸ χρυσίον. Καὶ φρονίμως χρησαμένη, κατὰ μικρὸν δέδωκεν· ὡς δῆθεν ἀπὸ τούτου καὶ τοῦ ἄλλου δανειζομένη, ἕως πάντας ἐπλήρωσεν· καὶ μετὰ ταῦτα ἐξέβαλε καὶ τὸν ἄνδρα αὐτῆς. Ἔλεγε δὲ ὁ διηγησάμενος ἡμῖν· Ἰδοὺ ὥσπερ ἐφύλαξαν οὗτοι τὴν ἐντολὴν τοῦ Θεοῦ· οὕτως ἐμεγάλυνεν τὸ ἔλεος αὐτοῦ εἰς αὐτοὺς ὁ Κύριος καὶ Θεὸς ἡμῶν.

Διηγήσατο ἡμῖν ὁ Ἀθανάσιος ὁ κατὰ τὸν ζημαρχὸν Ἀντιοχεὺς, λέγων περὶ τοῦ ἀββᾶ Βροχᾶ Αἰγυπτίου ἐν Σελευκείᾳ, πλησίον Ἀντιοχείας· Εὗρεν ἔξωθεν τῆς πόλεως τόπον ἔρημον, καὶ ἐζήτει ποιῆσαι ἑαυτῷ ἐκεῖ μικρὸν κελλίον. Καὶ διοικοδομήσας οὐκ εἶχεν ξύλα στεγάσαι αὐτό. Καὶ εἰσελθὼν ἐν μιᾷ ἐν τῇ πόλει, εὑρίσκει Ἀνατόλιον τὸν ἐπιλεγόμενον τοῦ Κυρτοῦ, κτήτορα ὄντα Σελευκείας, ἔξω τοῦ οἴκου αὐτοῦ καθεζόμενον. Καὶ προσελθὼν αὐτῷ λέγει· Ποίησον ἀγάπην, δός μοι μικρὸν ξύλον, ἵνα στεγάσω τὴν οἰκίαν μου. Ὁ δὲ μελαγχολήσας λέγει αὐτῷ· Ἰδοὺ ξύλον, ἔπαρον, καὶ ἄπελθε· δείξας αὐτῷ μεγάλην καταρτὴν ἣν εἶχεν ἔμπροσθεν τοῦ οἴκου αὐτοῦ κειμένην, ἥτις εἰς πλοῖον ἐποίει μυριάδων εʹ. Λέγει αὐτῷ ὁ ἀββᾶς Βροχὰς, Εὐλόγησον, καὶ ἐπαρῶ αὐτό. Λέγει αὐτῷ Ἀνατόλιος πάλιν μελαγχολῶν, Εὐλογητὸς Κύριος. Ὁ δὲ ἀγκαλισάμενος τὸ κατάρτιον, καὶ κουφίσας αὐτὴν μόνος ἐκ τῆς γῆς, τέθεικεν αὐτὴν εἰς τὸν ὦμον αὐτοῦ· καὶ λαβὼν ἀπῆλθεν εἰς τὸ κελλίον αὐτοῦ. Καὶ καταπλαγεὶς ἐπὶ τῷ παραδόξῳ τοῦ θαύματος ὁ Ἀνατόλιος, ἐχαρίσατο αὐτῷ τὸ τηλικοῦτον ξύλον εἰς τὴν χρείαν αὐτοῦ ἥνπερ ἐβούλετο· ἐξ οὗπερ οὐ μόνον τὴν ῥηθεῖσαν αὐτοῦ κέλλαν ἐστέγασεν, ἀλλὰ καὶ ἄλλα πολλὰ τῷ κατ᾿ αὐτὸν μοναστηρίῳΟ ἐποίησεν πράγματα.

So, seeing your chastity, 3069I was pierced with compunction for you. But go off to such-and-such a place of the city wall, and dig, and take the money you will find there. And keep it, so that you may pay your debts, and much blessing besides. And pray for me, that I too may find mercy.'

"And after a few days the governor came to the city and ordered the robber to be brought out and beheaded. And a day after, the wife says to her husband, 'Dost thou bid me, my lord? I will go off to where the robber told us, and see whether he spoke the truth.' And he said, 'As it seems good to thee, do it.' And she took a small hoe, in the evening, and came to the place and dug, and found a pot covered over, holding the gold. And using it prudently, she paid it out little by little, as though borrowing from this one and that, until she had paid them all; and after that she got her husband out too."

And the one who told us said: "See: just as these kept the commandment of God, so has our Lord and God magnified his mercy upon them."

CHAPTER 190

Athanasius of Antioch, of the household of Zemarchus, told us about abba Brochas the Egyptian, at Seleucia near Antioch: "He found a deserted place outside the city, and sought to make himself a little cell there. And when he had built it up, he had no timber to roof it. And going into the city one day, he finds Anatolius, called 'the Hunchback's', who was a landowner of Seleucia, sitting outside his house. And he went up to him and says, 'Do me a kindness: give me a little timber, so that I may roof my house.' And he, in a black temper, says to him, 'There's timber: lift it and be off', showing him a great mast that he had lying in front of his house, which would serve for a ship of five myriads. Abba Brochas says to him, 'Bless, and I will lift it.' Anatolius, again in a black temper, says to him, 'Blessed be the Lord.' And he put his arms round the mast, and raised it from the ground alone, and set it on his shoulder; and taking it, he went off to his cell.

Ἔλεγεν περὶ τοῦ ἁγίου Ἰωάννου Κωνσταντινουπόλεως, τοῦ δικαίως ἐπονομασθέντος Χρυσοστόμου, διὰ τὸ τοῦ διδασκαλικοῦ λόγου καθαρὸν καὶ διαυγὲς ... καὶ σωτήριον ἔλαβεν βάπτισμα, οὔτε ὤμοσεν, οὔτε ὀμόσαι οὔτε τινὸς κατελάλησεν, οὔτε ἐψεύσατο, οὔτε εὐτράπελα ἐλάλησεν, οὔτε εὐτραπελίαν ἐδέχετο.

3072Διηγήσατο ἡμῖν ὁ πρεσβύτερος ὀνόματι Πέτρος, προσελθὼν ἀπὸ Ῥώμης, περὶ τοῦ ἐν ἁγίοις Γρηγορίου τοῦ πάπα τῆς αὐτῆς πόλεως· Ὁ γεγονὼς πάπας ἔκτισεν μοναστήριον ἀνδρῶν μέγα, καὶ δέδωκεν ἐντολὴν, ἵνα μηδεὶς τῶν μοναχῶν ἴδιον ἔχῃ τί ποτε μηδὲ ἕως ὀβολοῦ. Ἀδελφὸς οὖν τοῦ μοναστηρίου εἶχεν ἀδελφὸν κοσμικὸν, καὶ ᾔτησεν αὐτὸν, λέγων· Καμίσιον οὐκ ἔχω· ἀλλὰ ποίησον ἀγάπην, ἀγόρασόν μοι. Λέγει αὐτῷ ὁ κοσμικός· Ἰδοὺ τρία νομίσματα, λαβὼν ἀγόρασόν σοι, οἷον ἀρέσκει σοι. Λαβὼν οὖν ὁ μοναχὸς τὰ τρία νομίσματα, ἀπελθὼν ἀνήγγειλεν τῷ ἡγουμένῳ· ὁ ἡγούμενος ἀκούσας ἀπελθὼν ἐπήγγειλεν τῷ ἁγιωτάτῳ πάπᾳ· ὁ δὲ μακάριος Γρηγόριος, μαθὼν ἀφώρισεν αὐτὸν ἀπὸ κοινωνίας, ὡς παραλύσαντα τοὺς κανόνας τοῦ μοναστηρίου. Μετὰ οὖν ὀλίγον χρόνον ἐτελεύτησεν ὁ ἀδελφὸς ὁ ἀφωρισμένος, μὴ μαθόντος τοῦ πάπα. Μετὰ οὖν δύο ἢ τρεῖς ἡμέρας ἀπελθὼν ἡγούμενος, ἀπήγγειλεν αὐτῷ ὅτι ὁ ἀδελφὸς ἀνέπαυσεν. Ἐπὶ τοῦτο οὖν οὐ μετρίως ἐλυπήθη, ὅτι οὐ πρὸ τοῦ ἐξελθεῖν αὐτὸν ἐκ τοῦ βίου τούτου, οὐκ ἔλυσεν αὐτὸν τὸ τοῦ ἀφορισμοῦ ἐπιτίμιον· καὶ γράψας εὐχὴν ἐν πιτακίῳ δέδωκεν ἑνὶ τῶν ἀρχιδιακόνων, κελεύσας αὐτῷ ἀπελθεῖν, καὶ ἐπάνω τοῦ ἀδελφοῦ ἀναγνῶναι αὐτήν. Ἦν δὲ εὐχὴ λύουσα αὐτὸν ἐκ τοῦ ἀφορισμοῦ τὸν τεθνεῶτα. Ἀπελθὼν οὖν ἀρχιδιάκονος, ὡς ἐπετράπη, ἐπάνω τοῦ ἀδελφοῦ ἀνέγνω τὴν ἐπιστολην τὴν ἔχουσαν τὴν εὐχήν· καὶ τοιαύτη νυκτὶ θεωρεῖ ἡγούμενος τὸν ἀδελφὸν τὸν ἀποθανόντα· καὶ λέγει ὁ ἡγούμενος· Καὶ ποῦ ἧς ἕως τῆς σήμερον; Καὶ λέγει αὐτῷ ὁ ἀδελφός· Ὄντως, κύριε, εἰς τὴν φυλακήν· καὶ ἕως τῆς χθὲς οὐκ ἀπελύθην. Ἐγνώσθη οὖν τοῖς πᾶσιν, ὅτι ἐν οἵᾳ ὥρᾳ ἀρχιδιάκονος τὴν εὐχὴν εἶπεν ἐπάνω τοῦ τάφου, ἐν αὐτῇ τῇ ὥρᾳ ἐλύθη ἐκ τοῦ ἀφορισμοῦ, καὶ ἠλευθερώθη ἐκ τοῦ κατακρίματος ἡψυχὴ αὐτοῦ Διηγήσατο ἡμῖν περὶ τοῦ ἐν ἁγίοις ἀββᾶ Ἀπολιναρίου τοῦ πάπα Ἀλεξανδρείας, ὅτι πάνυ ἦν ἐλεήμων, καὶ συμπαθής· καὶ ἔλεγον τοῦτο πιστούμενον, ὡς ἦν τις ἐν Ἀλεξανδρείᾳ νεώτερος υἱὸς, γεγονὼς τῶν πρώτων τῆς πόλεως.

And Anatolius, struck with amazement at the strangeness of the wonder, made him a gift of that great timber for whatever need of his he wished; and out of it he not only roofed his aforesaid cell, but also made many other things for his monastery." CHAPTER 191

They used to say of holy John of Constantinople, who was justly surnamed Chrysostom for the purity and clarity of his teaching word, … [?] [that from the time he] received saving baptism, he neither swore, nor [made anyone] swear [?], nor spoke ill of anyone, nor lied, nor spoke jesting words, nor admitted jesting.

3072CHAPTER 192

The priest named Peter, who came from Rome, told us about Gregory, among the saints, the pope of that same city: "Having become pope, he built a great monastery of men, and gave a commandment that none of the monks should have anything of his own, not even so much as an obol. Now a brother of the monastery had a brother who was a layman, and he asked him, saying, 'I have no shirt; but do me a kindness: buy me one.' The layman says to him, 'Here are three gold pieces: take them and buy thyself whatever kind pleases thee.' So the monk took the three gold pieces, and went and told the superior; the superior, hearing it, went and reported it to the most holy pope; and the blessed Gregory, learning of it, excommunicated him, as having broken the canons of the monastery. So after a little time the excommunicated brother died, without the pope's learning of it. So after two or three days the superior went and told him that the brother had gone to his rest. At this he was grieved beyond measure, that he had not loosed him from the penalty of excommunication before he departed this life; and writing a prayer on a slip he gave it to one of the archdeacons, bidding him go and read it over the brother. And it was a prayer loosing him, the dead man, from the excommunication. So the archdeacon went, as he had been charged, and read over the brother the letter that had the prayer in it; and that same night the superior sees the brother who had died; and the superior says, 'And where wast thou until today?' And the brother says to him, 'Truly, lord, in prison; and until yesterday I was not released.' So it became known to all that in the very hour the archdeacon said the prayer over the tomb, in that hour he was loosed from the excommunication, and his soul was set free from condemnation."

CHAPTER 193

He told us about abba Apollinarius among the saints, the pope of Alexandria, that he was very merciful and compassionate; and they told this to confirm it: There was in Alexandria a young man, a son born of the first men of the city. When they had died and left much of theirs [?] in ships and in gold, he went astray in managing it, and lost everything, and was driven into the last poverty: not by eating it up, nor by spending it on riotous living, but by falling into various shipwrecks.

Ὧν τελευτησάντων, καὶ πολλὰ τῶν αὐτῶν ἐν πλοίοις καὶ ἐν χρυσίῳ καταλελοιπότων, ἀστοχήσας περὶ τὴν τούτων διοίκησιν, καὶ πάντα ἀπολέσας, καὶ εἰς πενίαν ἐσχάτην ἐλάσας, οὐ φαγὼν, οὐδὲ εἰς ἀσωτείαν δαπανήσας, ἀλλὰ ναυαγίοις διαφόροις περιπεσὼν, καὶ ἀπὸ μεγάλων γεγονὼς μικρὸς, κατὰ τὸ ἐν Ψαλμοῖς εἰρημένον· «Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων·» οὕτως καὶ ὁ νεώτερος πολὺ ἄνω παρέχων ἐν χρήμασι, πολλῷ πλέον κάτω γέγονεν. 3073Τοῦτο ἀκηκοὼς ὁ μακάριος Ἀπολινάριος, καὶ θεωρήσας ἐν τοιαύτῃ ἀσχολίᾳ καὶ πενίᾳ τὸν νεώτερον γενόμενον, γινώσκων δὲ καὶ τοὺς αὐτοῦ γονεῖς, καὶ ἐπιστάμενος ὅπως ἦσαν ἐν πλούτῳ, ἠθέλησεν ἐλεῆσαι αὐτὸν, καὶ δοῦναι μικρὰν ἀγάπην εἰς ἀποστροφὴν, καὶ ᾐσχύνετο. Καὶ καθότι ἐθεώρει αὐτὸν ἐν τῷ σηκρήτῳ αὐτοῦ τὴν ψυχὴν ἐδάκνετο, βλέπων ἐσθῆτα ῥερυπωμένην, καὶ πρόσωπον σκυθρωπὸν ἔχοντα· ἃ τῆς ἐσχάτης πτωχείας καθέστηκε σύμβολα· ὡς οὖν ἦν ἐν τοιαύτῃ φροντίδι ὁ πάπας, ἐν μιᾷ θεόθεν κινηθεὶς, βουλὴν ὄντως θαυμασίαν βουλεύεται, καὶ πρέπουσαν τῇ αὐτοῦ μακαριότητι. Καὶ πέμψας ἤγαγε τὸν νομικὸν τῆς ἁγιωτάτης Ἐκκλησίας· καὶ λαβὼν αὐτὸν κατ᾿ ἰδίαν, λέγει αὐτῷ, Δύνῃ μοι φυλάξαι μυστήριον, κύριε ὦ νομικέ; Ὁ δὲ λέγει αὐτῷ· Ἐλπίζω, δέσποτα, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ· ὅτι ἐὰν κελεύσῃς, οὐ μὴ ἀνθρώπῳ εἴπω οὐδὲ μάθοι τις ἐξ ἐμοῦ τί ποτε ὧν θαῤῥήσῃς τῷ δούλῳ σου. Τότε λέγει αὐτῷ ὁ πάπας Ἀπολινάριος· Ὕπαγε, ποίησον γραμμάτιον χρεωστικὸν πεντήκοντα χρυσίων λιτρῶν, ὡς ἀπὸ τῆς ἁγιωτάτης Ἐκκλησίας, εἰς τὸν Μακάριον τόνδε τὸν πατέρα τοῦδε τοῦ νεωτέρου, καὶ βάλε, καὶ μάρτυρας, καὶ κομπλατίονα, καὶ αἴρε μοι αὐτὸ τὸ πρόσωπον. Ὁ δὲ νομικὸς τὸ κελευθὲν ἀπὸ τοῦ πάπα εὐθὺς καὶ παραχρῆμα ποιήσας ἤνεγκεν τὸ χειρόγραφον, καὶ δέδωκεν αὐτῷ. Ἐπειδὴ οὖν ὁ πατὴρ τοῦ νεωτέρου εἶχεν χρόνους δέκα ἢ καὶ πλεῖον τελευτήσας, ὁ δὲ χάρτης νέος ἦν, λέγει αὐτῷ ὁ πάπας· Ὕπαγε, κύριε ὦ νομικὲ, σῶσον τὸν χάρτην ἐν σίτῳ ἢ ἐν κριθῇ, καὶ μετ᾿ ὀλί-( γας ἡμέρας φέρε μοι αὐτόν. Ὁ δὲ ἀπελθὼν ἦλθεν μετὰ τὰς ῥηθείσας ἡμέρας φέρων τὸ γραμμάτιον τῷ πάπᾳ. Τότε λέγει τῷ νομικῷ ὁ πάπας· Ὕπαγε ἄρτι, καὶ εἰπὲ τῷ νεωτέρῳ· Τί μοι παρέχεις, καὶ διδῶ σοι γραμμάτιον ὠφελοῦν σε, καὶ βλέπε, κύριε ὦ νομικὲ, πλεῖον τριῶν νομισμάτων παρ᾿ αὐτοῦ μὴ λάβῃς· καὶ πάρασχε αὐτῷ τὸ γραμμάτιον. Ἀπεκρίθη αὐτῷ ὁ νομικὸς, ὅτι Ὄντως, δέσποτά μου, εἰ κελεύεις μοι, οὐδὲ ταῦτα λαμβάνω. Λέγει αὐτῷ ὁ πάπας, Ναὶ πάντως θέλω, ἵνα λάβῃς τρία νομίσματα. Τότε ὑπάγει ὁ νομικὸς πρὸς τὸν νεώτερον· Τί μοι παρέχεις, καὶ παρέχω σοὶ τί ποτε, τὰ μέγιστά σου εὐεργετοῦν; Ὁ δὲ συνέθετο ὃ ἐὰν βούληται, παρέχειν. Καὶ σκεψάμενος ὁ νομικὸς λέγει αὐτῷ, ὡς Πρὸ τῶν εʹ ἢ καὶ ἓξ ἡμερῶν ζητῶν χάρτας ἐν τῷ οἴκῳ μου εὗρον τὸ γραμμάτιον τοῦτο, καὶ μέμνημαι, ὅτι ὁ Μακάριος ὁ πατὴρ θαῤῥῶν εἰς ἐμὲ, εἴασέν μοι αὐτὸ πρὸς ὀλίγας ἡμέρας· καὶ τελευτήσαντος αὐτοῦ συνέβη μεῖναι παρ᾿ ἐμοὶ ἕως τῆς σήμερον, καὶ λήθῃ παρέδραμεν, καὶ οὐκ ἦλθεν εἰς νοῦν μου δοῦναί σοι αὐτό. Λέγει αὐτῷ ὁ νεώτερος· Καὶ τί σὺ κελεύεις παράσχω; Λέγει αὐτῷ γʹ νομίσματα. Τότε λέγει ὁ νεώτερος· Καὶ οἶδας, ὅτι εὔπορόν ἐστιν τὸ πρόσωπον ὀφεῖλον τὸ χρέος; Ναὶ ὄντως· καὶ εὔπορόν ἐστιν, καὶ εὔγνωμον, καὶ ἀπαιτῆσαι αὐτὸ ἔχεις ἀκόπως. Λέγει αὐτῷ ὁ νεώτερος· Γινώσκει ὁ Θεὸς, ὅτι οὐκ ἔχω, ἀλλὰ ἐὰν ἀπετίθη, καὶ ἄλλο σοι παρέχω, εἴ τι θέλεις μετὰ τῶν τριῶν νομισμάτων.

And from great he became small, according to what is said in the Psalms: "They go up to the heavens, and go down to the depths"; so the young man too, having been far up in money, became far lower still.

3073Blessed Apollinarius, having heard this, and seeing the young man come into such straits and poverty, and knowing his parents too, and understanding how they had been in wealth, wished to show him mercy and give him a little charity for his keep, and was ashamed to. And whenever he saw him in his audience-chamber, he was stung in his soul, seeing his soiled clothing and his gloomy face, which are the signs of the last poverty. So while the pope was in such anxiety, one day, moved by God, he devises a plan truly wonderful and befitting his blessedness.

And he sent and brought the notary of the most holy church; and taking him aside he says to him, "Canst thou keep a secret for me, sir notary?" And he says to him, "I hope in the Son of God, master, that if thou biddest me, I will not tell a soul, nor will anyone learn from me anything of what thou entrustest to thy servant." Then pope Apollinarius says to him, "Go, make out a bond of debt for fifty pounds of gold, as from the most holy church to this Macarius, the father of this young man; and put on both witnesses and the completion, and bring it me [?]." And the notary did at once, that very moment, what the pope had bidden, and brought the document and gave it to him. Now since the young man's father had been dead ten years or even more, and the paper was new, the pope says to him, "Go, sir notary, keep the paper in wheat or in barley, and after a few days bring it me." And he went off, and came after the said days bringing the bond to the pope. Then the pope says to the notary, "Go now and say to the young man, 'What wilt thou give me, and I give thee a bond that will profit thee?' And see, sir notary, do not take more than three gold pieces from him; and hand him the bond." The notary answered him, "Truly, my master, if thou bid me, I will not take even these." The pope says to him, "Yes, I certainly want thee to take three gold pieces." Then the notary goes to the young man: "What wilt thou give me, and I give thee something that will do thee the greatest good?" And he agreed to give whatever he wished. And the notary, having thought it out, says to him, "Five or six days ago, looking for papers in my house, I found this bond; and I remember that Macarius the father, trusting in me, left it with me for a few days; and when he died it happened to stay with me until today, and it slipped my memory, and it did not come into my mind to give it to thee." The young man says to him, "And what dost thou bid me give?" He says to him, "Three gold pieces." Then the young man says, "And dost thou know whether the party who owes the debt is well off?" "Yes, truly: it is both well off and fair-dealing, and thou canst collect it without trouble." The young man says to him, "God knows that I have not got it; but if it is collected, I will give thee something more as well, whatever thou wilt, along with the three gold pieces."

Τότε παρέχει αὐτῷ τὸ γραμμάτιον τῶν πεντηκόντα λιτρῶν. 3076Λαβὼν οὖν τὸ γραμμάτιον ἀνέρχεταιπρὸς τὸν ἁγιώτατον πάπαν, καὶ βάλλει αὐτῷ μετάνοιαν, καὶ ἐπιδίδωσιν αὐτῷ τὸ γραμμάτιον. Ὡς οὖν ἔλαβεν ὁ πάπας, καὶ ἀνέγνω αὐτὸ, ἤρξατο ποιεῖν ἑαυτὸν ταρασσόμενον. Καὶ λέγει αὐτῷ· Καὶ ποῦ ἧς ἕως ἄρτι; Ὁ πατήρ σου πλέον τῶν δέκα χρόνων τελευτήσας, ὕπαγε, κύριε, οὐ ποιῶ σοι ἀπόκρισιν. Ὁ δὲ λέγει τῷ πάπᾳ· Ὄντως, δέσποτα, οὐκ εἶχον αὐτὸ ἐγὼ, ἀλλ᾿ ὁ νομικὸς εἶχεν, καὶ οὐδὲ ᾔδειν, ἀλλ᾿ ὁ Θεὸς αὐτὸν ἐλεήσῃ, ὅτι ἄρτι μοι αὐτὸ δέδωκεν, εἰρηκὼς, ὅτι Ζητῶν χάρτας εὗρον αὐτό. Ὁ δὲ πάπας ἀπεπέμψατο αὐτὸν, τέως λέγων, Σκέψομαι, πάλιν κρατήσας τὸν χάρτην παρ᾿ ἑαυτῷ. Μετὰ οὖν μίαν ἑβδομάδα ἀνῆλθεν ὁ νεώτερος πρὸς τὸν πάπαν. Καὶ πάλιν ὁ πάπας ἐγκαλεῖ αὐτῷ, Διατὶ ἐβράδυνας, λέγων, προσαγαγεῖν τὸ γραμμάτιον; ὡς δῆθεν μὴ θέλων δοῦναι αὐτῷ τίποτε. Λέγει αὐτῷ ὁ νεώτερος, Δέσποτά μου, οἶδεν ὁ Θεὸς, ὅτι οὐκ ἔχω, ἵνα θρέψω τοὺς ἐμούς· εἴ τι οὖν ὁ Θεὸς ἐμβάλοι ὑμῖν, ἐλεήσατέ με. Τότε λέγει αὐτῷ ὁ ἐν ἁγίοις Ἀπολινάριος, σχηματισάμενος ὅτι εἶξεν τῇ παρακλήσει αὐτοῦ· Εἰς πλήρεις σοι παρέχω, τοῦτο δὲ παρακαλῶ. κύριέ μου ἀδελφὲ, μὴ ἀπαιτῆσαι τὴν ἁγίαν Ἐκκλησίαν τόκους. Τότε ἔβαλεν μετάνοιαν ὁ παῖς, λέγων· Εἴ τι βούλεταί μου ὁ δεσπότης καὶ κελεύει, τοῦτο ποιῶ, καὶ ἐκ τοῦ κεφαλαίου ἐὰν κελεύῃς μειῶσαι, μείωσον. Ὁ δὲ πάπας, λέγει, Οὐκ· ἀλλ᾿ ἀρκεῖ μοι, ἵνα τοὺς τόκους ἡμῖν παραχωρήσῃς· τότε ἐξενέγκας δέδωκεν τὰς πεντήκοντα τοῦ χρυσίου λίτρας, καὶ ἀπέλυσεν αὐτὸν, εἰπὼν καὶ ἐπευξάμενος ὑπὲρ τῆς παραχωρήσεως, φησὶν, τῶν τόκων. Αὕτη ἡ ἐργασία ἡ κρυπτὴ τοῦ θείου Ἀπολιναρίου, αὕτη ἡ καλλίστη πρᾶξις αὐτοῦ, καὶ ἡ συμπάθεια. Οὕτως δὲ ὁ Θεὸς καὶ τῷ νεωτέρῳ συνέφθασεν διὰ τῆς αὐτοῦ εὐλογίας, ὅτι ἐξανέστη ἐκ τῆς τοσαύτης πτωχείας, καὶ εἰς τὴν προτέραν αὐτοῦ τάξιν ἦλθεν, καὶ τῶν γονέων αὐτοῦ ἐν πλούτῳ καὶ περιουσίᾳ χρημάτων διέπρεψεν, μετὰ καὶ τοῦ μεγάλως ὠφεληθῆναι τὴν ψυχήν.

Γέρων τις ἐκάθητο ἐν Σκήτει, καὶ ἀνέβη ἐν τῇ Ἀλεξανδρείᾳ τὸ ἐργόχειρον αὐτοῦ πωλῆσαι, καὶ θεωρεῖ νεώτερον μοναχὸν εἰσελθόντα εἰς τὸ καπηλεῖον. Ἐπὶ τούτῳ ὁ γέρων ἐθλίβη, καὶ ἀνέμεινεν ἔξω, ἵνα ὅταν ἐξέλθῃ, συντύχῃ αὐτῷ· ὅπερ καὶ γέγονεν. Μετὰ γοῦν τὸ ἐξελθεῖν τὸν νεώτερον, κρατήσας τῆς χειρὸς αὐτοῦ ὁ γέρων, ἔλαβεν αὐτὸν κατ᾿ ἰδίαν, καὶ λέγει αὐτῷ· Κῦρι ἀδελφὲ, οὐκ οἶδας, ὅτι τὸ σχῆμα τὸ ἅγιον περιβέβλησαι; οὐκ οἶδας ὅτι νεώτερος εἶ; οὐκ οἶδας, ὅτι πολλαί εἰσιν αἱ παγίδες τοῦ διαβόλου: οὐκ οἶδας ὅτι καὶ δι᾿ ὀφθαλμῶν, καὶ δι᾿ ἀκοῆς, καὶ διὰ σχημάτων οἱ μοναχοὶ βλάπτονται, ἐν ταῖς πόλεσι διάγοντες; Σὺ δὲ εἰς τὰ καπηλεῖα ἀδεῶς εἰσερχόμενος, καὶ ἃ οὐ θέλεις, ἀκούεις, καὶ ἃ οὐ θέλεις, θεωρεῖς, καὶ ἀσέμνως καὶ γυναιξὶ συναναστρέφῃ. Μὴ, παρακαλῶ, ἀλλὰ φύγε εἰς τὴν ἔρημον, ὅπου δύνῃ ὡς θέλεις σωθῆναι. Ἀπεκρίθη αὐτῷ ὁ νεώτερος· Ὕπαγε, καλόγηρε, ὁ Θεὸς οὐ χρῄζει, εἰ μὴ καρδίαν καθαράν.

Then he gives him the bond for the fifty pounds.

3076So, taking the bond, he goes up to the most holy pope, and makes a prostration to him, and hands him the bond. So when the pope had taken it and read it, he began to make himself out troubled. And he says to him, "And where wast thou till now? Thy father died more than ten years ago. Go, sir; I make thee no answer." And he says to the pope, "Truly, master, I did not have it myself, but the notary had it, and I did not even know; but God have mercy on him, for he has just now given it me, saying, 'Looking for papers I found it.'" And the pope sent him away, saying for the time, "I will consider it," and again keeping the paper by him. So after one week the young man came up to the pope. And again the pope reproaches him: "Why wast thou slow," he says, "to bring the bond?", as if he did not want to give him anything. The young man says to him, "My master, God knows that I have not wherewith to feed my people; so if God should prompt you to anything, have mercy on me." Then Apollinarius among the saints, making a show of having yielded to his entreaty, says to him, "I give it thee in full; but this I ask, my lord brother: do not demand interest of the holy church." Then the lad made a prostration, saying, "Whatever my master wishes and bids, this I do; and if thou bid me reduce the principal, reduce it." And the pope says, "No; it is enough for me that thou let us off the interest." Then he brought out and gave him the fifty pounds of gold, and let him go, having spoken and prayed over him for the remission, as he puts it, of the interest. This was the hidden working of the godly Apollinarius, this his most beautiful deed, and his compassion. And so God came quickly to the young man's help through his blessing, so that he rose up out of such great poverty, and came into his former rank, and outshone his parents in wealth and abundance of money, and besides was greatly profited in his soul.

CHAPTER 194

An elder was living at Scete, and he went up to Alexandria to sell his handiwork, and he sees a young monk go into the tavern. At this the elder was distressed, and waited outside, so that when he came out he might meet him; and so it happened. So after the young man came out, the elder took hold of his hand and took him aside, and says to him, "Sir brother, dost thou not know that thou hast put on the holy habit? Dost thou not know that thou art young? Dost thou not know that many are the snares of the devil? Dost thou not know that through the eyes, and through hearing, and through appearances, monks are harmed when they live in the cities? And thou goest without fear into the taverns, and hearest what thou wouldst not, and seest what thou wouldst not, and keepest company, unseemly, with women too. Do not, I beg thee; but flee to the desert, where thou canst be saved as thou wouldst." The young man answered him, "Go away, old man; God wants nothing but a pure heart."

Τότε ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν, εἶπεν ὁ γέρων· Δόξα 3077σοι ὁ Θεὸς, ὅτι ἔχω ἐν τῇ Σκήτει πεντήκοντα ἔτη καὶ καρδίαν καθαρὰν οὐκ ἐκτησάμην· καὶ οὗτος εἰς τὰ καπηλεῖα ἀναστρεφόμενος καρδίαν καθαρὰν ἐκτήσατο. Καὶ στραφεὶς πρὸς τὸν ἀδελφὸν, λέγει· Ὁ Θεὸς καὶ σὲ σώσαι, καὶ ἐμὲ μὴ καταισχύνῃ ἀπὸ τῆς ἐμαυτοῦ ἐλπίδος.

Ὄντων ἡμῶν ἐν Ἀλεξανδρείᾳ, Λεόντιος Ἀπαμεὺς ἀνὴρ φιλόχριστος καὶ εὐλαβὴς, ἦλθεν ἀπὸ Πενταπόλεως· ἐκεῖσε γὰρ ἐν Κυρηνίᾳ ἀπὸ χρόνων ἱκανῶν ἐποίει τὴν οἴκησιν. Ἦλθεν δὲ ἐπὶ τοῦ ἐν ἁγίοις πάα Ἀλεξανδρείας τῆς αὐτῆς πόλεως Κυρήνης, καὶ ἐν συντυχίᾳ γεγονότων ἡμῶν, διηγήσατο ἡμῖν, λέγων, ὅτι Ἐπὶ Θεοφίλου τοῦ μακαρίου πάπα Ἀλεξανδρείας γέγονεν ἐπίσκοπος ἐν Κυρήνῃ Συνέσιος ὁ φιλόσοφος· ὅστις ἐλθὼν ἐν Κυρήνῃ εὗρεν ἐκεῖ φιλόσοφόν τινα Εὐάγριον ὀνόματι ἑταῖρον αὐτοῦ, ἐν τοῖς παιδευτηρίοις γινόμενον, καὶ φίλον αὐτοῦ γνήσιον ὄντα, καὶ ἐμμανῶς περὶ τὴν τῶν εἰδώλων λατρείαν ὑπάρχοντα· ὃν ὁ ἐπίσκοπος Συνέσιος μεταθεῖναι ἐβούλετο καὶ οὐ μόνον ἐβούλετό τε καὶ ἔσπευδεν, ἀλλὰ καὶ ἀγῶνα πολὺν ἔσχεν καὶ μέριμναν, διὰ ἣν πρὸς αὐτὸν ἀρχῆθεν ἐκέκτητο. Ὁ δὲ οὐκ ἠνείχετο, οὐδὲ παρεδέχετο αὐτοῦ παντελῶς τὴν διδασκαλίαν. Πλὴν ὁ ἐπίσκοπος ἐκ τῆς πολλῆς πρὸς αὐτὸν φιλίας οὔτε ἐδειλίασεν, οὐδὲ ἀπέσχετο τοῦ καθ᾿ ἑκάστην ἡμέραν διδάσκειν καὶ παρακαλεῖν, καὶ νουθετεῖν ὅπως εἰς Χριστὸν πιστεύσας δέξηται αὐτοῦ τὴν ἐπίγνωσιν. Ὥστε ἐν μιᾷ καὶ τοῦτο εἰπεῖν πρὸς αὐτὸν τὸν φιλόσοφον· Ὄντως, κύριε ὦ ἐπίσκοπε, μετὰ πάντων καὶ τοῦτό μοι ἀπαρέσκει, ὃ λέγετε οἱ Χριστιανοὶ, ὅτι καὶ συντέλεια τοῦ κόσμου τούτου γίνεται, καὶ μετὰ τὴν συντέλειαν πάντες οἱ ἐξ αἰῶνος γενόμενοι οἱ ἄνθρωποι ἐν τούτῳ τῷ σώματι ἀνίστανται, καὶ τὴν σάρκα ταύτην ἄφθαρτον ἔχοντες καὶ ἀνώλεθρον, εἰς αἰῶνας βιώσουσιν, τὰς ἀμοιβὰς ἀπολήψονται, καὶ ὅτι ὁ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει, καὶ ὁ σκορπίζων εἰς πτωχοὺς καὶ πένητας χρήματα, ἐν οὐρανοῖς θησαυρίζει καὶ ἑκατονταπλασίονα αὐτῷ μετὰ ζωῆς αἰωνίου ἀπὸ Χριστοῦ ἐν τῇ παλιγγενεσίᾳ κομίζεται, ἅπερ ἅπαντα ἀπάτη μοι, καὶ χλεύη, καὶ μῦθος γίνεται, καὶ λεγόμενα φαίνεται. Ὁ δὲ Συνέσιος ὁ ἐπίσκοπος διεβεβαιοῦτο, πάντα τῶν Χριστιανῶν ἀληθῆ εἶναι, καὶ μηδὲν ἔχειν ψεῦδος, ἢ ἀληθείας ἀλλότριον, καὶ διὰ πολλῶν ἀποδείξεων ταῦτα οὕτως ἔχειν ἐπειρᾶτο δεικνύειν. Καὶ δὴ μετὰ πολὺν χρόνον ποιήσας αὐτὸν γενέσθαι Χριστιανὸν, βαπτίζει καὶ αὐτὸν, καὶ τὰ τέκνα αὐτοῦ, καὶ πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ. Μετὰ οὖν χρόνον τινὰ τοῦ βαπτισθῆναι, δίδωσι τῷ ἐπισκόπῳ χρυσίων μὲν δηνάρια τρία εἰς λόγον τῶν πτωχῶν, λέγων· Δέξαι τὰ τρία κεντηνάρια καὶ δίδος πτωχοῖς καὶ ποίησόν μοι γραμμάτιον, ὅτι ταῦτά μοι ἀποδώσει Χριστὸς ἐν τῷ μέλλοντι αἰῶνι. Ὁ δὲ τὸ χρυσίον δεξάμενος, προθύμως ἐποίησεν αὐτῷ τὸ γραμμάτιον ὡς ἤθελεν.

Then the elder stretched out his hands to heaven and said, "Glory 3077to thee, O God, for I have been fifty [?] years in Scete and have not acquired a pure heart; and this one, going about in the taverns, has acquired a pure heart." And turning to the brother, he says, "May God save thee too, and not put me to shame in my own hope."

CHAPTER 195

While we were in Alexandria, Leontius of Apamea, a Christ-loving and devout man, came from the Pentapolis; for he had made his dwelling there, in Cyrene, for a good many years. He came in the time of [?] the pope of Alexandria, who is among the saints, [?] of that same city of Cyrene; and when we had met together, he told us:

"In the time of Theophilus, the blessed pope of Alexandria, Synesius the philosopher became bishop in Cyrene. When he came to Cyrene he found there a philosopher named Evagrius, his companion from the schools and his true friend, who was given over madly to the worship of idols. The bishop Synesius wished to bring him over; and not only did he wish it and press for it, but he took great pains and care over it, because of the [?] he had had for him from the beginning. But the other would not bear it, and would not accept his teaching at all. Yet the bishop, out of his great friendship for him, neither lost heart nor ceased, day after day, to teach him and exhort him and admonish him, so that he might believe in Christ and receive the knowledge of him.

So it came about that one day the philosopher even said this to him: 'Truly, my lord bishop, among all the rest this too displeases me, what you Christians say: that there is to be an end of this world, and that after the end all men who have ever been from the beginning rise again in this body, and having this flesh incorruptible and imperishable they will live for ages and receive their rewards; and that he who has pity on the poor lends to God, and he who scatters money among the poor and needy lays up treasure in heaven, and receives it a hundredfold from Christ, with eternal life, in the regeneration. All this, when it is said, seems to me deceit and mockery and a fable.' But Synesius the bishop maintained that all the things of the Christians are true and have nothing false in them or foreign to the truth, and he tried by many proofs to show that these things are so.

And indeed after a long time, having brought him to become a Christian, he baptizes him, and his children, and all his household. Then some time after his baptism, he gives the bishop three [?] centenaria of gold for the poor's account, saying: 'Take the three centenaria and give them to the poor, and make me a bond that Christ will repay me these in the age to come.' And he, having received the gold, readily made him the bond as he wished.

Ζήσας δὲ χρόνους τινὰς μετὰ τὸ ἅγιον βάπτισμα ἠσθένησεν τὴν ἐπὶ θάνατον ἀσθένειαν· καὶ μέλλων 3080τελευτᾷν λέγει, τοῖς τέκνοις αὐτοῦ, ὅτιὩς κηδεύετέ μοι, τοῦτον τὸν χάρτην θέτε εἰς τὰς χεῖράς μου, καὶ οὕτως μετ᾿ αὐτοῦ θάψατέ με. Οἱ δὲ τελευτήσαντος αὐτοῦ καθὼς ἐνετείλατο αὐτοῖς, καὶ πεποιήκασι, καὶ θάπτοντες αὐτὸν μετὰ τοῦ ἰδιοχείρου κατώρυξαν· καὶ τῇ τρίτῃ τῆς ταφῆς ἡμέρᾳ φαίνεται τῷ ἐπισκόπῳ Συνεσίῳ νυκτὸς καθεύδοντι, λέγων· Ἐλθὲ εἰς τὸν τάφον ἔνθα κατάκειμαι, καὶ λάβε σου τὸ ἰδιόχειρον. Ἔλαβον γὰρ τὸ χρέος, καὶ ἐπληρώθην, καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ, καὶ, πρὸς τὴν πληροφορίαν σου, ἰδιόχειρον ἐν αὐτῷ καθυπέγραψα. Ἠγνόει δὲ ὁ ἐπίσκοπος, ὅτι συνετάφη τῷ φιλοσόφῳ τὸ αὐτοῦ ἰδιόχειρον. Καὶ πρωΐας μεταστειλάμενος τοὺς υἱοὺς αὐτοῦ, εἶπεν αὐτοῖς, Τί ποτε κατεθήκατε μετὰ τοῦ φιλοσόφου ἐν τῷ τάφῳ; Οἱ δὲ ἐνόμιζον, ὅτι περὶ χρημάτων αὐτοῖς λέγει, καὶ εἶπον αὐτῷ, Οὐδὲν, δέσποτα, πλὴν τῶν ἐνταφίων αὐτοῦ. Τί οὖν, φησὶν, οὐδὲ χάρτην τινὰ συνεθάψατε αὐτῷ; Οἱ δὲ ἀναμνησθέντες (ἠγνόοῦν γὰρ, ὅτι περὶ χάρτου λέγει) λέγουσιν αὐτῷ· Ναὶ, δέσποτα, χάρτην τινὰ τελευτῶν δέδωκεν ἡμῖν, λέγων· Ὡς θάπτετέ με, τοῦτόν μοι τὸν χάρτην δότε κρατεῖν εἰς τὰς χεῖρας, μηδενὸς τὸ παράπαν γινώσκοντος· τότε εἶπεν αὐτοῖς ὁ ἐπίσκοπος τὸν ὄνειρον ὃν κατὰ τὴν νύκτα ἐκείνην θεασάμενος ἦν· καὶ λαβὼν αὐτοὺς μετὰ τῶν κληρικῶν καὶ τῶν κτητόρων, καί τινας ἀπὸ τῆς πόλεως, ἀπίη ἐπὶ τὸν τάφον τοῦ φιλοσόφου. Τοῦτον ἀνοίξαντες εὑρίσκουσιν τὸν φιλόσοφον κείμενον, καὶ τὸ ἰδιόχειρον τοῦ ἐπισκόπου ταῖς οἰκείαις χερσὶν κατέχοντα, καὶ λαβόντες ἐκ τῶν αὐτοῦ χειρῶν τὸ ἰδιόχειρον ἤνοιξαν, καὶ εὗρον αὐτὸν νεωστὶ γεγραμμένον τῇ χειρὶ τοῦ φιλοσόφου, οὕτως· Ἐγὼ Εὐάγριος φιλόσοφός σοι τῷ ὁσιωτάτῳ κυρίῳ Συνεσίῳ ἐπισκόπῳ χαίρειν. Ἔλαβον τὸ ἐν τούτῳ τῷ πιττακίῳ σου γεγραμμένον, καὶ ἐπληρώθην, καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ, ἕνεκα οὗ δέδωκά σοι χρυσίου, ἤγουν διὰ σοῦ, Χριστῷ τῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν. Κατεπλάγησαν δὲ οἱ βλέποντες, καὶ ἐπὶ ὥρας πολλὰς, τὸ, Κύριε ἐλέησον, βοῶντες, ἐδόξαζον τὸν Θεὸν ποιοῦντα θαυμασίαν, καὶ τοιαύτην ἀεὶ πληροφορίαν διδόντα τοῖς δούλοις αὐτοῦ. Διεβεβαιοῦντο δὲ καὶ τοῦτο ὁ αὐτὸς κύριος Λεόντιος, ὅτι τὸ ἰδιόχειρον τὸν ἔχον τὴν ὑπογραφὴν τοῦ φιλοσόφου σώζεται μέχρι τῆς σήμερον, καὶ ἐν τῷ κειμηλιαρχείῳ τῆς ἐκκλησίας Κυρήνης κεῖται· οἷος ἂν προβληθῇ κειμηλιάρχης ἐκεῖ, μετὰ τῶν ἱερῶν σκευῶν, καὶ αὐτὸ παραλαμβάνει, καὶ φυλάττει αὐτὸ ἐπιμελῶς, καὶ μετ᾿ αὐτῶν σῶον καὶ ἀβλαβὲς ἐπιδίδοται.

Διηγήσατο ἡμῖν ὁ Γεώργιος ὁ τῆς Ἄφρων χώρας ὕπαρχος γεγονὼς, ὁ φιλόχριστος καὶ φιλομόναχος καὶ φιλόπτωχος, ὁ πᾶσι χαίρων τοῖς ἀγαθοῖς οἷς ἀγαπᾷ ὁ Θεός. Ὅτι ἐν τῇ χώρᾳ μου (ἦν δὲ τῶν μερῶν Ἀπαμείας τῆς δευτέρας τῶν Σύρων ἐπαρχίας)· ὅτι χωρίον ἐστὶν ἀπὸ μιλίων τῆς πόλεως τεσσαράκοντα, τὸ Γοναγὸν καλούμενον.

Having lived some years after holy baptism, he fell sick with the sickness unto death; and when he was about 3080to die, he says to his children: 'When you bury me, put this paper into my hands, and so bury me with it.' And when he had died they did as he had commanded them, and burying him they laid him in the ground with the note of hand. And on the third day after the burial he appears to the bishop Synesius at night as he slept, saying: 'Come to the tomb where I lie, and take thy note of hand. For I have received the debt and been paid in full, and I have no claim against thee; and for thy assurance I have signed a note of hand in it.' Now the bishop did not know that his note of hand had been buried with the philosopher.

And in the morning he sent for his sons and said to them: 'What did you lay with the philosopher in the tomb?' They supposed he was speaking to them of money, and said to him: 'Nothing, master, except his grave-clothes.' 'What then,' he says, 'did you not bury some paper with him?' Then they remembered (for they had not known that he was speaking of the paper), and they say to him: 'Yes, master, when he was dying he gave us a paper, saying: "When you bury me, give me this paper to hold in my hands," without anyone knowing anything of it at all.' Then the bishop told them the dream he had seen that night; and taking them, with the clerics and the landowners and some from the city, he went off to the philosopher's tomb. Opening it, they find the philosopher lying there, holding the bishop's note of hand in his own hands; and taking the note of hand out of his hands they opened it, and found it newly written in the philosopher's hand, thus: 'I, Evagrius the philosopher, to thee, the most holy lord bishop Synesius, greeting. I have received what is written in this note of thine, and have been paid in full, and I have no claim against thee on account of the gold that I gave to thee, and through thee to Christ our God and Saviour.' Those who saw it were astounded, and for many hours, crying 'Lord, have mercy,' they glorified God, who works wonders and always gives such assurance to his servants."

And this same lord Leontius also affirmed that the note of hand bearing the philosopher's signature is preserved to this day and lies in the treasury of the church of Cyrene: whoever is appointed treasurer there receives it too along with the sacred vessels, and guards it carefully, and it is handed on with them safe and unharmed.

CHAPTER 196

George, who had been prefect of the land of Africa, the Christ-loving, the lover of monks and of the poor, who rejoices in all the good things that God loves, told us:

"In my country (it was in the parts of Apamea, of the province of Second Syria), there is a village some forty miles from the city, called Gonagon.

Ἐν τοῖς ὄρεσιν οὖν τοῦ αὐτοῦ κτήματος 3081ὡς ἀπὸ μιλίου ἑνὸς παιδία ἔβοσκον θρέμματα.Α Καὶ οἷα συμβαίνει, καὶ ὀφείλει γίνεσθαι παιδίοις, ἠθέλησαν παῖξαι κατὰ τὴν τῶν παίδων συνήθειαν. Καὶ ὡς ἔπαιζον, λέγουσι πρὸς ἀλλήλους· Δεῦτε, ποιήσωμεν σύναξιν, καὶ προσενέγκωμεν προσφοράν· καὶ τούτου πᾶσιν ἀρέσαντος, προεβάλοντο ἐξ αὐτῶν ὡς ἐν τάξει πρεσβυτέρου, καὶ ἄλλους δύο, ὡς ἐν τάξει διακόνων. Καὶ ἔρχονται εἰς μίαν πέτραν ὁμαλήν· καὶ γὰρ ἔπαιζον. Καὶ ἐπὶ τῇ πέτρᾳ, ὡς ἐν τάξει θυσιαστηρίου διεθήκασι τοὺς ἄρτους, καὶ ἐν καυκίῳ ὀστρακίνῳ οἶνον. Καὶ παρίστανται, ὁ μὲν ὡς πρεσβύτερος, οἱ δὲ ὡς διάκονοι, ἔνθεν καὶ ἔνθεν. Καὶ ὁ μὲν τὴν προσκομιδὴν ἔλεγεν, οἱ δὲ τοῖς φακιολίοις ἐῤῥίπιζον. Εὑρέθη δὲ ὁ ῥηθεὶς πρεσβύτερος τὴν ἀναφορὰν ἐπιστάμενος· ἐπειδὴ καὶ ἡ συνήθεια ἐν τῇ Ἐκκλησίᾳ παρέδραμεν, ὥστε τοὺς παῖδας ἔμπροσθεν τοῦ ἁγίου ἱερατείου ἵστασθαι ἐν ταῖς ἁγίαις συνάξεσιν, καὶ πρώτους μετὰ τοὺς κληρικοὺς τῶν ἁγίων μεταλαμβάνειν μυστηρίων. Ἐπειδὴ δὲ ἔν τισι τόποις ἐκφωνεῖν μεγάλως εἰώθασιν οἱ πρεσβύτεροι, εὑρέθησαν τὰ παιδία, τὴν εὐχὴν τῆς ἁγίας ἀναφορᾶς ἐκμανθάνοντα, ἐκ τοῦ συνεχῶς αὐτὴν ἐκφωνεῖσθαι. Ὡς οὖν πάντα πεποιήκασιν κατὰ τὴν ἐκκλησιαστικὴν συνήθειαν, πρινὴ τοὺς ἄρτους μελίσωσιν, πῦρ ἐκ τοῦ οὐρανοῦ κατελήλυθεν, καὶ τὰ προσκομισθέντα πάντα κατέφαγεν, καὶ τὴν πέτραν κατέκαυσεν ἅπασαν· ὡς μηδὲ τὸ παράπαν μήτε τῆς πέτρας, μήτε τῶν ἐν αὐτῇ προσενεχθέντων καταλειφθῆναι μνημόσυνον.Καὶ τοῦτο ἀθρόως γενόμενον θεασάμενοι οἱ παῖδες, εἰς τὴν γῆν ἀπὸ φόβου κατέπεσαν, καὶ ἡμιθανεῖς μεμενήκασιν, ῥῆξαι φωνὴν ἢ ἀναστῆναι ἐκ τῆς γῆς μὴ δυνάμενοι. Μὴ εἰσελθόντων δὲ αὐτῶν εἰς τὸ κτῆμα τῇ ὥρᾳ ᾗ εἶχον ἔθος εἰσέρχεσθαι, ἀλλ᾿ ἐκπλήκτων κειμένων εἰς τὸ ἔδαφος, ἐξῆλθον οἱ τούτων γονεῖς ἐκ τοῦ κτήματος ἰδεῖν τίνος χάριν κατὰ τὸ ἔθος οὐ παρεγένοντο. Καὶ ἀναζητοῦντες, εὗρον αὐτοὺς κειμένους, μήτε τινὰ τῶν παρόντων γινώσκοντας, μήτε λαλῆσαι τοῖς λαλοῦσιν ἰσχύοντας. Οὕτως ἡμιθανεῖς αὐτοὺς οἱ γονεῖς θεασάμενοι, ἕκαστος τὸ ἴδιον παιδίον βαστάσας εἰς τὸ κτῆμα ἀπήνεγκεν· καὶ ἐν ἐκστάσει τοιαύτῃ τὰ τέκνα ὁρῶντες ἐξίσταντο· τὴν τῆς ἐκστάσεως αἰτίαν μαθεῖν μὴ δυνάμενοι. Καὶ πολλάκις αὐτοὺς δι᾿ ὅλης τῆς ἡμέρας ἐρωτῶντες. ἀποκρίσεως παρ᾿ αὐτῶν οὐκ ἐτύγχανον, καὶ τῶν συμβεβηκότων αὐτοῖς οὐδὲν ὅλως μαθεῖν ἠδυνήθησαν, ἕως οὗ ἡ ἡμέρα ἐκείνη πᾶσα καὶ ἡ νὺξ παρῆλθεν. Τότε γὰρ οἱ παῖδες εἰς ἑαυτοὺς κατ᾿ ὀλίγον ἐλθόντες, ἅπαντα αὐτοῖς διηγήσαντο, ὡς ἐπράχθη τε καὶ γεγένηται. Καὶ λαβόντες αὐτοὺς οἱ γονεῖς, καὶ τοὺς τοῦ αὐτοῦ κτήματος κτήτορας, ἐξῆλθον, καὶ τὸν τρόπον ὑπέδειξαν, ἐν ᾧ τὸ παράδοξον τοῦτο θαῦμα ἐγένετο, ἴχνη τινὰ τοῦ καταβάντος πυρὸς ὑποφαίνοντες. Οἵτινες τῶν γεγονότων ἀκούσαντες, καὶ ἐξ αὐτοῦ πεισθέντες τοῦ πράγματος, εἰς τὴν πόλιν εἰσέδραμον, καὶ πάντα τῷ ἐπισκόπῳ τῆς πόλεως καθ᾿ ἑξῆς ἀνήγαγον.

In the hills of that same 3081estate, about one mile off, children were pasturing flocks. And as happens, and is bound to happen with children, they wanted to play, after the way of children. And as they played they say to one another: 'Come, let us hold a synaxis and offer the offering.' And this pleased them all, and they put forward one of themselves to stand as priest, and two others to stand as deacons. And they come to a flat rock; for they were playing there. And upon the rock, as upon an altar, they set out the loaves, and wine in an earthenware jug. And they stand by, the one as priest, the others as deacons, on this side and on that. And the one was saying the prayers of the oblation, and the others were fanning with their kerchiefs. Now the said priest turned out to know the anaphora by heart; for the custom had grown up in the Church that the children should stand before the holy sanctuary at the holy synaxes, and should partake of the holy mysteries first after the clergy. And since in some places the priests are wont to say it out loud, the children were found to have learned the prayer of the holy anaphora by heart from its being said aloud so constantly.

So when they had done everything according to the church's custom, before they broke the loaves, fire came down from heaven and devoured all that had been offered, and burned up the whole rock, so that no memorial at all was left, neither of the rock nor of what had been offered on it. And the children, seeing this happen all at once, fell to the ground for fear and remained half dead, unable to utter a sound or to rise from the ground. And when they did not come into the estate at the hour at which they were accustomed to come in, but lay stricken on the ground, their parents went out from the estate to see why they had not come back as usual. And searching, they found them lying there, neither knowing any of those present nor able to speak to those who spoke to them. So the parents, seeing them half dead, each lifted his own child and carried him to the estate; and seeing their children in such a trance they were amazed, unable to learn the cause of the trance. And though they asked them many times through the whole day, they got no answer from them, and could learn nothing at all of what had befallen them, until that whole day and the night had passed. For then the children came to themselves little by little and told them everything, how it was done and had come about. And the parents took them, and the landowners of that same estate, and went out; and they showed them the place where this strange wonder happened, pointing out some traces of the fire that had come down.

These, having heard what had happened and being persuaded by the thing itself, ran into the city and reported everything in order to the bishop of the city.

Ὁ δὲ θαυμάσας τῶν λεγομένων τὸ μέγεθος, 3084ἐν τῷ τόπῳσὺν παντὶ τῷ κλήρῳ ἐξῆλθεν, καὶ τοὺς παῖδας ἰδὼν, καὶ ἐπ᾿ αὐτῶν ἀκηκοὼς τὰ γενόμενα, καὶ τὰ σημεῖα τοῦ οὐρανίου πυρὸς θεασάμενος, τοὺς μὲν παῖδας εἰς μοναστήριον ἔβαλεν, τὸν δὲ τόπον εὐαγὲς μοναστήριον πεποίηκεν· ἐπάνω τοῦ τόπου τοῦ πυρὸς τὴν ἐκκλησίαν ᾠκοδόμησε, καὶ τὸ ἅγιον στήσας θυσιαστήριον. Ἔλεγεν δὲ ἡμῖν ὁ αὐτὸς κῦρος Γεώργιος, ὅτι ἕνα ἐξ αὐτῶν τῶν παίδων ἦν θεασάμενος ἐν αὐτῷ τῷ μοναστηρίῳ, ἔνθα τὸ τοιοῦτον θαῦμα· γέγονεν, καὶ τοῦτο μὲν τὸ θεῖον καὶ ἀγγελικὸν θαῦμα διηγήσατο Γεώργιος ὁ φιλόχριστος.

Ρουφῖνος δὲ ὁ τὴν ἐκκλησιαστικὴν ἱστορίαν γεγραφηκὼς, ὅμοιόν τι κατὰ τοὺς πάλαι καιροὺς ὑπὸ παίδων παιζόντων πραχθὲν, ἀνεγράψατο. Φησὶ γὰρ περὶ τοῦ ἁγίου Ἀθανασίου τοῦ μεγάλου μὲν τῆς ἀληθείας προμάχου καὶ κήρυκος, τῆς δὲ μεγάλης τῶν Ἀλεξανδρέων προεδρεύσαντος πόλεως, καὶ πάντας νηφαλίως, καὶ κατὰ τὸ Θεῷ δοκοῦν ποιμάναντος, τὰ παιδικὰ διηγούμενος, καὶ ὅτι θεόθεν αὐτῷ ἡ εἰς τὴν προεδρίαν προέλευσις προγνώσει θεϊκῇ τὴν ἀρχὴν ἐκομίσατο, τῆς ἀρχαιολογίας τοῦ ἀνδρὸς ἀναλαβεῖν, καὶ οἵου ἐκ παιδὸς γέγονεν βίου, καὶ ποίας ἀναγωγῆς μνησθῆναι, καθὰ παρελάβομεν· καὶ ἡμᾶς εἰσενεγκεῖν τῷ ἀκροατῇ. Ὁ ἐν ἁγίοις Ἀλέξανδρος ὁ πάπας τῆς Ἀλεξανδρείας, μετὰ Ἀχιλλᾶν γενόμενος, κατὰ τὴν τοῦ ἁγίου Πέτρου τοῦ ἀρχιεπισκόπου καὶ μάρτυρος πρόῤῥησιν, τοῦ τὸν δυσσεβῆ Ἄρειον κατακρίναντος, ἐν μιᾷ παρακύπτων, καὶ θεωρῶν τὴν θάλασσαν βλέπει παρὰ τὸν αἰγιαλὸν παίζοντας, ὡς ἔθος ἐστὶ τοῖς παιδίοις, καὶ μιμουμένους ἐπίσκοπον, καὶ τὰ τῆς ἐκκλησίας ἐξ ἔθους γινόμενα ἅπαντα. Προσέχων δὲ ἐπὶ πολὺ εἶδεν ὅτι πράττονταί τινα παρ᾿ αὐτῶν ἀπόκρυφα τῶν μυστηρίων. Ταραχθεὶς τοίνυν, καὶ παραχρῆμα τοὺς κληρικοὺς καλέσας, ὑπέδειξεν ἅπερ ἔπραττον, καὶ προσέταξεν ἀπελθεῖν, καὶ κατασχεῖν πάντας τοὺς παῖδας, καὶ πρὸς αὐτὸν ἀγαγεῖν. Παραγενομένους δὲ ἠρώτα τί ἦν αὐτῶν τὸ παίγνιον, καὶ τί ἔπραττον. Ἐκεῖνοι δὲ πτοηθέντες, ἅτε παῖδες ὄντες, ἅπαν τὸ πρᾶγμα κατ᾿ ἀξίαν αὐτῷ διηγοῦνται, ὅτι καὶ ἐβάπτισάν τινας κατηχουμένους δι᾿ Ἀθανασίου, ὃν κατέστησαν ἑαυτοῖς οἱ παῖδες ἐκεῖνοι ὡσανεὶ ἐπίσκοπον. Τότε τοίνυν ἐπιμελῶς ἐπιζητήσας παρ᾿ αὐτῶν ὁ Ἀλέξανδρος, τίνας ἐβάπτισαν, καὶ μαθὼν, καὶ εὑρὼν, ὅτι κατὰ τὸ ἔθος τῆς ἡμετέρας θρησκείας πάντα ἐκεῖνα ἐτέλεσαν, ἀνακοινωσάμενος τοῖς ἑαυτοῦ κληρικοῖς, ὥρισεν τοὺς ἀξιωθέντας τοῦ ἁγίου λουτροῦ ἐκ δευτέρου μὴ χρῆναι βαπτισθῆναι· Ἀθανάσιον δὲ καὶ τοὺς ἄλλους τοὺς καταλεγέντας κληρικοὺς τοῖς γονεῦσι παρηγγύησεν τοῦ ἀνάξαι ἐν νουθεσίᾳ καὶ παιδείᾳ Κυρίου, μάλιστα Ἀθανάσιον, ὃν μετ᾿ οὐ πολὺ τῷ Θεῷ καθιέρωσεν. Θείοις δὲ χαρίσμασι καταπλουτῶν παρὰ τοῦ ἀρχιερέως τοῦ τηνικάδε ἐν μείζονι βαθμῷ προβιβασθεὶς διέπρεψεν.

He, marvelling at the magnitude of what was told, 3084went out to the place with all the clergy; and having seen the children, and heard from them what had happened, and looked on the signs of the heavenly fire, he put the children into a monastery and made the place a holy monastery; over the place of the fire he built the church, and set up the holy altar."

And this same lord George told us that he had seen one of those very children in that monastery where such a wonder happened. And this divine and angelic wonder George the Christ-loving related.

CHAPTER 197

Rufinus, who wrote the Ecclesiastical History, recorded something like this done in olden times by children at play. For he speaks of holy Athanasius — the great champion and herald of the truth, who presided over the great city of the Alexandrians and shepherded all soberly and as was pleasing to God — telling of his boyhood, and how his advance to the presidency came to him from God and took its beginning by divine foreknowledge; [?] to take up the man's early history, and to recall what manner of life he led from a boy, and what upbringing, as we have received it; and for us too to bring it before the hearer.

Alexander, who is among the saints, pope of Alexandria, who came after Achillas according to the prophecy of holy Peter, archbishop and martyr, the one who condemned the impious Arius — one day, as he was looking out and watching the sea, he sees some playing by the shore, as is the custom of children, and imitating a bishop and all that is customarily done in the church. And watching a long while, he saw that some of the hidden things of the mysteries were being done by them. So he was troubled, and at once called the clerics and showed them what they were doing, and ordered them to go and seize all the children and bring them to him. And when they came he asked what their game was and what they had been doing. And they were frightened, being children, and tell him the whole thing duly: that they had even baptized some catechumens through Athanasius, whom those children had set up for themselves as a bishop. Then Alexander inquired of them carefully whom they had baptized; and having learned, and found that they had performed all those things according to the custom of our religion, he took counsel with his own clerics and ruled that those who had been granted the holy washing ought not to be baptized a second time. And Athanasius and the others who had been enrolled as clerics he charged their parents to bring up in the admonition and discipline of the Lord, and Athanasius above all, whom not long after he consecrated to God. Enriched with divine gifts, and advanced by the high priest of that time to a higher rank, he became eminent.

Ἀθανάσιον δὲ καὶ τοὺς ἄλλους, οὓς ἐν ἐκείνῃ τῇ παιγνίᾳ πρεσβυτέρους 3085ἔδοξεν ἔχειν ἢ διακόνους, προσκαλεσάμενοςΑ αὐτῶν τοὺς γονεῖς, ὑπὸ μαρτυρίᾳ Θεοῦ παρέδωκεν τῇ Ἐκκλησίᾳ, ὥστε ἐκεῖ αὐτοὺς τρέφεσθαι. Μικροῦ δὲ διαδραμόντος χρόνου, ὅτε καὶ παρὰ τοῦ σημειογράφου τελείως, καὶ παρὰ τοῦ γραμματικοῦ αὐτάρκως Ἀθανάσιος ἐπαιδεύθη, παραχρῆμα ὡς πιστὴ τοῦ Θεοῦ παραθήκη παρὰ τῶν γονέων παραδίδοται τῷ ἱερεῖ, καὶ ὡσανεί τις Σαμουὴλ ἐν τῷ ναῷ τοῦ Θεοῦ ἐτρέφετο. Καὶ ἡνίκα πρὸς τοὺς ἐπισκόπους Ἀλέξανδρος ἐπορεύετο ἐν τῷ γήρᾳ, ἐπελέγετο εἰς τὸ ἀκολουθεῖν αὐτῷ, καὶ βαστάζειν τὸ τῆς ἱερωσύνης περιβόλαιον, ὃ προσηγορεύετο Ἐφοὺδ τῇ παρ᾿ Ἑβραίων φωνῇ. Τοσοῦτοι δὲ ἐγένοντο τοῦ Ἀθανασίου τούτου ἐν τῇ Ἐκκλησίᾳ πρὸς τοὺς αἱρετικοὺς ἀγῶνες, ὥστε δοκεῖν περὶ τούτου γεγράφθαι ἐκεῖνο τὸ εἰρημένον· «Ἐγὼ ἐπιδείξω τούτῳ, ὅσα αὐτὸν ὑπομεῖναι χρὴ ὑπὲρ τοῦ ἐμοῦ ὀνόματος.» Εἰς γὰρ τὸν τούτου διωγμὸν πᾶσα ἡ οἰκουμένη συνεφράξατο Γ. συνεφρυάξατο., καὶ ἐκινήθησαν καὶ βασιλεῖς τῆς γῆς, καὶ βασίλεια καὶ στρατὸς συνῆλθον κατ᾿ αὐτοῦ· ἐκεῖνος δὲ τὸ τοῦ Θεοῦ λόγιον ἐφύλαττεν, τὸ λέγον· «Ἐὰν οὖν στῶσιν κατ᾿ ἐμοῦ παρεμβολαὶ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ μοι συμβουλὴ Γ. συμβολή., ἐν ταύτῃ ἐγὼ ἐλπιῶ.» Πλὴν ἐπειδὴ τοιαῦται καὶ τοσαῦται αὐτοῦ φέρονται πράξεις, ὥστε τὸ μὲν μέγεθος τῶν πραγμάτων μηδέν μοι συγχωρεῖν παρελθεῖν, τὸ δὲ πλῆθος τῶν πράξεων ἀναγκάζει με πολλὰ σιωπᾷν, ἐν ἀδήλῳ κάμνει μου ὁ λογισμὸς, τὸ μὴ δύνασθαι ἐπιδέξασθαι, τί μὲν δεῖ κρατῆσαι, τί δὲ δεῖ παραλείπειν. Καὶ διὰ τοῦτο ὀλίγων μνημονεύωμεν τῶν ἀνηκόντων τῷ πράγματι· τὰ δὲ ὑπόλοιπα ἡ φήμη διηγήσεται. Πάντως δὲ ἐλάττονα τῆς ἀληθείας ἀπαγγελεῖ ἡ φήμη· προσθεῖναι γάρ τι τῇ ἀληθείᾳ οὔτε δυνήσεται, οὔτε εὑρήσει.

Ἠρωτήθη ποτὲ ὁ ἅγιος Ἀθανάσιος ὁ πάπας Ἀλεξανδρείας, εἰ δύναται βαπτισθῆναι μήτε πιστεύων κατὰ τὴν πίστιν τῶν Χριστιανῶν καὶ τὸ κήρυγμα· καὶ εἰ βαπτισθῇ δι᾿ ἄλλας τινὰς προφάσεις πιστεύειν ὑποκρινόμενος, τί ἄρα ἔσται, ἢ πῶς αὐτὸν δέχεται ὁ Θεός. Καὶ ἀπεκρίθη λέγων· Ἠκούσατε ἀπὸ τῶν παλαιῶν, ὡς τῷ μακαρίῳ Πέτρῳ καὶ μάρτυρι, θνήσεως γενομένης, καὶ ἁπλῶς πολλῶν ἐπιτρεχόντων τῷ βαπτίσματι φόβῳ τοῦ θανάτου, ὤφθη τις αὐτῷ, ἐν ἀγγέλου μορφῇ, λέγων· Ἕως πότε ἀποστέλλετε ἐνταῦθα βαλάντια ἐσφραγισμένα μὲν, κενὰ δὲ πάντη, καὶ οὐδὲν ἔχοντα ἔσωθεν;

Athanasius, then, and the others whom in that game he had seemed to have as 3085priests or deacons, he called their parents and, under God's witness, handed them over to the Church, so that they should be brought up there.

A little time having passed, when Athanasius had been taught thoroughly by the shorthand-writer and sufficiently by the grammarian, at once he is handed over by his parents to the priest as a faithful deposit of God, and like another Samuel he was brought up in the temple of God. And when Alexander in his old age went to the bishops, he was chosen to follow him and carry the vestment of the priesthood, which in the Hebrew tongue was called Ephod.

So great were the contests of this Athanasius in the Church against the heretics that the saying might seem to have been written of him: "I will show him how many things he must suffer for my name." For against his persecution the whole world was banded together, and the kings of the earth were stirred, and kingdoms and armies came together against him; but he kept the oracle of God which says: "If then camps stand against me, my heart shall not fear; if a council rise up against me, in this will I hope." But since such and so many deeds of his are told that the greatness of the things allows me to pass over nothing, while the multitude of the deeds compels me to keep silent on much, my mind labours in uncertainty, unable to choose what I must keep and what I must leave out. And so let us recall a few of those that belong to the matter; the rest report will tell. Yet report will certainly tell less than the truth; for it can neither add anything to the truth, nor will it find anything to add.

CHAPTER 198

Holy Athanasius, the pope of Alexandria, was once asked whether one can be baptized while not believing according to the faith and preaching of the Christians; and if someone is baptized for some other pretexts, pretending to believe, what then will become of him, or how God receives him. And he answered, saying: "You have heard [?] from the ancients how, to the blessed Peter, the martyr, when there was a great dying, and many were simply running to baptism for fear of death, someone appeared in the form of an angel, saying: 'How long will you send up here purses that are sealed, but altogether empty, with nothing inside?'

Τοιγαροῦν ὅσον ἐκ τῆς τοῦ ἀγγέλου φωνῆς ἔνι στοχάσασθαι, τὴν μὲν σφραγίδα τοῦ βαπτίσματος ἔχοντες, ἐπειδὴ ὅλως εὐεργετηθῆναί 3088τι νομίζοντες, εἰ τὸ βάπτισμα λάβοιεν, ἐβαπτίσθησαν.

Διηγήσατό τις τῶν Πατέρων, ὅτι τις τῶν γερόντων καθαρὸς καὶ ἅγιος ὢν, ἐν τῷ ποιεῖν αὐτὸν τὴν προσκομιδὴν, ἀγγέλους ἔβλεπεν ἐκ τῶν δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων ἱσταμένους. Ἦν δὲ οὗτος ἐξ αἱρετικῶν παραλαβὼν τὴν προσκομιδὴν, καὶ ὡς ἄπειρος τῶν θείων δογμάτων, ἐν τῷ προσφέρειν ἐν ἁπλότητι καὶ ἀκακίᾳ, ἔλεγεν, ἀγνοῶν ὅτι σφάλλεται. Κατ᾿ οἰκονομίαν δὲ παρέβαλεν αὐτῷ τις ἀδελφὸς, πεῖραν ἔχων τῶν θείων δογμάτων. Συνέβη δὲ τὸν γέροντα ἐπὶ αὐτοῦ ποιῆσαι τὴν προσφοράν· καὶ εἶπεν ὁ ἀδελφὸς (διάκονος γὰρ ἦν)· Ταῦτα ἃ εἶπας, Πάτερ, εἰς τὴν προσκομιδὴν, οὐκ εἰσὶ τῆς ὀρθοδόξου πίστεως, ἀλλὰ κακοδόξου. Ὁ δὲ γέρων ὡς ὅτι ἀγγέλους βλέπει ἐν τῷ προσφέρειν, οὐ προσέσχεν τοῖς λεχθεῖσιν, ἀλλὰ κατεφρόνησεν. Ἐπέμενεν δὲ ὁ διάκονος λέγων· Σφάλλῃ, καλόγηρε· οὐ γὰρ παραδέχεται ταῦτα ἡ Ἐκκλησία. Ὡς οὖν εἶδεν ἑαυτὸν ὁ γέρων οὕτως ἐγκαλούμενον, καὶ ἐλεγχόμενον ὑπὸ τοῦ διακόνου, εἶδεν συνήθως τοὺς ἀγγέλους, καὶ ἠρώτησεν αὐτούς· Ἐπειδὴ ὁ διάκονος οὕτως μοι λέγει, τί ἐστιν ὃ λέγει; Εἶπον δὲ αὐτῷ· Ἀνάσχου, καλῶς σοι λέγει. Εἶπεν δὲ αὐτοῖς ὁ γέρων· Καὶ διὰ τί οὐκ εἴπατέ μοι ὑμεῖς; Εἶπον δὲ αὐτῷ· Ὅτι ὁ Θεὸς οὕτως ᾠκονόμησεν, ἄνθρωπον δι᾿ ἀνθρώπων διορθοῦσθαι. Καὶ ἀπὸ τότε διωρθώσατο εὐχαριστῶν τῷ Θεῷ καὶ τῷ ἀδελφῷ.

Διηγήσατο ἡμῖν τις τῶν Πατέρων, ὅτι ὁ νεώτερός τις εὐφυὴς ἀπελθὼν ἐμαθητεύθη τινὶ χρυσοχόῳ, καὶ μανθάνει τελείως τὴν τέχνην. Ἐπιτάσσει οὖν αὐτῷ τις τῶν πατρικίων ποιῆσαι σταυρὸν διάλιθον, ἵνα προσενέγκῃ αὐτὸν τῇ Ἐκκλησίᾳ· καὶ ἐπειδὴ πάνυ εὐφυὴς ἦν ὁ νεώτερος, παραχωρεῖ αὐτῷ τοῦτο ἔργον ὁ ἐπιστάτης. Λογίζεται οὖν ὁ νεώτερος, ὅτι οὗτος τοσαῦτα χρήματα προσφέρει τῷ Χριστῷ, διὰ τί οὐ κἀγὼ μίξω τὸν μισθόν μου εἰς τὸν σταυρὸν, ἵνα με λογίζηται Χριστὸς ὡς δύο λεπτὰ τῆς χήρας ἐκείνης; Λογίζεταιοὖν πόσον μισθὸν λαμβάνειν μέλλῃ. καὶ κιχρᾶται, καὶ βάλλει εἰς τὸ σταύρινον. Ἐλθὼν οὖν ὁ πατρίκιος σταθμίζει τὸν σταυρὸν πρὸ τοῦ κλεισθῆναι τοὺς λίθους, καὶ εὑρίσκει αὐτὸν πρὸς τὴν ὁλκὴν ἣν δέδωκεν, ἔχον περισσόν. Ἤρξατο ἀπειλεῖν, ὅτι δόλον ἐποίησεν κυβεύσας τὸν χρυσοῦν. Τότε λέγει αὐτῷ ὁ νεώτερος· Ὁ μόνος γινώσκων τὰ ἐγκάρδια, ἐπίσταται ὅτι οὐδὲν τοιοῦτον ἐποίησα. Ἀλλὰ ἰδὼν πόσα χρήματα προσήνεγκας τῷ Χριστῷ, ἐλογισάμην βαλεῖν τὸν μισθόν μου, ἵνα κἀγὼ ἔχω μέρος μετὰ σοῦ, καὶ προσδέξηταί με ὁ Χριστὸς, ὡς τὰ δύο λεπτὰ τῆς χήρας ἐκείνης. Ἐκπλαγεὶς οὖν ἐπὶ τοῦτο ἐκεῖνος, εἶπεν· Ναὶ, τέκνον, οὕτως ἐλόγισας;

So, as far as one may guess from the angel's voice, they have the seal of baptism, since they were baptized only 3088thinking they would gain some benefit if they received baptism."

CHAPTER 199

One of the fathers told that a certain elder, being pure and holy, used to see angels standing at his right and at his left when he was making the oblation. Now he had received the oblation from heretics, and as one unskilled in the divine doctrines, when he offered he said it in simplicity and guilelessness, not knowing that he was in error.

By a dispensation a brother came to visit him who had experience of the divine doctrines. And it happened that the elder made the offering in his presence; and the brother (for he was a deacon) said: "These things that thou didst say at the oblation, Father, are not of the Orthodox faith but of false belief." But the elder, since he saw angels when he offered, paid no heed to what was said, but despised it. The deacon persisted, saying: "Thou art in error, good elder; for the Church does not accept these things." So when the elder saw himself thus accused and reproved by the deacon, he saw the angels as usual, and asked them: "Since the deacon says this to me, what is it that he says [?]?" And they said to him: "Bear with him; he speaks rightly to thee." The elder said to them: "And why did you not tell me?" And they said to him: "Because God so disposed it, that man should be corrected through men." And from then on he corrected himself, giving thanks to God and to the brother.

CHAPTER 200

One of the fathers told us that a certain gifted young man went off and was apprenticed to a goldsmith, and learned the craft thoroughly. Then one of the patricians commissions him to make a jewelled cross, so that he might offer it to the church; and since the young man was very gifted, the master gives this work over to him. So the young man reckons: "This man offers so much money to Christ; why should I not also mix my wages into the cross, so that Christ may reckon me like the two mites of that widow?" So he reckons how much pay he is to receive, and borrows it, and puts it into the cross-work. Then the patrician comes and weighs the cross before the stones were set, and finds it over the weight he had given. He began to threaten, saying he had committed a fraud by debasing the gold. Then the young man says to him: "He who alone knows the secrets of the heart knows that I have done no such thing. But seeing how much money thou didst offer to Christ, I reckoned to put in my wages, so that I too might have a share with thee, and Christ might accept me like the two mites of that widow." And he, astonished at this, said: "Indeed, child? Didst thou reckon so?"

Λέγει αὐτῷ· 3089Ναί. Ἔφη αὐτῷ· Ἐπειδὴ τοῦτο ἐλόγισας, καὶ ὅλην τὴν προαίρεσίν σου ἐκαίνωσας τῷ Χριστῷ, θελήσας μέρος ἔχειν μετ᾿ ἐμοῦ, ἰδοὺ ἀπὸ τῆς σήμερον ποιήσω σε υἱὸν καὶ κληρονόμον. Καὶ ἔλαβεν αὐτὸν μεθ᾿ ἑαυτοῦ, καὶ ἐποίησεν αὐτὸν κληρονόμον.

Διηγήσατό τις τῶν Πατέρων, ὅτι ποτὲ διὰ χρείαν τινὰ ἀνῆλθον ἐν Κωνσταντινουπόλει. Ὡς δὲ κάθημαι εἰς τὴν ἐκκλησίαν, εἰσέρχεταί τις τῶν κατὰ κόσμον λαμπρῶν, πάνυ φιλόχριστος, καὶ θεασάμενός με ἐκάθισεν· καὶ ἤρξατο ἐρωτᾷν περὶ σωτηρίας ψυχῆς. Ὡς οὖν εἶπον αὐτῷ, ὅτι τοῖς καλῶς διοικοῦσιν τὰ ἐπίγεια τὰ οὐράνια δίδοται, ἔλεγεν· Καλῶς εἶπας, Πάτερ, ὅτι μακάριος ὁ ἔχων τὴν ἐλπίδα πρὸς Θεὸν, καὶ ἑαυτὸν ἔκδοτον δίδωσι τῷ Θεῷ. Καὶ ἔλεγεν· Ἐγὼ τέκνον εἰμί τινος τῶν κατὰ τὸν κόσμον πολὺ ἐνδόξων. Ἦν δὲ ὁ πατὴρ μου πολὺ ἐλεήμων, καὶ πολλὰ παρεῖχεν τοῖς πτωχοῖς. Μιᾶς οὖν τῶν ἡμερῶν καλεῖ με, καὶ δεικνύει μοι ὅλα τὰ χρήματα, καὶ λέγει μοι· Τέκνον, τί ἡδέως ἔχεις; ἀφήσω σοι τὰ χρήματα ἢ τὸν Χριστὸν κουράτορα; Ἐγὼ δὲ οἰκοδομούμενος, εἰς ἃ ἐποίει, εἶπον αὐτῷ· Τὸν Χριστὸν μᾶλλον· ταῦτα γὰρ πάντα σήμερον αὔριον παρέρχονται. Λοιπὸν ἐξ ὅτε ἤκουσεν τῶν παρ᾿ ἐμοῦ, ἀφειδῶς παρεῖχεν, ὥστε αὐτὸν τελευτήσαντα ὀλίγα ἀφιέναι. Ἐγὼ δὲ πτωχὸς ὢν, ταπεινὸς προηρχόμην, ἔχων τὴν ἐλπίδα εἰς Θεὸν, ᾧ καταλέλοιπέν με. Ἦν δέ τις πλούσιος πάλιν καὶ τῶν μεγάλων, Σ ἔχων γυναῖκα φιλόχριστον καὶ φοβουμένην τὸν Θεόν· εἶχεν δὲ θυγατέρα μονογενῆ. Λέγει οὖν αὐτῷ ἡ γυνὴ τῷ ἀνδρὶ αὐτῆς· Ταύτην μονογενῆ τὴν θυγατέρα ἔχομεν, καὶ τοσαῦτα ἀγαθὰ ἐδωρήσατο ἡμῖν ὁ Κύριος· τίνος οὖν χρῄζει; Ἐὰν ἐπιζητήσωμεν δοῦναι αὐτήν τινι ὁμοτίμῳ ἡμῶν, οὐ καλῷ δὲ τοῖς τρόποις, θλίβει αὐτὴν ἀεί· ἀλλὰ μᾶλλον ζητήσωμεν αὐτῇ ἄνθρωπον ταπεινὸν, καὶ φοβούμενον τὸν Κύριον, ἵνα κατὰ Θεὸν ἀγαπᾷ αὐτὴν καὶ θάλπῃ. Λέγει αὐτῷ· Καλῶς ἐβούλευσας· ὕπαγε οὖν εἰς τὴν ἐκκλησίαν, καὶ εὖξαι ἐκτενῶς, καὶ κάθισον ἐκεῖ, καὶ ὅστις εἰσέρχεται πρῶτος, οὗτός ἐστιν ὁ ἀποσταλεὶς παρὰ Κυρίου. Ἐποίησεν οὖν οὕτως, καὶ μετὰ τὸ εὔξασθαι, καὶ καθίσαι, εὑρέθην ἐγὼ εὐθὺς εἰσερχόμενος. Πέμπει οὖν παραχρῆμα δοῦλον, καὶ καλεῖ με, καὶ ἤρξατο ἐρωτᾷν με· Πόθεν εἶ; Ἐγὼ δὲ εἶπον αὐτῇ· Ἐκ τῆς πόλεώς εἰμι τῆσδε, καὶ τοῦδε υἱός. Ἡ δὲ εἶπεν· Ἐκείνου τοῦ ἐλεήμονος; Καὶ λέγει μοι· Ἔχεις γυναῖκα; Εἶπον δὲ αὐτῇ· Οὐ. Εἶπον δὲ αὐτῇ ἃ ἐλάλησέν μοι ὁ πατήρ μου, καὶ ἃ εἶπον αὐτῷ. Καὶ δοξάσασα τὸν Κύριον, εἶπεν· Ἰδοὺ ὁ καλὸς κουράτωρ σου ὃν ἐξελέξω, ἔπεμψέν σοι γυναῖκα καὶ χρήματα, ἵνα χρήσῃ ἀμφοτέροις μετὰ φόβου τοῦ Θεοῦ.

He says to him: 3089"Yes." He said to him: "Since thou hast reckoned this, and hast [?] made thy whole purpose common with Christ, wishing to have a share with me, behold, from this day I will make thee my son and heir." And he took him with him, and made him his heir.

CHAPTER 201

One of the fathers told: "Once I went up to Constantinople on some business. And as I was sitting in the church, there comes in one of the great ones of the world, very Christ-loving, and seeing me he sat down; and he began to ask about the salvation of the soul. So when I told him that to those who manage earthly things well, heavenly things are given, he said: 'Thou hast said well, Father: blessed is he who has his hope toward God and gives himself up wholly to God.' And he said: 'I am the child of one of the very illustrious of the world. My father was very merciful, and gave much to the poor. So one day he calls me and shows me all his money and says to me: "Child, which wouldst thou rather? Shall I leave thee the money, or Christ as thy guardian?" And I, edified by what he was doing, said to him: "Christ rather; for all these things are here today and pass away tomorrow." And from the time he heard this from me, he gave unsparingly, so that when he died he left little. And I, being poor, went about humbly, having my hope in God, to whom he had left me.

'Now there was again a certain rich man, one of the great, who had a Christ-loving wife who feared God; and he had an only daughter. So the wife says to her husband: "This is the only daughter we have, and the Lord has given us so many good things; what then does she need? If we seek to give her to someone of our own rank who is not good in his ways, he will always afflict her; let us rather seek for her a humble man who fears the Lord, so that he may love her and cherish her according to God." He says to her: "Thou hast counselled well; go then to the church and pray earnestly, and sit there, and whoever comes in first, he is the one sent by the Lord." So she did so, and after she had prayed and sat down, I was found to be coming in at once. So she immediately sends a servant and calls me, and began to ask me: "Where art thou from?" And I said to her: "I am of this city, and the son of such a one." And she said: "Of that merciful man?" And she says to me: "Hast thou a wife?" I said to her: "No." And I told her what my father had said to me and what I had said to him. And glorifying the Lord she said: "Behold, the good guardian whom thou didst choose has sent thee a wife and money, that thou mayest use both in the fear of God."

Καὶ εὔχομαι τὴν ὁδὸν τοῦ πατρός μου μέχρι τέλους ὁδεῦσαι.

3092Διηγήσατό τις τῶν Πατέρων, ὅτι κοσμικός τις εἶχεν υἱὸν εὐλαβῆ καὶ παρθένον ἐγκρατῆ εἰς πάντα, καὶ ἀπὸ μικρόθεν λοιπὸν οὐκ ἔπινεν οἶνον· εἶχεν δὲ σκοπὸν τοῦ ἀναχωρῆσαι. Ὁ δὲ πατὴρ αὐτοῦ ἤθελεν αὐτὸν ἐμβαλεῖν εἰς τὰ πράγματα, καὶ οὐκ ἠνείχετο· εἶχεν δὲ καὶ ἄλλους ἀδελφοὺς, αὐτὸς δὲ ἦν ὁ μείζων. Καὶ ἐπειδὴ οὐχ ἥρμοζεν ὁ σκοπὸς αὐτοῦ τῷ σκοπῷ τοῦ πατρὸς αὐτοῦ, ἀεὶ ὠνείδιζεν ὁ πατὴρ αὐτοῦ, ἐπιπλήττων αὐτῷ διὰ τὴν ἐγκράτειαν, λέγων· Διατὶ οὐκ εἶ ὅμοιος τῷ ἀδελφῷ Int. τοῖς ἀδελφοῖς. σου, καὶ ἐπιδιδοῖς σεαυτὸν εἰς τὰ πράγματα; Ὁ δὲ ἐκαρτέρει σιωπῶν. Πάντες δὲ ἠγάπων αὐτὸν διὰ τὴν εὐλάβειαν αὐτοῦ καὶ τὴν σωφροσύνην. Ὅτε δὲ ἤμελλεν πατὴρ αὐτοῦ τελευτᾷν, τινὲς τοῦ γένους αὐτοῦ, καὶ ἄλλοι ἀγαπητοὶ,δοκοῦντες ὅτι μισεῖ αὐτὸν ὁ πατὴρ, ἐκ τοῦ ἐπιπλήττειν αὐτῷ, συνάγονται, καὶ λέγουσι· Μήποτε στερήσῃ τὸν δοῦλον τοῦ Θεοῦ τῆς κληρονομίας ὁ πατήρ· ἀλλὰ παρακαλέσωμεν ὑπὲρ αὐτοῦ (ἦν γὰρ πλούσιος). Καὶ ἀνέρχονται πρὸς αὐτὸν, καὶ λέγουσιν αὐτῷ· Τίποτε ἔχομεν παρακαλέσαι σε. Λέγει αὐτοῖς· Τί θέλετε παρακαλέσαι με; Λέγουσιν αὐτῷ· Περὶ τοῦ κυρίου Ἀβίβου (τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ)· ἵνα μὴ παρίδῃς αὐτόν. Λέγει αὐτοῖς· Ὑπὲρ αὐτοῦ παρακαλεῖτέ με; Λέγουσιν αὐτῷ· Ναί. Λέγει αὐτοῖς· Καλέσατέ μοι αὐτὸν ὧδε. Ἐνόμισαν δὲ ὅτι ἐπιπλῆξαι αὐτῷ θέλει κατὰ τὸ ἔθος. Καὶ ὅτε εἰσῆλθεν, λέγει αὐτῷ· Ἔγγισόν μοι. Καὶ ὡς ἤγγισεν, ἥπλωσεν ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ, κλαίων καὶ λέγων· Συγχώρησόν μοι, τέκνον μου, καὶ παρακάλεσον τὸν Θεὸν, ἵνα μὴ λογίσηταί μοι εἴ τι ἔθλιβόν σε· ὅτι σὺ τὸν Χριστὸν ἐζήτεις, ἐγὼ δὲ κοσμικῶς ἐκινούμην. Καλεῖ δὲ καὶ τοὺς ἄλλους υἱοὺς αὐτοῦ, καὶ λέγει αὐτοῖς· Οὗτος κύριος καὶ πατὴρ ὑμῶν. Ὅ τι εἶπεν, Ἔχετε τί ποτε, ἔχετε· εἶπεν, Οὐκ ἔχετε, οὐκ ἔχετε. Καὶ ἐθαύμασαν πάντες. Καὶ εὐθέως τελευτήσαντος τοῦ πατρὸς αὐτῶν, δίδωσιν τοῖς ἀδελφοῖς αὐτοῦ τὸ μέρος αὐτῶν, καὶ λαμβάνει τὸ μέρος αὐτοῦ, καὶ δίδωσιν αὐτὸ τοῖς πτωχοῖς παντελῶς, μηδὲν ἀφήσας ἑαυτῷ. Ἔκτισεν δὲ μικρὸν κελλίον εἰς τὸ ἀναχωρῆσαι, καὶ μετὰ τελειῶσαι τὸ κελλίον, ἀσθενεῖ. Φθάνει οὖν τὸ τέλος αὐτοῦ. Καὶ παρεκάθετο ὁ ἀδελφὸς αὐτοῦ. Καὶ λέγει αὐτῷ· Ὕπαγε, καὶ ποίησον τῷ οἴκῳ σου παράκλησιν, ὅτι ἁγία ἡμέρα ἐστίν. Ἦν γὰρ ἡ πανήγυρις τῶν ἁγίων ἀποστόλων. Λέγει αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ· Πῶς ἀφήσω σε, καὶ ἀπέλθω; Λέγει αὐτῷ· Ἄπελθε, καὶ ὅτε ἔρχεται ἡ ὥρα, ἐγώ σε καλῶ. Ὅτε οὖν ἦλθεν ἡ ὥρα, ἀνέστη εἰς τὴν θυρίδα, καὶ κρούει, καὶ προσέχει ὁ ἀδελφὸς αὐτοῦ, καὶ νεύει αὐτῷ, ὅτι Δεῦρο. Καὶ εὐθέως ὅτε ἦλθεν ὁ ἀδελφὸς αὐτοῦ, παρέδωκεν τὸ πνεῦμα τῷ Κυρίῳ.

And I pray to walk my father's road to the end.'"

3092CHAPTER 202

One of the Fathers told us that a certain layman had a son who was devout, a virgin, and self-controlled in all things; indeed from a little boy he had drunk no wine. And he had it in mind to withdraw. But his father wanted to put him into business, and he would not bear it. He had other brothers too, but he was the eldest. And since his aim did not suit his father's aim, his father was always reproaching him, rebuking him for his self-control and saying, "Why art thou not like thy brother, and why dost thou not give thyself to business?" But he held out in silence. And everyone loved him for his devoutness and his chastity.

When his father was about to die, some of his kin, and others who loved him, thinking that the father hated him, since he was always rebuking him, gathered together and said, "The father may deprive the servant of God of his inheritance. Let us plead for him" (for he was rich). And they go up to him and say to him, "We have something to ask of thee." He says to them, "What do you want to ask of me?" They say to him, "About master Abibus" (for that was his name), "that thou wilt not pass him over." He says to them, "Is it for him you are pleading with me?" They say to him, "Yes." He says to them, "Call him here to me." They thought that he wanted to rebuke him, as his custom was. And when he came in, he says to him, "Come near me." And as he came near, the father threw himself at his feet, weeping and saying, "Forgive me, my child, and pray God not to reckon it against me if I afflicted thee in anything; for thou wast seeking Christ, and I was moved by the world." He calls his other sons too, and says to them, "This is your master and father. Whatever he says: if he says, 'You have something,' you have it; if he says, 'You have nothing,' you have nothing." And they all wondered. And as soon as their father had died, he gives his brothers their share, and takes his own share and gives it all to the poor, keeping nothing back for himself. He built a small cell to withdraw to, and after finishing the cell he falls sick. So his end comes upon him. And his brother sat by him. And he says to him, "Go and give thy household some comfort, for it is a holy day." For it was the feast of the holy apostles. His brother says to him, "How shall I leave thee and go away?" He says to him, "Go away, and when the hour comes, I will call thee." So when the hour came, he rose and went to the window and knocks, and his brother looks, and he beckons to him: "Come." And as soon as his brother came, he gave up his spirit to the Lord.

Καὶ πάντες ἐθαύμασαν, καὶ ἐδόξασαν τὸν Θεὸν, λέγοντες· Ἀξίως τῆς ἀγάπης ἧς ἠγάπησε τὸν Χριστὸν, ηὗρεν τὸ τέλος.

3093Διηγήσατό τις τῶν Πατέρων, ὅτι ποτὲ λιθουργὸς τις, ὃν καλοῦσι καβιδάριον, ἔχων λίθους πολυτίμους καὶ μαργαρίτας, ἀνέβη εἰς πλοῖον μετὰ τῶν παίδων αὐτοῦ, θέλων ἀπελθεῖν καὶ πραγματεύσασθαι. Συν έβη δὲ αὐτὸν κατ᾿ οἰκονομίαν ἀγαπῆσαι παῖδά τινα τοῦ πλοίου, ὅστις ἐποίει αὐτοῦ τὴν ὑπηρεσίαν, καὶ ἀνεπαύετο καὶ αὐτὸς παρ᾿ αὐτοῦ ἐσθίων ἐξ ὧν ἤσθιεν. Μιᾶς δὲ τῶν ἡμερῶν ἀκούει ὁ παῖς τῶν ναυτῶν ψιθυριζόντων, καὶ βεβαιωσάντων παρ᾿ ἑαυτοῖς, ἵνα ῥίψωσιν τὸν καβιδάριον εἰς τὴν θάλασσαν, δι᾿ οὓς εἶχεν λίθους. Εἶτα τοῦ παιδὸς μετὰ πολλῆς στυγνότητος εἰσελθόντος πρὸς τὸν ἐλεύθερον κατὰ τὸ ἔθος ποιῆσαι αὐτῷ τὴν ὑπηρεσίαν, λέγει αὐτῷ· Τί στυγνὸς εἶ, παιδίον, σήμερον; Ἐκεῖνος ἐταμιεύσατο λέγων οὐδέν. Πάλιν οὖν ἠρώτα αὐτὸν λέγων· Ὄντως εἰπέ μοι, τί ἔχεις; Τότε ἐξαφίη κλαυθμὸν, καὶ λέγει αὐτῷ· Ὅτι οὕτως οὕτως ἐβουλεύσαντο οἱ ναῦται περὶ σοῦ. Λέγει αὐτῷ· Ἀκριβῶς; Ἀπεκρίθη αὐτῷ· Ναὶ, οὕτως ἐβεβαίωσαν περὶ σοῦ παρ᾿ ἑαυτοῖς. Τότε καλεῖ τοὺς παῖδας αὐτοῦ, καὶ λέγει αὐτοῖς· Εἶ́ τι ἂν εἴπω ὑμῖν, ποιήσατε ἀόκνως καὶ ἄνευ τινὸς λογισμοῦ. Τότε ἁπλοῖ σινδόνα, καὶ ἄρχεται λέγειν αὐτοῖς· Φέρετε τά μου ζικία. Καὶ ἤνεγκαν. Καὶ ἀνοίξας ἤρξατο ἁπλοῦν τὰ λιθάρια, καὶ μετὰ τὸ τεθῆναι πάντα, ἤρξατο οὕτως λέγειν· Αὕτη ἡ ζωή ἐστιν; Διὰ ταῦτα κινδυνεύω, θαλασσομαχῶ, καὶ μετ᾿ ὀλίγον ἀποθνήσκω, μηδὲν λαβὼν μεθ᾿ ἑαυτοῦ ἐκ τοῦ κόσμου τούτου; Λέγει τοῖς παισὶν αὐτοῦ· Ἐκκενώσατε πάντα εἰς τὴν θάλασσαν. Εὐθέως οὖν μετὰ τοῦ λόγου αὐτοῦ, ἠκόντησαν αὐτὰ εἰς τὴν θάλασσαν. Καὶ ἐξέστησαν οἱ ναῦται, καὶ διεσκεδάσθη ἡ βουλὴ Σ αὐτῶν.

Ἔλεγέν τις, ὅτι ἐδάχθη τις ὑπὸ ὄφεως, καὶ εἰσῆλθεν εἰς πόλιν τινὰ περιοδευθῆναι. Ὑπεδέξατο αὐτὸν δὲ γυνὴ εὐλαβὴς καὶ φοβουμένη τὸν Κύριον, καὶ ἐθεράπευσεν αὐτόν. Ὅτε δὲ εἶχεν μικρὰν ἄνεσιν τῶν πόνων, ἤρξατο ὁ διάβολος σπείρειν αὐτῷ λογισμοὺς εἰς αὐτὴν, καὶ ἤρξατο θέλειν ἅψασθαι τῆς χειρὸς αὐτῆς.

And they all wondered and glorified God, saying, "He has found an end worthy of the love with which he loved Christ."

3093CHAPTER 203

One of the Fathers told us that once a certain stone-worker, of the kind they call a cabidarius, having precious stones and pearls, went aboard a ship with his servants, wishing to go abroad and trade. It happened, by a dispensation, that he grew fond of a certain boy of the ship, who waited on him; and the boy too was refreshed by him, eating of what he ate. One day the boy hears the sailors whispering and settling it among themselves to throw the cabidarius into the sea, because of the stones he had. Then, when the boy came in to the free man with great gloom to wait on him as usual, he says to him, "Why art thou gloomy today, lad?" He kept it to himself, saying nothing. So he asked him again, saying, "Tell me truly, what is the matter with thee?" Then he bursts out weeping and says to him, "The sailors have plotted so and so about thee." He says to him, "For certain?" He answered him, "Yes, that is how they have settled it about thee among themselves." Then he calls his servants and says to them, "Whatever I tell you, do it without hesitating and without any second thought." Then he spreads out a linen cloth and begins to say to them, "Bring my caskets." And they brought them. And opening them, he began to spread out the stones, and when they had all been laid out, he began to speak thus: "Is this life? For these I run into danger, I fight the sea, and in a little while I die, taking nothing with me out of this world?" He says to his servants, "Empty it all into the sea." So at once, at his word, they flung them into the sea. And the sailors were astounded, and their plot came to nothing.

CHAPTER 204

Someone used to say that a man was bitten by a snake and went into a certain city to be treated. A devout woman who feared the Lord took him in and nursed him. When he had a little relief from his pains, the devil began to sow thoughts in him about her, and he began to want to touch her hand. But she said to him, "Not so, father; keep Christ before thee [?].

Ἡ δὲ ἔλεγεν αὐτῷ· Μὴ οὕτως, Πάτερ, Χριστὸν ἔχης· μνήσθητι τῆς λύπης καὶ τῆς μετανοίας, ἧς μέλλεις μετανοεῖν καθήμενος ἐν τῷ κελλίῳ Λυ. 3096σου· μνήσθητι τῶν στεναγμῶν καὶ τῶν δακρύων, ὧν μέλλεις ποιεῖν. Ἀκούσας δὲ ταῦτα παρ᾿ αὐτῆς καὶ ἕτερα τοιαῦτα, ἔφυγεν ἀπ᾿ αὐτοῦ ὁ πόλεμος, καὶ διατραπεὶς ἤθελεν φυγεῖν, μὴ δυνάμενος ἀτενίσαι εἰς αὐτήν. Ἡ δὲ πάλιν ἐν σπλάγχνοις Χριστοῦ ἔλεγεν αὐτῷ· Μηδὲν διατραπῇς, χρείαν ἔχεις ἔτι περιοδευθῆναι· οὐκ ἦν τῆς καθαρᾶς σου ψυχῆς διαλογίσασθαι ἐκεῖνα, ἀλλὰ τοῦ φθονεροῦ διαβόλου ἦν ἡ ὑποβολή. Καὶ οὕτως ἀσκανδαλίστως θεραπεύσασα αὐτὸν ἀπέλυσεν μετὰ ἐφοδίων.

Διηγήσατό τις, ὅτι ἀδελφὸς μένων ἐν κοινοβίῳ, ἐπέμπετο εἰς ἀποκρίσεις τοῦ κοινοβίου· ἦν δέ τις κοσμικὸς εὐλαβὴς εἰς κώμην τινὰ, καὶ ἐδέχετο αὐτὸν κατὰ πίστιν ὁσάκις ἤρχετο εἰς τὴν κώμην. Εἶ-/χεν χεν δὲ ὁ κοσμικὸς μίαν θυγατέρα προσφάτως χηρεύσασαν, μετὰ τοῦ ἀνδρὸς αὐτῆς ἐνιαυτὸν ἕνα ἢ δύο ζήσασαν. Εἰσερχόμενος οὖν καὶ ἐξερχόμενος ὁ ἀδελφὸς πρὸς αὐτοὺς, ἐπολεμήθη πρὸς αὐτήν· ἐκείνη δὲ συνετὴ οὖσα ἐνόησεν, καὶ ἐφύλαττεν ἑαυτὴν, μὴ ἐλθεῖν εἰς τὸ πρόσωπον αὐτοῦ. Μιᾶς οὖν τῶν ἡμερῶν εἰσῆλθεν ὁ πατὴρ αὐτῆς εἰς τὴν πόλιν ἐγγὺς διὰ χρείαν, ἀφήσας αὐτὴν μόνην ἐν τῷ οἴκῳ. Ἐλθὼν δὲ ὁ ἀδελφὸς κατὰ τὸ ἔθος, εὑρίσκει αὐτὴν μόνην ἐν τῷ οἴκῳ, καὶ λέγει αὐτῇ· Ποῦ ἐστιν ὁ πατήρ σου; Λέγει αὐτῷ· Εἰς τὴν πόλιν εἰσῆλθεν. Ἤρξατο οὖν ταράσσεσθαι ὑπὸ τοῦ πολέμου, θέλων ἐπαναστῆναι αὐτῇ. Λέγει αὐτῷ ἐκείνη μετὰ συνέσεως· Μηδὲν ταραχθῇς· ὁ πατήρ μου ἕως ὀψὲ οὐκ ἔρχεται. Ὡδέ ἐσμεν οἱ δύο· οἶδα δὲ ὅτι ὑμεῖς οἱ μοναχοὶ μηδὲν πράττετε ἐκτὸς προσευχῆς. Ἐγείρου οὖν, εὖξαι τῷ Θεῷ, καὶ εἴ τι ἐμβαλεῖ εἰς τὴν καρδίαν σου, τοῦτο ποιήσωμεν. Ὁ δὲ οὐκ ἠνείχετο, ἀλλ᾿ ἐταράσσετο ἐκ τοῦ πολέμου. Λέγει αὐτῷ· Τῷ ὄντως σὺ ἔγνως ποτὲ γυναῖκα; Λέγει αὐτῇ· Οὔ· ἀλλὰ διὰ τοῦτο θέλω ἵνα εἴδω τί ἐστιν. Λέγει αὐτῷ· Διὰ τοῦτο οὖν ταράσσῃ, ἀγνοῶν τὴν δυσωδίαν τῶν ἀθλίων γυναικῶν. Καὶ θέλουσα μειῶσαι τὸ πάθος αὐτοῦ, λέγει, ὅτι Ἐν τοῖς μηνιαίοις εἰμὶ, καὶ οὐδεὶς δύναταί μοι προσεγγίσαι, οὐδὲ ὀσφρανθῆναί μου, ἀπὸ τῆς δυσωδίας, ταλανίζουσα τὸ σῶμα αὐτῆς. Ἀκούσας δὲ ταῦτα παρ᾿ αὐτῆς καὶ ἄλλα τοιαῦτα, σιανθεὶς( καὶ ἐλθὼν εἰς ἑαυτὸν ἐδάκρυσεν. Ὅτε οὖν εἶδεν ὅτι εἰσῆλθεν εἰς ἑαυτὸν, λέγει· Ἰδοὺ, εἰ ἤκουσά σου, καὶ ἐπείσθην σοι, ἤδη ἤμεθα ἀπαλλαγέντες, τελέσαντες τὴν ἁμαρτίαν.

Remember the grief and the repentance with which thou wilt repent as thou sittest in thy cell; 3096remember the groans and the tears that thou wilt shed." When he had heard these things from her, and others like them, the warfare fled from him, and in his shame he wanted to flee, not able to look her in the face. But she again, in the bowels of Christ, said to him, "Do not be ashamed at all; thou still needest treatment. It was not of thy pure soul to think those things; it was a suggestion of the envious devil." And so, having nursed him without offence, she sent him away with provisions for the road.

CHAPTER 205

Someone told us that a brother living in a coenobium used to be sent on the coenobium's errands; and there was a devout layman in a certain village who received him in faith whenever he came to the village. The layman had one daughter, newly widowed, who had lived with her husband a year or two. So as the brother went in and out among them, he was warred against over her; but she, being sensible, perceived it, and kept herself from coming into his presence. One day her father went into the city nearby on some business, leaving her alone in the house.

The brother came as usual and finds her alone in the house, and says to her, "Where is thy father?" She says to him, "He has gone into the city." So he began to be troubled by the warfare, wanting to fall upon her. She says to him, with good sense, "Do not be troubled at all; my father is not coming till late. We are here, the two of us. But I know that you monks do nothing without prayer. So get up, pray to God, and whatever he puts into thy heart, let us do it." But he would not bear it, but was troubled by the warfare. She says to him, "Hast thou really ever known a woman?" He says to her, "No; and that is why I want to see what it is." She says to him, "So that is why thou art troubled: thou dost not know the foulness of wretched women." And wanting to lessen his passion, she says, "I am in my monthly courses, and no one can come near me or bear the smell of me, for the stench," calling her own body wretched. When he had heard these things from her, and others like them, he was disgusted, and coming to himself he wept.

So when she saw that he had come to himself, she says, "See, if I had listened to thee and been persuaded by thee, we should already be done with it, having committed the sin. With what face, then, couldst thou have looked upon my father after that, or gone back to thy monastery and heard the choir of those holy men singing psalms?

Ποίᾳ οὖν ὄψει εἶχες λοιπὸν θεάσασθαι τὸν πατέρα μου, ἢ ἀπελθεῖν εἰς τὸ μοναστήριόν σου, καὶ ἀκοῦσαι τοῦ χοροῦ τῶν ἁγίων ἐκείνων ψαλλόντων; παρακαλῶ οὖν σε, νήψον, καὶ μὴ θελήσῃς διὰ μικρὰν ἡδονὴν ἀπολέσαι τοὺς τοιούτους καμάτουςὅσους 3097ἔχεις, καὶ στερηθῆναι αἰωνίων ἀγαθῶν. Ἀκούσας δὲΑ αὐτῆς ταῦτα τὰ ῥήματα, ὁ ἀδελφὸς ὁ παθὼν τὸ διήγημα, ἔλεγεν τῷ ἐξηγησαμένῳ, εὐχαριστῶν τῷ Θεῷ, τῷ διὰ τῆς συνέσεως καὶ σωφροσύνης αὐτῆς μὴ ἐάσαντι αὐτὸν τελείως ἐκπεσεῖν.

Διηγήσατό τις τῶν Πατέρων, ὅτι μία συγκλητικὴ ἦλθεν εἰς προσκύνησιν τῶν ἁγίων τόπων· καὶ κατελθοῦσα εἰς Καισάρειαν, μᾶλλον ἤρεσεν αὐτῇ ἡσυχάσαι ἐκεῖ. Παρεκάλει οὖν τὸν ἐπίσκοπον, λέγουσα· Δός μοι μίαν παρθένον, ἵνα τυποῖ με καὶ διδάσκῃ με τὸν φόβον τοῦ Θεοῦ. Ἐκλεξάμενος οὖν ὁ ἐπίσκοπος μίαν ταπεινὴν, δίδωσιν αὐτῇ. Μετὰ οὖν χρόνον, ἀπαντήσας αὐτῇ ὁ ἐπίσκοπος, λέγει· Πῶς ἡ παρθένος ἡ δοθεῖσά σοι; Ἡ δὲ εἶπεν· Καλὴ μέν ἐστιν, οὐ πάνυ δὲ ὠφελεῖ τὴν ψυχήν μου, ἐπειδὴ ἀφίει με ποιῆσαι τὰ θελήματά μου, ταπεινὴ οὖσα· χρείαν δὲ ἔχω ἵνα ἐπιπλήττῃ μοι, καὶ μὴ συγχωρῇ μοι ποιεῖν τὰ θελήματά μου. Πάλιν οὖν λαβὼν ὁ ἐπίσκοπος ἄλλην σκληρὰν, δίδωσιν αὐτῇ, ἥτις ἔλεγεν αὐτῇ· Μωροπλουσία, ἄλλα τοιαῦτα ἐπιπλήττουσα αὐτῇ. Μετὰ ταῦτα πάλιν ἠρώτα αὐτὴν ὁ ἐπίσκοπος· Πῶς ἡ παρθένος; Καὶ λέγει αὐτῷ· Ἀληθῶς αὕτη ὠφελεῖ μου τὴν ψυχήν, οὕτως διέλαμψεν μεγάλῃ,

πραότητι, Διηγήσατο ὁ ἀββᾶς Θεώνας, καὶ ὁ ἀββᾶς ΘεόδωΣ ρος, ὅτι ἐν Ἀλεξανδρείᾳ ἐπὶ Παύλου τοῦ πατριάρχου κόρη τις κατελείφθη ὑπὸ τῶν γονέων αὐτῆς, ἐχόντων περιουσίαν πολλήν. Ἦν δὲ ἀκμὴν ἀβάπτιστος. Μιᾷ οὖν τῶν ἡμερῶν διακρίνουσα εἰς τὸν παράδεισον, ὃν κατέλιπον αὐτῇ οἱ γονεῖς αὐτῆς (εἰσὶ γὰρ παράδεισοι μέσον τῆς πόλεως ἐν τοῖς οἴκοις τῶν μεγιστάνων)· οὔσης οὖν αὐτῆς ἐν τῷ παραδείσῳ, ὁρᾷ τινα ἄνθρωπον, εὐτρεπίσαντα ἑαυτὸν εἰς τὸ ἀπάγξασθαι. Τρέχει οὖν, καὶ λέγει αὐτῷ· Τί ποιεῖς, καλὲ ἄνθρωπε; Λέγει αὐτῇ· Τὸ ὄντως σοι ἄφες με, γύναι, ὅτι ἐν πολλῇ θλίψει εἰμί. Λέγει αὐτῷ ἡ κόρη· Εἰπέ μοι τὴν ἀλήθειαν, καὶ τάχα δύναμαί σοι βοηθῆσαι. Λέγει αὐτῇ· Πολλὰ χρεωστῶ, καὶ ἄχθομαι σφόδρα ὑπὸ τῶν δανειστῶν μου· καὶ ᾑρετισάμην ταχέως ἀποθανεῖν, καὶ μὴ οὕτως ὀδυνηρὰν ζωὴν ζῇν. Λέγει αὐτῷ ἡ κόρη· Δέομαί σου, ἰδοὺ, ὅσα ἔχω, λάβε, καὶ ἀπόδος, μόνον μὴ ἀπολέσης ἑαυτόν. Καὶ λαβὼν ἐκεῖνος, ἀπέδωκεν τὸ χρέος. Στενωθεῖσα δὲ λοιπὸν ἐκείνη, καὶ μὴ ἔχουσα τὸν φροντίζοντα αὐτῆς, ἔρημος οὖσα ἀπὸ γονέων, ἠναγκάσθη, καὶ ἤρξατο πορνεύειν. Καὶ ἔλεγόν τινες τῶν γινωσκόντων αὐτὴν, ἐν ποίᾳ ὑποστάσει ἦσαν οἱ γονεῖς αὐτῆς· Τίς οἶδεν τὰ κρίματα Θεοῦ, πῶς συγχωρεῖται ψυχὴν δι᾿ αἰτίαν τινὰ παραπίπτειν; Ὅμως μετὰ χρόνον τινὰ ἠσθένησεν· καὶ ἦλθεν εἰς ἑαυτήν.

So I beg thee, be sober, and do not for a little pleasure throw away all the labours 3097thou hast, and be robbed of eternal good things." Hearing these words from her, the brother, the one who suffered what this story tells, told it to the man who related it, giving thanks to God, who through her good sense and chastity had not let him fall away entirely.

CHAPTER 206

One of the Fathers told us that a lady of senatorial rank came to venerate the holy places; and going down to Caesarea, she preferred to stay there and keep stillness. So she begged the bishop, saying, "Give me a virgin, to form me and teach me the fear of God." So the bishop chose a humble one and gives her to her. After a time the bishop met her and says, "How is the virgin who was given thee?" She said, "She is good, but she does not profit my soul much, since she lets me do my own will, being humble. What I need is someone to rebuke me and not allow me to do my own will." So again the bishop took another, a harsh one, and gives her to her, and she would say to her, "Rich fool!" rebuking her with other such things. After this the bishop asked her again, "How is the virgin?" And she says to him, "Truly this one profits my soul." And so she shone out in great meekness.

CHAPTER 207

Abba Theonas and abba Theodore told us that in Alexandria, in the time of Paul the patriarch, a girl was left behind by her parents, who had great wealth. And she was still unbaptized. One day, as she was going about [?] in the garden which her parents had left her (for there are gardens in the middle of the city, in the houses of the great men), while she was in the garden, then, she sees a certain man getting himself ready to hang himself. So she runs and says to him, "What art thou doing, good man?" He says to her, "Truly [?], let me be, woman, for I am in great affliction." The girl says to him, "Tell me the truth, and perhaps I can help thee." He says to her, "I owe a great deal, and I am sorely oppressed by my creditors; and I have chosen to die quickly rather than live so painful a life." The girl says to him, "I beg thee, see, take all I have and pay it back; only do not destroy thyself." And he took it and paid off the debt. But she was in straits after that, and having no one to care for her, bereft as she was of parents, she was forced to it, and began to play the harlot.

And some of those who knew her, and in what standing her parents had been, said, "Who knows the judgements of God, how a soul is allowed to fall away for some cause?"

Yet after some time she fell sick, and she came to herself.

Καὶ κατανυγεῖσα ἔλεγεν τοῖς γείτοσι· Διὰ τὸν Κύριον ποιήσατε ἔλεος μετὰ τῆς ψυχῆς μου, καὶ 3100λαλήσατε τῷ πάπᾳ, ἵνα ποιήσῃ μεριστιανήν. Καὶ πάντες κατεφρόνουν αὐτῆς, λέγοντες· Ἄρα δέχεται ταύτην πόρνην οὖσαν; Καὶ ἦν ἐν θλίψει πολλῇ διὰ τοῦτο. Ἐν τούτοις δὲ οὔσης αὐτῆς, καὶ ἀθυμούσης, ἐπέστη αὐτῇ ἄγγελος Κυρίου ἐν τῷ σχήματι τοῦ ἀνθρώπου, μεθ᾿ οὗ ἐποίησεν τὸ ἔλεος. Καὶ λέγει αὐτῇ· Τί ἐστιν ὃ ἔχεις; Ἡ δὲ εἶπεν· Ὅτι ἐπιθυμῶ γενέσθαι Χριστιανὴ, καὶ οὐδεὶς θέλει λαλῆσαι περὶ ἐμοῦ. Λέγει αὐτῇ· Ἐν ἀληθείᾳ ποθεῖς; Ἡ δὲ εἶπεν· Ναὶ, δέομαί σου. Λέγει αὐτῇ· Μηδὲν ἀθυμήσῃς. Ἐγὼ φέρω τινὰς, καὶ λαμβάνουσίν σε εἰς τὴν ἐκκλησίαν. Φέρει οὖν ἄλλους δύο καὶ αὐτοὺς ἀγγέλους, καὶ ἀποφέρουσιν αὐτὴν εἰς τὴν ἐκκλησίαν. Καὶ πάλιν μετασχηματίζονται εἰς πρόσωπά τινα περιφανῆ τῶν ἀπὸ τῆς τάξεως τοῦ Αὐγουσταλίου· καὶ καλοῦσιν τοὺς κληρικοὺς τοὺς ἐπὶ τῶν φωτισμάτων τεταγμένους. Καὶ λέγουσιν αὐτοῖς οἱ κληρικοί· Ἡ ἀγάπη ὑμῶν παρεγγυᾶται αὐτήν; Λέγουσιν αὐτοῖς· Ναί. Ποιήσαντες οὖν οἱ κληρικοὶ τὰ πρὸς τὴν ἀκολουθίαν ἐπὶ τῶν μελλόντων βαπτίζεσθαι, ἐβάπτισαν αὐτὴν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἐνδύσαντες αὐτὴν καὶ τὰ νεοφωτιστικὰ ἐνδύματα· καὶ λευκοφοροῦσα, εἰσῆλθεν βασταζομένη ὑπ᾿ αὐτῶν· καὶ θέντες αὐτὴν, ἀφανεῖς ἐγένοντο. Οἱ οὖν γείτονες ἰδόντες αὐτὴν λευκοφοροῦσαν, εἶ πον αὐτῇ· Τίς σε ἐβάπτισεν; Καὶ ἀπήγγειλεν αὐτοῖς, λέγουσα· Ὅτι τινὲς ἐλθόντες, ἔλαβόν με εἰς τὴν ἐκκλησίαν, καὶ εἶπον τοῖς κληρικοῖς, καὶ ἐβάπτισάν με. Καὶ ἔλεγον αὐτῇ· Τίνες οὗτοι; Ὡς οὖν οὐχ εὕρισκεν εἰπεῖν, ἀπελθόντες ἀνήγγειλαν τῷ πάπᾳ. Καλεῖ οὖν ὁ πάπας τοὺς ἐπὶ τοῦ φωτιστηρίου. Καὶ λέγει αὐτοῖς· Ταύτην ὑμεῖς ἐβαπτίσατε; Ὡμολόγησαν οὖν ὅτι παρακληθέντες ὑπὸ τοῦδε καὶ τοῦδε τοῦ Αὐγουσταλίου. Μεταπέμπεται οὖν ὁ ἐπίσκοπος τοὺς ὀνομασθέντας, καὶ πυνθάνεται παρ᾿ αὐτῶν, εἰ αὐτοὶ ἐνεγγυήσαντο αὐτήν. Καὶ εἶπον· Οὔτε οἴδαμεν, οὔτε γινώσκομεν τοὺς τοῦτο πεποιηκότας. Καὶ τότε ἔγνω ὁ ἐπίσκοπος, ὅτι θεῖόν ἐστι τὸ πρᾶγμα. Καὶ προσκαλεσάμενος αὐτὴν, εἶπεν· Εἰπέ μοι, θύγατερ, τί πέπρακταί σοι ἀγαθόν; Λέγει αὐτῷ· Πόρνη οὖσα καὶ πτωχὴ, τί ἀγαθὸν εἶχον διαπράξασθαι; Λέγει αὐτῇ· Οὐδὲν ἀγαθὸν ὅλως οἶδας ἑαυτὴν πράξασαν; Λέγει αὐτῷ, Οὔκ· εἰ μὴ εἶδόν τινα θέλοντα ἀπάγξασθαι, πνιγόμενον ὑπὸ τοῦ δανειστοῦ αὐτοῦ· καὶ πᾶσαν τὴν ὕπαρξίν μου δοῦσα, ἠλευθέρωσα αὐτόν. Καὶ ταῦτα εἰποῦσα ἀνεπαύσατο ἐν Κυρίῳ· ἐλευθερωθεῖσα καὶ αὐτὴ τῶν ἑκουσίων καὶ ἀκουσίων τῶν πλημμελημάτων. Τότε δοξάσας ὁ ἐπίσκοπος τὸν Κύριον, εἶπεν· Ν Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου.

Ἀδελφὸς κρατούμενος ὑπὸ λύπης, ἠρώτησεν γέροντα al. τὸν ἀββᾶ Νόνον., λέγων· Τί ποιήσω, ὅτι οἱ λογισμοί μου ἐπιτίθενταί μοι, λέγοντες, ὅτι Ἀκαίρως ἀπετάξω, σωθῆναι γὰρ οὐκ ἔχεις;

And pierced with compunction she said to her neighbours, "For the Lord's sake, have mercy on my soul and 3100speak to the pope, that he make me a Christian." And they all despised her, saying, "Will he really receive this one, a harlot as she is?" And she was in great affliction because of it. While she was in this state, and losing heart, an angel of the Lord stood by her in the form of the man to whom she had done the mercy. And he says to her, "What is the matter with thee?" She said, "I long to become a Christian, and no one will speak for me." He says to her, "Dost thou long for it in truth?" She said, "Yes, I beg thee." He says to her, "Do not lose heart at all. I am bringing some people, and they will take thee to the church." So he brings two others, angels too, and they carry her off to the church. And again they change their form into certain distinguished persons of the staff of the Augustal; and they call the clerics appointed over the baptisms. And the clerics say to them, "Does your charity stand surety for her?" They say to them, "Yes." So the clerics, having done what the order of service requires for those about to be baptized, baptized her in the name of the Father and of the Son and of the Holy Spirit. And they put on her the garments of the newly baptized as well; and wearing white she went in, carried by them; and having set her down, they vanished.

So her neighbours, seeing her wearing white, said to her, "Who baptized thee?" And she told them, saying, "Some people came and took me to the church, and spoke to the clerics, and they baptized me." And they said to her, "Who are these people?" So since she could not tell them, they went away and reported it to the pope. So the pope calls those over the baptistery. And he says to them, "Did you baptize this woman?" So they confessed that they had, at the request of So-and-so and So-and-so of the Augustal's staff. So the bishop sends for those who were named, and asks them whether they had stood surety for her. And they said, "We neither know nor are acquainted with those who did this." And then the bishop knew that the thing was of God. And calling her to him, he said, "Tell me, daughter, what good hast thou done?" She says to him, "Being a harlot and poor, what good had I to do?" He says to her, "Dost thou know of no good thing at all that thou hast done?" She says to him, "No; except that I saw a man wanting to hang himself, choked by his creditor, and I gave him all my substance and set him free." And having said this she went to her rest in the Lord, set free herself from her offences, willing and unwilling. Then the bishop glorified the Lord and said, "Righteous art thou, O Lord, and upright are thy judgements."

CHAPTER 208

A brother held fast by grief asked an elder, saying, "What shall I do? For my thoughts set upon me, saying, 'Thou didst renounce out of season; thou canst not be saved.'"

Λέγει αὐτῷ ὁ γέρων· Οἶδας, ἀδελφὲ, κἂν μὴ δυνάμεθα εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, συμφέρει ἵνα τὰ κῶλα ἡμῶν πέσῃ ἐν τῇ ἐρήμῳ, ἢ ὑποστρέψαι εἰς Αἴγυπτον;

3101Εἶπέν τις τῶν ἁγίων· Ὅταν εὐχώμεθα πρὸς Κύ-Α ριον λέγοντες· Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· οὐχ ἵνα μὴ πειραθῶμεν λέγομεν· ἀδύνατον γὰρ τοῦ το· ἀλλ᾿ ἵνα μὴ καταποθῶμεν ὑπὸ τοῦ πειρασμοῦ, ἐν τῷ πρᾶξαί τι ἀπαρέσκον Θεῷ· τοῦτο γάρ ἐστιν τὸ μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ γὰρ οἱ ἅγιοι μάρτυρες, πειρασθέντες διὰ τῶν βασάνων, καὶ μὴ νικηθέντες, οὐκ εἰσῆλθον εἰς πειρασμόν· ὡς οὐδὲ ὁ μαχόμενος μετὰ θηρίου, ἕως οὗ μὴ βρωθῇ ὑπ᾿ αὐτοῦ· ὅταν δὲ βρωθῇ, τότε εἰσῆλθεν εἰς τὸν πειρασμόν. Οὕτως καὶ ἐπὶ παντὸς πάθους, ἕως οὗ μὴ νικηθῇ ὑπὸ τοῦ πάθους.

Διηγήσατο τίς τῶν Πατέρων, ὅτι δύο ἐπίσκοποι ἐγγύτεροι ἀλλήλων ὄντες ἔσχον ποτὲ πρὸς ἀλλήλους ὀλιγωρίαν. Ἦν δὲ ὁ εἷς πλούσιος, ὁ δὲ ἄλλος ταπεινότερος· καὶ ἐζήτει ὁ πλούσιος κακοποιῆσαι τὸν ἄλλον. Ἤκουσεν δὲ ἐκεῖνος, καὶ ἔλεγεν τῷ κλήρῳ αὐτοῦ, εἰδὼς τί ἔμελλεν ποιεῖν· Ἔχομεν νικῆσαι τῇ τοῦ Χριστοῦ χάριτι. Καὶ ἔλεγον αὐτῷ· Τίς δύναται, δέσποτα, πρὸς τοῦτον; Ἔλεγεν δὲ αὐτοῖς· Ἀναμείνατε καὶ ἔχετε ἰδεῖν. Ἐπιτηρεῖ οὖν· καὶ ὅτε εἶχεν ὁ συνεπίσκοπος αὐτοῦ πανήγυριν ἁγίων μαρτύρων, λαμβάνει τὸν κλῆρον αὐτοῦ, καὶ λέγει αὐτοῖς· Ἀκολουθήσατέ μοι, καὶ ἔχομεν νικῆσαι. Οἱ δὲ ἔλεγον ἐν ἑαυτοῖς· Τί ἆρα ἔχει ποιῆσαι; Καὶ ἔρχεται πρὸς αὐτόν. Καὶ ἐρχομένου αὐτοῦ μετὰ τῆς λιτῆς, ὡς ἤγγισαν, πίπτει εἰς τοὺς πόδας αὐτοῦ μετὰ τοῦ κλήρου αὐτοῦ, λέγων· Συγχώρησον ἡμῖν, δέσποτα, δοῦλοί σού ἐσμεν. Ἐκεῖνος δὲ ἐκπλαγεὶς εἰς ὃ ἐποίησεν, κατανυγεὶς τῇ ψυχῇ, τοῦ Θεοῦ μεταλαβόντος τὴν καρδίαν αὐτοῦ, ἐπιλαμβάνεται τῶν ποδῶν αὐτοῦ, λέγων· Σύ μου δεσπότης καὶ πατήρ· καὶ ἀπὸ τότε μεταξὺ αὐτῶν μεγάλη ἀγάπη γέγονεν. Καὶ ἔλεγεν τῷ κλήρῳ αὐτοῦ· Οὐκ ἔλεγον ὑμῖν, ὅτι ἔχομεν νικῆσαι διὰ τῆς χάριτος τοῦ Θεοῦ; Καὶ ὑμεῖς οὖν ὅτε ἔχετε, πρὸς ἀλλήλους τοῦτο ποιεῖτε, καὶ νικῶτε. Εἶπεν πάλιν ὁ γέρων· Πλεονεκτεῖ ὁ ταπεινὸς εἰς δόξαν καὶ αὐτὸν τὸν βασιλέα· διότι ὁ μὲν εἰς πρόσωπον μόνον, ὁ δὲ ταπεινὸς καὶ εἰς πρόσωπον καὶ ἐκτὸς αὐτοῦ ἐπαινεῖται καὶ μακαρίζεται.

Διηγήσατό τις τῶν ἡγουμένων, ὅτι Ἔμεινεν ἐγγὺς τοῦ κοινοβίου ἡμῶν γέρων τις· ἦν δὲ ἀγαθὸς τὰ τῆς ψυχῆς. Ἐγειτνίαζεν δὲ αὐτῷ ἀδελφός.

The elder says to him, "Dost thou know, brother, that even if we cannot enter into the land of the promise, it is better for our carcasses to fall in the desert than to turn back to Egypt?"

3101CHAPTER 209

One of the saints said: "When we pray to the Lord saying, 'Lead us not into temptation,' we do not say it so that we may not be tempted, for that is impossible; but so that we may not be swallowed up by the temptation by doing something displeasing to God. For this is what it is not to enter into temptation. For the holy martyrs too, tempted by tortures and not overcome, did not enter into temptation; just as neither does the man who fights with a wild beast, so long as he is not eaten by it; but when he is eaten, then he has entered into the temptation. So too with every passion, so long as one is not overcome by the passion."

CHAPTER 210

One of the Fathers told us that two bishops, near neighbours of each other, once fell into coolness toward each other. One of them was rich, the other humbler; and the rich one sought to do the other harm. The other heard of it, and knowing what he was going to do, he said to his clergy, "We shall win, by the grace of Christ." And they said to him, "Who can stand against that man, my lord?" He said to them, "Wait, and you will see." So he watches his time; and when his fellow bishop was holding a feast of holy martyrs, he takes his clergy and says to them, "Follow me, and we shall win." They said among themselves, "What can he be going to do?" And he comes to him. And as the other was coming with the procession, as they drew near, he falls at his feet with his clergy, saying, "Forgive us, my lord; we are thy servants." And the other, astounded at what he had done and pierced in his soul, God having changed his heart, takes hold of his feet, saying, "Thou art my lord and father." And from then on a great love arose between them. And he said to his clergy, "Did I not tell you that we should win by the grace of God? So you too, when you have anything against one another, do this, and you will win."

The elder said again: "The humble man outdoes even the king himself in glory; for the one is praised to his face only, but the humble man is praised and called blessed both to his face and behind it."

CHAPTER 211

One of the superiors told us: "There lived near our coenobium a certain elder; and he was good in the things of the soul. And a brother lived next to him.

Καὶ ἀπόντος τοῦ γέροντος, ἐνεργηθεὶς ὁ ἀδελφὸς, ἀνοίξας τὴν 3104κέλλαν αὐτοῦ, εἰσελθὼν ἔλαβεν τὰ βιβλία αὐτοῦ καὶ τὰ σκεύη. Ὡς οὖν ἦλθεν ὁ γέρων, ἀνοίξας τὸ κελλίον, καὶ εὑρὼν τὰ σκεύη αὐτοῦ ἡρπαγμένα, ἦλθεν πρὸς τὸν ἀδελφὸν ἀναγγεῖλαι αὐτῷ· καὶ εὗρεν τὰ σκεύη ἀκμὴν ἐν τῷ μέσῳ· οὔπω γὰρ ἦν ὁ ἀδελφὸς συστείλας αὐτά. Καὶ θέλων ὁ γέρων μὴ καταισχῦναι αὐτὸν μηδὲ ἐλέγξαι, ἐποίησεν αὐτὸν ὡς ὅτι ἐνοχλεῖ αὐτὸν ὁ γαστὴρ αὐτοῦ, καὶ ἀπελθὼν ἔμεινεν ὡς εἰς τὰ ἀναγκαῖα ἱκανὴν ὥραν, ἕως οὗ συστεῖλαι καὶ ἐκ τοῦ μέσου τὰ σκεύη. Καὶ ἐλθὼν μετὰ ταῦτα ὁ γέρων, ἤρξατο ἐρωτᾶν αὐτὸν περὶ ἄλλου πράγματος, καὶ τὸν ἀδελφὸν οὐκ ἤλεγξεν. Μεθ᾿ ἡμέρας δὲ ὀλίγας, ηὑρέθησαν τὰ σκεύη τοῦ γέροντος, καὶ λαβόντες τινὲς ἔβαλον εἰς φυλακήν, τοῦ δὲ γέροντος τὸ σύνολον μὴ μαθόντος. Ἀκούσας δὲ περὶ τοῦ ἀδελφοῦ ὅτι εἰς τὴν φυλακήν ἐστιν, τὴν αἰτίαν οὐκ εἰδὼς δι᾿ ἣν εἰς τὴν φυλακήν ἐστιν· ἀλλ᾿ ἐλθὼν, φησὶν ὁ ἡγούμενος, πρός με· ἐπύκναζεν γὰρ πρὸς ἡμᾶς· καὶ λέγει μοι· Ποίησον ἀγάπην, δός μοι ὀλίγα ὠὰ, καὶ ὀλίγα καθαρά. Λέγω αὐτῷ· Πάντως τινὰς ἔχεις σήμερον; Λέγει μοι· Ναί. Ἦν δὲ λαβὼν αὐτὰ ὁ γέρων εἰς τὴν φυλακὴν, καὶ ποιήσῃ παράκλησιν τῷ ἀδελφῷ. Ὡς οὖν εἰσῆλθεν εἰς τὴν φυλακὴν, πίπτει ὁ ἀδελφὸς εἰς τοὺς πόδας αὐτοῦ, καὶ λέγει αὐτῷ· Διὰ σέ εἰμι ὧδε, ἀββᾶ· ἐγὼ γάρ. εἰμι ὁ κλέψας τὰ σκεύη σου· ἀλλ᾿ ἰδοὺ τὸ βιβλίον σου παρὰ τῷδέ ἐστιν, καὶ τὸ ἱμάτιόν σου παρὰ τῷδε. Λέγει αὐτῷ ὁ γέρων· Πληροφορηθῇ ἡ καρδία σου, τέκνον, οὐ διὰ τοῦτο εἰσῆλθον· οὐδὲ γὰρ ὅλως ἔμαθον, ὅτι δι᾿ ἐμὲ εἶ ὧδε· ἀλλὰ ἀκούσας ὅτι ὧδε εἶ, καὶ λυπηθεὶς, εἰσῆλθον ποιῆσαί σοι παράκλησιν· καὶ ἰδοὺ ἴδε τὰ καθαρὰ καὶ τὰ ὠά. Πλὴν πάντα ποιήσω ἕως οὗ ἐκβάλω σε ἐκ τῆς φυλακῆς. Καὶ ἀπελθὼν παρεκάλεσέν τινας τῶν μεγάλων· ἦν γὰρ γνωστὸς αὐτοῖς, διὰ τὴν ἀρετὴν αὐτοῦ· καὶ πέμψαντες ἐξέβαλον αὐτὸν ἐκ τῆς φυλακῆς.

Ἔλεγέν τις τῶν γερόντων, ὅτι Παρέβαλεν ἡμῖν γέρων ἐνάρετος· καὶ ἀναγινωσκόντων ἡμῶν εἰς τὸν παράδεισον τὰ ἀποφθέγματα τῶν ἁγίων Πατέρων· ἠγάπα γὰρ ὁ γέρων πάντοτε διέρχεσθαι αὐτὰ, καὶ ἔνδον αὐτὰ ἐνέπνεεν, ὅθεν καὶ ἐξ αὐτῶν ἐκαρπώσατο πᾶσαν ἀρετήν· ὅτε δὲ ἤλθομεν εἰς τὸν γέροντα ἐκεῖνον, πρὸς ὃν ἦλθον οἱ λῃσταὶ, καὶ εἶπον αὐτῷ, ὅτι Πάντα τὰ ἐν κέλλῃ σου λαβεῖν ἥκαμεν· καὶ αὐτοῦ εἰπόντος· Ὅσα δοκεῖ ὑμῖν, τέκνα, λάβετε. Λαβόντες πάντα, καὶ ἀπελθόντες, ἐπελάθοντο τὸ μαρσύππιον ὃ ἦν ἐν τῷ An ἐντὸς vel del. vel add. κελλίῳ. κρεμάμενον.

And while the elder was away, the brother, being worked upon, opened 3104his cell, went in and took his books and his belongings. So when the elder came and opened the cell and found his things carried off, he went to the brother to tell him; and he found the things still lying out in the middle, for the brother had not yet put them away. And the elder, not wanting to shame him or to convict him, made as though his stomach were troubling him, and went out and stayed a good while as though at the call of nature, until the things could be put away out of the middle. And coming back after this, the elder began to ask him about some other matter, and did not convict the brother.

"A few days later the elder's things were found, and some people took the brother and put him in prison, though the elder had learned nothing at all of it. But when he heard about the brother, that he was in prison, not knowing the cause for which he was in prison, he came," says the superior, "to me (for he often visited us), and he says to me, 'Do me a charity; give me a few eggs and a few white loaves.' I say to him, 'Surely thou hast some guests today?' He says to me, 'Yes.' And the elder took them [?] to the prison, to comfort the brother. So when he went into the prison, the brother falls at his feet and says to him, 'It is because of thee that I am here, abba; for I am the one who stole thy things. But see, thy book is with So-and-so, and thy cloak with So-and-so.' The elder says to him, 'Let thy heart be assured, child: it was not for this that I came in. For I did not know at all that thou wast here on my account; but hearing that thou wast here, I was grieved, and I came in to comfort thee; and see, here are the white loaves and the eggs. But I will do everything until I get thee out of the prison.' And he went away and appealed to some of the great men, for he was known to them for his virtue; and they sent and had him brought out of the prison."

CHAPTER 212

One of the elders used to say: "A virtuous elder visited us; and we were reading in the garden the sayings of the holy Fathers. For the elder always loved to go through them, and he breathed them in within himself, which is why he had reaped every virtue from them. And when we came to that elder to whom the robbers came and said to him, 'We have come to take everything in thy cell'; and he said, 'Take whatever seems good to you, children.' They took everything and went off, and forgot the purse that was hanging in the [cell] [?].

Ὁ οὖν γέρων, φησὶν, λαβὼν τοῦτο, ἐπεδίωξεν ὀπίσω αὐτῶν, βοῶν καὶ λέγων αὐτοῖς· Τέκνα, λάβεσθε παρ᾿ ἐμοῦ ὃ ἐπελάθεσθε ἐν [ἦλθεν.ἐντὸς ὶκελλίῳ. 3105τῷ κελλίῳ ἡμῶν. Οἱ δὲ θαυμάσαντες ἐπὶ τῇ ἀνεξικαἉ κίᾳ τοῦ γέροντος, ἀπεκατέστησαν αὐτῷ πάντα τὰ ἐν τῷ κελλίῳ αὐτοῦ, καὶ μετενόησαν, εἰπόντες πρὸς ἀλλήλους· Ἀληθῶς οὗτος ἄνθρωπος τοῦ Θεοῦ ἐστιν. Ὡς οὖν ἀνεγνώκαμεν τοῦτο, λέγει μοι ὁ γέρων· Οἶδας, ἀββᾶ; τοῦτο τὸ ἀπόφθεγμα πάνυ με ὠφέλησεν. Λέγω αὐτῷ· Πῶς, Πάτερ; Καὶ λέγει μοι· Ποτὲ μὲν ὄντος μου ἐν τοῖς τόποις τοῖς κατὰ τὸν Ἰορδάνην, ἀνέγνων τοῦτο, καὶ ἐθαύμαζον τὸν γέροντα, καὶ ἔλεγον· Κύριε, καταξίωσόν με κατ᾿ ἴχνος τούτου ἐλθεῖν, ὁ καταξιώσας με ἐλθεῖν εἰς τὸ σχῆμα τοῦτο. Ὡς οὖν εἶχον τὸν πόθον τοῦτον, μετὰ δύο ἡμέρας ἰδοὺ λῃσταὶ ἐπιῤῥίπτουσιν. Ὡς οὖν ἔκρουσαν τὴν θύραν, καὶ ἔγνων ὅτι λῃσταί εἰσιν, εἶπον ἐμαυτῷ· Χάρις τῷ Θεῷ, ἰδοὺ καιρὸς ἐνδείξασθαι τὸν καρπὸν τοῦ πόθου μου. Ἀνοίξας δὲ, ἐδεξάμην αὐτοὺς μετὰ ἱλαρότητος, ἧψα δὲ λύχνον, καὶ ἠρξάμην δεικνύειν αὐτοῖς τὰ πράγματα, λέγων· Μὴ θορυβεῖσθε, πιστεύω τῷ Κυρίῳ, ὅτι οὐ μὴ κρύψω ἀφ᾿ ὑμῶν τί ποτε. Λέγουσίν μοι· Ἔχεις χρυσίον; Λέγω αὐτοῖς· Ναὶ, ἔχω τρία νομίσματα. Ἤνοιξα οὖν τὸ σκεῦος ἔμπροσθεν αὐτῶν. Καὶ λαβόντες ἀπῆλθον μετ᾿ εἰρήνης. Ἐγὼ δὲ χαριέντως εἶπον αὐτῷ· Ὑπέστρεψαν, ὥσπερ ἐκεῖνοι ἐπὶ τοῦ γέροντος; Ὁ δὲ λέγει μοι εὐθέως· Οὔ· μὴ ποιήσῃ ὁ Θεός. Οὐ γὰρ τοῦτο ἤθελον, ἵνα ὑποστρέψωσιν.

Ἔλεγέν τις τῶν γερόντων περὶ θείων τεράτων γινομένων καὶ νῦν ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, διὰ τὰς ἀναφυείσας καὶ ἀναφυομένας ἀθέους αἱρέσεις, καὶ y μάλιστα διὰ τὴν τοῦ ἀκεφάλου Σευήρου καὶ τῶν λοιπῶν ὀλεθρίων σχίσματα, πρὸς ἀσφάλειαν καὶ βεβαίωσιν τῶν ἀσθενεστέρων ψυχῶν, καὶ τὴν αὐτῶν ἐκείνων εἰ βούλοιντο ἐπιστροφήν. Πρὸς γὰρ διὰ τῶν θείων Πατέρων, καὶ εἴ τι ἄνωθεν διὰ τῶν ἁγίων μαρτύρων ὁσημέραι γινομένων σημείων, ἐν τῇ καθολικῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ἔτι καὶ σήμερον.

So the elder," he says, "took it and ran after them, shouting and saying to them, 'Children, take from me what you forgot in 3105our cell.' And they, marvelling at the elder's forbearance, restored to him everything in his cell, and repented, saying to one another, 'Truly this is a man of God.'

"So when we had read this, the elder says to me, 'Dost thou know, abba? This saying profited me greatly.' I say to him, 'How, father?' And he says to me, 'Once, when I was in the places along the Jordan, I read this, and I marvelled at the elder, and I said, "Lord, who hast counted me worthy to come to this habit, count me worthy to walk in this man's footsteps." So while I had this longing, two days later, see, robbers fall upon me. So when they knocked at the door and I knew they were robbers, I said to myself, "Thanks be to God; see, here is a time to show the fruit of my longing." I opened and received them with cheerfulness, and I lit a lamp and began to show them the things, saying, "Do not be alarmed; I trust in the Lord that I will not hide anything from you." They say to me, "Hast thou gold?" I say to them, "Yes, I have three gold pieces." So I opened the box in front of them. And they took it and went off in peace.' And I said to him playfully, 'Did they come back, like those men to the elder?' And he says to me at once, 'No; God forbid! For that was not what I wanted, that they should come back.'"

CHAPTER 213

One of the elders used to speak of divine wonders that take place even now in the Church of God, because of the godless heresies that have sprung up and are springing up, and above all because of the schisms of Severus the Acephalite and of the other destroyers: for the security and confirmation of the weaker souls, and for the conversion of those very men, if they would have it. For besides [?] the signs that come about daily through the divine Fathers, and from of old through the holy martyrs, in the catholic Church of God, [there are these] even today.

Σοροῦδα κώμη τίς ἐστιν ὑπὸ τὴν ἐνορίαν τῆς πόλεως Κοιανέων, ἐν ᾗ ἐστιν φώτισμα, ἐν τοῖς ἁγίοις Θεοφανίοις ἱδροῦν, καὶ ἐκ τῶν ἱδρώτων γεμιζόμενον διὰ τριῶν ὡρῶν, καὶ μετὰ τὸ βάπτισμα πάλιν, οὐκ ἀθρόως, ἀλλὰ κατὰ μέρος, διὰ τῶν αὐτῶν τριῶν ὡρῶν μειούμενον.

3108Ἔστι δὲ καὶ ἐν τῇ κώμῃ Κεδρεβάτοις, τῇ οὔσῃ ὑπὸ τὴν ἐνορίαν Οἰνοανδῶν τῆς πόλεως, φώτισμα, ὅπερ ἐν τῇ πασχαλίᾳ ἑορτῇ τῆς ἀναστάσεως, μονόλιθον ὄν, ἀφ᾿ ἑαυτοῦ γεμίζεται ἄφνω, καὶ κρατεῖ ἕως τῆς Πεντηκοστῆς τὸ ὕδωρ, καὶ ἄφνω μετὰ τὴν Πεντηκοστὴν ἀφανὲς γίνεται. Ταῦτα ἀμφότερα θαύματα, ἐν τῇ ἐπαρχίᾳ τῆς Λυκίας. Εἰ δὲ τούτοις τις ἀπιστήσει, οὐ πολὺς μέχρι τῆς Λυκίας ὁ σκυλμὸς, πρὸς πληροφορίαν τῆς ἀληθείας. Ἄλλοτε γενομένου μου εἰς τὴν ἁγίαν πόλιν, ἔρχεταί τις φιλόχριστος, καὶ λέγει μοι· Ἐπειδὴ μικρὰν ἀηδίαν ἐσχήκαμεν μετ᾿ ἀλλήλων, ἐγώ τε καὶ ὁ ἀδελφός μου, καὶ οὐ θέλει διαλλαγῆναί μοι, ἀλλὰ παρακλήθητι, καὶ λάλησον αὐτῷ. Ἐγὼ δὲ μετὰ χαρᾶς δεξάμενος τὸν λόγον, καὶ καλέσας τὸν ἀδελφὸν αὐτοῦ, ἐλάλησα αὐτῷ τὰ συντείνοντα αὐτῷ εἰς ἀγάπην καὶ εἰρήνην. Καὶ ἔδοξε μὲν πείθεσθαί μοι. Ὕστερον δὲ λέγει μοι· Οὐ δύναμαι διαλλαγῆναι αὐτῷ, ὅτι ὤμοσα εἰς τὸν σταυρόν. Ἐγὼ δὲ ὑπομειδιάσας εἶπον αὐτῷ· Ὁ ὅρκος σου τοιαύτην δύναμιν ἔχει ὅτι μὰ τὸν τίμιον σταυρὸν, Χριστὲ, οὐ μὴ φυλάξω τὰς ἐντολάς σου, ἀλλὰ τὸ θέλημα τοῦ ἐχθροῦ σου τοῦ διαβόλου ποιήσω. Καὶ γὰρ οὐκ ὀφείλομεν μόνον στῆσαι τὸ κακῶς ὁρισθὲν al. ῥηθέν. ὑφ᾿ ἡμῶν, ἀλλὰ καὶ μᾶλλον μετανοεῖν καὶ θλίβεσθαι ἐφ᾿ οἷς κακῶς ὡριζόμεθα καθ᾿ ἑαυτῶν· καθώς φησιν ὁ θεοφόρος Βασίλειος. Καὶ γὰρ Ἡρώδης εἰ μετενόησεν, καὶ μὴ ἔστησεν τὸν ὅρκον αὐτοῦ, οὐκ ἂν εἰργάσατο τὸ μέγα ἁμάρτημα Σἐκεῖνο, ἀποκεφαλίσας τὸν τοῦ Χριστοῦ πρόδρομον. Καὶ λοιπὸν ἤνεγκα αὐτῷ τὴν χρῆσιν τοῦ ἁγίου Βασιλείου, ἣν ἤνεγκεν ἐκ τοῦ Εὐαγγελίου, ὅτε ἠθέλησεν ὁ Κύριος νίψαι τοὺς πόδας τοῦ ἁγίου Πέτρου, κἀκεῖνος ἀντεῖπεν al. add. καὶ ταῦτα ἀκούσας, διηλλάγη τῷ ἀδελφῷ..

Εἶπεν γέρων· Τεκνία, τὸ ἅλας ἐκ τοῦ ὕδατός ἐστιν, καὶ ἐὰν προσεγγίσῃ ὕδατι, λύεται καὶ ἀφανίζεται. Ὁμοίως καὶ ὁ μοναχὸς ἐκ τῆς γυναικός ἐστιν, καὶ ἐὰν προσεγγίσῃ γυναικὶ, λύεται, καὶ εἰς τὸ μὴ εἶναι, μοναχὸς δηλονότι, τελευτᾷ.

CHAPTER 214

Soruda is a village in the territory of the city of the Coaneni, in which there is a font which on the holy Theophany sweats, and from the sweat is filled over three hours; and after the baptism, again, not all at once but little by little, over the same three hours, it goes down.

3108CHAPTER 215

And there is also in the village of Kedrebata, which is in the territory of the city of the Oenoandans, a font which at the paschal feast of the Resurrection, though it is of a single stone, fills of itself, suddenly, and keeps its water until Pentecost; and suddenly after Pentecost the water disappears. Both these wonders are in the province of Lycia. If anyone will not believe them, it is no great trouble to go as far as Lycia, for full assurance of the truth.

CHAPTER 216

Another time, when I was in the holy city, a certain Christ-loving man comes and says to me, "Since we have had a little unpleasantness with each other, I and my brother, and he will not be reconciled to me, do me a kindness and speak to him." I received the word gladly, and calling his brother, I spoke to him the things that lead to love and peace. And he seemed to be persuaded by me. But afterwards he says to me, "I cannot be reconciled to him, for I swore by the cross." And I smiled and said to him, "Thy oath has this force: 'By the precious cross, O Christ, I will not keep thy commandments, but I will do the will of thine enemy the devil.' For we ought not only not to stand by what was wrongly resolved by us, but rather to repent and grieve over the things we wrongly resolved against ourselves, as the God-bearing Basil says. For Herod too, if he had repented and not stood by his oath, would not have wrought that great sin of beheading the forerunner of Christ." And besides, I brought him the text of holy Basil, which he brought from the Gospel, when the Lord wished to wash the feet of holy Peter and he refused.

CHAPTER 217

An elder said: "Little children, salt is from water, and if it comes near water, it dissolves and vanishes. So too the monk is from woman, and if he comes near a woman, he dissolves, and comes to his end: to not being, that is, a monk."

Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Σέργιος ὁ ἡγούμενος τῆς μονῆς τοῦ ἀββᾶ Κωνσταντίνου, ὅτι Ποτὲ ὁδευόντων μετά τινος ἁγίου γέροντος, ἐπλανήθημεν τὴν ὁδὸν, καὶ μὴ θελόντων ἡμῶν, μηδὲ γινωσκόντων ἡμῶν ποῦ πορευώμεθα, ηὑρέθημεν εἰς τὰ σπόριμα, καὶ κατεπατήσαμεν 3109ὀλίγα τῶν σπορίμων. Ἠσθημένος δὲ ὁΑ γεωργὸς [ὃς] ηὑρέθη ἐκεῖ ἐργαζόμενος, ἤρξατο ὑβρίζειν πολλὰ μετ᾿ ὀργῆς, καὶ λέγειν οὕτως· Ὑμεῖς μοναχοί; Ὑμεῖς φοβεῖσθε τὸν Θεόν; Εἰ εἴχετε τὸν φόβον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν, τοῦτο Int. τινά. οὐκ ἐποιεῖτε. Εὐθέως δὲ λέγει ἡμῖν ὁ ἅγιος γέρων· Διὰ τὸν Κύριον, μηδεὶς λαλήσῃ. Καὶ ἔλεγεν αὐτῷ· Καλῶς λέγεις, τέκνον μου· εἰ γὰρ εἴχομεν τὸν φόβον τοῦ Θεοῦ, ταῦτα οὐκ ἐποιοῦμεν. Πάλιν ἐκεῖνος ὕβριζεν μετὰ θυμοῦ. Πάλιν λέγει ὁ γέρων· Ἐν ἀληθείᾳ λέγεις, τέκνον, εἰ ἤμεθα ἀληθινοὶ μοναχοὶ, οὐκ ἂν τοῦτο ἐποιήσαμεν. Ἀλλὰ διὰ τὸν Κύριον συγχώρησον, ὅτι ἡμάρτομεν. Ἐκπλαγεὶς οὖν ἐκεῖνος, ἐλθὼν ἔῤῥιψεν ἑαυτὸν εἰς τοὺς πόδας τοῦ γέροντος, λέγων· Ἡμάρτηκα, συγχώρησόν μοι· καὶ διὰ τὸν Κύριον λάβετέ με μεθ᾿ ὑμῶν. Καὶ ἔλεγεν ὁ μακάριος Σέργιος, ὅτι Ἐπ᾿ ἀληθείας μεθ᾿ ἡμῶν ἠκολούθησεν, καὶ ἐλθὼν, ἔλαβεν τὸ σχῆμα.

Διηγήσατό μοι γέρων πρᾶγμα τοιοῦτον, ὅτι Ποτὲ ἐκάθισα μικρὸν χρόνον εἰς τὴν λαύραν τοῦ ἀββᾶ Γερασίμου, καὶ ἔσχον τινὰ ἀγαπητόν. Καθημένων δὲ ἡμῶν μιᾶς τῶν ἡμερῶν, καὶ λαλούντων περὶ ὠφελείας, ἐμνήσθην τὸν λόγον al. τοῦ λόγου. τοῦτον τοῦ ἀββᾶ Ποιμένος. Καὶ λέγει μοι, ὅτι Ἐγὼ, πατὴρ, πεῖραν ἔχω τῶν λόγων τούτων, καὶ τῆς ἀναπαύσεως Int. inser. καί. τῆς ἐνεργείας αὐτῶν. Ποτὲ γὰρ ἔσχον τινὰ διδάσκαλον l. διάκονον. γνήσιον ἀγαπητὸν τῆς λαύρας, καὶ οὐκ οἶδα πόθεν εἶχεν εἰς ἐμὲ ὑπόνοιαν περὶ πράγματος φέροντος αὐτῷ λύπην, καὶ ἤρξατο στυγνάζειν μοι. Ἰδὼν δὲ αὐ τὸν ἐγὼ στυγνὸν, ἠρώτησα μαθεῖν τὴν αἰτίαν. Καὶ λέγει μοι· Ὅτι τόδε τὸ πρᾶγμα ἐποίησας. Ἐγὼ δὲ μὴ συνειδὼς ἐμαυτῷ, παντελῶς τοιοῦτον πρᾶγμα ποιήσαντα, ἠρξάμην πληροφορεῖν αὐτὸν, ὅτι Οὐ σύνοιδα ἐμαυτῷ al. ἐμαυτόν. τοῦτο ποιήσαντα. Λέγει μοι· Συγχώρησον, οὐ πληροφοροῦμαι. Ἀναχωρήσας δὲ ἐγὼ εἰς τὸ κελλίον μου, ἠρξάμην ἐρευνᾷν τὴν καρδίαν μου, εἴ τι τοιοῦτον πρᾶγμα πέπρακταί μοι, καὶ οὐχ ηὕρισκον. Βλέπω οὖν αὐτὸν κατέχοντα τὸ ἅγιον ποτήριον, καὶ ἐπιδιδόντα al. μεταδιδόντα.· καὶ ὀμνύω αὐτῷ κατ᾿ αὐτοῦ, ὅτι οὐ σύνοιδα ἐμαυτῷ τοῦτο ποιήσαντι al. σύνοιδα ἐμαυτὸν τι τοιοῦτον ποιήσαντα.· καὶ οὐκ ἐπείσθη. Ἐλθὼν οὖν πάλιν εἰς ἐμαυτὸν, καὶ μνησθεὶς τούτων τῶν λόγων τῶν ἁγίων Πατέρων al. add. λέγω δὲ τοῦ ἑαυτὸν αἰτιᾶσθαι., καὶ πιστεύσας αὐτοῖς, ἔστρεψα μικρὸν τὸν λογισμόν μου, καὶ λέγω ἐν ἐμαυτῷ· Διάκων γνησίως ἀγαπᾷ με, καὶ ἀπὸ ἀγάπης κινούμενος ἐθάῤῥησέν μοι ὃ εἶχεν ἡ καρδία αὐτοῦ περὶ ἐμοῦ, ἵνα νήψω, καὶ τοῦ λοιποῦ φυλάξω ἐμαυτὸν, καὶ μὴ ποιήσω αὐτό.

CHAPTER 218

Abba Sergius, the superior of the monastery of abba Constantine, told us: "Once, when we were travelling with a certain holy elder, we lost our way; and without our wishing it, and without our knowing where we were going, we found ourselves in the sown fields, and we 3109trampled a little of the crop. And the farmer, who happened to be working there, noticed it and began to abuse us a great deal in anger, and to say: 'You monks? You fear God? If you had the fear of God before your eyes, you would not have done this.' At once the holy elder says to us, 'For the Lord's sake, let no one speak.' And he said to him, 'Thou sayest well, my child; for if we had the fear of God, we should not have done these things.' Again the man abused us in a rage. Again the elder says, 'Thou speakest in truth, child: if we were true monks, we would not have done this. But for the Lord's sake, forgive, for we have sinned.' So he, astounded, came and threw himself at the elder's feet, saying, 'I have sinned; forgive me. And for the Lord's sake take me with you.'" And the blessed Sergius said that he did in truth follow with them, and came and received the habit.

CHAPTER 219

An elder told me such a thing as this: "Once I stayed a short time in the laura of abba Gerasimus, and I had a certain friend there. One day as we were sitting and talking about what profits the soul, I remembered this saying of abba Poemen. And he says to me, 'I, father, have experience of these words, and of the rest their working brings. For once I had a certain deacon [?] of the laura, a true friend, and I do not know from where, he came to have a suspicion of me about a matter that brought him grief, and he began to be gloomy with me. And seeing him gloomy, I asked to learn the cause. And he says to me, "Thou didst such-and-such a thing." But I, not conscious of having done any such thing at all, began to assure him: "I am not conscious of having done this." He says to me, "Forgive; I am not assured." So I withdrew to my cell and began to search my heart, whether any such thing had been done by me, and I did not find it. Then I see him holding the holy cup and giving Communion; and I swear to him by it that I am not conscious of having done this. And he was not persuaded. So coming again to myself, and remembering these words of the holy Fathers, and believing them, I turned my thought a little, and I say within myself, "The deacon loves me truly, and moved by love he has made bold to tell me what his heart held about me, so that I may be sober and keep watch on myself from now on and not do it.

Πλὴν ψυχὴ ἀθλία, ἐπειδὴ λέγεις, Οὐκ ἐποίησα τὸ πρᾶγμα τοῦτο, 3112Αμυρία κακὰ οὐ πέπρακταί σοι, καὶ ἔλαθες αὐτά; Ποῦ εἰσιν τὰ[̔]ἐποίησας χθὲς ἢ πρόχθες, ἢ πρὸ δέκα ἡμερῶν; μέμνησαι αὐτῶν; οὐκοῦν καὶ τοῦτο ἐποίησας ὡς ἐκεῖνα, καὶ ἔλαθες, ὡς καὶ τὰ πρῶτα. Καὶ οὕτως διέθηκα τὴν καρδίαν μου, ὅτι ἐν ἀληθείᾳ ἐποίησα αὐτὸ, ἀλλ᾿ ὥσπερ ἔλαθον τὰ πρῶτα, οὕτως καὶ τοῦτο. Ἠρξάμην οὖν εὐχαριστεῖν τῷ Θεῷ, καὶ τῷ διακόνῳ, ὅτι δι᾿ αὐτοῦ κατηξίωσέν με ὁ Κύριος ἐπιγνῶναι τὸ σφάλμα μου, καὶ μετενόησα περὶ αὐτοῦ. Ἀναστὰς οὖν ἐν τοιούτοις λογισμοῖς, ἦλθον μετανοῆσαι τῷ διακόνῳ, καὶ εὐχαριστῆσαι αὐτῷ, ὅτι δι᾿ αὐτοῦ ἔγνων τὸ σφάλμα μου. Καὶ ὡς ἔκρουσα εἰς τὴν θύραν αὐτοῦ, ἀνοίξας βάλλει μοι μετάνοιαν πρῶτος, λέγων· Συγχώρησόν μοι, ὅτι ἀπὸ δαιμόνων ἐχλευάσθην, ὑπονοήσας περὶ σοῦ εἰς τὸ πρᾶγμα ἐκεῖνο. Ἐν ἀληθείᾳ γὰρ ἐπληροφόρησέν με ὁ Θεὸς, ὅτι οὐκ ἔχεις πρᾶγμα. Καὶ ἔλεγεν ὅτι οὐδὲ ἀφῆκέν με πληροφορῆσαι αὐτὸν, λέγων· Οὐκ ἔστιν χρεία. Καὶ μεγάλως ὠφεληθεὶς, ἐδόξασα Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ᾧ πρέπει κράτος, καὶ μεγαλοπρέπεια, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

But, wretched soul, since thou sayest, 'I did not do this thing,' 3112have not countless evils been done by thee, and they have slipped from thee? Where are the things thou didst yesterday or the day before, or ten days ago? Dost thou remember them? So then, this too thou hast done, like those, and it has slipped from thee, as the earlier ones did." And so I set my heart to it that in truth I had done it, but that as the earlier things had slipped from me, so had this. So I began to give thanks to God, and to the deacon, because through him the Lord had counted me worthy to recognize my fault; and I repented of it. So I rose up with such thoughts and went to make a prostration to the deacon and to thank him, because through him I had come to know my fault. And as I knocked at his door, he opened, and makes a prostration to me first, saying, "Forgive me, for I was mocked by demons, suspecting thee in that matter. For in truth God has assured me that thou hast nothing to do with the matter." And,' he said, 'he would not even let me assure him, saying, "There is no need."'" And being greatly profited, I glorified the Father and the Son and the Holy Spirit, to whom belong might and majesty unto the ages of ages. Amen.

On this text

Some two hundred and twenty short chapters of what a monk heard and saw on the roads of the East: abbas of the Palestinian lauras and the Sinai, a dead girl who would not let go of the man who robbed her tomb, a shipmaster who prayed for rain, a monk who made sea-water sweet, a woman the emperor Zeno wronged and the Mother of God who took her part. John Moschus gathered them with his disciple Sophronius in the years around 600 and addressed the whole to Sophronius; it was one of the most copied books of the Greek Christian world. Migne numbers the chapters I–CCXIX; three of them (121, 122 and 132) he prints in Latin only, and they are not translated here. English. John Wortley's English (Cistercian Studies 139) exists, and readers who have it should keep it; this is a new translation, made from Migne's Greek as printed. On the text. PG 87.3 has no existing transcription, so the Greek is our own: a machine reading of the plates, corrected by rule and then translated with every doubtful reading flagged and looked up on the page image. Where Migne's own type is wrong — a misprint, a dropped word — the English follows the sense and marks the printed form. Migne's own foot-of-page notes, his variant readings for the Greek and his Latin scholia, are recovered for every page: the variants stand in the Greek, and the rest are listed with the cruces.