288ΠΑΡΑΣΗΜΕΙΩΣΙΣ ΤΗΣ ΓΕΝΟΜΕΝΗΣ ΖΗΤΗ-
ΣΕΩΣ χάριν τῶν κεκινημένων περὶ τῶν ἐκκλησιαστικῶν δογμάτων, παρουσίᾳ Γρηγορίου τοῦ εὐσεβεστάτου πατρικίου, καὶ τῶν συνευρεθέντων αὐτῷ ὁσιωτάτων ἐπισκόπων, καὶ λοιπῶν θεοφιλῶν καὶ ἐνδόξων ἀνδρῶν, παρὰ Πύῤῥου, τοῦ γενομένου πατριάρχου Κωνσταντινουπόλεως, καὶ Μαξίμου τοῦ εὐλαβεστάτου μοναχοῦ, μηνὶ Ἰουλίῳ, ἱνδικτίωνος γʹ. Πύρῥου μὲν συμμαχοῦντος τῇ παρεισαχθείσῃ παρ᾿ αὐτοῦ τε, καὶ τοῦ πρὸ αὐτοῦ ἐν τῷ Βυζαντίῳ καινοτομίᾳ· τουτέστιν ἑνὸς θελήματος· Μαξίμου δὲ συνηγοροῦντος τῇ ἄνωθεν εἰς ἡμᾶς ἐλθούσῃ πατρικῇ τε καὶ ἀποστολικῇ διδασκαλίᾳ· διὰ τοῦ ῥηθέντος ὑπερφυοῦς ἀνδρὸς, φημὶ δὲ Γρηγορίου τοῦ ὑπερτίμου πατρικίου, τῶν λεχθέντων ἀνδρῶν· τουτέστι, Πύῤῥου καὶ Μαξίμου, ἀλλήλοις προσοψισθέντων. Προκατἥρξατο δὲ τῆς πρὸς Μάξιμον διαλέξεως ὁ Πύῤῥος, οὕτως εἰπών·
ΠΥΡΡΟΣ. Τί σοι κακὸν ἐποιήσαμεν, κῦρι ἀββᾶ Μάξιμε, ἐγώ τε καὶ ὁ πρὸ ἐμοῦ, ὅτι οὕτω πανταχοῦ διασύρεις ἡμᾶς, αἱρετικὴν ὑπόληψιν παρὰ πᾶσι διδοὺς ἡμῖν; Τίς δὲ οὕτω ποτὲ, καίτοι κατὰ πρόσωπον ἀγνοούμενον θέᾳ, ἐτίμησεν ἢ ἐσεβάσθη σε, ὡς ἡμεῖς;
ΜΑΞ. Ἐπειδὴ, ὁ Θεὸς ἀκροᾶται, οὐδεὶς οὕτως, ἵνα ταῖς σαῖς χρήσωμαι λέξεσιν, ἐτίμησεν, ἢ ἐσεβάσθη με, ὡς ὑμεῖς· ἀλλ᾿ ἀθετησάντων ὑμῶν νῦν τὸ Χριστιανὸν δόγμα, φοβερὸν ἡγησάμην τῆς ἀληθείας τὴν πρὸς ἐμὲ προτιμῆσαι χάριν.
ΠΥΡ. Τί γὰρ δοξάσαντες, τὸ Χριστιανῶν ἠθετήσαμεν φρόνημα;
ΜΑΞ. Ἓν θέλημα τῆς θεότητος τοῦ Χριστοῦ, καὶ τῆς ἀνθρωπότητος αὐτοῦ δοξάσαντες· καὶ μὴ μόνον δοξάσαντες, ἀλλὰ καὶ ἐπὶ λύμῃ τοῦ παντὸς τῆς ἁγίας Ἐκκλησίας σώματος, διὰ καινῆς Ἐκθέσεως τοῦτο προτεθεικότες.
ΠΥΡ. Τί οὖν, ὁ ἓν θέλημα τοῦ Χριστοῦ δοξάζων, δοκεῖ σοι παρακεκινῆσθαι τῆς Χριστιανικῆς διδασκαλίας;
ΜΑΞ. Πάνυ μὲν οὖν. Τί γὰρ ἀνοσιώτερον τοῦ λέγειν, τὸν αὐτὸν, ἑνὶ, καὶ τῷ αὐτῷ θελήματι, πρὸ μὲν τῆς σαρκώσεως τὰ πάντα ἐκ μὴ ὄντων συστήσασθαι ὑποστήσασθαι 270.· συνέχειν τε καὶ προνοεῖν, καὶ σωστικῶς διεξάγειν· μετὰ δὲ τὴν ἐνανθρώπησιν τροφῆς ἐφίεσθαι καὶ πότου· τόπους τε ἐκ τόπων τόπου. 270. 336. ἀμείβειν ὑπαμείβειν. 336., καὶ τὰ ἄλλα πάντα ποιεῖν, τὰ διαβολῆς ἁπάσης, καὶ μομφῆς μέμψεως 757. ἐκτὸς τυγχάνοντα· δι᾿ ὧν καὶ πάσης καθαρὰν ἔδειξε τὴν οἰκονομίαν φαντασίας;
ΠΥΡ. Εἷς ὁ Χριστὸς, ἢ οὔ;
ΜΑΞ.
288THE DISPUTATION WITH PYRRHUS
Record of the inquiry held concerning the questions that had been stirred about the ecclesiastical doctrines, in the presence of Gregory, the most pious patrician, and of the most holy bishops who were found with him, and of the other God-beloved and glorious men, conducted by Pyrrhus, the former patriarch of Constantinople, and Maximus, the most devout monk, in the month of July, in the third indiction: Pyrrhus championing the novelty brought in by himself and by his predecessor in Byzantium, that is, of one will; Maximus pleading for the patristic and apostolic teaching that came down to us from above. Through the said surpassing man, I mean Gregory the most honoured patrician, the said men, that is, Pyrrhus and Maximus, were brought face to face with one another; and Pyrrhus began the discussion with Maximus, speaking thus:
PYRRHUS. What evil have we done thee, lord abba Maximus, I and my predecessor, that thou thus disparagest us everywhere, giving us among all a repute for heresy? And who ever so, though thou wast unknown to him by sight, face to face, honoured or revered thee as we did?
MAXIMUS. Since God hears, no one so, to use thy own words, honoured or revered me as you did; but since you have now set aside the Christian doctrine, I judged it a fearful thing to set the favour shown to me before the truth.
PYRRHUS. Holding what opinion, then, have we set aside the way of thinking of the Christians?
MAXIMUS. Holding one will of the Godhead of Christ and of his manhood; and not only holding it, but also, to the ruin of the whole body of the holy Church, having set this forth through a new Ekthesis.
PYRRHUS. What then? Does he who holds one will of Christ seem to thee to have been moved away from the Christian teaching?
MAXIMUS. Entirely so. For what is more unholy than to say that the same one, by one and the same will, before the incarnation constituted all things from things that are not, and holds them together and provides for them and directs them savingly; but after the becoming-man sought food and drink, and changed place for place, and did all the other things that are beyond all slander and blame, through which he also showed the economy pure of all illusion?
PYRRHUS. Is Christ one, or not?
MAXIMUS.
Ναὶ, εἷς προδήλως.
289ΠΥΡ. Εἰ οὖν εἷς ὁ Χριστὸς, ὡς εἷς πάντως καὶ ἤθελεν· εἰ δὲ ὡς εἷς ἤθελεν, ἓν πάντως αὐτοῦ καὶ τὸ θέλημα· καὶ οὐ δύο.
ΜΑΞ. Τὸ λέγειν τι, καὶ μὴ προδιαστέλλεσθαι τοῦ λεγομένου τὰ σημαινόμενα, οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ πάντα συγχεῖν, καὶ ἀσαφῆ σπεύδειν ἐᾷν τὰ, περὶ ὧν ἡ ζήτησις· ὅπερ ἀλλότριον ἀνδρὸς λογίου καθέστηκε. Τοῦτο οὖν εἰπέ μοι· Ὁ Χριστὸς εἷς ὢν, Θεὸς μόνον Fr. Θεὸς μόνον ἢ ἄνθρωπος. ἐστὶν, ἢ καὶ ἄνθρωπος μόνον ἢ τὸ συναμφότερον, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος;
ΠΥΡ. Προδήλως, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος.
ΜΑΞ. Θεὸς οὖν φύσει καὶ ἄνθρωπος ὑπάρχων ὁ Χριστὸς, ὡς Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς ἤθελεν, ἢ ὡς Χριστὸς μόνον; Ἀλλ᾿ εἰ μὲν προηγουμένως ὡς Θεὸς καὶ ἄνθρωπος ἤθελεν ὁ Χριστὸς, δηλονότι δυϊκῶς, καὶ οὐ μοναδικῶς, εἷς ὢν ὁ αὐτὸς, ἤθελεν. Εἰ γὰρ οὐδὲν ἕτερόν ἐστιν ὁ Χριστὸς παρὰ τὰς αὐτοῦ φύσεις, ἐξ ὧν, καὶ ἐν αἷς ὑπάρχει· προδήλως, ὡς καταλλήλως ταῖς ἑαυτοῦ φύσεσιν· ἤγουν, ὡς ἑκάστη πέφυκεν, εἷς ὢν καὶ ὁ αὐτὸς, ἤθελέ τε καὶ ἐνήργει· εἴπερ οὐδετέρα αὐτῶν, ἀθέλητός ἐστιν, ἢ ἀνενέργητος. Εἰ δὲ καταλλήλως ταῖς ἑαυτοῦ φύσεσιν ὁ Χριστὸς, ἤγουν, ὡς ἑκάστη πέφυκεν, ἤθελέν τε καὶ ἐνήργει· δύο δὲ αὐτοῦ αἱ φύσεις· δύο αὐτοῦ πάντως καὶ τὰ φυσικὰ θελήματα· καὶ αἱ τούτων ἰσάριθμοι, καὶ οὐσιώδεις ἐνέργειαι. Ὥσπερ γὰρ ὁ τῶν τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ φύσεων ἀριθμὸς, εὐσεβῶς νοούμενός τε καὶ λεγόμενος, οὐ διαιρεῖ τὸν Χριστὸν, ἀλλὰ σωζομένην κἀν τῇ ἑνώσει παρίστησι τῶν φύσεων τὴν διαφοράν· οὕτω καὶ ὁ ἀριθμὸς τῶν οὐσιωδῶς προσόντων ταῖς αὐτοῦ φύσεσι θελημάτων καὶ ἐνεργειῶν· κατ᾿ ἄμφω γὰρ, ὡς εἴρηται, τὰς αὐτοῦ φύσεις θελητικὸς ἦν ὁ αὐτὸς καὶ ἐνεργητικὸς τῆς ἡμῶν σωτηρίας· οὐ διαίρεσιν εἰσάγει· μὴ γένοιτο· ἀλλὰ τὴν αὐτῶν δηλοῖ καὶ μόνον, κἂν τῇ ἑνώσει φυλακὴν καὶ σωτηρίαν.
ΠΥΡ. Ἀδύνατον τοῖς θελήμασι, μὴ συνεισάγεσθαι τοὺς θέλοντας.
ΜΑΞ. Τοῦτο μὲν καὶ ἐν τοῖς ὑμετέροις γράμμασι τὸ παράλογον· οὐ λόγῳ, ἀλλʹ ἐξουσίᾳ κινούμενοι, ἀπεφήνασθε, συναιρόμενον ὑμῖν εἰς τοῦτο λαβόντες τὸν Ἡράκλειον, διὰ τὸ καὶ ὑμᾶς συνελθεῖν τῇ αὐτοῦ ἀθεμίτῳ καὶ παρανόμῳ μίξει, καὶ ταύτην δι᾿ εὐλογίας κυρῶσαι.
Yes, plainly one.
289PYRRHUS. If then Christ is one, he certainly also willed as one; and if he willed as one, his will too is certainly one, and not two.
MAXIMUS. To say something and not first to distinguish the significations of what is said is nothing other than to confound all things, and to be in haste to leave unclear the things about which the inquiry is; which is alien to a learned man. Tell me this, then: Christ, being one, is he God only, or also man only, or both together, God at once and man?
PYRRHUS. Plainly, God at once and man.
MAXIMUS. Christ, then, being by nature God and man, did the same one will as God and man, or as Christ only? But if Christ willed principally as God and man, plainly he willed dually, and not singularly, being one and the same. For if Christ is nothing other than his natures, from which and in which he exists, plainly, being one and the same, he both willed and operated correspondingly to his own natures, that is, as each is of a nature to do; since neither of them is without will or without operation. And if Christ, correspondingly to his own natures, that is, as each is of a nature to do, both willed and operated, and his natures are two, then his natural wills too are certainly two, and the essential operations equal in number to them.
For just as the number of the natures of the one and same Christ, piously understood and spoken, does not divide Christ, but presents the difference of the natures preserved even in the union; so also the number of the wills and operations that belong essentially to his natures (for according to both his natures, as has been said, the same one was volitive and operative of our salvation) does not introduce division, God forbid, but shows only their guarding and preservation even in the union.
PYRRHUS. It is impossible that with the wills those who will should not be introduced as well.
MAXIMUS. This absurdity you declared in your writings too, moved not by reason but by authority, having taken Heraclius as your ally in this, because you too had joined in his unlawful and illicit mingling and confirmed it with a blessing.
Εἰ γὰρ δοθῇ τοῖς θελήμασι συνεισάγεσθαι τοὺς θέλοντας, πάντως καὶ τοῖς θέλουσι τὰ θελήματα κατὰ τὴν εὔλογον ἀντιστροφὴν συνεισαχθήσεται· καὶ εὑρεθήσεται καθ᾿ ὑμᾶς, τῆς ὑπερουσίου καὶ ὑπεραγάθου καὶ μακαρίας Θεότητος· διὰ μὲν τὸ ἓν αὐτῆς θέλημα, μία καὶ ἡ ὑπόστασις κατὰ Σαβέλλιον· διὰ δὲ τὰ τρία πρόσωπα, τρία καὶ τὰ θελήματα· καὶ διὰ τοῦτο τρεῖς φύσεις, κατὰ τὸν ρειον, εἴπερ, κατὰ τοὺς πατρικοὺς ὄρους καὶ κανόνας, 292ἡ διαφορὰ τῶν θελημάτων καὶ φύσεων εἰσάγει διαφοράν.
ΠΥΡ. Ἀδύνατόν ἐστιν ἐν ἑνὶ προσώπῳ δύο ἀλλήλοις συνυπάρξαι θελήματα ἄνευ ἐναντιώσεως.
ΜΑΞ. Εἰ ἄνευ ἐναντιώσεως δύο θελήματα ἐν ἑνὶ καὶ τῷ αὐτῷ προσώπῳ εἶναι οὐ δυνατὸν, ἄρα μετὰ ἐναντιώσεως, κατὰ σὲ, δυνατόν. Εἰ δὲ τοῦτο, τέως τὰ δύο εἶναι ὡμολόγησας· καὶ πρὸς τὸν ἀριθμὸν οὐ διαφέρῃ, ἀλλ᾿ ἢ μόνον πρὸς τὴν ἐναντιότητα. Οὐκοῦν λείπεται ζητεῖν τὴν ποιητικὴν τῆς μάχης αἰτίαν. Ποίαν οὖν ταύτην φῆς; Ἄρα τὴν κατὰ φύσιν θέλησιν, ἢ τὴν ἁμαρτίαν; Ἀλλ᾿ εἰ μὲν τὴν κατὰ φύσιν εἴπῃς θέλησιν, ταύτης δὲ οὐκ ἄλλον ἢ τὸν Θεὸν γινώσκομεν αἴτιον· ἄρα, κατὰ σὲ, τῆς μάχης δημιουργὸς ὁ Θεός. Εἰ δὲ τὴν ἁμαρτίαν· ἁμαρτίαν δὲ οὐκ ἐποίησε, οὐδὲ τὴν οἱανοῦν ἐναντίωσιν ἐν τοῖς κατὰ φύσιν αὐτοῦ ὁ σαρκωθεὶς Θεὸς εἶχε θελήμασι. Τοῦ αἰτίου γὰρ οὐκ ὄντος, οὐδὲ τὸ αἰτιατὸν προδήλως ἔσται.
ΠΥΡ. Φύσεως οὖν τὸ θέλειν;
ΜΑΞ. Ναὶ, τὸ ἁπλῶς θέλειν, φύσεως.
ΠΥΡ. Εἰ φύσεως τὸ θέλειν· οἱ ἐμφανέστεροι δὲ τῶν Πατέρων ἓν θέλημα τοῦ Θεοῦ καὶ τῶν ἁγίων εἶπον· καὶ μία φύσις ἔσται οὕτω γε τῶν ἁγίων καὶ τοῦ Θεοῦ.
ΜΑΞ. Καὶ ἀνωτέρω ἐῤῥέθη, ὅτι δεῖ, τὸν περὶ ἀληθείας λόγον ποιούμενον διαστέλλεσθαι τῶν λεγομένων τὰ σημαινόμενα, διὰ τὴν ἐκ τῆς ὁμωνυμίας πλάνην. Ἀντερήσομαι γάρ σε καὶ αὐτὸς, ὅτι, οἱ ἓν θέλημα τοῦ Θεοῦ καὶ τῶν ἁγίων εἰπόντες ἅγιοι, πρὸς τὸ οὐσιῶδες τοῦ Θεοῦ καὶ δημιουργικὸν δημιουργόν, 270. θέλημα ἀποβλέποντες τοῦτο εἶπον, ἢ πρὸς τὸ θελητόν; Οὐ ταὐτὸν γὰρ τὸ τοῦ θέλοντος θέλημα, καὶ τὸ θελητὸν, ὥσπερ οὐδὲ τὸ τοῦ ὁρῶντος ὁπτικὸν, καὶ τὸ ὁρατόν· τὸ μὲν γὰρ οὐσιωδῶς αὐτῷ προσέστι, τὸ δὲ ἐκτὸς τυγχάνει. Ἀλλ᾿ εἰ μὲν πρὸς τὸ οὐσιῶδες ἀπιδόντες εἶπον, οὐ μόνον ὁμοφυεῖς καὶ συνδημιουργοὺς εἰσάγοντες εὑρεθήσονται τῷ Θεῷ τοὺς ἁγίους, ἀλλὰ καὶ ἑαυτοῖς ἐναντιούμενοι, φύσαντες μὴ δύνασθαι τὰ ἑτεροούσια κοινὸν ἔχειν θέλημα. Εἰ δὲ πρὸς τὸ θελητὸν, ἄρα αἰτιολογικῶς· ἢ, ὥς τισι φίλον λέγειν, καταχρηστικῶς, τὸ θεληθὲν θέλημα προσηγόρευσαν οἱ Πατέρες· καὶ οὐδὲν ἕψεται ἄτοπον, τῶν φύσεως εἶναι τὸ ἁπλῶς θέλειν ὁριζομένων.
ΠΥΡ. Εἰ τοῖς θελήμασι πρός τε ἑαυτοὺς καὶ ἀλλήλους διαφέρομεν· νῦν μὲν, τοῦτο θέλοντες· νῦν δὲ, τὸ αὐτὸ οὐ θέλοντες· φύσεως δὲ τοῦτο, καὶ τοῦ αὐτῆς χαρακτηριστικοῦ Fr. χαρακτηριστικόν. λόγου, οὐ μόνον τῇ φύσει ἀλλήλων διαφέροντες εὑρεθησόμεθα, ἀλλὰ καὶ ἀπειράκις ταύτην μεταβάλλοντες.
ΜΑΞ.
For if it be granted that with the wills those who will are introduced as well, then with those who will the wills too will certainly be introduced as well, by the reasonable reciprocation; and according to you it will be found, of the superessential and supergood and blessed Godhead, that because of its one will its hypostasis too is one, according to Sabellius; and because of the three persons, the wills too are three, and for this reason three natures, according to Arius; since, according to the patristic definitions and canons, 292the difference of the wills introduces a difference of natures.
PYRRHUS. It is impossible that in one person two wills should coexist with each other without opposition.
MAXIMUS. If it is not possible for two wills to be in one and the same person without opposition, then with opposition, according to thee, it is possible. And if this, thou hast so far confessed that they are two; and thou dissentest not as to the number, but only as to the contrariness. It remains, then, to inquire into the cause productive of the conflict. What then dost thou say this is? Is it the volition according to nature, or sin? But if thou sayest the volition according to nature, of this we know no other cause than God; then, according to thee, God is the creator of the conflict. But if sin, yet God incarnate did no sin, nor did he have any opposition whatever in his wills according to nature. For when the cause is not, plainly neither will the effect be.
PYRRHUS. Is willing, then, of nature?
MAXIMUS. Yes, simply willing is of nature.
PYRRHUS. If willing is of nature, and the more eminent of the Fathers spoke of one will of God and of the saints, then in this way there will be one nature too of the saints and of God.
MAXIMUS. It was said above too that one who makes an account concerning truth must distinguish the significations of what is said, because of the error that comes from homonymy. For I in turn will ask thee: did the saints who spoke of one will of God and of the saints say this looking to the essential and creative will of God, or to what is willed? For the will of the one willing and what is willed are not the same, just as neither are the power of sight of the one seeing and what is seen; for the one belongs to him essentially, the other lies outside. But if they spoke looking to the essential, they will be found not only introducing the saints as connatural with God and co-creators, but also contradicting themselves, having said that things of other essence cannot have a common will. But if to what is willed, then the Fathers called what was willed a will causally, or, as some like to say, by misuse; and nothing absurd will follow for those who define simply willing as being of nature.
PYRRHUS. If by our wills we differ both from ourselves and from one another, now willing this, now not willing the same, and this is of nature and of its characterizing principle, we shall be found not only differing from one another in nature, but also converting it countless times.
MAXIMUS.
Οὐ ταὐτὸν τὸ θέλειν καὶ τὸ πῶς θέλειν· 293ὥσπερ οὐδὲ τὸ ὁρᾷν καὶ τὸ πῶς ὁρᾷν. Τὸ μὲν γὰρ θέλειν, ὥσπερ καὶ τὸ ὁρᾶν, φύσεως· καὶ πᾶσι τοῖς ὁμοφυέσι καὶ ὁμογενέσι προσόν· τὸ δὲ πῶς θέλειν, ὥσπερ καὶ τὸ πῶς ὁρᾷν, τουτέστι θέλειν περιπατῆσαι, καὶ μὴ θέλειν περιπατῆσαι, καὶ δεξιὰ ὁρᾷν, ἢ ἀριστερὰ, ἢ ἄνω, ἢ κάτω, ἢ πρὸς ἐπιθυμίαν, ἢ κατανύησιν τῶν ἐν τοῖς οὖσι λόγων, τρόπος ἐστὶ τῆς τοῦ θέλειν καὶ ὁρᾷν χρήσεως, μόνῳ τῷ κεχρημένῳ προσὸν, καὶ τῶν ἄλλων αὐτὸν χωρίζον, κατὰ τὴν κοινῶς λεγομένην διαφοράν. Εἰ δὲ τοῦτο μαρτυροῦσαν τὴν φύσιν ἔχομεν, ἄρα τὸ θέλειν φαγεῖν, ἢ καὶ 207. μὴ θέλειν φαγεῖν· ἢ τὸ θέλειν περιπατῆσαι, ἢ μὴ θέλειν· οὐ τοῦ πεφυκέναι θέλειν ἐστὶν ἀναίρεσις, ἀλλὰ τοῦ πῶς θέλειν, τουτέστι, τῶν θελητῶν ἐστι γένεσις καὶ ἀπογένεσις. Οὔτε γὰρ, εἰ ὑποθώμεθα τὰ ἐκ τοῦ Θεοῦ γενόμενα, θελητὰ Fr. θελήματα. αὐτοῦ ὄντα, ἀπογενέσθαι, τούτοις καὶ τὸ προεπινοούμενον αὐτῶν, οὐσιῶδες αὐτοῦ καὶ ποιητικὸν θέλημα συναπογενήσεται.
ΠΥΡ. Εἰ φυσικὸν λέγεις τὸ θέλημα, τὸ δὲ φυσικὸν πάντως καὶ ἠναγκασμένον, πῶς οὐκ ἀνάγκη, φυσικὰ λέγοντας ἐπὶ Χριστοῦ τὰ θελήματα, πᾶσαν ἐπ᾿ αὐτοῦ ἑκούσιον ἀναιρεῖν κίνησιν;
ΜΑΞ. Οὐ μόνον ἡ θεία καὶ ἄκτιστος φύσις οὐδὲν ἠναγκασμένον ἔχει φυσικὸν, ἀλλ᾿ οὐδὲ ἡ νοερὰ καὶ κτιστή. Τὸ γὰρ φύσει λογικὸν, δύναμιν ἔχει φυσικὴν τὴν λογικὴν ὄρεξιν, ἥτις καὶ θέλησις καλεῖται τῆς νοερᾶς ψυχῆς· καθ᾿ ἣν θέλοντες λογιζόμεθα· καὶ λογιζόμενοι, θέλοντες βουλόμεθα. Καὶ θέλοντες, ζητοῦμεν, σκεπτόμεθά τε καὶ βουλευόμεθα, καὶ κρίνομεν, καὶ διατιθέμεθα, καὶ προαιρούμεθα, καὶ ὁρῶμεν, καὶ κεχρήμεθα. Κατὰ φύσιν δὲ ἡμῖν, ὡς εἴρηται, προσόντος τοῦ λογικῶς ὀρέγεσθαι, ἤγουν θέλειν, καὶ λογίζεσθαι· βουλεύεσθαί τε καὶ ζητεῖν, καὶ σκέπτεσθαι, καὶ βούλεσθαι, καὶ κρίνειν, καὶ διατίθεσθαι, καὶ αἱρεῖσθαι, καὶ ὁρμᾷν, καὶ κεχρῆσθαι· οὐκ ἄρα ἠναγκασμένα τὰ τῶν νοερῶν φυσικά. Πῶς δὲ καὶ τούτου δοθέντος, οὐ πάσης ἀτοπίας ἀτοπωτέρα ἡ τοιαύτη δειχθήσεται πρότασις; Εἰ γὰρ κατ᾿ αὐτὴν τὸ φυσικὸν πάντως καὶ ἠναγκασμένον· φύσει δὲ ὁ Θεὸς Θεὸς, φύσει ἀγαθὸς, φύσει δημιουργός· ἀνάγκῃ ἔσται ὁ Θεὸς Θεὸς, καὶ ἀγαθὸς καὶ δημιουργός· ὅπερ καὶ ἐννοεῖν, μήτι γε λέγειν, ἐσχάτης ἐστὶ βλασφημίας. Τίς γὰρ ὁ τὴν ἀνάγκην ἐπάγων; Σκόπει δὲ, εἰ δοκεῖ, ὦ φιλότης, καὶ οὕτω τῆς τοιαύτης προτάσεως τὸ βλάσφημον. Εἰ γὰρ ὁ φυσικὰ ἐπὶ Χριτοῦ λέγων τὰ θελήματα, πᾶσαν, κατὰ σὲ, ἑκούσιον ἐπ᾿ αὐτοῦ ἀναιρεῖ κίνησιν, ἀνάγκη τὰ μὲν φυσικῶς θέλοντα, ἀκούσιον ἔχειν κίνησιν· τὰ δὲ φυσικῶς μὴ θέλοντα, ἑκούσιον.
Willing and the how of willing are not the same, 293just as neither are seeing and the how of seeing. For willing, as also seeing, is of nature, and belongs to all things connatural and of one genus; but the how of willing, as also the how of seeing, that is, willing to walk and not willing to walk, and seeing to the right or to the left, or up or down, or toward desire or toward the observation of the principles in beings, is a mode of the use of willing and seeing, belonging to the user alone and separating him from the others, according to what is commonly called difference. And if we have nature bearing witness to this, then willing to eat or not willing to eat, or willing to walk or not willing, is not a destruction of being of a nature to will, but of the how of willing; that is, it is the coming-to-be and passing-away of the things willed. For neither, if we suppose that the things which came to be from God, being things willed by him, pass away, will his essential and productive will, conceived before them, pass away together with them.
PYRRHUS. If thou callest the will natural, and the natural is certainly also compelled, how is it not necessary that those who call the wills in Christ natural destroy every voluntary movement in him?
MAXIMUS. Not only does the divine and uncreated nature have nothing natural that is compelled, but neither does the intellectual and created. For what is by nature rational has as a natural power the rational appetite, which is also called the volition of the intellectual soul; according to which, willing, we reason; and reasoning, willing, we wish. And willing, we inquire, and consider, and deliberate, and judge, and are disposed, and choose, and have impulse, and use. And since it belongs to us according to nature, as has been said, to have rational appetite, that is, to will, and to reason, to deliberate and to inquire, and to consider, and to wish, and to judge, and to be disposed, and to prefer, and to have impulse, and to use, the natural things of intellectual beings are therefore not compelled.
And how, once this is granted, will such a premise not be shown more absurd than every absurdity? For if according to it the natural is certainly also compelled, and God is God by nature, good by nature, creator by nature, then God will be God and good and creator by necessity; which even to conceive, let alone to say, is of the utmost blasphemy. For who is it that brings on the necessity? And consider, if it seems good, my friend, the blasphemy of such a premise in this way too. For if he who calls the wills in Christ natural destroys, according to thee, every voluntary movement in him, it is necessary that the things which will naturally have an involuntary movement, and the things which do not will naturally, a voluntary one. Not only God, then, who is beyond the things that are, but also all intellectual and rational beings, being volitive by nature, will have an involuntary movement; but inanimate things, not being volitive, will have a voluntary movement.
Οὐκοῦν οὐ μόνον Θεὸς, ὁ ὑπὲρ τὰ ὄντα· ἀλλὰ καὶ νοερὰ πάντα καὶ λογικὰ, φύσει ὄντα θελητικὰ, ἀκούσιον ἕξει κίνησιν· ἄψυχα δὲ οὐ θελητικὰ, ἑκούσιον ἕξει κίνησιν, πλὴν ὅτι ὁ μακάριος Κύριλλος ἐν τῷ τρίτῳ κεφαλαίῳ πρὸς τὰς τοῦ Θεοδωρήτου μέμψεις, ἀπήλλαξεν ἡμᾶς περιττῶν πραγμάτων, διαῤῥήδην ἀποφηνάμενος, Μηδὲν φυσικὸν 296εἶναι ἐν τῇ νοερᾷ φύσει ἀκούσιον. Καὶ τοῦτο ἔξεστι τῷ βουλομένῳ μαθεῖν, μετὰ χεῖρας λαβόντι τὸ τοιοῦτο κεφάλαιον.
ΠΥΡ. Ἐπειδὴ χρὴ τὰ ἐκ τῆς ἐξετάσεως ἀναφαινόμενα ἀληθῆ, εὐγνωμόνως ἀποδέχεσθαι· μετὰ δὲ πολλῆς εὐκρινείας πιθανότητος 270. 602.· ἔδειξεν ὁ λόγος, φυσικὰ εἶναι τὰ ἐπὶ Χριστοῦ θελήματα· δυνατὸν δὲ ὥσπερ ἐκ τῶν δύο φύσεων ἕν τι σύνθετον λέγομεν, οὕτω καὶ ἐκ τῶν δύο φυσικῶν θελημάτων ἕν τι σύνθετον λέγειν· ἵνα καὶ οἱ δύο λέγοντες θελήματα, διὰ τὴν φυσικὴν τῶν ἐν Χριστῷ φύσεων διαφορὰν, καὶ οἱ ἓν λέγοντες, διὰ τὴν ἄκραν ἕνωσιν, μηκέτι ψιλῶν λέξεων ἕνεκεν πρὸς ἀλλήλους διαφέρωνται· εἴπερ οὐκ ἐν ὀνόμασιν ἡμῖν, φησὶν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος, ἡ ἀλήθεια, ἀλλ᾿ ἐν πράγμασιν.
ΜΑΞ. Ὁρᾷς ὅτι ἐκ τούτου πλανᾶσθε, ἐκ τοῦ πάντη ἀγνοῆσαι ὅτι αἱ συνθέσεις τῶν ἐν τῇ ὑποστάσει ὄντων, καὶ οὐ τῶν ἐν ἑτέρῳ Fr. ἑτέρῳ θεωρουμένων., καὶ οὐκ ἰδίῳ λόγῳ θεωρουμένων, εἰσί. Καὶ τοῦτο κοινὸν φρόνημα πάντων, καὶ τῶν ἔξω φιλοσόφων, καὶ τῶν τῆς Ἐκκλησίας θεοσόφων μυσταγωγῶν. Εἰ δὲ τῶν θελημάτων σύνθεσιν λέγετε, καὶ τῶν ἄλλων φυσικῶν τὴν σύνθεσιν λέγειν ἐκβιασθήσεσθε· εἴπερ εὐσυνάρτητον τὸν τοῦ οἰκείου δόγματος λόγον δεῖξαι βούλεσθε, τουτέστι, τοῦ κτιστοῦ καὶ τοῦ ἀκτίστου, τοῦ ἀπείρου καὶ τοῦ πιπερασμένου, τοῦ ἀορίστου καὶ τοῦ ὡρισμένου, τοῦ θνητοῦ καὶ τοῦ ἀθανάτου, τοῦ φθαρτοῦ καὶ τοῦ ἀφθάρτου, καὶ εἰς ἀτόπους ἐξενεχθήσεσθε ὑπολήψεις. Πῶς δὲ τὸ ἐκ τῶν θελημάτων, θέλημα προσαγορευθήσεται; Οὐ γὰρ δυνατὸν τὸ σύνθετον τῇ τῶν συντεθειμένων ὀνομάζεσθαι προσηγορίᾳ. Ἢ οὕτω γε καὶ τὸ ἐκ τῶν φύσεων, φύσις, κατὰ τοὺς πάλαι αἱρετικοὺς προσαγορευθήσεται. Προσεπιτούτοις δὲ καὶ πάλιν αὐτὸν θελήμασι τοῦ Πατρὸς χωρίζετε al. χωρήσετε., συνθέτῳ θελήματι σύνθετον καὶ μόνην χαρακτηρίσαντες φύσιν.
ΠΥΡ. Οὐδὲν οὖν, καθάπερ αἱ φύσεις, καὶ τὰ αὐτῶν φυσικὰ εἶχε κοινόν;
ΜΑΞ. Οὐδὲν, ἢ μόνην τὴν τῶν αὐτῶν φύσεων ὑπόστασιν. Ὥσπερ γὰρ ὑπόστασις ἦν ὁ αὐτὸς ἀσυγχύτως τῶν αὐτῶν φυσικῶν.
ΠΥΡ. Τί οὖν οἱ Πατέρες, ὧν οἱ λόγοι νόμος καὶ κανὼν Ἐκκλησίας καθέστηκε, καὶ τὴν δόξαν, καὶ τὴν ὕβριν οὐκ εἶπον κοινήν; Ἕτερον γὰρ, φησὶν, ἐκεῖνο, ἐξ οὗ τῆς δόξης κοινόν· καὶ ἕτερον, ἐξ οὗ τὸ τῆς ὕβρεως.
ΜΑΞ. Τῷ τῆς ἀντιδόσεως τρόπῳ τοῦτο ἁγίοις εἴρηται Πατράσι.
Except that the blessed Cyril, in the third chapter against the censures of Theodoret, freed us from superfluous trouble, declaring expressly: «Nothing natural 296is involuntary in the intellectual nature.» And this is open to whoever wishes to learn, taking that chapter in hand.
PYRRHUS. Since one must accept with good grace the true things that come to light from the examination, and with great clarity the argument has shown that the wills in Christ are natural: yet it is possible, just as from the two natures we speak of one composite, so also from the two natural wills to speak of one composite; so that both those who say two wills, because of the natural difference of the natures in Christ, and those who say one, because of the utmost union, may no longer be at variance with one another for the sake of mere words; since «not in names», says Gregory, the great in theology, «is the truth for us, but in things».
MAXIMUS. Dost thou see that you err from this, from being altogether ignorant that compositions belong to things that are in the hypostasis, and not to things contemplated in another and not by their own principle? And this is the common way of thinking of all, both of the philosophers outside and of the God-wise mystagogues of the Church. But if you speak of a composition of the wills, you will be forced to speak also of the composition of the other natural things, if indeed you wish to show the principle of your own doctrine coherent, that is, of the created and the uncreated, of the infinite and the bounded, of the undefined and the defined, of the mortal and the immortal, of the corruptible and the incorruptible; and you will be carried away into absurd suppositions. And how will what is from the wills be called a will? For it is not possible for the composite to be named by the designation of the things composed. Or in that way what is from the natures too will be called a nature, according to the heretics of old. And besides this you again separate him from the Father in respect of the wills, having marked by a composite will a nature too that is composite and his alone.
PYRRHUS. Then did their natural things, just as the natures, have nothing in common?
MAXIMUS. Nothing, except only the hypostasis of those same natures. For just as the same one was, without confusion, the hypostasis of those same [natures, so also he was, without division, the union of what belonged to them by nature].
PYRRHUS. What then? Did not the Fathers, whose words have been established as law and canon of the Church, call both the glory and the outrage common? For «one thing», he says, «is that from which the glory is common, and another that from which the outrage is».
MAXIMUS. This was said by the holy Fathers by the mode of the exchange.
Πρόδηλον δὲ ὡς ἡ ἀντίδοσις ἑνὸς οὐκ ἔστιν, ἀλλὰ δύο, καὶ ἀνίσων· κατ᾿ ἐπαλλαγὴν, τὰ φυσικῶς ἑκατέρῳ μέρει τοῦ Χριστοῦ προσόντα, κατὰ τὴν ἄῤῥητον ἕνωσιν θατέρων πεποιημένων
297χωρὶς τῆς θατέρου μέρους πρὸς τὸ ἕτερον κατὰ τὸν φυσικὸν λόγον μεταβολῆς καὶ συμφύρσεως. Εἰ οὖν τῷ τῆς ἀντιδόσεως τρόπῳ κοινὸν λέγεις τὸ θέλημα, οὐχ ἐν, ἀλλὰ δύο λέξεις τὰ θελήματα· καὶ περιετράπη περιτραπήσεται 270. σοι πάλιν τὸ σοφὸν εἰς ἐκεῖνο, ἐξ οὗ φυγεῖν ἐσπούδασας.
ΠΥΡ. Τί οὖν; Οὐ νεύματι τοῦ ἑνωθέντος αὐτῇ Λόγου ἡ σὰρξ ἐκινεῖτο;
ΜΑΞ. Διαιρεῖς τὸν Χριστὸν, οὕτω λέγων. Νεύματι γὰρ αὐτοῦ ἐκινεῖτο καὶ Μωϋσῆς, καὶ Δαβὶδ, καὶ ὅσοι τῆς θείας ἐνεργείας χωρητικοὶ, τῇ ἀποθέσει τῶν ἀνθρωπίνων γηΐνων. 602, 270. καὶ σαρκικῶν ἰδιωμάτων γεγόνασιν. Ἡμεῖς δὲ τοῖς ἁγίοις Πατράσιν, ὡς ἐν ἅπασι, κἂν τούτῳ ἐπόμενοι, φαμέν, ὅτιπερ αὐτὸς ὁ τῶν ὅλων Θεὸς, ἀτρέπτως γενόμενος ἄνθρωπος, οὐ μόνον ὡς Θεὸς ὁ αὐτὸς καταλλήλως τῇ αὐτοῦ θεότητι ἤθελεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ὁ αὐτὸς καταλλήλως τῇ αὐτοῦ ἀνθρωπότητι. Εἰ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα γενόμενα, καὶ τοῦ ὄντος, οὐ τοῦ μὴ ὄντος ἔχουσι ἀνθεκτικὴν δύναμιν· ταύτης δὲ κατὰ φύσιν ἴδιον ἡ πρὸς τὰ συστατικὰ σωστικὰ 602, 339, 270, 356. ὁρμὴ, καὶ πρὸς τὰ φθαρτικὰ ἀφορμή· ἄρα καὶ ὁ ὑπερούσιος Λόγος, ἀνθρωπικῶς οὐσιωθεὶς, ἔσχε καὶ τοῦ ὄντος τῆς αὐτοῦ ἀνθρωπότητος τὴν ἀνθεκτικὴν δύναμιν· ἧς τὴν ὁρμὴν καὶ ἀφορμὴν θέλων δι᾿ ἐνεργείας ἔδειξε· τὴν μὲν ὁρμὴν ἐν τῷ τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις τοσοῦτον χρήσασθαι, ὡς καὶ μὴ Θεὸν τοῖς ἀπίστοις νομίζεσθαι· τὴν δὲ ἀφορμὴν ἐν τῷ καιρῷ τοῦ πάθους, ἑκουσίως τὴν πρὸς τὸν θάνατον συστολὴν ποιήσασθαι. Τί οὖν τῶν ἀτόπων ἡ τοῦ Θεοῦ πέπραχεν Ἐκκλησία, μετὰ τῆς ἀνθρωπίνης αὐτοῦ καὶ κτιστῆς φύσεως, καὶ τους δημιουργικῶς αὐτῇ παρ᾿ αὐτοῦ ἐντεθέντας ἐν αὐτῷ ἀνελλιπῶς ὁμολογοῦσα λόγους, ὧν καὶ ἄνευ εἶναι τὴν φύσιν ἀδύνατον;
ΠΥΡ. Εἰ φυσικῶς ἡμῖν πρόσεστιν ἡ δειλία, τῶν διαβεβλημένων δὲ αὕτη, ἄρα καθ᾿ ὑμᾶς φυσικῶς ἡμῖν ἔγκειται τὰ διαβεβλημένα, ἤγουν ἡ ἁμαρτία.
ΜΑΞ. Πάλιν ἐκ τῆς ὁμωνυμίας ἑαυτὸν, οὐ την ἀλήθειαν παραλογίζῃ. Ἔστι γὰρ καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν δειλία· καὶ κατὰ φύσιν μὲν δειλία ἐστὶ, δύναμις κατὰ συστολὴν τοῦ ὄντος ἀνθεκτική· παρὰ φύσιν δὲ, παράλογος συστολή. Τὴν οὖν παρὰ φύσιν ὁ Κύριος, ἅτε δι᾿ ἐκ προδοσίας οὖσαν λογισμῶν, ὅλως οὐ προσήκατο τὴν δὲ κατὰ φύσιν, ὡς τῆς ἐνυπαρχούσης τῇ φύσει ἀντιποιητικῆς τοῦ εἶναι δυνάμεως ἐνδεικτικὴν, θέλων δι᾿ ἡμᾶς, ὡς ἀγαθὸς, ἐδέξατο. Οὐ γὰρ προσηγεῖται ἐν τῷ Κυρίῳ καθάπερ ἐν ἡμῖν, τῆς θελήσεως τὰ φυσικά· ἀλλ᾿ ὥσπερ πεινάσας ἀληθῶς, καὶ διψήσας, οὐ τρόπῳ τῷ καθ᾿ οὐ καθ' 270. ἡμᾶς ἐπείνασεν καὶ ἐδίψησεν, ἀλλὰ τῷ ὑπὲρ ἀλλ' ὑπὲρ 270. ἡμᾶς· ἑκουσίως γάρ· οὕτω καὶ δειλιάσας ἀληθῶς, οὐ καθ᾿ ἡμᾶς, ἀλλ᾿ ὑπὲρ ἡμᾶς ἐδειλίασε.
And it is plain that the exchange is not of one thing but of two, and those unequal; the things belonging naturally to each part of Christ being made, by way of interchange, the other part's, according to the ineffable union,
297without the conversion and commixture of either part into the other according to the natural principle. If then thou callest the will common by the mode of the exchange, thou wilt call the wills not one but two; and thy cleverness has again turned round on thee into that very thing from which thou wast eager to flee.
PYRRHUS. What then? Was not the flesh moved by the nod of the Word united to it?
MAXIMUS. Thou dividest Christ in saying so. For by his nod Moses too was moved, and David, and all who have become receptive of the divine operation by the putting-off of the human and fleshly idioms. But we, following the holy Fathers in this as in all things, say that the very God of the universe, having become man without change, not only as God willed, the same one, correspondingly to his own Godhead, but also as man, the same one, correspondingly to his own manhood.
For if the things that are, having come to be from things that are not, have also a power that clings to being, not to non-being; and proper by nature to this power is the impulse toward what constitutes them and the recoil from what destroys them; then the superessential Word too, having been essentiated humanly, had also the power that clings to the being of his manhood; whose impulse and recoil he showed, willing, through operation: the impulse, in using natural and blameless things to such a degree that he was not even thought to be God by the unbelievers; and the recoil, at the time of the passion, in voluntarily making the contraction toward death. What absurdity, then, has the Church of God committed in confessing in him, together with his human and created nature, without omission also the principles creatively implanted in it by him, without which it is impossible for the nature to be?
PYRRHUS. If fear belongs to us naturally, and this is among the blameworthy things, then according to you the blameworthy things, that is, sin, lie in us naturally.
MAXIMUS. Again from the homonymy thou misleadest thyself, not the truth. For there is fear both according to nature and contrary to nature. And fear according to nature is a power that clings to being by way of contraction; fear contrary to nature, an irrational contraction. The fear contrary to nature, then, the Lord did not admit at all, inasmuch as it comes from a betrayal of the reasonings; but the fear according to nature, as indicative of the power that lays claim to being, inherent in the nature, he received, willing, for our sake, as good. For in the Lord the natural things do not go before the volition, as in us; but just as he truly hungered and thirsted, yet hungered and thirsted not in the mode that is according to us, but in the mode above us, for it was voluntarily; so also, truly fearing, he feared not according to us, but above us.
Καὶ καθόλου φάναι, πᾶν φυσικὸν 300ἐπὶ Χριστοῦ, συνημμένον ἔχει τῷ κατ᾿ αὐτὸ λόγῳ καὶ τὸν ὑπὲρ φύσιν τρόπον· καὶ ἡ φύσις διὰ τοῦ λόγου πιστωθῇ, καὶ ἡ οἰκονομία διὰ τοῦ τρόπου.
ΠΥΡ. Οὐκοῦν ἵνα τὴν λεπτὴν ταύτην, καὶ τοῖς πολλοῖς δύσληπτον τεχνολογίαν ἐκφύγωμεν, Θεὸν τέλειον τὸν αὐτὸν, καὶ ἄνθρωπον τέλειον ὁμολογήσωμεν, τὰ λοιπὰ πάντα ἐκκλίνοντες, ὡς τοῦ τελείου τὰ φυσικὰ παρ᾿ ἑαυτῷ συνεμφαίνοντος.
ΜΑΞ. Εἰ τὸ λέγειν τὰς φύσεις ἄνευ τῆς ἑκάστῃ προσούσης ἰδιότητος, ἢ Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν Χριστὸν, ἄνευ τῶν τῆς τελειότητος γνωρισμάτων, ἀπηρτισμένης κατὰ σὲ εὐσεβείας ἐστὶ, ἀναθεματιζέσθωσαν αἱ σύνοδοι, καὶ πρὸ τούτων, οἱ Πατέρες· οὐ μόνον τὰς φύσεις, ἀλλὰ καὶ τὴν ἑκάστης φύσεως ἰδιότητα, ὁμολογεῖν ἡμῖν νομοθετήσαντες· καὶ οὐ μόνον Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτὸν, ἀλλὰ καὶ τῆς τελειότητος τὰ γνωρίσματα, τοῦτἔστιν, ὁρατὸν καὶ ἀόρατον τὸν αὐτὸν καὶ ἕνα λέγοντες, θνητὸν καὶ ἀθάνατον, φθαρτὸν καὶ ἄφθαρτον, ἀπτὸν καὶ ἀναφῆ, κτιστὸν καὶ ἄκτιστον· καὶ κατ᾿ αὐτὴν τὴν εὐσεβῆ ἔννοιαν, καὶ δύο εὐσεβῶς θελήματα τοῦ αὐτοῦ καὶ ἑνὸς ἐδογμάτισαν, οὐ μόνον διὰ τοῦ ὡρισμένου ἀριθμοῦ τῶν δύο, ἀλλὰ καὶ δι᾿ ἀντωνυμίας τοῦ ἄλλο καὶ ἄλλο· καὶ δι᾿ ἀναλογίας τοῦ θεῖον εἰπεῖν καὶ ἀνθρώπινον. Οὐ γὰρ ἑνὶ τρόπῳ ἡ τοῦ ἀριθμοῦ περιορίζεται φύσις.
ΠΥΡ. Εἰ οὐ δυνατόν ἐστι τὰς φωνὰς ταύτας λέγεσθαι διὰ τὴν τῶν αἱρετιζόντων ἐπήρειαν, ἀρκεσθῶμεν κἀν μόνοις τοῖς συνοδικῶς εἰρημένοις· καὶ μήτε ἓν, μήτε δύο εἴπωμεν τὰ θελήματα.
ΜΑΞ. Εἰ τὰ συνοδικῶς καὶ μόνον εἰρημένα χρὴ ὁμολογεῖν, οὔτε τὴν μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, περιεκτικὴν πάσης τῆς τοῦ μυστηρίου οὖσαν εὐσεβείας, χρὴ Fr. δεῖ. λέγειν, συνοδικῶς οὐκ ἐκπεφωνημένην. Πλὴν ὅτι καὶ οὕτω ταῖς φύσεσι καὶ τοῖς αὐτῶν ἰδιώμασι καὶ τὰ θελήματα συνομολογεῖν βιασθήσεσθε. Εἰ γὰρ τὰ φυσικῶς προσόντα ταῖς φύσεσι τοῦ Χριστοῦ, ἰδιώματα αὐτῶν εἶναι λέγετε, φυσικῶς δὲ ἑκατέρᾳ αὐτοῦ φύσει τὸ θέλειν ἐμπέφυκεν, ἄρα μετὰ τῶν ἄλλων φυσικῶν ἰδιωμάτων, καὶ τὰ θελήματα ταῖς φύσεσι συνομολογεῖν ἀναγκασθήσεσθε. Ἄλλως τε δὲ, εἰ αἱ σύνοδοι ἐπὶ τῇ τοῦ ἑνὸς θελήματος φωνῇ καὶ Ἀπολινάριον καὶ Ἄρειον ἀνεθεμάτισαν, ἑκατέρου αὐτῶν ταύτῃ πρὸς σύστασιν τῆς ἰδίας αἱρέσεως ἀποχρησαμένου· τοῦ μὲν, ὁμοούσιον τῷ Λόγῳ διὰ τούτου τὴν σάρκα βουλομένου δεῖξαι· τοῦ δὲ, ἑτεροούσιον τὸν Υἱὸν πρὸς τὸν Πατέρα εἰσαγαγεῖν ἀγωνιζωμένου, πῶς εὐσεβεῖν ἡμᾶς δυνατὸν, τὰς ἐναντίας τοῖς αἱρετικοῖς φωνὰς οὐχ ὁμολογοῦντας;
And, to speak universally, everything natural 300in Christ has joined to the principle according to it also the mode above nature, so that both the nature may be confirmed through the principle, and the economy through the mode.
PYRRHUS. So then, to escape this subtle technical reasoning, hard for the many to grasp, let us confess the same one perfect God and perfect man, declining all the rest, since "perfect" displays along with itself the natural things.
MAXIMUS. If to speak of the natures without the property belonging to each, or of Christ as perfect God and perfect man without the marks of the perfection, is, according to thee, of complete piety, let the synods be anathematized, and before them the Fathers, who legislated for us to confess not only the natures but also the property of each nature; and not only the same one perfect God and perfect man, but also the marks of the perfection, that is, saying that the same and one is visible and invisible, mortal and immortal, corruptible and incorruptible, tangible and intangible, created and uncreated. And according to this same pious concept they also piously laid down as doctrine two wills of the same and one, not only through the defined number of the two, but also through the pronoun "one and another", and through the analogy of saying "divine" and "human". For the nature of number is not circumscribed in one mode.
PYRRHUS. If it is not possible for these terms to be spoken because of the spite of the heretics, let us be content with only what was said synodically, and say neither one nor two wills.
MAXIMUS. If one must confess only what was said synodically, then neither must one say "the one nature of God the Word incarnate", which comprehends the whole piety of the mystery, since it was not pronounced synodically. Besides, even so you will be forced to confess the wills too together with the natures and their idioms. For if you say that the things belonging naturally to the natures of Christ are their idioms, and willing is implanted naturally in each of his natures, then along with the other natural idioms you will be compelled to confess the wills too together with the natures.
Moreover, if the synods anathematized both Apollinarius and Arius over the term "one will", each of them having misused it for the establishment of his own heresy, the one wishing to show by it the flesh consubstantial with the Word, the other striving to introduce the Son as of other essence relative to the Father, how is it possible for us to be pious if we do not confess the terms contrary to the heretics?
Ἡ δὲ πέμπτη σύνοδος, ἵνα πάντα παραλίπω, θεσπίσασα αὐτολεξεὶ, Πάντα τὰ τῶν ἁγίων Ἀθανασίου, καὶ Βασιλείου, καὶ Γρηγορίων, καὶ ἄλλων τινῶν προσδιωρισμένως ἐγκρίτων [ἐκκρίτων] διδακάλων 301συντάγματα, ἓν οἷς καὶ τὰ δύο ἔγκεινται θελήματα, δέχεσθαι, καὶ δύο παραδεδώκασι [παρ ἔδωκε] θελήματα.
ΠΥΡ. Καὶ οὐ δοκεῖ σοι, τὰς τῶν πολλῶν πλήττειν ἐκπλήττειν. 339, 270. ἀκοὰς, τὸ φυσικὸν θέλημα λεγόμενον;
ΜΑΞ. Ὑπεξαιρουμένης τῆς θείας, πόσα εἴδη ζωῆς ἓν τοῖς οὖσιν εἶναι λέγεις;
ΠΥΡ. Αὐτὸς εἰπέ.
ΜΑΞ. Τρία εἴδη ζωῆς εἴσιν.
ΠΥΡ. Ποῖα ταῦτα;
ΜΑΞ. Ἡ φυτικὴ, ἡ αἰσθητικὴ, ἡ νοερά.
ΠΥΡ. Οὕτως ἔχει.
ΜΑΞ. Ἐπειδὴ δὲ ἕκαστον λόγῳ τινὶ δημιουργίας τῶν ἄλλων διακέκριται, τίς ὁ διακριτικὸς καὶ ἰδιάζων ἑκάστου εἴδους λόγος;
ΠΥΡ. Καὶ τοῦτο εἰπεῖν σε ἀξιῶ.
ΜΑΞ. Τῆς μὲν φυτικῆς ἴδιον ἡ θρεπτικὴ, καὶ αὐξητικὴ, καὶ γεννητικὴ κίνησις· τῆς δὲ αἰσθητικῆς, ἡ καθ᾿ ὁρμὴν κίνησις· τῆς δὲ νοερᾶς, ἡ αὐτεξούσιος.
ΠΥΡ. Πάνυ εὐκρινῆ καὶ ἀσύγχυτον τὴν τῆς ἑκάστου εἴδους ζωῆς παρέστησας ἰδιότητα.
ΜΑΞ. Εἰ εὐκρινὴς καὶ ἀσύγχυτος ἡ ἑκάστου ἐδείχθη [εἴδους] ἰδιότης, πάλιν ζητῶ, εἰ κατὰ φύσιν πρόσεστι τῇ φυτικῇ ἡ θρεπτικὴ, καὶ αὐξητικὴ, καὶ γεννητικὴ κίνησις· καὶ τῇ αἰσθητικῇ, ἡ καθ᾿ ὁρμήν.
ΠΥΡ. Κατὰ φύσιν ἀναμφιβόλως.
ΜΑΞ. Οὐκοῦν καὶ τῇ νοερᾷ ἀκολούθως ἡ αὐτεξούσιος κίνησις.
ΠΥΡ. Καὶ τοῦτο πάντως δώσει ὁ ἀκόλουθα ταῖς οἰκείαις ἀρχαῖς δογματίζων.
ΜΑΞ. Εἰ οὖν κατὰ φύσιν πρόσεστι τοῖς νοεροῖς ἡ εὐτεξούσιος κίνησις, ἄρα πᾶν νοερὸν καὶ φύσει θελητικὸν Θέλησιν γὰρ τὸ αὐτεξούσιον ὁ μακάριος ὡρίσατο Διάδοχος ὁ Φωτικῆς εἶναι. Εἰ δὲ πᾶν νοερὸν καὶ φύσει θελητικὸν, γέγονε δὲ ὁ Θεὸς Λόγος σὰρξ ἀληθῶς λογικῶς τε καὶ νοερῶς ἐψυχωμένη, ἄρα καὶ καθ᾿ ὃ ἄνθρωπος, οὐσιωδῶς ὁ αὐτὸς ἦν θελητικός. Εἰ δὲ τοῦτο, οὐκ ἄρα τὰς τῶν εὐσεβῶν ἀκοὰς κλήττει λεγόμενον τὸ φυσικὸν θέλημα, ἀλλὰ τὰς τῶν αἱρετιζόντων.
ΠΥΡ.Ἐγὼ μὲν ἤδη ἐν τοῖς φθάσασι ἐπείσθην, σκὰ εἶναι τὰ ἐπὶ Χριστοῦ θελήματα· καὶ περὶ λότου ἑτέραν οὐκ ἐπιζητῶ ἀπόδειξεν. Οὐχ ἧττον ἃ τῶν θεωδῶς ἐκπεφασμένων, αὐτὴν τῶν ὄντων ἓν φύσιν ὁ λόγος μαρτυροῦσαν ἔδειξε, ὡς καταλλήμος ταῖς ἑαυτοῦ φύσεσιν ὁ αὐτὸς θέλων ἦν, εὐδοκῶν ὲν ὡς Θεὸς, ὑπακούων δὲ ὡς ἄνθρωπος, καὶ ὅτι τάλληλα πάντως τὰ φυσικὰ θελήματα ταῖς φύσεσιν.
And the fifth synod, to pass over all the rest, having decreed word for word that it receives «all the writings of the saints Athanasius and Basil and the Gregories and certain others, specifically defined as approved teachers»,301in which the two wills too are set down, has also handed down two wills.
PYRRHUS. And does it not seem to thee that the expression "natural will" strikes the ears of the many?
MAXIMUS. Setting aside the divine, how many species of life dost thou say there are in the things that are?
PYRRHUS. Say thou thyself.
MAXIMUS. There are three species of life.
PYRRHUS. Which are these?
MAXIMUS. The vegetative, the sensitive, the intellectual.
PYRRHUS. So it is.
MAXIMUS. And since each is distinguished from the others by some principle of its making, what is the principle that distinguishes and particularizes each species?
PYRRHUS. This too I ask thee to say.
MAXIMUS. Proper to the vegetative is the nutritive and growth-giving and generative movement; to the sensitive, the movement by impulse; to the intellectual, the self-determining.
PYRRHUS. Very clearly and unconfusedly hast thou set forth the property of each species of life.
MAXIMUS. If the property of each [species] has been shown clear and unconfused, I ask again whether the nutritive and growth-giving and generative movement belongs by nature to the vegetative, and to the sensitive the movement by impulse.
PYRRHUS. By nature, undoubtedly.
MAXIMUS. Then consequently to the intellectual too the self-determining movement.
PYRRHUS. This too he will certainly grant who lays down doctrine consistently with his own starting-points.
MAXIMUS. If then the self-determining movement belongs by nature to intellectual beings, then everything intellectual is also by nature volitive; for the blessed Diadochus of Photice defined self-determination as being volition. And if everything intellectual is also by nature volitive, and God the Word truly became flesh animated rationally and intellectually, then inasmuch as he is man too, the same one was essentially volitive. And if this, then the expression "natural will" does not strike the ears of the pious, but those of the heretics.
PYRRHUS. I for my part was already persuaded in what went before that the wills in Christ are natural, and concerning this I seek no other demonstration.
Ἄναρχον μὲν τῆς ἀνάρχου, καὶ τῆς ἠργμένης ἠργμέν καὶ ὅτι οὐ δυνατὸν εἰς ἓν θέλημά ποτε συμπεσεῖν Δήλοις, κἂν ἑνὸς καὶ τοῦ αὐτοῦ εἰσιν, ὥσπερ καὶ φύσεις, τὸ ἄναρχον καὶ τὸ ἠργμένον, τὸ ἄκτιστον τὸ κτιστὸν, τὸ ποιῆσαν καὶ τὸ ποιηθὲν, τὸ ἄπειρον 304καὶ τὸ πεπερασμένον, τὸ θεῶσαν καὶ τὸ θεωθέν. Οἱ δὲ ἐν τῷ Βυζαντίῳ, ἔτι πρὸς τὰ φυσικὰ θελήματα ἀντιστατοῦντες, κατ᾿ οἰκείωσίν φασιν εἰρηκέναι τοὺς Πατέρας ἔχειν τὸν Κύριον τὸ ἀνθρώπινον θέλημα.
ΜΑΞ. Ἐπειδὴ αὐτὸς τῆς τοιαύτης αὐτῶν θαυμαστῆς καὶ λαμπρᾶς καθηγήσω παιδεύσεως· κατὰ ποίαν οἰκείωσιν τοῦτό φασιν; Ἄρα τὴν οὐσιώδη, καθ᾿ ἣν τὰ φυσικῶς προσόντα ἕκαστος ἔχων, διὰ τὴν φύσιν οἰκειοῦται· ἢ τὴν σχετικὴν, καθ᾿ ἣν φιλικῶς τὰ ἀλλήλων οἰκειούμεθα καὶ στέργομεν, μηδὲν τούτων αὐτοὶ ἢ πάσχοντες, ἢ ἐνεργοῦντες;
ΠΥΡ. Τὴν σχετικὴν δηλονότι.
ΜΑΞ. Οὐκοῦν πρὶν τούτου δεῖξαι τὸ ἄτοπον, δικαιότερον ἂν εἴη ἀκριβέστερον al. ἀκριβῶς. ἐξετάσαι, εἴ τε φύσει θελητικός ἐστιν ὁ ἄνθρωπος, εἴ τε καὶ μή. Τούτου γὰρ δεικνύμένου, σαφέστερον γενήσεται τῆς τοιαύτης αἱρέσεως τὸ βλάσφημον,
ΠΥΡ. Εἰ δοκεῖ, τοῦτο ἐξετάσωμεν.
ΜΑΞ. Ἀδίδακτα εἶναι τὰ φυσικὰ, οὐ μόνον οἱ λόγῳ τὴν φύσιν διασκεψάμενοι, καὶ τῶν πολλῶν διαφέροντες ἔφασαν, ἀλλὰ καὶ ἡ τῶν χυδαιοτέρων συνήθεια. Εἰ δὲ τὰ φυσικὰ ἀδίδακτα, ἀδίδακτον δὲ ἔχομεν τὸ θέλειν· οὐδεὶς γάρ ποτε θέλειν διδάσκεται· ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ πάλιν, εἰ φύσει λογικὸς ὁ ἄνθρωπος· τὸ δὲ φύσει λογικὸν καὶ φύσει αὐτεξούσιον· τὸ γὰρ αὐτεξούσιον, κατὰ τοὺς Πατέρας, θέλησίς al. θελήσεως; 602, 270 : Fr. θέλημα. ἐστιν· ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ πάλιν, εἰ ἐν τοῖς ἀλόγοις ἄγει μὲν ἡ φύσις· ἄγεται δὲ ἐν τῷ ἀνθρώπῳ ἐξουσιαστικῶς κατὰ θέλησιν κινουμένῳ· ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος. Καὶ πάλιν, εἰ κατ᾿ εἰκόνα τῆς μακαρίας καὶ ὑπερουσίου Θεότητος ὁ ἄνθρωπος γεγένηται· αὐτεξούσιος δὲ φύσει ἡ θεία φύσις· ἄρα καὶ ὁ ἄνθρωπος, ὡς αὐτῆς ὄντως εἰκὼν, αὐτεξούσιος τυγχάνει φύσει· εἰ δὲ αὐτεξούσιος φύσει, θελητικὸς ἄρα φύσει ὁ ἄνθρωπος· εἴρηται γὰρ ἤδη, ὡς τὸ αὔτεξούσιον θέλησιν ὡρίσαντο οἱ Πατέρες. Ἔτι τε, εἰ πᾶσιν ἀνθρώποις ἐνυπάρχει τὸ θέλειν· καὶ οὐ τοῖς μὲν ἐνυπάρχει, τοῖς δὲ οὐκ ἐνυπάρχει· τὸ δὲ κοινῶς πᾶσιν ἐνθεωρούμενον φύσιν χαρακτηρίζει ἐν τοῖς ὑπ᾿ αὐτὸ ἀτόμοις· ἄρα φύσει θελητικὸς ὁ ἄνθρωπος.
ΠΥΡ. Δέδεικται διὰ πλειόνων φύσει θελητικὸς ὢν ἄνθρωπος.
ΜΑΞ. Τούτου οὖν περιφανῶς δειχθέντος, διασκεψώμεθα, ὡς ἀνωτέρω ὑπεθέμεθα, καὶ τῆς αὐτῶν προτάσεως τὸ ἄτοπον.
ΠΥΡ. Διασκεψώμεθα.
ΜΑΞ.
For no less than the things declared by God, the argument has shown nature itself, the nature of the things that are, bearing witness that the same one was willing correspondingly to his own natures, approving as God, obeying as man; and that the natural wills certainly correspond to the natures: the will without beginning to the nature without beginning, and the will that has begun to the nature that has begun; and that it is not possible for them ever to fall together with each other into one will, even if they are of one and the same, just as neither can the natures, the without-beginning and the begun, the uncreated and the created, the maker and the made, the infinite 304and the bounded, the deifying and the deified. But those in Byzantium, still resisting the natural wills, say that the Fathers said the Lord has the human will by appropriation.
MAXIMUS. Since thou thyself wast the guide of this wonderful and brilliant teaching of theirs: by what sort of appropriation do they say this? Is it the essential, according to which each one, having the things that belong to him naturally, appropriates them on account of the nature? Or the relative, according to which we affectionately appropriate and cherish one another's things, ourselves neither undergoing nor operating any of them?
PYRRHUS. The relative, obviously.
MAXIMUS. Then, before showing the absurdity of this, it would be more just to examine more precisely whether man is volitive by nature or not. For when this is shown, the blasphemy of such a heresy will become clearer.
PYRRHUS. If it seems good, let us examine this.
MAXIMUS. That natural things are untaught not only those have said who examined nature by reason and stand apart from the many, but also the usage of the commoner sort. And if natural things are untaught, and we have willing untaught (for no one is ever taught to will), then man is volitive by nature. And again, if man is rational by nature, and what is rational by nature is also self-determining by nature (for self-determination, according to the Fathers, is volition), then man is volitive by nature. And again, if in the irrational beings nature leads, but in man, who moves with authority according to volition, it is led, then man is volitive by nature. And again, if man was made according to the image of the blessed and superessential Godhead, and the divine nature is self-determining by nature, then man too, as being truly its image, is self-determining by nature; and if self-determining by nature, man is therefore volitive by nature; for it has already been said that the Fathers defined self-determination as volition. Further, if willing is inherent in all men, and is not inherent in some and not inherent in others, and what is contemplated in all in common characterizes the nature in the individuals under it, then man is volitive by nature.
PYRRHUS. It has been shown by many arguments that man is volitive by nature.
MAXIMUS. This having been shown, then, beyond doubt, let us examine, as we proposed above, the absurdity of their premise too.
PYRRHUS. Let us examine it.
MAXIMUS.
Εἰ φύσει θελητικὸς ὁ ἄνθρωπος, ὡς᾿ δέδενκται, 305κατ᾿ αὐτοὺς δὲ κατὰ τὴν ἐν ψιλῇ σχέσει οἰκείωΑ σιν τὸ ἀνθρώπινον θέλημα εἶχεν ὁ Χριστὸς, ἀνάγκη αὐτοὺς, εἴπερ ταῖς οἰκείαις ἀρχαῖς στοιχοῦσι, καὶ τὰ ἄλλα ἡμῖν φυσικὰ μετ᾿ αὐτοῦ· φημὶ δὴ τοῦ κατὰ φύσιν θελήματος· κατ᾿ οἰκείωσιν ψιλὴν λέγειν· καὶ εὑρεθήσεται αὐτοῖς ἡ τῆς ὅλης οἰκονομίας θεωρία καὶ μύησις, κατὰ φαντασίαν λαμβανομένη. Ἔπειτα, εἰ ἡ ψῆφος Σεργίου, οὐ τοὺς πῶς, ἀλλὰ τοὺς ἁπλῶς δύο θελήματα εἰπόντας ἀνεθεμάτισε· λέγουσι δὲ οὗτοι δύο, κἂν εἰ ἐσφαλμένως, διὰ τὴν οἰκείωσιν· ἄρα οἱ ταύτης προϊστάμενοι, τῷ κατ᾿ αὐτῶν συνηγοροῦσιν ἀναθέματι. Καὶ πάλιν, εἰ, κατὰ τὴν ὑπ᾿ αὐτῶν διεκδικουμένην πρότασιν, τοῖς θελήμασι πρόσωπα συνεισάγονται· ἄρα δύο θελήματα λέγοντες, καὶ εἰ ἐσφαλμένως, διὰ τὴν οἰκείωσιν, ὡς εἴρηται, καὶ τὰ συνεισαγόμενα αὐτοῖς, κατὰ τὴν τοιαύτην πρότασιν, λέξουσι πρόσωπα. Καὶ τίς οἴσει τὴν εἰς δύο πρόσωπα τοῦ ἑνὸς κατατομήν;
ΠΥΡ. Τί οὖν οἱ Πατέρες; οὐχ ἡμέτερον εἶπον εἶναι, ὅπερ ὁ Χριστὸς ἐν ἑαυτῷ ἐτύπωσε θέλημα;
ΜΑΞ. Ναί, ἡμέτερον.
ΠΥΡ. Οὐκοῦν οὐ τὸ προσὸν αὐτῷ φύσει διὰ τοῦ ἀνθρωπίνου ἐσήμαναν; ἀλλ᾿ ὅπερ κατ᾿ οἰκείωσιν ἀνεδέξατο.
ΜΑΞ. Ἐπειδὴ καὶ τὴν ἡμετέραν φύσιν ὡσαύτως ἀνειληφέναι αὐτὸν ἔφασαν, ἄρα κατ᾿ αὐτοὺς καὶ αὐτὴν τὴν φύσιν κατ᾿ οἰκείωσιν ψιλὴν ἔχων εὑρεθήσεται. Εἰ γὰρ ἐκεῖνο ἀληθὲς, καὶ τοῦτο· εἰ δὲ τοῦτο ψευδὲς, κἀκεῖνο.
ΠΥΡ. Τί οὖν; τὸ ἡμέτερον ἐν ἑαυτῷ τυπῶσαι εἰπόντες, τὸ αὐτῷ φύσει προσὸν ἐσήμαναν Fr. ἐσήμανον.;
ΜΑΞ. Ναί.
ΠΥΡ. Πῶς τοῦτό φης;
ΜΑΞ. Ἐπειδὴ ὁ αὐτὸς ὅλος ἦν Θεὸς μετὰ τῆς ἀνθρωπότητος, καὶ ὅλος ὁ αὐτὸς ἄνθρωπος μετὰ τῆς θεότητος· αὐτὸς, ὡς ἄνθρωπος, ἐν ἑαυτῷ καὶ δι᾿ ἑαυτοῦ τὸ ἀνθρώπινον ὑπέταξε τῷ Θεῷ καὶ Πατρὶ, τύπον ἡμῖν ἑαυτὸν ἄριστον καὶ ὑπογραμμὸν διδοὺς πρὸς μίμησιν, ἵνα καὶ ἡμεῖς πρὸς αὐτὸν ὡς ἀρχηγὸν τῆς ἡμῶν ἀφορῶντες σωτηρίας, τὸ ἡμέτερον ἑκουσίως προσχωρήσωμεν τῷ Θεῷ, ἐκ τοῦ μηκέτι θέλειν παρ᾿ ὃ αὐτὸς θέλει.
ΠΥΡ.
If man is volitive by nature, as has been shown, 305and according to them Christ had the human will by the appropriation that consists in bare relation, they must, if indeed they keep in line with their own starting-points, also say that the other things natural to us, along with it (I mean, the will according to nature), he had by bare appropriation; and the contemplation and initiation of the whole economy will be found by them to be taken as an illusion. Then, if the sentence of Sergius anathematized not those who say two wills in a certain way, but those who say two wills simply, and these men say two, even if mistakenly, on account of the appropriation, then those who stand for it are pleading for the anathema against themselves. And again, if, according to the premise championed by them, persons are introduced together with the wills, then, saying two wills, even if mistakenly, on account of the appropriation, as has been said, they will also speak of the persons introduced together with them according to such a premise. And who will bear the cutting of the one into two persons?
PYRRHUS. What then of the Fathers? Did they not say that the will which Christ figured in himself is ours?
MAXIMUS. Yes, ours.
PYRRHUS. Then by "the human" they did not signify what belongs to him by nature, but what he took on by appropriation?
MAXIMUS. Since they said that he likewise took up our nature too, then according to them he will be found having the nature itself too by bare appropriation. For if that is true, this is too; and if this is false, so is that.
PYRRHUS. What then? In saying that he figured ours in himself, did they signify what belongs to him by nature?
MAXIMUS. Yes.
PYRRHUS. How dost thou say this?
MAXIMUS. Since the same one was wholly God with the manhood, and the same one wholly man with the Godhead, he himself, as man, in himself and through himself subjected the human to God and Father, giving himself to us as the best type and pattern for imitation, so that we too, looking to him as the author of our salvation, Hebr. II, 10 et XII, 2. may voluntarily bring ours over to God, by no longer willing anything beside what he himself wills.
PYRRHUS.
Ἐκεῖνοι οὐ προθέσει κακῇ καὶ πανουργίᾳ
308τινὶ τοῦτο εἶπον, ἀλλὰ βουλόμενοι τὴν ἄκραν ἕνωσιν δηλῶσαι.
ΜΑΞ. Εἰ τοῦτο τοῖς ἀπὸ Σεβήρου δοθῇ, οὐκ εὐλόγως λοιπὸν, ὅσον πρὸς τὸ δοθὲν λῆμμα, κἀκεῖνο λέξουσιν· ὅτι Οὐ κακῇ προθέσει, ἢ πανουργίᾳ τινὶ, μίαν λέγομεν φύσιν, ἀλλὰ βουλόμενοι, καθάπερ καὶ ὑμεῖς, διὰ τοῦ ἑνὸς θελήματος, τὴν ἄκραν ἕνωσιν δι᾿ αὐτῆς δεῖξαι; Τοῖς γὰρ αὐτῶν κατ᾿ αὐτῶν, ὃν τρόπον καὶ Δαβὶδ κατὰ τοῦ Γολιὰθ, χρήσονται ὅπλοις. Ἰδοὺ ἓν [καὶ γὰρ ἓν] θέλημα λέγοντες, ταῖς αὐταῖς ἐκείνοις καὶ ἐννοίαις καὶ φωναῖς συμπίπτουσι. Πλὴν τοῦτο τὸ ἓν θέλημα, τί βούλονται ὀνομάζειν; δίκαιοι γάρ εἰσι τούτου τὴν προσηγορίαν δοῦναι.
ΠΥΡ. Γνωμικὸν τοῦτό φασιν.
ΜΑΞ. Οὐκοῦν, ἢ γνωμικὸν καὶ παράγωγον· εἰ δὲ παράγωγον, ἡ γνώμη, ὡς πρωτότυπον, οὐσία ἔσται
ΠΥΡ. Οὐκ ἔστιν ἡ γνώμη οὐσία.
ΜΑΞ. Εἰ οὐσία οὐκ ἔστι, ποιότης ἐστί· καὶ εὑρεθήσεται ποιότης ἐκ ποιότητος· ὅπερ ἀδύνατον. Τί οὖν φασι τὴν γνώμην;
ΠΥΡ. Ἡ γνώμη οὐδὲν ἕτερόν ἐστιν, ἢ ὅπερ ὁ μακάριος αὐτὴν ὡρίσατο Κύριλλος, ὅτι τρόπος ζωῆς.
ΜΑΞ. Ὁ τρόπος τῆς κατ᾿ ἀρετὴν, φέρε εἰπεῖν, ἢ κακίαν ζωῆς, ἆρα ἐξ ἐπιλογῆς ἡμῖν πρόσεστιν, ἢ οὔ;
ΠΥΡ. Ἐξ ἐπιλογῆς, πάντως.
ΜΑΞ. Θέλοντες οὖν καὶ βουλευόμενοι ἐπιλεγόμεθα, ἢ ἀθελήτως καὶ ἀβουλεύτως ἀβουλήτως 602, 270 et Fr.;
ΠΥΡ. Ὁμολογουμένως θέλοντες καὶ βουλευόμενοι.
ΜΑΞ. Οὐκοῦν ἢ γνώμη οὐδὲν ἕτερόν ἐστιν, ἡ ποιὰ θέλησις, σχετικῶς τινος ἢ ὄντος ἢ νομιζομένου ἀγαθοῦ ἀντεχομένη.
ΠΥΡ. Ὀρθῶς τὴν τοῦ πατρικοῦ ὅρου ἐποιήσω ἐξήγησιν.
ΜΑΞ. Εἰ ὀρθῶς ἡ τοῦ πατρικοῦ ὅρου ἐξάπλωσις γεγένηται, πρῶτον μὲν οὐ δυνατὸν γνωμικὸν λέγειν θέλημα. Πῶς γὰρ ἐκ θελήματος θέλημα προελθεῖν ἐνδέχεται; Ἔπειτα δὲ καὶ γνώμην λέγοντες ἐπὶ Χριστοῦ, ὡς ἡ περὶ αὐτῆς ἔδειξε ζήτησις, ψιλὸν αὐτὸν δογματίζουσιν ἄνθρωπον, βουλευτικῶς διατιθέμενον καθ᾿ ἡμᾶς, ἀγνοοῦντά τε καὶ ἀμφιβάλλοντα, καὶ ἀντικείμενα ἔχοντα· εἴπερ τις περὶ τῶν ἀμφιβαλλομένων, καὶ οὐ περὶ τοῦ ἀναμφιβόλου βουλεύεται. Ἡμεῖς μὲν γὰρ ἀπλῶς φύσει καλοῦ φυσικῶς ἔχομεν τὴν ὄρεξιν· τοῦ δὲ πῶς καλοῦ πεῖραν διὲ ζητήσεως καὶ ζητ. 270. καὶ βουλῆς. Καὶ διὰ τοῦτο ἐφ᾿ ἡμῶν καὶ γνώμη προσφυῶς λέγεται, τρόπος οὖσα χρήσεως, οὺ λόγος φύσεως· ἐπεὶ καὶ ἀπειράκις μετέβαλεν ἡ φύσις.
Those men said this not from evil intent and villainy
308of any kind, but wishing to make plain the utmost union.
MAXIMUS. If this be granted to those from Severus, will they not reasonably say thereafter, so far as the premiss granted goes, this too: that «Not with evil intent, or with any cunning, do we say one nature, but wishing, just as you too do through the one will, to show through it the utmost union»? For they will use their weapons against them, in the manner in which David too did against Goliath. See: saying one [for indeed one] will, they coincide with those men in the same concepts and in the same terms. But this one will, what do they wish to name it? For they are bound in justice to give its appellation.
PYRRHUS. They say it is of inclination.
MAXIMUS. Then if of inclination, also derivative; and if derivative, inclination, as the prototype, will be an essence.
PYRRHUS. Inclination is not an essence.
MAXIMUS. If it is not an essence, it is a quality; and a quality will be found from a quality: which is impossible. What then do they say inclination is?
PYRRHUS. Inclination is nothing other than what the blessed Cyril defined it as, that it is a mode of life.
MAXIMUS. The mode of the life according to virtue, say, or according to vice: is it present to us by selection, or not?
PYRRHUS. By selection, certainly.
MAXIMUS. Do we then select willing and deliberating, or without will and without deliberation?
PYRRHUS. Admittedly, willing and deliberating.
MAXIMUS. Then inclination is nothing other than a volition of a certain quality, holding relationally to some good, either real or supposed.
PYRRHUS. Rightly hast thou made the exegesis of the Father's definition.
MAXIMUS. If the unfolding of the Father's definition has been made rightly, first, it is not possible to speak of a will of inclination. For how can a will proceed from a will? And then, saying inclination in Christ too, as the inquiry about it has shown, they teach as doctrine that he is a mere man, disposed deliberatively in our way, both ignorant and doubting, and having opposites; if indeed one deliberates about things doubted, and not about what is beyond doubt. For we have naturally the appetite for what is simply good by nature; but the experience of the good of a certain kind, through inquiry and counsel. And for this reason in us inclination is fittingly spoken of, being a mode of use, not a principle of nature; since otherwise nature too would have been converted infinitely many times.
Ἐπὶ δὲ τοῦ ἀνθρωπίνου τοῦ Κυρίου, οὐ ψιλὼς καθ᾿ ἡμᾶς ὑποστάντος, ἀλλὰ θεῖκῶς· Θεὸς γὰρ ἦν 309ὁ δι᾿ ἡμᾶς ἐξ ἡμῶν σαρκὶ πεφηνώς, γνώμη λέγεσθαι οὐ δύναται. Αὐτὸ γὰρ[αὐτῷ τῷ] τὸ εἶναι, ἤγουν, τὸ θεικῶς ὑποστῆναι, φυσικῶς καὶ τὴν πρὸς τὸ καλὸν εἶχεν οἰκείωσιν, καὶ τὴν πρὸς τὸ κακὸν ἀλλοτρίωσιν, καθὼς καὶ ὁ μέγας τῆς Ἐκκλησίας ὀφθαλμὸς Βασίλειος ἐν τῇ ἑρμηνείᾳ τοῦ μδʹ ψαλμοῦ διδάσκων, ἔφη· «Κατὰ τοῦτο δὲ ἐκλήψῃ καὶ τὸ Ἡσαΐᾳ περὶ αὐτοῦ εἰρημένον, ὅτι Πρὶν ἢ γνῶναι τὸ παιδίον, ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαόν. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κατὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. ὃ γὰρ, πρὶν ἢ, δηλοῖ ὅτι οὐ καθ᾿ ἡμᾶς ζητήσας καὶ βουλευσάμενος, ἀλλὰ θεικῶς ὑποστὰς, αὐτῷ εἶαι, τὸ ἐκ φύσεως εἶχεν ἀγαθόν.»
ΠΥΡ. Τί οὖν; φυσικαί εἰσιν αἱ ἀρεταί;
ΜΑΞ. Ναὶ, φυσικαί.
ΠΥΡ. Καὶ εἰ φυσικαὶ, διὰ τί μὴ ἐπίσης πασιν νυπάρχουσι τοῖς ὁμοφυέσι; [ΜΑΞ. Πᾶσι τοῖς ὁμοφυέσιν ἐπίσης ἐνυπάρυι]
ΠΥΡ. Καὶ πόθεν ἐν ἡμῖν τοσαύτη ἀνισότης;
ΜΑΞ. Inclusa nonnullis desunt. Ἐκ τοῦ μὴ ἐπίσης ἐνεργεῖν τὰ τῆς φύσεως. Ὡς, εἴπερ πάντες ἴσως, ἐφ᾿ ᾧ καὶ γεγόναμεν, ἐνηροῦμεν τὰ φυσικὰ, μία ἄρα ἐδείκνυτο ἐν πᾶσιν, ὥσπερ ἡ φύσις, οὕτω καὶ ἀρετὴ, τὸ μᾶλλον καὶ ἧτον οὐκ ἐπιδεχομένη.
ΠΥΡ. Εἰ οὐκ ἐξ ἀσκήσεως ἡμῖν τὰ φυσικὰ πρόειιν, ἀλλ᾿ ἐκ δημιουργίας, ἡ δὲ ἀρετὴ φυσικὴ, πῶς τύνῳ καὶ ἀσκήσει τὰς ἀρετὰς, φυσικὰς οὔσας, κτώεθας
ΜΑΞ. Ἡ ἄσκησις, καὶ οἱ ταύτῃ ἑπόμενοι πόνοι, τρὸς τὸ μόνον διαχωρίσαι τὴν ἐμφυρεῖσαν δι᾿ αἰσθήεως ἀπάτην τῇ ψυχῇ ἐπενοήθησαν τοῖς φιλαρέτοις· ὑ πρὸς τὸ ἔξωθεν προσφάτως ἐπεισαγαγεῖν τὰς ρετάς· ἔγκεινται γὰρ ἡμῖν ἐκ δημιουργίας, ὡς εἴηται· ὅθεν καὶ ἅμα τελείως διακριθῇ ἡ ἀπάτη, μα καὶ τῆς κατὰ φύσιν ἀρετῆς τὴν λαμπρότητα νδείκνυται ἡ ψυχή.
But in the case of the human of the Lord, which subsisted not merely in our way but divinely (for God was he 309who for our sake appeared from us in flesh), inclination cannot be spoken of. For by his very being, that is, by subsisting divinely, he had naturally both kinship to the good and alienation from evil; as the great eye of the Church, Basil, also said, teaching in the interpretation of the forty-fourth psalm: «In this sense thou wilt take also what was said by Isaiah about him, that Before the child knows or chooses evil things, he will pick out the good. Because before the child knows good or evil, he disobeys wickedness so as to pick out the good. For the "before" shows that, not having inquired and deliberated in our way, but having subsisted divinely, by his very being he had the good from nature.»
PYRRHUS. What then? Are the virtues natural?
MAXIMUS. Yes, natural.
PYRRHUS. And if natural, why are they not present equally in all who are connatural?
MAXIMUS. [They are present equally in all who are connatural.]
PYRRHUS. And whence in us such inequality?
MAXIMUS. From not operating equally the things of nature. So that, if we all operated equally the natural things for which we also came to be, one virtue would have been shown in all, as the nature is, not admitting the more and the less.
PYRRHUS. If the natural things come forth to us not from ascesis but from making, and virtue is natural, how do we acquire the virtues, which are natural, by toil and ascesis?
MAXIMUS. Ascesis, and the toils that follow on it, were devised by the lovers of virtue only for separating the deceit commixed into the soul through sense; not for bringing in the virtues freshly from outside. For they lie in us from making, as has been said; whence too, as soon as the deceit is perfectly distinguished, at once the soul shows the brightness of the virtue according to nature.
Ὁ γὰρ μὴ ἄφρων, φρόνιμος· ταὶ ὁ μὴ δειλὸς ἢ θρασὺς, ἀνδρεῖος· καὶ ὁ μὴ ἀκόλαστος, 312σώφρων· καὶ ὁ μὴ ἄδικος Fr. et al. ἀδίκων., δίκαιος. Κατὰ φύσιν δὲ ὁ λόγος, φρόνησίς ἐστι· καὶ τὸ κριτήριον, δικαιοσύνη, καὶ ὁ θυμὸς, ἀνδρεία· καὶ ἡ ἐπιθυμία, σωφροσύνη. Ἄρα τῇ ἀφαιρέσει τῶν παρὰ φύσιν, τὰ κατὰ φύσιν καὶ μόνα διαφαίνεσθαι εἴωθεν· ὥσπερ καὶ τῇ τοῦ ἰοῦ ἀποβολῇ, ἡ τοῦ σιδήρου κατὰ φύσιν αὐγὴ καὶ λαμπρότης.
ΠΥΡ. Μεγίστη ἐντεῦθεν ἀναδέδεικται βλασφημία τοῖς γνώμην ἐπὶ Χριστοῦ λέγουσιν.
ΜΑΞ. Χρὴ μηδὲ τοῦτο παρελθεῖν ἀπαρασήμαντον, ὅτι πολύτροπον καὶ πολύσημον παρά τε τῇ ἁγίᾳ Γραφῇ καὶ τοῖς ἁγίοις Πατράσιν ἐστὶ τὸ τῆς γνώμης ὄνομα, ὡς al. δ. τοῖς ἐπιμελῶς ἀναγινώσκουσι δῆλον ὑπάρχει. Ποτὲ μὲν γὰρ ἐπὶ παραινέσεως καὶ ὑποθήκης αὐτὸ φέρουσιν· ὡς ὅταν λέγῃ ὁ Ἀπόστολος· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι· ποτὲ δὲ ἐπὶ βουλῆς, ἡνίκα ὁ μακάριος λέγει Δαβίδ· Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην· ὅπερ ἄλλος ἐκδότης σαφηνίζων, Ἐπὶ τὸν λαόν σου, ἔφη, κατεπανουργεύσαντο βουλήν Parum differunt hæc duo significata.· ποτὲ δὲ ἐπὶ τῆς ψήφου Fr. ἐπὶ ὑψηλοῦ. Sch. Γνώμην ὑψηλήν, τὴν ἐξουσιαστικὴν ἀπόφασιν λέγει. Excelsam γνώμην vocat, quæ per potestatem est sententiam.· ὁπηνίκα Δανιὴλ, ὁ ἐν προφήταις μέγας, λέγει περί τινος· Ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως· ποτὲ δὲ ἐπὶ δόξης, ἢ πίστεως, ἢ φρονήματος, ἡνίκα Γρηγόριος ὁ τῆς θεολογίας ἑπώνυμος ἐν τῷ πρώτῳ Περὶ Υἱοῦ λόγῳ διέξεισιν· «Ἐπεὶ δὲ τὸ μὲν ἐπιτιμᾷν οὐ μέγα, ῥᾷστον γὰρ, καὶ τοῦ βουλομένου παντός· τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην, ἀνδρός ἐστιν εὐσεβοῦς καὶ νοῦν ἔχοντος.» Καὶ ἁπλῶς, ἵνα μὴ καθ᾿ ἓν τὰ πάντα διεξερχόμενος, ὄχλον ἐπισωρεύσω τῷ λόγῳ, κατὰ εἰκοσιοκτὼ σημαινόμενα παρά τε τῇ ἁγίᾳ Γραφῇ καὶ τοῖς ἁγίοις Πατράσιν ἐπιτηρησάμενος, τὸ τῆς γνώμης εὗρον ὄνομα· οὐδὲ γὰρ κοινοῦ τινος ἢ ἰδικοῦ ἐμφαίνει χαρακτῆρα, ἀλλ᾿ ἢ ἐκ τῶν πρὸ αὐτοῦ λεγομένων, ἢ τῶν ἐφεξῆς, ἡ τοῦ λέγοντος κανονίζεται διάνοια. Διὰ καὶ ἀδύνατον ἑνὶ καὶ μόνῳ σημαινομένῳ, τὸ τοιοῦτο ἀφορίσαι ὄνομα.
ΠΥΡ. Πῶς γὰρ ἐνδέχεται τὸ πολλαχῶς λεγόμενον, ἑνός τινος εἶναι ἀποκληρωτικόν;
ΜΑΞ. Ἵνα οὖν τὸ αἶσχος τῆς τοιαύτης αἱρέσεως φανερώτερον γένηται, καὶ ἑτέρως τὴν τοιαύτην διασκεψώμεθα πρότασιν.
ΠΥΡ. Εἴ σοι φίλον, διασκεψώμεθα.
ΜΑΞ. Ἓν θέλημα λέγοντες, εἴτε προαιρετικόν. εἴτε γνωμικὸν, εἴτε ἐξουσιαστικὸν, εἰ καὶ ἑτέρως πως αὐτὸ καλεῖν βούλοιντο· οὐ γὰρ διαφερόμεθα περὶ τούτου· ἢ θεῖον, ἢ ἀγγελικὸν, ἢ ἀνθρώπινον τοῦτο λέγειν βιασθήσονται.
For he who is not senseless is prudent; and he who is not cowardly or rash is courageous; and he who is not 312intemperate is temperate; and he who is not unjust is just. And reason according to nature is prudence; and the judging faculty, justice; and anger, courage; and desire, temperance. Therefore by the removal of the things contrary to nature, the things according to nature alone are wont to shine through; just as by the casting off of rust, the iron's gleam and brightness according to nature.
PYRRHUS. From this the greatest blasphemy has been shown up in those who say inclination in Christ.
MAXIMUS. Nor must this be passed by unremarked: that the name of inclination is of many modes and many meanings, both in holy Scripture and in the holy Fathers, as is plain to those who read carefully. For sometimes they bring it in the sense of exhortation and advice: as when the Apostle says, Now concerning virgins I have no commandment of the Lord; but I give inclination. I Cor. vii, 25. Sometimes in the sense of counsel, when the blessed David says, Against thy people they plotted craftily an inclination; which another translator, making it clear, said: Against thy people they plotted craftily a counsel. Psal. lxxxii, 4. Sometimes in the sense of a decree, when Daniel, the great one among the prophets, says about someone: The shameless inclination went out from the face of the king. Dan. ii, 15. Sometimes in the sense of opinion, or faith, or way of thinking, when Gregory, named from theology, recounts in the first oration On the Son: «But since to censure is no great thing (for it is very easy, and belongs to anyone who wishes), but to bring in one's own inclination in its place is the part of a man pious and possessed of mind.» And simply, so that I may not, going through all things one by one, heap a crowd upon my account: having observed it, I found the name of inclination in twenty-eight meanings both in holy Scripture and in the holy Fathers. For it does not display the character of something common or specific; but the understanding of the speaker is ruled either from what is said before it or from what follows. Wherefore it is impossible to mark off such a name to one and only one meaning.
PYRRHUS. For how is it possible that what is said in many ways should be allotted to some one thing?
MAXIMUS. In order then that the shame of such a heresy may become more manifest, let us examine such a proposition in another way too.
PYRRHUS. If it please thee, let us examine it.
MAXIMUS. Saying one will, whether elective, or of inclination, or authoritative, or if they wish to call it somehow otherwise (for we do not differ about this), they will be forced to say that this is either divine, or angelic, or human.
Καὶ προηγουμένως μὲν, ὁπότερον τούτων αὐτὸ εἴπωσι, φυσικὸν λέξουσιν· 313εἴπερ ἑκάτερον αὐτῶν φύσεως ὑπάρχει δηλωτικόν· καὶ ὅπερ διὰ τῆς διαιρετικῆς μεθόδου φεύγειν ἔδοξαν, τοῦτο διὰ τῆς ἀναλυτικῆς συνιστῶντες ἐδείχθησαν. Ἐφεπομένως δὲ, εἰ μὲν θεῖον αὐτὸ λέξουσι, Θεὸν καὶ μόνον φύσει ὄντα τὸν Χριστὸν ἐγνώρισαν· εἰ δὲ ἀγγελικὸν, οὔτε Θεὸν οὔτε ἄνθρωπον, ἀλλ᾿ ἀγγελικήν τινα φύσιν· εἰ δὲ ἀνθρώπινον, ψιλὸν ἄνθρωπον καὶ ὑπεξούσιον αὐτὸν ἔδειξαν.
ΠΥΡ. Ὁπηνίκα ταύταις περιπέσωσι ταῖς ἀτοπίαις, οὔτε φυσικὸν οὔτε γνωμικὸν λέγουσι τὸ θέλημα· ἀλλ᾿ ἐπιτηδειότητι προσεῖναι ἡμῖν φασιν.
ΜΑΞ. Ἡ ἐπιτηδειότης αὕτη κατὰ φύσιν ἡμῖν πρόσεστιν, ἢ οὐ κατὰ φύσιν;
ΠΥΡ. Κατὰ φύσιν.
ΜΑΞ. Οὐκοῦν πάλιν, κατὰ ἀνάλυσιν, φυσικὸν λέξουσι τὸ θέλημα· καὶ οὐδὲν ἐκ τῆς περιόδου ταύτης ἀπώναιντο· καὶ ἐπειδὴ ἡ ἐπιτηδειότης ἐκ μαθήσεως ποιεῖται τὴν ἕξιν καὶ τὴν προχείρησιν· ἀπὸ μαθήσεως ἄρα καὶ προκοπῆς ἔσχεν ὁ Χριστὸς κατ᾿ αὐτοὺς τὴν ἕξιν τοῦ θελήματος, καὶ τὴν προχείρησιν· καὶ προέκοπτεν, ἀγνοῶν πρὸ τῆς μαθήσεως τὰ μαθήματα. Τίνος οὖν χάριν τὸν Νεστόριον ἀποστρέφονται, τῶν ἐκείνου θερμῶς ἀντεχόμενοι λέξεων καὶ ἐννοιῶν; Ὅτι δὲ ἓν θέλημα λέγοντες, τὰ ἐκείνου διεκδικοῦσι, καὶ ἡ παρ᾿ αὐτῶν συνηγορουμένη Ἔκθεσις μαρτυρεῖ, ἓν θέλημα ἀποφηναμένη τὸν Νεστόριον πρεσβεύειν, ἐπὶ τῶν πλαττομένων αὐτῷ δύο προσώπων. Ἔτι τε τὸ, φυσικὸν εἶναι θέλημα διωθούμενοι, ἢ ὑποστατικὸν αὐτὸ, ἢ παρὰ φύσιν λέξουσιν. Ἀλλ᾿ εἰ μὲν ὑποστατικὸν αὐτὸ φήσουσιν, ἑτερόβουλος οὕτω γε ἔσται ὁ Υἱὸς τῷ Πατρί. Μόνης γὰρ ὑποστάσεως χαρακτηριστικὸν τὸ ὑποστατικόν. Εἰ δὲ παρὰ φύσιν, τὴν ἔκπτωσιν τῶν αὐτοῦ δογματίζουσιν οὐσιῶν, εἴπερ φθαρτικὰ τῶν κατὰ φύσιν τὰ παρὰ φύσιν. Ἡδέως δ᾿ ἂν αὐτοὺς καὶ τοῦτο ἐροίμην, ὅτι ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, καθ᾿ ὃ Πατὴρ θέλει, ἢ καθ᾿ ὃ Θεός; Ἀλλ᾿ εἰ μὲν καθ᾿ ὃ Πατὴρ, ἄλλο αὐτοῦ ἔσται παρὰ τὸ τοῦ Υἱοῦ θέλημα· οὐ γὰρ Πατὴρ ὁ Υἱός· εἰ δὲ καθ᾿ ὃ Θεός· Θεὸς δὲ Υἱὸς, Θεὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἄρα φύσεως εἶναι τὸ θέλημα δώσουσιν, ἤγουν φυσικόν.
And principally, whichever of these they call it, they will say it is natural, 313if indeed each of them is indicative of a nature; and what they seemed to flee by the method of division, this they were shown to establish by that of analysis. And consequently, if they call it divine, they have made Christ known as being God alone by nature; if angelic, as neither God nor man, but some angelic nature; if human, they have shown him a mere man and under authority.
PYRRHUS. When they fall into these absurdities, they say the will is neither natural nor of inclination; but they say it is present to us by aptitude.
MAXIMUS. Is this aptitude present to us according to nature, or not according to nature?
PYRRHUS. According to nature.
MAXIMUS. Then again, by analysis, they will call the will natural; and they will have profited nothing from this circuit. And since aptitude makes the habit and the readiness from learning, then from learning and progress Christ, according to them, had the habit of the will and the readiness; and he progressed, ignorant before the learning of the things learned. For what reason then do they turn away from Nestorius, while warmly holding fast to his expressions and concepts? That, saying one will, they champion his teachings, the Ekthesis championed by them also testifies, having declared that Nestorius professes one will in the case of the two persons fabricated by him.
And further, rejecting that the will is natural, they will say it is either hypostatic or contrary to nature. But if they say it is hypostatic, the Son in this way will be of other counsel than the Father. For the hypostatic is characteristic of hypostasis alone. And if contrary to nature, they teach as doctrine the falling-away of his essences, if indeed the things contrary to nature are corruptive of the things according to nature.
Gladly would I ask them this too: whether the God and Father of all wills as Father, or as God? But if as Father, his will will be other than that of the Son; for the Son is not Father. But if as God (and the Son is God, God also the Holy Spirit), then they will grant that the will is of nature, that is, natural.
Ἔτι, εἰ κατὰ τοὺς Πατέρας, ὧν τὸ θέλημα ἓν, 316τούτων καὶ ἡ οὐσία μία ἐστί· κατ᾿ αὐτοὺς δὲ, ἓν τὸ θέλημα τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ· ἄρα μίαν καὶ τὴν αὐτὴν τούτων λέγουσι τὴν οὐσίαν. Καὶ πῶς οὕτω ἀσεβοῦντες, φασὶν, ὅτιπερ τοῖς Πατράσιν ἕπονται; Καὶ πάλιν, εἰ κατὰ τοὺς αὐτοὺς Πατέρας, ἡ τῆς φύσεως διαφορὰ ἐν τῷ ἑνὶ θελήματι οὐ διαφαίνεται, ἀνάγκη αὐτοὺς ἢ ἓν θέλημα λέγοντας, φυσικὴν ἐν Χριστῷ μὴ λέγειν διαφορὰν ἢ φυσικὴν λέγοντας διαφορὰν, ἓν θέλημα μὴ λέγειν· εἴπερ τοῖς πατρικοῖς κανόσιν ἑαυτοὺς ἀπευθύνουσι. Καὶ πάλιν, εἰ κατὰ τοὺς αὐτοὺς διδασκάλους, οὐκ ἔστι κοινὸν ἀμφοτέρων, δηλαδὴ οὐσιῶν, τὸ θέλημα, ἀνάγκη αὐτοὺς ἢ ἄμφω τὰς φύσεις τοῦ αὐτοῦ μὴ λέγειν κοινῶς ἔχειν ἓν θέλημα· ἢ τοῦτο λέγοντας, φανερῶς τοῖς πατρικοῖς ἀπομάχεσθαι νόμοις τε καὶ θεσπίσμασι
ΠΥΡ. Λίαν σαφῶς, καὶ συντετμημένως ἔδειξεν ὁ λόγος τὴν συμπεπλεγμένην πάσῃ ἐπινοίᾳ τῶν δι᾿ ἐναντίας ἀσέβειαν. Τί δὲ λέγομεν, ὅτι καὶ ἐκ τῶν Πατέρων τοῦτο δεικνύειν ἐπιχειροῦσι;
ΜΑΞ. Εἰ μὲν τοὺς διαιροῦντας, καὶ τοὺς συγχέοντας τὴν ὑπερφυᾶ οἰκονομίαν, Πατέρας καλεῖν βούλονται, συγχωροῦμεν αὐτοῖς. Πάντες γὰρ ἓν θέλημα ἐδόξασαν, καίτοι ἐκ διαμέτρου διεστηκότες τὴν ἀσέβειαν. Εἰ δὲ τοὺς τῆς Ἐκκλησίας, οὐδαμῶς τοῦτο συγχωρήσομεν αὐτοῖς. Ἐπεὶ δείξωσιν ἕνα μόνον τῶν ἐμφανῶν καὶ πᾶσι γνωρίμων, ὅπως καὶ ἡμεῖς ἐν ἡμέρᾳ τῆς τῶν ἡμετέρων διαγνώσεως, ἐγκαλούμενοι παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὅτι τίνος χάριν ἀνεδέξασθε φωνὴν, ὅλον λύουσαν τῆς ἐμῆς σαρκώσεως τὸ μυστήριον; ἔχομεν ἀπολογίαν, ὅτι τὴν ἐν πᾶσιν αἰδεσθέντες τοῦ Πατρὸς ὑπόληψιν.
ΠΥΡ. Τί οὖν τὸ εἰρημένον τῷ Θεολόγῳ Γρηγορίῳ Orat. 2 de Filio.· «Τὸ γὰρ ἐκείνου θέλειν οὐδὲν ὑπεναντίον τῷ Θεῷ, θεωθὲν ὅλον,» οὐκ ἐναντίον τῶν δύο θελημάτων ἐστί;
ΜΑΞ. Οὐδαμῶς. Τοὐναντίον, τῶν δύο θελημάτων μὲν οὖν, καὶ τῶν ἄλλων πάντων ἐκφαντικώτερον.
ΠΥΡ. Πῶς τοῦτό φης;
ΜΑΞ. Ὥσπερ ἡ πύρωσις τὸ πυρωθὲν καὶ τὸ πυρῶσαν ἑαυτῇ συνεισάγει, καὶ ἡ ψύξις τὸ ψυχθὲν καὶ τὸ ψύξαν, καὶ ἡ βάδισις τὸ βαδίζον καὶ βαδιζόμενον, καὶ ἡ ὅρασις τὸ ὁρῶν καὶ ὁρώμενον, καὶ ἡ νόησις τὸ νοοῦν καὶ νοούμενον· οὐ γὰρ δυνατὸν τὴν σχέσιν ἄνευ τῶν σχετῶν σχετικῶν, 602, 270. νοεῖν ἢ λέγειν· οὕτω κατὰ τὸ ἀκόλουθον, καὶ τὸ θεωθὲν καὶ τὸ θεῶσαν. Ἄλλως τε δὲ, εἰ ἡ τοῦ θελήματος θέωσις ἐναντία ἐστὶ τῶν δύο θελημάτων κατ᾿ αὐτοὺς, καὶ ἡ τῆς φύσεως θέωσις ἐναντία ἔσται τῶν δύο φύσεων. Ἐπ᾿ ἀμφοτέρων γὰρ τὸν αὐτὸν τῆς θεώσεως τέθεικεν ὁ Πατὴρ λόγον.
ΠΥΡ.
Further, if according to the Fathers, of whom the will is one, 316of these the essence too is one; and according to them the will of Christ's Godhead and of his manhood is one; then they say that the essence of these is one and the same. And how, being thus impious, do they say that they follow the Fathers?
And again, if according to the same Fathers the difference of nature is not shown in the one will, it is necessary for them either, saying one will, not to say natural difference in Christ; or, saying natural difference, not to say one will; if indeed they direct themselves by the patristic canons.
And again, if according to the same teachers the will is not common to both, namely to the essences, it is necessary for them either not to say that both natures of the same one have one will in common; or, saying this, plainly to fight against the patristic laws and decrees.
PYRRHUS. Very clearly and concisely the account has shown the impiety interwoven with every conception of those on the opposite side. But what do we say to this, that they try to show this from the Fathers too?
MAXIMUS. If they wish to call Fathers those who divide and those who confuse the economy above nature, we grant it to them. For all of them held the opinion of one will, although standing diametrically apart in their impiety. But if those of the Church, by no means will we grant this to them. Otherwise, let them show one only of those who are manifest and known to all, so that we too, on the day of the judgement of our deeds, when we are accused by Christ God, «For what reason did you accept a term that dissolves the whole mystery of my incarnation?», may have a defence: that we revered in all things the repute of the Father.
PYRRHUS. What then of what was said by Gregory the Theologian, «For his willing is nothing contrary to God, being wholly deified»: is it not contrary to the two wills?
MAXIMUS. By no means. On the contrary, it is more expressive of the two wills than even all the others.
PYRRHUS. How dost thou say this?
MAXIMUS. Just as burning brings in with itself the burned and the burning, and cooling the cooled and the cooling, and walking the walking and the walked, and seeing the seeing and the seen, and intellection the intellecting and the intellected (for it is not possible to think or to speak of the relation without the related), so, by consequence, [deification brings in] both the deified and the deifying. Besides, if the deification of the will is contrary to the two wills according to them, the deification of the nature too will be contrary to the two natures. For in both cases the Father has set down the same account of deification.
PYRRHUS.
Πάνυ συμβαίνουσα ἐδείχθη ἡ χρῆσις τοῦ Πατρὸς τοῖς δύο θελήμασιν· ἀλλὰ χρὴ τούτῳ σύμφωνον δεῖξαι καὶ Γρηγόριον, τὸν τὴν Νυσσαέων φαιδρύναντα 317Ἐκκλησίαν. Ἓν γὰρ αὐτὸν φρονοῦντα παράγουσι θέλημα, ἐκ τοῦ εἰπεῖν τὸν Πατέρα περὶ τοῦ Κυρίου· Ἡ ψυχὴ θέλει, τὸ σῶμα ἅπτεται· δι᾿ ἀμφοτέρων φεύγει τὸ πάθος. Φασὶ γὰρ ὅτι τῷ θείῳ θελήματι τῆς ἡνωμένης αὐτῷ καθ᾿ ὑπόστασιν θεότητος ἔφη ὁ Πατὴρ, τὴν ψυχὴν τοῦ Κυρίου θέλειν.
ΜΑΞ. Οὐκοῦν κατὰ τὸν αὐτὸν εἱρμὸν καὶ τὸ σῶμα τῇ θείᾳ ἀφῇ ἔφη ἅπτεσθαι, καὶ ἔσται κατ᾿ αὐτοὺς καὶ ἁπτὴ ἡ Θεότης. Ἃ γὰρ αὐτοὶ περὶ τῆς ψυχῆς τοῦ Κυρίου λέγουσιν, ἕτερος ἐκ τῆς ἴσης ἐκφωνήσεως μετάγων περὶ τὸ σῶμα, εἰς ἐσχάτην αὐτοὺς ἀπάγει πλάνην.
ΠΥΡ. Πάνυ συνοπτικῶς τὸ βλάσφημον τῆς τοιαύτης ἐκδοχῆς παρέστησας. Τί δὲ φαμεν καὶ περὶ τῶν παραγομένων αὐτοῖς ἀπὸ τοῦ μεγάλου Ἀθανασίου χρήσεων; Ὧν μία ἐστὶν αὕτη· «Νοῦς Κυρίου οὔπω Κύριος, ἀλλ᾿ ἢ θέλησις, ἢ βούλησις, ἢ ἐνέργεια πρός τι.»
ΜΑΞ. Καθ᾿ ἑαυτῶν καὶ ταύτην προβάλλονται. Διὸ καὶ ὁ ἀληθὴς λόγος τοῖς αὐτῶν πρὸς ἀναίρεσιν τῶν αὐτῶν ἐν πᾶσι κέχρηται προβλήμασι. Μηδὲ γὰρ οὕτω ποτὲ πτωχεύσειεν ἡ ἀλήθεια, ὥστε τῶν ἰδίων κατὰ τῶν ἀντιπάλων δεηθῆναι ὅπλων. Εἰ γὰρ, κατὰ τὸν Πατέρα, «Νοῦς Κυρίου, οὔπω Κύριος·» ἄλλο πάντως παρὰ τὸν Κύριον ἔσται ὁ νοῦς αὐτοῦ· τοῦτἕστιν, οὐ φύσει Κύριος, ἤγουν Θεὸς, ὁ νοῦς τοῦ Κυρίου· καθ᾿ ὑπόστασιν γὰρ, αὐτοῦ Fr. αὐτῷ, et edita. γεγενῆσθαι πιστεύεται· καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπαγαγεῖν, ἢ θέλησιν, ἢ βούλησιν, ἢ ἐνέργειαν πρός τι, αὐτὸν εἶναι· κανόνι χρώμενος πρὸς τοῦτο, τῷ ὄντι φιλοσόφῳ τῶν φιλοσόφων Κλήμεντι, ἐν τῷ ἕκτῳ τῶν Στρωματέων λόγῳ, τὴν μὲν θέλησιν, νοῦν εἶναι ὁρεκτικὸν ὁρισαμένῳ· τὴν δὲ βούλησιν, εὔλογον ὄρεξιν, ἢ τὴν περί τινος θέλησιν.
The Father's testimony has been shown wholly concurring with the two wills; but one must show Gregory too concordant with it, who 317made the Church of the Nyssenes shine. For they adduce him as thinking one will, from the Father's saying about the Lord: «The soul wills, the body touches; through both the passion flees.» For they say that the Father said that the Lord's soul wills by the divine will of the Godhead united to him according to hypostasis.
MAXIMUS. Then by the same train he said that the body too touches by the divine touch; and according to them the Godhead too will be tangible. For what they say about the soul of the Lord, another, transferring it with equal expression to the body, leads them off into the extreme of error.
PYRRHUS. Very synoptically hast thou set forth the blasphemy of such an interpretation. And what do we say also about the testimonies adduced by them from the great Athanasius? Of which one is this: «The mind of the Lord is not yet Lord, but either volition, or wish, or operation towards something.»
MAXIMUS. This too they put forward against themselves. Wherefore the true account too has used, in all things, their own propositions for the destruction of their own. For may the truth never be so beggared as to need its own weapons against the opponents. For if, according to the Father, «The mind of the Lord is not yet Lord», his mind will be wholly other than the Lord; that is, the mind of the Lord is not by nature Lord, that is God; for it is believed to have become his according to hypostasis. And this is plain from his adding that it is either volition, or wish, or operation towards something; using as a canon for this Clement, truly the philosopher of philosophers, who in the sixth book of the Stromateis defined volition as appetitive mind, and wish as reasonable appetite, or volition about something.
Πρός τι δὲ ἐνέρ-
320γειαν ὁ θεῖος οὗτος ἔφη διδάσκαλος, διότι πρὸς πάντα θεοπρεπῶς παρ᾿ αὐτοῦ γενόμενα, τῇ καθ᾿ ὑπόστασιν ἑνωθείσῃ αὐτῷ νοερᾷ καὶ λογικῇ ἐχρήσατο ψυχῇ.
ΠΥΡ. Τῷ ὄντι, δι᾿ ὧν ἀντιστρατεύεσθαι δοκοῦσι τῇ εὐσεβείᾳ, δι᾿ αὐτῶν τὸν ἔλεγχον ὑπομείναντες ἠγνόησαν. Χρὴ δὲ καὶ τὴν ἑτέραν, ἣν ἐκ τοῦ Πατρὸς παράγουσιν, ἐπεξεργάσασθαι χρῆσιν, πρὸς τὸ μηδεμίαν αὐτοῖς ὑπολιπεῖν πρόφασιν κατὰ τῆς ἀληθείας.
ΜΑΞ. Τίς αὕτη; ἀγνόω γάρ.
ΠΥΡ. ῌ͂ φησιν ὁ θαυμαστὸς ἐκεῖνος ἀνήρ· «Ἐγεννήθη ἐκ γυναικὸς, ἐκ τῆς πρώτης πλάσεως τὴν ἀν θρώπου μορφὴν ἑαυτῷ ἀναστησάμενος, ἐν ἐπιδείξει σαρκὸς, δίχα δὲ σαρκικῶν θελημάτων, καὶ λογισμῶν ἀνθρωπίνων Affinia in Martini papæ synodicis, quæ Maximus defendit., ἐν εἰκόνι κοινότητος. Ἡ γὰρ θέλησις, θεότητος μόνης.
ΜΑΞ. Αὐθερμήνευτος οὖσα, οὐ δεῖται ὅλως τῆς ἐκ λογισμῶν βοηθείας.
ΠΥΡ. Καὶ πῶς τούτοις ἀμφίβολος τυγχάνει;
ΜΑΞ. Ἐκ πολλῆς ἀμαθίας. Ἐπεὶ, τίνι οὐκ ἔστι καταφανὲς, εἰ μὴ πάντη τὸ τῆς ψυχῆς πεπήρωται ὀπτικὸν, ὅτι οὐ περὶ τοῦ φύσικοῦ λόγου, ἀλλὰ περὶ τοῦ τρόπου τῆς κατὰ σάρκα αὐτοῦ ὑπάρξεως, ταῦτα ὁ Πατὴρ διεξῆλθεν, δεῖξαι βουλόμενος τὴν σάρκωσιν ἔργον οὖσαν τῆς θείας καὶ μόνης θελήσεως. εὐδοκοῦντος μὲν τοῦ Πατρὸς, αὐτουργοῦντος δὲ τοῦ Υἱοῦ, καὶ συνεργοῦντος τοῦ ἁγίου Πνεύματος, ἀλλ᾿ οὐ σαρκικῆς κινήσεως, καὶ λογισμῶν ἀνθρωπίνων, εἴτουν γαμικῆς ἀκολουθίας; Οὐ γὰρ τὸν τῆς φύσεως λόγον ἐκαινοτόμησε γενόμενος ἄνθρωπος τῶν ὅλων ὁ Θεός· ἐπεὶ οὐδὲ ἄνθρωπος ἔτι ἦν, ἀνελλιπῆ καὶ ἀναλλοίωτον τὸν ἐν πᾶσι τῆς φύσεως οὐκ ἔχων λόγον, ἀλλὰ τὸν τρόπον, ἤγουν τὴν διὰ σπορᾶς σύλληψιν, καὶ τὴν διὰ φθορᾶς γέννησιν. Οὐκοῦν τοὺς φυσικοὺς τῶν ἑνωθέντων λόγους οὐδαμῶς ἠρνήσαντο οἱ θεόφρονες τῆς Ἐκκλησίας διδάσκαλοι· ἀλλὰ συμφώνως τοῖς εὐαγγελισταῖς, καὶ ἀποστόλοις, καὶ προφήταις, τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστὸν, κατ᾿ ἄμφω τὰς αὐτοῦ φύσεις θελητικὸν καὶ ἐνεργητικὸν τῆς ἡμῶν ἔφησαν σωτηρίας.
ΠΥΡ. Καὶ δυνατὸν τοῦτο ἐκ τῶν τῆς Παλαιᾶς καὶ Νέας δεῖξαι Γραμμάτων;
ΜΑΞ. Καὶ μάλιστα· καὶ γὰρ οἱ Πατέρες οὐκ οἴκοθεν κινούμενοι, ἀλλ᾿ ἐξ αὐτῶν μαθόντες, τοῦτο φιλανθρώπως καὶ ἡμᾶς ἐδίδαξαν. Οὐ γὰρ αὐτοὶ ἦσαν οἱ λαλοῦντες, ἀλλ᾿ ἡ δι᾿ ὅλου περιχωρήσασα αὐτοῖς χάρις τοῦ Πνεύματος Loci perinde plurimum in concil. Later. et Agath. epi. nec non vi syn. act. x discussi..
ΠΥΡ. Ἐπειδὴ μιμήσει θείας ἀγαθότητος ὠφελῆσαι προθέμενος, εἰς τούτους ἑαυτὸν τῆς ζητήσεως ἐκδέδωκας τοὺς πόνους, ἀόκνως καὶ τοῦτο δίδαξον.
ΜΑΞ.
And «operation towards something»
320this divine teacher said, because for all the things done by him in a manner befitting God he used the intellectual and rational soul united to him according to hypostasis.
PYRRHUS. In truth, by the very things through which they think to campaign against piety, by these they have undergone refutation without knowing it. But one must work through the other testimony too which they adduce from the Father, so as to leave them no pretext against the truth.
MAXIMUS. What is it? For I do not know it.
PYRRHUS. That in which that wonderful man says: «He was born of a woman, raising up for himself from the first fashioning the form of man, in the showing of flesh, but without fleshly wills and human thoughts, in the image of commonness. For the volition was of the Godhead alone.»
MAXIMUS. Being self-interpreting, it needs no help at all from reasonings.
PYRRHUS. And how is it doubtful to these men?
MAXIMUS. From much ignorance. For to whom is it not plain, unless the soul's power of sight is wholly maimed, that the Father went through these things not about the natural principle, but about the mode of his existence according to the flesh, wishing to show that the incarnation is a work of the divine and only volition (the Father being well pleased, the Son working it himself, and the Holy Spirit working with him), but not of fleshly movement and human thoughts, that is, of the sequence of marriage? For the God of all, become man, did not innovate the principle of nature; since he would no longer have been man, not having the principle of nature in all things undiminished and unalterable; but the mode, that is, the conception through seed and the birth through corruption. Then the God-minded teachers of the Church in no way denied the natural principles of the things united; but in agreement with the evangelists, and apostles, and prophets, they said that our Lord and God Jesus Christ is, according to both his natures, volitive and operative of our salvation.
PYRRHUS. And is it possible to show this from the writings of the Old and New?
MAXIMUS. Very much so. For the Fathers too, moved not from themselves but having learned from these, taught us this too with love for man. For it was not they who spoke, but the grace of the Spirit which had wholly interpenetrated them.
PYRRHUS. Since, purposing to help in imitation of the divine goodness, thou hast given thyself up to these toils of inquiry, teach this too without hesitation.
MAXIMUS.
Ἐν τοῖς ἁγίοις Εὐαγγελίοις εἴρηται περὶ τοῦ Κυρίου, ὅτι Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς 321εἰσελθεῖν ἐξελθεῖν 602. 270. ut et Vulg. εἰς τὴν Γαλιλαίαν· πρόδηλον δὲ, ὅτι καθ᾿ ὃ οὐκ ἦν ἐκεῖ, ἠθέλησεν εἰσελθεῖν· οὐκ ἦν δὲ ἀνθρωπότητι· θεότητι γὰρ οὐδενὸς ἄπεστιν. Ἄρα οὖν καθ᾿ ὃ ἄνθρωπος, καὶ οὐ καθ᾿ ὃ Θεὸς ἠθέλησεν εἰσελθεῖν· καὶ θελητικὸς ἦν καθ᾿ ὃ ἄνθρωπος. Καὶ ἀλλαχοῦ πάλιν· Θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ αὐτοὶ ὦσιν. Εἰ καθ᾿ ὃ Θεὸς ὁ Χριστὸς ὑπὲρ τὸ ποῦ ἐστίν· οὐ γὰρ ἐν τόπῳ καθ᾿ ὃ Θεός· ὑπὲρ δὲ τὸ ποῦ ἀδύνατον τὴν κτιστὴν φύσιν ὑπάρχειν· ἄρα καθ᾿ ὃ ἄνθρωπος θέλει, ἵνα ὅπου ἐστὶ καὶ αὐτοὶ ὦσι· καὶ θελητικὸς ἦν ὁ αὐτὸς καθ᾿ ὃ ἄνθρωπος. Καὶ ἀλλαχοῦ πάλιν· Καὶ ἐλθὼν εἰς τόπον, εἶπε· Διψῶ. Καὶ ἔδωκαν αὐτῷ οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος, οὐκ ἤθελε πιεῖν. Κατὰ ποῖον αὐτοῦ μέρος διψῆσαι αὐτὸν λέγεται; Εἰ μὲν κατὰ τὴν θεότητα, ἐμπαθὴς ἔσται ἡ θεότης αὐτοῦ, πόσεως παρὰ φύσιν ἐφιεμένη. Εἰ δὲ κατὰ τὴν ἀνθρωπότητα, ἄρα καθ᾿ ὃ ἐδίψησε, κατ᾿ ἐκεῖνο καὶ τὸ ἀκατάλληλον τῇ φύσει οὐκ ἠθέλησε πιεῖν· καὶ θελητικὸς ἦν ὁ αὐτὸς καὶ καθ᾿ ὃ ἄνθρωπος. Καὶ ἀλλαχοῦ φησι· Καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Εἰ τῆς σαρκὸς φύσει ὁ περίπατος, ἀλλ᾿ οὐ τῆς καθ᾿ ὑπόστασιν ἡνωμένης αὐτῇ θεότητος, ἄρα καθ᾿ ὃ ἄνθρωπος ὁ αὐτὸς ἐν τῇ Γαλιλαίᾳ περιπατῶν, οὐκ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν· καὶ θελητικὸς ὁ αὐτὸς καὶ καθ᾿ ὃ ἄνθρωπος. Καὶ ἑτέρωθι πάλιν· Κἀκεῖθεν ἐξελθόντες, παρεπορεύοντο διὰ τῆς Γαλιλαίας· καὶ οὐκ ἤθελεν, ἵνα τις γνῷ. Ὡμολόγηται παρὰ πάντων ἡ πόρευσις φύσει τῆς ἀνθρωπότητος, ὡς εἴρηται, εἶναι τοῦ Κυρίου, ἀλλ᾿ οὐ τῆς αὐτοῦ θεότητος· εἰ δὲ καθ᾿ ὃ ἄνθρωπος, ἀλλ᾿ οὐ καθ᾿ ὃ Θεὸς φύσει, προσῆν αὐτῷ ἡ πόρευσις· ἄρα καὶ καθ᾿ ὃ ἄνθρωπος παραπορευόμενος μετὰ τῶν μαθητῶν, οὐκ ἤθελεν ἵνα τις γνῷ· καὶ θελητικὸς ἦν ὁ αὐτὸς καὶ καθ᾿ ὃ ἄνθρωπος. Καὶ ἑτέρωθι πάλιν· Κἀκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς οἰκίαν, οὐδένα ἤθελε γνῶναι· καὶ οὐκ ἠδυνήθη λαθεῖν. Εἰ καθ᾿ ὃ Θεὸς ὁ Χριστὸς δύναμις ἦν αὐθυπόστατος· καθ᾿ ὃ δὲ ἄνθρωπος, ἀσθένεια· Εἰ γὰρ καὶ ἐσταυρώθη, φησὶν ὁ θεῖος Ἀπόστολος, ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ· ἄρα καθ᾿ ὃ ἄνθρωπος, καὶ οὐ καθ᾿ ὃ Θεὸς, εἰσελθὼν εἰς οἰκίαν, οὐκ ἤθελεν ἵνα τις γνῷ· καὶ οὐκ ἠδυνήθη λαθεῖν· καὶ θελητικὸς ἦν ὁ αὐτὸς, καὶ καθ᾿ ὃ ἄνθρωπος. Καὶ ἀλλαχοῦ φησι· Περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς, περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελε παρελθεῖν αὐτούς.
In the holy Gospels it is said about the Lord that On the morrow Jesus willed 321to go into Galilee. Joan. i, 43. And it is plain that he willed to go in in respect of that by which he was not there; and he was not there by manhood, for by Godhead he is absent from nothing. Then as man, and not as God, he willed to go in; and he was volitive as man.
And elsewhere again: I will that where I am, they also may be. Joan. xvii, 24. If as God Christ is above the where (for as God he is not in place), and it is impossible for created nature to be above the where, then as man he wills that where he is they too may be; and the same was volitive as man.
And elsewhere again: And coming to a place, he said: I thirst. And they gave him wine mixed with gall; and having tasted, he did not will to drink. Matth. xxvii, 34. According to which part of him is he said to have thirsted? If according to the Godhead, his Godhead will be subject to passion, aspiring after drink contrary to nature. But if according to the manhood, then in the respect in which he thirsted, in that too he did not will to drink what was unsuitable to the nature; and the same was volitive also as man.
And elsewhere he says: And Jesus walked in Galilee; for he did not will to walk in Judaea, because the Jews sought to kill him. Joan. vii, 1. If walking belongs by nature to the flesh, but not to the Godhead united to it according to hypostasis, then as man the same, walking in Galilee, did not will to walk in Judaea; and the same was volitive also as man.
And elsewhere again: And going out from there they passed through Galilee; and he did not will that anyone should know. Marc. ix, 29. It is agreed by all that journeying is by nature of the Lord's manhood, as has been said, but not of his Godhead. And if journeying belonged to him as man, but not as God by nature, then as man too, passing through with the disciples, he did not will that anyone should know; and the same was volitive also as man.
And elsewhere again: And rising from there he went away into the borders of Tyre and Sidon. And entering a house, he willed no one to know; and he could not be hid. If as God Christ was self-subsistent power, but as man weakness (For though he was crucified from weakness, says the divine Apostle, yet he lives from the power of God), II Cor. xiii, 4. then as man, and not as God, entering a house, he did not will that anyone should know, and he could not be hid; and the same was volitive also as man.
And elsewhere he says: About the fourth watch of the night he comes to them, walking on the sea; and he willed to pass them by. Marc. vi, 48.
Εἰ μὲν καθ᾿ ὃ Θεὸς, τοῦτό τις περὶ αὐτοῦ εἰρῆσθαι ἐκλάβη, πέρασι σωματικοῖς, τῷ ἄνω φημὶ, καὶ τῷ κάτω· τῷ ἔμπροσθεν καὶ τῷ ὀπίσω· τῷ δεξιὰ καὶ τῷ ἀριστερὰ, 324διαλῆφθαι τὴν θεότητα λέγειν ἀναγκασθήσεται. Εἰ δὲ καθ᾿ ὃ ἄνθρωπος ταῦτα εἰρῆσθαι περὶ αὐτοῦ λέγει· ἄρα θελητικὸς ἦν ὁ αὐτὸς καὶ καθ᾿ ὃ ἄνθρωπος. Καὶ ἀλλαχοῦ φησι· Καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Ποῦ θέλεις, ἀπελθόντες ἑτοιμάσομέν σοι τὸ Πάσχα φαγεῖν; Εἰ ἡ βρῶσις τοῦ Πάσχα τῶν ὑπὸ νόμον ἐστί· γέγονε δὲ ὁ Κύριος καθ᾿ ὃ ἄνθρωπος, καὶ οὐ καθ᾿ ὃ Θεὸς ὑπὸ νόμον· ἄρα καθ᾿ ὃ ἄνθρωπος θέλων ἔφαγε τὸ Πάσχα, καὶ θελητικὸς ἦν ὁ αὐτὸς καὶ καθ᾿ ὃ ἄνθρωπος. Καὶ ὁ θεῖος δὲ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, περὶ αὐτοῦ φησιν· Ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Θέλων οὖν ἄρα ὑπήκουσεν, ἢ μὴ θέλων; Ἀλλ᾿ εἰ μὲν μὴ θέλων, τυραννὶς δὲ εὐλόγως, καὶ οὐχ ὑπακοὴ λεχθείη. Εἰ δὲ θέλων· ὑπήκοος δὲ οὐ καθ᾿ ὃ Θεὸς, ἀλλὰ καθ᾿ ὃ ἄνθρωπος γέγονε· «Καθ᾿ ὃ γὰρ Θεὸς, οὔτε ὑπήκοος, κατὰ τοὺς Πατέρας, οὔτε ἀνήκοος.» «Τῶν γὰρ δευτέρων, καὶ τῶν ὑπὸ χεῖρα ταῦτα,» φησὶν ὁ θεῖος Γρηγόριος Orat. 2 de Filio· ἄρα καὶ καθ᾿ ὃ ἄνθρωπος θελητικὸς ἦν. Καὶ ὁ μακάριος δὲ Δαβὶδ ἐν τῷ τριακοστῷ ἐννάτῳ ψαλμῷ· Θυσίαν καὶ προσφορὰν, φησὶν, οὐκ ἠθέλης ς, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐξεζήτησας· τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι τὸ θέλημά σου· ὁ Θεός μου, ἠβουλήθην. Ὅτι μὲν καθ᾿ ὃ ἄνθρωπος ὁ Χριστὸς, καὶ οὐ καθ᾿ ὃ Θεὸς, Θεὸς αὐτοῦ λέγεται ὁ Πατὴρ, ὥσπερ καὶ Πατὴρ, καθ᾿ ὃ Θεὸς, καὶ οὐ καθ᾿ ὃ ἄνθρωπος, οὐδὲ τοὺς δι᾿ ἐναντίας οἶμαι διαμφιβάλλειν. Εἰ δὲ καθ᾿ ὃ ἄνθρωπος, καὶ οὐ καθ᾿ ὃ Θεὸς, Θεὸς αὐτοῦ ἐστιν ὁ Πατὴρ, ἄρα καὶ καθ᾿ ὃ ἄνθρωπος, καὶ οὐ καθ᾿ ὃ Θεὸς, ἠβουλήθη τὸ θέλημα τοῦ Πατρὸς καὶ αὐτοῦ ποιῆσαι· αὐτοῦ γάρ ἐστι καὶ τὸ τοῦ Πατρὸς θέλημα, Θεοῦ καὶ αὐτοῦ κατ᾿ οὐσίαν ὄντος. Εἰ γὰρ τοῦτο, οὐ μόνον καθ᾿ ὃ Θεὸς καὶ τῷ Πατρὶ ὁμοούσιος ἦν θελητικὸς, ἀλλὰ καὶ καθ᾿ ὃ ἄνθρωπος, καὶ ἡμῖν ὁμοούσιος. Χρὴ δὲ εἰδέναι ὡς τὰ νῦν παρατεθέντα τοῦ ψαλμοῦ ῥήματα ὁ θεῖος Ἀπόστολος, ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, εἰς τὸν Κύριον ἐξείληφεν. Ὁ μέγας δὲ Μωϋσῆς ἐν τῇ τοῦ ἀνθρώπου γενέσει τὸν Θεὸν εἶσἀγει λέγοντα· Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν. Εἰ οὖν εἰκὼν ὁ ἄνθρωπος τῆς θείας φύσεως· αὐτεξούσιος δὲ ἡ θεία φύσις· ἄρα καὶ ἡ εἰκών· εἴπερ τὴν πρὸς τὸ ἀρχέτυπον σώζει ὁμοίωσιν, αὐτεξούσιος φύσει τυγχάνει. Εἰ δὲ τοῦτο, γέγονε δὲ τὸ φύσει ἀρχέτυπον καὶ εἰκὼν φύσει, ἄρα κατ᾿ ἄμφω τὰς αὐτοῦ φύσεις θελητικὸς φύσει ὑπῆρχεν ὁ αὐτός. Προαπεδείχθη γὰρ ἐκ τῶν Πατέρων, τὸ θέλημα εἶναι τὴν κατὰ φύσιν αὐτεξουσιότητα.
If anyone takes this to have been said about him as God, by bodily limits (above, I mean, and below; before and behind; right and 324left) he will be forced to say that the Godhead is encompassed. But if he says that these things were said about him as man, then the same was volitive also as man.
And elsewhere he says: And his disciples came to him, saying to him: Where wilt thou that we go and prepare for thee to eat the Pascha? If the eating of the Pascha belongs to those under the law, and the Lord became under the law as man, and not as God, then as man, willing, he ate the Pascha; and the same was volitive also as man.
And the divine Apostle too, in the Epistle to the Hebrews, says about him: Become obedient unto death, even the death of the cross. Willing, then, did he obey, or not willing? But if not willing, it would reasonably be called tyranny and not obedience. But if willing (and he became obedient not as God but as man: «For as God he is neither obedient», according to the Fathers, «nor disobedient»; «For these things belong to what is second and under the hand», says the divine Gregory), then as man too he was volitive.
And the blessed David too, in the thirty-ninth psalm: Sacrifice and offering, he says, thou didst not will, but a body thou hast prepared for me. Whole burnt offerings and for sin thou didst not seek; then I said: Behold, I come. In the head of the book it is written of me, to do thy will; my God, I wished. Psal. xxxix, 7. That Christ as man, and not as God, is said to have the Father as his God, just as he has him as Father as God and not as man, I think that not even those on the opposite side doubt. But if as man, and not as God, the Father is his God, then as man too, and not as God, he wished to do the will of the Father and his own; for the will of the Father is his too, since he too is God according to essence. For if this is so, not only as God and consubstantial with the Father was he volitive, but also as man and consubstantial with us.
One must know that the words of the psalm now set down the divine Apostle, in the Epistle to the Hebrews, took as of the Lord. Hebr. x, 6. And the great Moses, at the genesis of man, brings in God saying: Let us make man according to our image and according to likeness. Gen. i, 26. If then man is the image of the divine nature, and the divine nature is self-determining, then the image too, if indeed it preserves its likeness to the archetype, is self-determining by nature. And if this is so, and the archetype by nature has become image by nature too, then according to both his natures the same was volitive by nature. For it was shown before from the Fathers that the will is the self-determination according to nature.
Δεῖ δὲ εἰδέναι ὡς ἡ αὐτεξουσιότης οὐχ ὁμονύμως λέγεται 325μὲν, ὥσπερ καὶ ἡ φύσις· ἄλλως δὲ ἐπὶ Θεοῦ λαμβάνεται, καὶ ἄλλως ἐπὶ ἀγγέλων, καὶ ἄλλως ἐπὶ ἀνθρώπων. Ἐπὶ μὲν Θεοῦ ὑπερουσίως· ἐπὶ δὲ ἀγγέλων, ὡς συντρεχούσης τῇ ἕξει τῆς προχειρήσεως, καὶ παρενθήκην ὅλως χρόνου μὴ παραδεχομένης· ἐπὶ δὲ ἀνθρώπων, ὡς χρονικῶς τῆς ἕξεως ἐπινοουμένης τῆς προχειρήσεως. Εἰ γὰρ θέλων ὁ Ἀδὰμ ὑπήκουσε, καὶ θέλων ἐθεώρησε, καὶ θελήσας ἔφαγεν· ἄρα πρωτοπαθὴς ἐν ἡμῖν ἡ θέλησις. Εἰ δὲ πρωτοπαθὴς ἐν ἡμῖν ἡ θέλησις, ταύτην δὲ μετὰ τῆς φύσεως κατ᾿ αὐτοὺς οὐ προσείληφεν ὁ Λόγος ἐνανθρωπήσας· οὐκ ἄρα ἐγὼ χωρὶς ἁμαρτίας γέγονα. Εἰ δὲ ἐγὼ χωρὶς ἁμαρτίας οὐ γέγονα, οὐκ ἄρα ἐσώθην· εἴπερ τὸ ἀπρόσληπτον, ἀθεράπευτον Greg. ep. ad Cledon.. Ἔπειτα δὲ, εἰ ἔργον αὐτοῦ καὶ ποίημα ἡ αὐτεξούσιος τῆς φύσεως αὐτεξουσιότης καὶ φύσεως 602, 270. ὑπάρχει δύναμις, ταύτην δὲ ὁ Λόγος σαρκωθεὶς, κατ᾿ αὐτοὺς, μετὰ τῆς φύσεως καθ᾿ ἕνωσιν ἄῤῥητον οὐ προσείληφεν, ἢ καταγνοὺς τῆς οἰκείας δημιουργίας, ὡς οὐ καλῆς, ταύτην ἑαυτοῦ ἀπεπέμψατο· ἢ φθονήσας ἡμῖν τῆς κατ᾿ αὐτὴν θεραπείας, ἡμᾶς μὲν τῆς ἐντελοῦς παντελοῦς 602, 270. ἀποστερῶν σωτηρίας θεραπείας 620, 270. ⟨the figure 620 is overstruck; as printed 6?0⟩, καὶ ἑαυτὸν ὑπὸ πάθος ὄντα δεικνὺς, τῷ μὴ θέλειν, ἢ τῷ μὴ δύνασθαι τελείως σώζειν. Ταῦτα μὲν περὶ τοῦ θελητικὸν εἶναι φύσει τὸν σαρκωθέντα Θεὸν Λόγον, καὶ καθ᾿ ὃ ἄνθρωπος· περὶ δὲ τοῦ θελητικὸν φύσει εἶναι τὸν αὐτὸν, καὶ καθ᾿ ὃ Θεὸς, ἔνθεν εἰσόμεθα. Φησὶ γὰρ αὐτὸς ὁ Κύριος ἡμῶν καὶ Θεὸς, ἡ μόνη ἀλήθεια, περὶ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις οὕτως· Ἰερουσαλὴμ, Ἰερουσαλὴμ, ἡ ἀποκτένουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὥσπερ ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε! Νῦν ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Δῆλον γὰρ, ὅτι οὐ καθ᾿ ὃ ἄνθρωπος τοῦτο εἴρηκεν· εἴπερ προσφάτως ἐγεγόνει ἄνθρωπος· ἀλλὰ καθ᾿ ὃ Θεὸς, δείξας τοὺς ποικίλους τῆς σοφῆς αὐτοῦ περὶ τὸν ἄνθρωπον προνοίας τρόπους· δι᾿ ὧν θελήσας ἀπὸ τῆς τῶν ἐκτὸς πλάνης τὴν φύσιν πρὸς ἑαυτὸν ἐπισυνάξαι, αὕτη οὐκ ἠθέλησε. Καὶ πάλιν φησίν· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς, καὶ ζῳοποιεῖ· οὕτω καὶ ὁ Υἱὸς, οὓς θέλει ζωοποιεῖ. Εἰ τὸ, ὡς ἐπίῤῥημα συγκριτικόν ἐστιν· αἱ δὲ συγκρίσεις τῶν ὁμοουσίων· οὐκ ἄρα τοῦτο δυνατὸν κατὰ τὸ ἀνθρώπινον ἐπὶ Χριστὸν λέγεσθαι Perinde Athan., Greg., Hilar., etc.; in Trinitate..
One must know that self-determination is not said homonymously, 325as nature too is not; but it is taken in one way of God, in another of angels, and in another of men. Of God, superessentially; of angels, as the readiness running together with the habit and admitting no interval of time at all; of men, as the habit being conceived as prior in time to the readiness. For if Adam hearkened willing, and looked willing, and ate having willed, then the volition in us is the first to suffer. And if the volition in us is the first to suffer, and according to them the Word, becoming man, did not assume it with the nature, then I have not come to be without sin. And if I have not come to be without sin, then I have not been saved; if indeed the unassumed is unhealed.
Then, if the self-determining power of the nature is his work and making, and the Word incarnate, according to them, did not assume it with the nature in ineffable union, either, condemning his own making as not good, he sent it away from himself; or, begrudging us its healing, he deprives us of complete salvation and shows himself to be under passion, by not willing or by not being able to save perfectly.
These things, then, concerning the incarnate God the Word being volitive by nature also as man. That the same is volitive by nature also as God, we shall know from here. For our Lord and God himself, the only truth, says about himself in the Gospels thus: Jerusalem, Jerusalem, that killest the prophets and stonest those sent to her, how often I willed to gather thy children, as a hen gathers her young under her wings, and you willed not! Now your house is left to you desolate. Matth. xxiii, 37; Luc. xiii, 34. For it is plain that he did not say this as man, since he had recently become man; but as God, showing the varied modes of his wise providence concerning man, through which, when he willed to gather the nature to himself from the error of outward things, it did not will. And again he says: As the Father raises the dead and gives life, so the Son too gives life to whom he will. Joan. v, 21. If the «as» is a comparative adverb, and comparisons are of things consubstantial, then this cannot be said of Christ according to the human.
Οὐκοῦν ἐδίδαξεν ἡμᾶς ὁ Σωτὴρ ὅτι, ὥσπερ ὁ Πατὴρ, Θεὸς 328ὢν, θελήματι τοὺς νεκροὺς ζῳοποιεῖ, οὕτω καὶ αὐτὸς, ὁμοούσιος ὢν τῷ Πατρὶ καὶ ὁμοθελὴς, οὓς θέλει ζῳοποιεῖ. Ταῦτα τῶν εὐαγγελιστῶν, καὶ ἀποστόλων, καὶ προφητῶν τὰ δόγματα. Τίς οὖν ὑπὲρ ταῦτα μείζων ἀπόδειξις περὶ τοῦ φύσει θελητικὸν εἶναι τὸν αὐτὸν καὶ καθ᾿ ὃ Θεός ἐστι, καὶ καθ᾿ ὃ ἄνθρωπος;
ΠΥΡ. Οὐδὲν τούτων πρὸς ἀπόδειξιν τοῦ φυσικὰ εἶναι τὰ θελήματα σαφέστερον. Πῶς οὖν τὸν ἐπιδοθέντα λίβελλον ὑπὸ Μηνᾶ τοῦ γενομένου ἐπισκόπου τῆς βασιλίδος, ἓν θέλημα ἔχοντα, ἐδέξατο Βιγιλιος ὁ τῆς Ῥωμαίων τηνικαῦτα πρόεδρος, καὶ ταῦτα ἐμφανισθέντος αὐτοῦ Ἴσ. αὐτῷ. ἐν τῷ βασιλικῷ σενρέτῳ τοῦ τηνικαῦτα τῶν Ῥωμαίων βασιλεύοντος, καὶ τῆς συγκλήτου;
ΜΑΞ. Θαυμάζω πῶς πατριάρχαι ὄντες κατατολμᾶτε τοῦ ψεύδους. Ὁ προηγησάμενός σου πρὸς Ὁνώριον γράφων, εἶπεν, ὅτι «Ὑπηγορεύθη μὲν, οὐκ ἐπεδόθη δὲ, οὔτε ἐνεφανίσθη·» αὐτὸς δὲ, ἐν τοῖς πρὸς τὸν ἐν ἁγίοις Ἰωάννην τὸν πάπαν, ἔφης ὅτι «Ἐπεδόθη καὶ ἐνεφανίσθη,» ἀναγνωσθεὶς διὰ Κωνσταντίνου Κουαίστωρος. Τίνι οὖν πιστεύομεν; σοὶ, ἢ τῷ πρὸ σοῦ; Οὐ γὰρ δυνατὸν ἀμφοτέρους ἀληθεύειν.
ΠΥΡ. Καὶ οὕτω γέγραπται τῷ πρὸ ἐμοῦ;
ΜΑΞ. Οὕτω γέγραπται.
ΠΥΡ. Ἔστω περὶ Βιγιλίου ταῦτα. Τί ἔχεις περὶ Ὁνωρίου εἰπεῖν, φανερῶς πρὸς τὸν πρὸ ἐμοῦ ἓν δογματίσαντος θέλημα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ;
ΜΑΞ.
Then the Saviour taught us that, as the Father, being God, 328gives life to the dead by will, so he too, being consubstantial with the Father and of one will with him, gives life to whom he will. These are the doctrines of the evangelists, and apostles, and prophets. What greater demonstration, then, beyond these, concerning the same being volitive by nature both as he is God and as man?
PYRRHUS. Nothing is clearer than these for the demonstration that the wills are natural. How then did Vigilius, at that time president of the Romans, receive the libellus presented by Menas, who was bishop of the imperial city, containing one will, and this when it had been displayed in the imperial secretum of him who was then reigning over the Romans, and of the senate?
MAXIMUS. I marvel how, being patriarchs, you dare the lie. Thy predecessor, writing to Honorius, said that «It was dictated, but was not presented, nor displayed»; but thou, in thy letter to John the pope, now among the saints, saidst that «It was presented and displayed», having been read by Constantine the Quaestor. Whom then do we believe? Thee, or him before thee? For it is not possible for both to be speaking the truth.
PYRRHUS. And is it so written by my predecessor?
MAXIMUS. So it is written.
PYRRHUS. Let these things be so about Vigilius. What hast thou to say about Honorius, who plainly taught as doctrine to my predecessor one will of our Lord Jesus Christ?
MAXIMUS.
Τίς ἀξιόπιστος ἐξηγητὴς τῆς τοιαύτης καθἐστηκεν ἐπιστολῆς, ὁ ταύτην ἐκ προσώπου Ὁνωρίου συντάξας, ἔτι καὶ περιὼν, καὶ μετὰ τῶν 329ἄλλων αὐτοῦ καλῶν, καὶ τοῖς τῆς εὐσεβείας δόγμασι πᾶσαν τὴν Δύσιν καταφαιδρύνων, ἢ οἱ ἐν Κωνσταντινουπόλει τὰ ἀπὸ καρδίας λαλοῦντες;
ΠΥΡ. Ὁ ταύτην συντάξας.
ΜΑΞ. Ὁ αὐτὸς οὖν πρὸς τὸν ἅγιον Κωνσταντῖνον Constantinus hic Heraclii filius., τὸν γενόμενον βασιλέα, ἐκ προσώπου πάλιν Ἰωάννου τοῦ ἐν ἁγίοις πάπα περὶ αὐτῆς γράφων, ἔφη, ὅτι «Ἓν θέλημα ἔφημεν ἐπὶ τοῦ Κυρίου, οὐ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος, ἀλλὰ μόνης τῆς ἀνθρωπότητος. Σεργίου γὰρ γράψαντος, ὥς τινες δύο θελήματα λέγουσι ἐπὶ Χριστοῦ ἐναντία, ἀντεγράψαμεν, ὅτι Ὁ Χριστὸς δύο θελήματα ἐναντία οὐκ εἶχε· σαρκός φημι, καὶ πνεύματος, ὡς ἡμεῖς ἔχομεν μετὰ τὴν παράβασιν· ἀλλ᾿ ἓν μόνον, τὸ φυσικῶς χαρακτηρίζον τὴν αὐτοῦ ἀνθρωπότητα.» Καὶ τούτου ἀπόδειξις ἐναργὴς, τὸ καὶ μελῶν καὶ σαρκὸς μνησθῆναι· ἅπερ καὶ ἐπὶ τῆς θεότητος αὐτοῦ ἐκεῖνα ληφθῆναι οὐ συγχωρεῖ. Εἶτα καὶ πρόκατάληψιν ἀνθυποφορᾶς ποιούμενος, φησίν· «Εἰ δέ τις λέγοι· Καὶ τίνος χάριν περὶ τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ διαλαβόντες, περὶ τῆς θεότητος αὐτοῦ μνήμην οὐκ ἐποιήσασθε; φαμὲν, ὅτι πρῶτον μὲν πρὸς τὴν ἐρώτησιν ἡ ἀπόκρισις γέγονεν· ἔπειτα δὲ, καὶ τῷ τῆς γραφῆς ἔθει, ὡς ἐν πᾶσι, καὶ ἐν τούτῳ ἑπόμενοι· ποτὲ μὲν ἀπὸ τῆς θεότητος αὐτοῦ διαλεγομένης· ὡς ὅταν λέγῃ ὁ Ἀπόστολος· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· ποτὲ δὲ ἀπὸ τῆς ἀνθρωπότητος αὐτοῦ, καὶ μόνον, ὡς ὅταν ὁ αὐτὸς λέγῃ· Τὸ μωρὸν τοῦ Θεοῦ, σοφώτερον τῶν ἀνθρώπων ἐστί· καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ, ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν.»
ΠΥΡ. Ἁπλούστερον ὁ πρὸ ἐμοῦ, τῇ λέξει προσεσχηκὼς, τοῦτο ἐδέξατο.
ΜΑΞ. Ἀλήθειαν λέγω· οὐδὲν οὕτως ἀπεδιέθηκέ με πρὸς τὸν πρὸ σοῦ, ὡς τὸ παλίμβολον αὐτοῦ· ἤγουν τὸ ἄλλοτε εἰς ἄλλας αὐτὸν μεταπίπτειν ἐννοίας, καὶ ἐν μηδενὶ βεβηκέναι φρονήματι.
Who is the trustworthy interpreter of such a letter: he who composed it in the person of Honorius, who is still alive and who, with 329the rest of his good deeds, brightens the whole West with the doctrines of piety too; or those in Constantinople who speak things out of their own heart?
PYRRHUS. He who composed it.
MAXIMUS. The same, then, writing about it to Constantine of holy memory, who became emperor, again in the person of John the pope, now among the saints, said that «We said one will in the Lord, not of his Godhead and his manhood, but of the manhood alone. For when Sergius wrote that some say two contrary wills in Christ, we wrote in reply that Christ did not have two contrary wills, of flesh, I mean, and of spirit, as we have after the transgression; but one only, which naturally characterizes his manhood.» And a clear demonstration of this is his mentioning both members and flesh, which do not permit those things to be taken of his Godhead also. Then, making an anticipation of an objection, he says: «But if anyone should say: And for what reason, treating of the manhood of Christ, did you make no mention of his Godhead? we say that, first, the answer was made to the question; and then that, as in all things, in this too we followed the custom of Scripture, which sometimes discourses from his Godhead, as when the Apostle says: Christ the power of God, and the wisdom of God; and sometimes from his manhood only, as when the same says: The foolishness of God is wiser than men, and the weakness of God is stronger than men.»
PYRRHUS. My predecessor, attending to the expression, received this rather simply.
MAXIMUS. I speak the truth: nothing so set me against thy predecessor as his changeableness: that is, his falling at one time and another into different concepts, and his standing firm in no way of thinking.
Ποτὲ μὲν τοὺς τοῦτο τὸ ἓν θέλημα θεῖον προσαγορεύοντας ἀποδεχόμενος, τὸ Θεὸν μόνον εἶναι τὸν σαρκωθέντα Λόγον 602. εἰσῆγε· ποτὲ δὲ, τοὺς βουλευτικὸν αὐτὸ λέγοντας, ἄνθρωπον αὐτὸν ψιλὸν εἶναι εἰσῆγε, βουλευτικῶς καθ᾿ ἡμᾶς διατιθέμενον [διακείμενον], καὶ μηδὲν διαφέροντα Πύῤῥου καὶ Μαξίμου· ποτὲ δὲ ὑποστατικὸν αὐτὸ λέγων, τῇ διαφορᾷ τῶν ὑποστάσεων συνεισῆγε καὶ τὸ διάφορον τῶν θελημάτων ἐπὶ τῶν ὁμοουσίων· ποτὲ δὲ, καὶ τοὺς ἐξουσιαστικὸν αὐτὸ λέγοντας ἀποδεχόμενος, σχετικὴν εἰσῆγε τὴν ἕνωσιν· ἐξουσία γὰρ, καὶ αὐθεντία, καὶ τὰ τοιαῦτα, γνώμης προδήλως, ἀλλ᾿ οὐ φύσεως ὑπάρχει κινήματα· ποτὲ δὲ, τοὺς προαιρετικὸν καὶ γνωμικὸν αὐτὸ λέγοντας προσλαμβανόμενος, καὶ κυρίους ἑαυτοῦ καθιστῶν, οὐ μόνον ψιλὸν ἄνθρωπον εἰσῆγε τὸν Κύριον, ἀλλὰ καὶ τρεπτὸν καὶ ἁμαρτωλόν· εἴπερ ἡ γνώμη τῶν ἀντικειμένων ἐστὶ κριτικὴ, καὶ τῶν ἀγνοουμένων ζητητική, καὶ τῶν ἀδήλων βουλευτική· ποτὲ δὲ, τοὺς οἰκονομικὸν αὐτὸ λέγοντας, τὸ,
332πρὸ τῆς οἰκονομίας ἀθέλητον αὐτὸν εἶναι, καὶ εἴ τι ἕτερον ἕπεται τῷ λόγῳ ἄτοπον, εἰσῆγε· καὶ εἰς ἄλλας μυρίας ἀτόπους ἐξηνέχθη ὑπολήψεις, τὴν ἀλήθειαν βάσιν οὐκ ἐσχηκώς· ἃς δι᾿ ἀκριβείας εἰ βουληθείην Γραφῇ παραδοῦναι μετὰ τῶν αὐτῶν ἀτόπων, οὐδὲ ὁ μέλλων ἀρκέσει χρόνος. Τίς δὲ ἀνάγκη χάρτας προθεῖναι, καὶ σχίσαι τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν; Οὐδὲ τὸ πᾶσι κοινότατον συνιδεῖν ἠδυνήθη. Ἡ γὰρ, ἵνα παραχωρήσωμεν ὑμῖν, τὰ τῶν συνόδων ἔχουσι δόγματα, ὡς ὑμεῖς οὐκ ἀληθεύοντες ἔφητε, καὶ οὐ δεόμεθα τῶν ὑμετέρων χαρτῶν, ταύτας καὶ πρὶν καὶ νῦν δεχόμενοι καὶ περιπτυσσόμενοι· ἢ οὐ τὰ τῶν συνόδων ἔχουσι, καὶ πολλῷ πλέον τούτους ἀποστρέφεσθαι καὶ φεύγειν δίκαιον. Τῆς οὖν τῶν αὐτῶν χαρτῶν προθέσεως καθ᾿ ἑκάτερον ἀδίκου καὶ παρανόμου οὔσης, καὶ ἡ αὐτῶν κατάλυσις δι᾿ ἑκάτερον δικαία καὶ κανονικὴ καθέστηκεν.
ΠΥΡ. Σωφρόνιος, ὁ μικρῷ πρόσθεν πατριάρχης γενόμενος Ἱεροσολύμων, τοῦτο ἡμᾶς καὶ παρὰ πρόθεσιν πρᾶξαι πεποίηκε, τὸν περὶ ἐνεργειῶν λόγον οὐκ ἐν εὐθέτῳ καιρῷ κινήσας.·
ΜΑΞ. Ἐγὼ πάντοθεν ἀπορῶ. ποίαν ἐκδέχεσθε δοῦναι ἀπολογίαν, τὸν ἀναίτιον οὕτω πικρῶς αἰτιώμενοι. Εἰπὲ γάρ μοι, πρὸς τῆς ἀληθείας αὐτῆς, ὅτε Σέργιος ἔγραψε πρὸς τὸν τῆς Φαρὰν Θεόδωρον, πέμψας καὶ ὃν φησι λίβελλον Μηνᾶ διὰ τῆς μεσιτείας Σεργίου τοῦ Μακαρωνᾶ al. Μαχρωνᾶ, et Μαχαριωνᾶ, Fr. Μαχρονᾶ, τοῦ Ἀρσενόης. τοῦ Ἀρσινόης ἐπισκόπου, προτρεπόμενος αὐτὸν περὶ τῆς ἐν τῷ λιβέλλῳ μιᾶς ἐνεργείας καὶ ἑνὸς θελήματος τὰ δοκοῦντα εἰπεῖν, καὶ ἀντέγραψεν, ἀποδεχόμενος αὐτὰ, ποῦ οὖν τότε Σωφρόνιος;
Sometimes, accepting those who name this one will divine, he brought in that the incarnate is God only; sometimes, those who call it deliberative, he brought in that he is a mere man, disposed deliberatively in our way [lying disposed], and differing in nothing from Pyrrhus and Maximus; sometimes, calling it hypostatic, he brought in, together with the difference of the hypostases, the difference of the wills too in the case of things consubstantial; sometimes, accepting also those who call it authoritative, he brought in a relational union, for authority, and mastery, and such things are plainly motions of inclination, but not of nature; sometimes, taking to himself those who call it elective and of inclination, and setting them up as masters of himself, he brought in the Lord not only as a mere man, but also as changeable and sinful, if indeed inclination is judging of opposites, and inquiring of things unknown, and deliberative of things uncertain; sometimes, those who call it of the economy, the …
332that he was without will before the economy, and whatever other absurdity follows on that account, he brought in; and he was carried off into countless other absurd suppositions, not having had the truth as his base; which, if I should wish to commit them to writing with accuracy, together with their absurdities, not even the time to come will suffice. And what need was there to post papers and to split the holy Church of God? Nor was he able to perceive what is most common to all. For either, to make you the concession, they contain the doctrines of the synods, as you, not telling the truth, have said, and we have no need of your papers, receiving and embracing these both before and now; or they do not contain those of the synods, and it is far more just to turn away from these and flee them. Since then the posting of these papers is, on either supposition, unjust and lawless, their dissolution too, on either ground, stands just and canonical.
PYRRHUS. Sophronius, who a little before became patriarch of Jerusalem, made us do this even against our intent, by moving the account about operations at no fitting time.
MAXIMUS. I am at a loss on every side what defence you expect to give, accusing the guiltless so bitterly. For tell me, by the truth itself: when Sergius wrote to Theodore of Pharan, sending also the libellus which he says is Menas's, through the mediation of Sergius Macaronas, bishop of Arsinoe, urging him to say what seemed right to him about the one operation and one will in the libellus, and he wrote back accepting them, where then was Sophronius?
ἢ ἡνίκα ἐν Θεοδοσιουπόλει πρὸς Παῦλον τὸν Μονόφθαλμον καὶ ἀπὸ Σεβηριτῶν ἔγραψε, πέμψας καὶ αὐτῷ λίβελλον Μηνᾶ, καὶ τὴν 333τοῦ Φαρανίτου καὶ ἑαυτοῦ συγκατάθεσιν; ἢ ὅτε πρὸς Γεώργιον τὸν ἐπίκλην Ἀρσᾶν Βαρσὰν 255, 702. Παυλιανιστὴν ὄντα, ἔγραψε, χρήσεις αὐτῷ πεμφθῆναι περὶ μιᾶς ἐνεργείας αὐτῶν, ἐνθέμενος καὶ τοῦτο τῇ ἐπιστολῇ, ὅτι ἐν ταύταις, καὶ τὴν πρὸς αὐτοὺς τῆς Ἐκκλησίας ποιεῖ ἕνωσιν; Ταύτην δὲ τὴν ἐπιστολὴν ὁ μακάριος Ἰωάννης ὁ πάπας Ἀλεξανδρείας ἀφείλετο χειρὶ ἀπὸ τοῦ Ἀρσᾶ· ὅθεν καὶ βουληθεὶς δι᾿ αὐτὴν ποιῆσαι τὴν καθαίρεσιν αὐτοῦ, ἐκωλύθη ἐκ τῆς ἐν Αἰγύπτῳ τηνικαῦτα γενομένης τῶν Περσῶν ἐπιδρομῆς. Ἢ ὅτε πρὸς Κῦρον τὸν Φάσιδος ἀντέγραψε περὶ μιᾶς ἐνεργείας καὶ δύο, ἐρωτηθεὶς παρ᾿ αὐτοῦ, πέμψας καὶ αὐτῷ τὸν ῥηθέντα λίβελλον Μηνᾶ; Τί οὖν; ἐπειδὴ Σεργίου πολυτρόπως τὴν οἰκείαν νόσον ἐν τῷ κοινῷ προθέντος, καὶ τὸ πλεῖστον τῆς Ἐκκλησίας λυμηναμένου, ὁ μακάριος Σωφρόνιος ὑπέμνησεν αὐτὸν μετὰ τῆς πρεπούσης τῷ σχήματι αὐτοῦ ταπεινοφροσύνης, τοῖς ἴχνεσιν αὐτοῦ προκαλινδούμενος [προκυλινδι], καὶ ἀντὶ πάσης ἱκετηρίας αὐτοῦ προσφέρων αὐτῷ τὰ ζωοποιὰ Χριστοῦ τοῦ Θεοῦ παθήματα, ὥστε μὴ φωνὴν αἱρετικῶν, καλῶς πάλαι ὑπὸ τῶν προωδευκότων τὸν βίον ἁγίων Πατέρων σβεσθεῖσαν, ἀνανεώσασθαι, αὐτὸς αἴτιος τοῦ τοιούτου γέγονε σκανδάλου;
ΠΥΡ. Πάντων τῶν προταθέντων τὴν ἀνατροπὴν δεόντως ὁ λόγος ἐποιήσατο, καὶ οὐδὲν ὅλως ἐλλείπει ἡ περὶ θελημάτων ζήτησις.
ΜΑΞ. Ἐπειδὴ ἡ περὶ θελημάτων ζήτησις πέρας εἴληφε, βούλει καὶ τὴν περὶ ἐνεργειῶν ποιησώμεθα;
ΠΥΡ. Τὸν περὶ τοῦ φυσικὰ εἶναι τὰ θελήματα λόγον ἀγνοήσας, κατὰ τοῦτον καὶ τὸν περὶ ἐνεργειῶν παρεδεξάμην· καὶ εἴ τι ἀγράφως, ἢ ἐγγράφως ἐῤῥέθη μοι, πρὸς τοῦτον ὁρᾷ τὸν σκοπόν. Νυνὶ δὲ τοῦ πεφυκέναι θέλειν, καὶ τοῦ πεφυκέναι ἐνεργεῖν συνσκδοχικῶς ὁμολογουμένων, πάντα τὰ περὶ τούτου πρώην μὴ συσταθέντα, ἠκύρωται· καὶ περιττὸν ἡγοῦμαι, λοιπόν τινα ὅλως περὶ τούτου κινῆσαι λόγον.
ΜΑΞ. Τί οὖν; ἐπειδὴ ὁ Θεὸς, διὰ τὴν προγνωσθεῖσαν αὐτῷ πρόθεσιν ἡμῶν, ἐκάλεσε πρὸς τὴν τῆς ἀληθείας αὐτοῦ ἐπίγνωσιν, οὐ δεῖ τὰ περὶ τούτου ἐγγράφως, ἢ ἀγράφως πρός τινας εἰρημένα βασανίσαι, διὰ τοὺς, ὡς εἰκὸς, ἀφυλάκτως αὐτοῖς περιτυχόντας, ἢ καὶ περιτυγχάνοντας εὐχερεστέρους;
ΠΥΡ. Εἴ τι πρὸς τοῦτο ὁρᾷ ἡ βάσανος, ἀναγκαῖόν ἐστι. Τὸ γὰρ φροντίσαι τῆς τῶν ἀκεραιοτέρων ἀσφαλείας, μίμησίς ἐστι θείας φιλανθρωπίας.
ΜΑΞ. Εἰ οὖν θείας φιλανθρωπίας ἐστὶ τοῦτο μίμησις, ἀρξώμεθα ἐντεῦθεν τῆς περὶ τούτου ἐξετάσεως
ΠΥΡ. Ἀρξώμεθα.
ΜΑΞ. Ἐν τοῖς σοῖς εὗρον συγγράμμασι, μίαν σε Χριστοῦ, ὡς ὅλου, ἐνέργειαν δογματίσαντα.
Or when at Theodosiopolis he wrote to Paul the One-eyed, who was also of the Severians, sending to him too the libellus of Menas and the assent of 333the Pharanite and of himself? Or when he wrote to George surnamed Arsas, who was a Paulianist, that testimonies be sent to him about their one operation, putting this too into the letter: that in these he is also making the union of the Church with them? This letter the blessed John, the pope of Alexandria, took away by hand from Arsas; whence, wishing on account of it to make his deposition, he was prevented by the inroad of the Persians which took place in Egypt at that time. Or when he wrote back to Cyrus of Phasis about one operation and two, having been asked by him, sending to him too the said libellus of Menas? What then? Since Sergius had in many ways set his own disease before the public, and had ravaged the greater part of the Church, and the blessed Sophronius reminded him, with the humble-mindedness befitting his monastic estate, rolling himself at his footprints, and in place of every supplication offering him the life-giving sufferings of Christ God, so as not to renew the term of heretics, long ago well quenched by the holy Fathers who had gone through life before us, did he himself become the cause of such a scandal?
PYRRHUS. The account has duly made the overthrow of all that was put forward, and the inquiry about wills lacks nothing at all.
MAXIMUS. Since the inquiry about wills has reached its end, dost thou wish that we make the one about operations too?
PYRRHUS. Being ignorant of the account that the wills are natural, I accepted according to it the one about operations too; and if anything was said by me unwritten or in writing, it looks to this aim. But now, since being naturally constituted to will and being naturally constituted to operate are confessed by implication together, all that was formerly put forward about this, not having been established, has been annulled; and I hold it superfluous to move any further account at all about this.
MAXIMUS. What then? Since God, on account of our intent foreknown to him, has called us to the knowledge of his truth, must not what was said about this to certain persons, in writing or unwritten, be tested, on account of those who, as is likely, have met with it unguardedly, or who meet with it, being rather easily led?
PYRRHUS. If the testing looks to this, it is necessary. For to take thought for the safety of the simpler is an imitation of divine love for man.
MAXIMUS. If then this is an imitation of divine love for man, let us begin from here the examination of this.
PYRRHUS. Let us begin.
MAXIMUS. In thy writings I found thee laying down as doctrine one operation of Christ, as of a whole.
Εἰ οὖν μία, ὡς ὅλου, ἔστιν ἐνέργεια, τὸ δὲ ὅλον ἡ αὐτοῦ ἐστιν ὑπόστασις, ἄρα ἡ μία αὕτη ἐνέργεια ὑποστατικὴ ἔσται· καὶ ἑτέρας ἐνεργείας ὥσπερ καὶ ὑποστάσεως, 336δειχθήσεται Πατρί τε καὶ Μητρί· εἴπερ οὐδέτερον αὐτῶν ὑπάρχει Χριστός.
ΠΥΡ. Εἰ διὰ τὸ διάφορον τῶν δύο ἐν Χρισιῷ φύσεων δύο λέγετε ἐνεργείας, καὶ οὐ διὰ τὸ μοναδικὸν τοῦ προσώπου μίαν, δύο εὑρεθήσονται καὶ τοῦ ἀνθρώπου ἐνέργειαι, διὰ τὸ κατ᾿ οὐσίαν διάφορον τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος. Εἰ δὲ τοῦτο, τρεῖς ἔσονται τοῦ Χριστοῦ ἐνέργειαι, καὶ οὐ δύο.
ΜΑΞ. Ἅπερ ὑμεῖς ἐπ᾿ ἀναιρέσει τῶν φυσικῶν προΐσχεσθε, ταῦτα καὶ κατὰ τῶν φύσεων οἱ πρὸς αὐτὰς μαχόμενοι προτείνουσι. Τοῦτο γὰρ ὑμῶν καὶ μόνον τὸ χάριεν, τὸ ἐκείνοις ἐν πᾶσι συμπεριάγεσθαι. Ὅθεν καὶ ἡμεῖς τοὺς παρὰ τῶν Πατέρων ἐκείνοις ἐπενεχθέντας ἐλέγχους, καὶ ὑμῖν, ὡς τὰ αὐτὰ αὐτοῖς νοσοῦσι προσάγομεν· ὅτι, εἰ διὰ τὸ διάφορον τῶν ἐν Χριστῷ φύσεων, δύο φύσεις καὶ αὐτοὶ μεθ᾿ ἡμῶν λέγετε, καὶ οὐ διὰ τὸ μοναδικὸν τοῦ προσώπου μίαν, δύο εὑρεθήσονται οὕτω γε καὶ τοῦ ἀνθρώπου φύσεις, διὰ τὸ κατ᾿ οὐσίαν διάφορον τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος· καὶ εἰ τοῦτο, τρεῖς ἔσονται τοῦ Χριστοῦ, καὶ οὐ δύο φύσεις. Εἰ δὲ διὰ τὸ διάφορον τῶν φύσεων, δύο μεθ᾿ ἡμῶν λέγοντες φύσεις, τρεῖς οὐ λέγετε ἐπὶ Χριστοῦ φύσεις· πῶς ἡμῖν διὰ τὸ διάφορον τῶν φύσεων δύο λέγουσιν ἐνεργείας, αἱ τρεῖς συναχθήσονται ἐνέργειαι; Ἃ γὰρ ὑμεῖς μεθ᾿ ἡμῶν πρὸς τοὺς ἐκεῖνα κατὰ τῶν φύσεων προτείνοντας λέγετε, ταῦτα καὶ ἡμῖν περὶ τῶν ἐνεργειῶν πρὸς ὑμᾶς ἀρκέσει· ἀλλ᾿ οὕτω μὲν ὑμᾶς ἐκ τοῦ ἴσου ὁ λόγος ἀπεῤῥάπισε, δείξας τῆς ἀπορίας τὸ παράλογον. Ἐκ δὲ τοῦ ὑπερέχοντός φαμεν, ὅτι οὐ ταυτὸν τὸ κατ᾿ εἶδος τοῦ ἀνθρώπου ἓν, καὶ τὸ κατ᾿ οὐσίαν ψυχῆς καὶ σώματος ἕν. Τὸ μὲν γὰρ κατ᾿ εἶδος τοῦ ἀνθρώπου ἓν, τὴν ἐν πᾶσι τοῖς ὑπὸ τὴν φύσιν ἀτόμοις ἀπαραλλαξίαν ἐνδείκνυται· ὅθεν οὐδὲ ἀπροσδιορίστως αὐτό φαμεν, ἀλλὰ προσεπάγοντες τοῦ ἀνθρώπου. Τὸ δὲ κατ᾿ οὐσίαν ψυχῆς καὶ σὼ άτος ἓ́ν, αὐτὸ τὸ εἶναι αὐτῶν λυμαίνεται, εἰς ἀνυπαρξίαν αὐτὸ παντελῆ ὠθοῦν. Εἰ δὲ οὐ ταυτὸν τὸ κατ᾿ εἶδος τοῦ ἀνθρώπου ἓ́ν, καὶ τὸ κατ᾿ οὐσίαν ψυχῆς καὶ σώματος ἓν, οὐκ ἄρα ἀνάγκη ἡμῖν, τὴν κατ᾿ εἶδος μίαν λέγοντας ἐνέργειαν, ἢ ὑποστατικὴν ταύτην λέγειν, ἢ τρεῖς ἐνεργείας, διὰ τὸ πρὸς φύσιν ὁρᾷν τὴν ἐνέργειαν.
ΠΥΡ. Ἀλλὰ ταῖς ἐνεργείαις τὰ πρόσωπα κατὰ Νεστόριον συνεισάγεται· καὶ ἀνάγκη, τοὺς δύο λέγοντας ἐνεργείας, τὰ ἐκείνου μιαρὰ διεκδικεῖν δόγματα.
ΜΑΞ. Καὶ μὴν Νεστόριος, δύο πρόσωπα λέγων, μίαν δογματίζει ἐνέργειαν.
If then there is one operation, as of a whole, and the whole is his hypostasis, therefore this one operation will be hypostatic; and he will be shown to be of another operation, just as also of another hypostasis, than 336the Father and the Mother; since Christ is neither of them.
PYRRHUS. If on account of the difference of the two natures in Christ you say two operations, and not one on account of the singleness of the person, two operations will be found of man too, on account of the difference according to essence of his soul and of his body. And if this, there will be three operations of Christ, and not two.
MAXIMUS. What you put forward for the destruction of the natural things, these those who fight against the natures put forward against the natures too. For this alone is your charm: to be carried round with them in everything. Whence we too bring to you, as to men sick with the same things as they, the refutations brought against them by the Fathers: that, if on account of the difference of the natures in Christ you yourselves too say two natures with us, and not one on account of the singleness of the person, two natures of man will thus be found too, on account of the difference according to essence of his soul and of his body; and if this, there will be three natures of Christ, and not two. But if, saying two natures with us on account of the difference of the natures, you do not say three natures in Christ, how will the three operations be gathered against us who say two operations on account of the difference of the natures? For what you say with us to those who put forward those things against the natures, this will suffice for us too, about the operations, against you. But in this way the account has struck you down from equal ground, showing the unreason of the difficulty. And from what goes beyond it we say that the one according to the species of man and the one according to the essence of soul and body are not the same. For the one according to the species of man displays the invariance in all the individuals under the nature; whence we do not say it without qualification either, but adding "of man". But the one according to the essence of soul and body ruins their very being, thrusting it into total non-existence. But if the one according to the species of man and the one according to the essence of soul and body are not the same, then there is no necessity for us, saying the one operation according to species, either to call this hypostatic or to say three operations, because the operation looks to the nature.
PYRRHUS. But with the operations the persons are brought in, according to Nestorius; and it is necessary that those who say two operations champion his foul doctrines.
MAXIMUS. And yet Nestorius, saying two persons, lays down as doctrine one operation.
Εἰ δὲ ταῖς ἐνεργείαις πρόσωπα καθ᾿ ὑμᾶς συνεισάγεται, καὶ τοῖς προσώποις ἀκολούθως αἱ ἐνέργειαι συναχθήσονται· καὶ βιασθήσεσθε, τοῖς ἰδίοις ἑπόμενοι κανόσιν, ἢ διὰ τὴν 337μίαν ἐνέργειαν τῆς ἁγίας Θεότητος, καὶ ἓν λέγειν αὐτῆς πρόσωπον· ἢ διὰ τὰς τρεῖς αὐτοῦ ὑποστάσεις, τρεῖς καὶ ἐνεργείας· ἢ σχετικὴν, ὡς Νεστόριος, λέγειν ἕνωσιν· ταύτης γὰρ ἡ μία ἐνέργεια ἡ ἕνωσις, ὡς αὐτὸς Νεστόριος καὶ οἱ τῆς αὐτοῦφρατρίας ἐν τοῖς αὐτῶν ἀπέδειξαν γράμμασι. Καὶ ἐφ᾿ ἡμῶν δὲ, ἐπειδὴ μία μὲν ἡ κατὰ τὸ εἶδος ἐνέργεια, πολλαὶ δὲ αἱ ὑποστάσεις· ἢ διὰ τὴν μίαν κατ᾿ εἶδος ἐνέργειαν, καὶ ἓν τῶν πάντων λέγειν πρόσωπον· ἢ διὰ τὰ πολλὰ πρόσωπα, πολλὰς καὶ ἐνεργείας· καὶ διαπέπτωκε τοῖς Πατράσιν οὕτω γε ὁ φάσκων λόγος· «Τὰ τῆς αὐτῆς ὄντα οὐσίας, καὶ τῆς αὐτῆς εἶναι ἐνεργείας.» Ἔτι τε, εἰ τῇ ἐνεργείᾳ πρόσωπον συνεισάγεται κατ᾿ αὐτοὺς, πολλὰς δὲ δεδώκασιν ἐνεργείας ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ σεσαρκωμένου Θεοῦ Λόγου προελθεῖν, καὶ τὰ συνεισαγόμενα ταῖς προελθούσαις ἐνεργείαις πρόσωπα δώσουσιν· εἴπερ ἑαυτοῖς στοιχεῖν διέγνωσαν· καὶ εὑρεθήσονται ἄπειρα καὶ τὰ πρόσωπα, καὶ αἱ ἐνέργειαι τοῦ αὐτοῦ. Καὶ Marg. Fr. Δείκνυσι τὸ ἀσεβὲς τῶν μίαν λεγόντων ἐνέργειαν, ἐκ τῆς εἰς ἄτοπον ἀπαγωγῆς: Ostendit impietatem dicentium unam operationem, reducendo ad absurdum. αὖθις, εἰ συνεισάγεται πρόσωπον, κατὰ τὴν αὐτῶν πρότασιν, τῇ ἐνεργείᾳ, καὶ ἀναιρουμένῃ ταύτῃ συναναιρεῖται πάντως. Εἰ δὲ τοῦτο ἀληθὲς, ἄρα τῇ ἀναιρέσει τῶν δύο, καὶ τῆς μιᾶς ἐνεργειῶν, συναναιρεῖται καὶ τὰ δύο καὶ τὸ ἓν πρόσωπον· καὶ ἐχώρησεν, ὅσον τὸ ἐπ᾿ αὐτοῖς, ὁ Χριστὸς, ἐκ τοῦ ὄντος, καὶ ὑπερόντος, εἰς τὸ μὴ ὄν· οὗ τί γένοιτο ἂν ἀσεβέστερον; Εἰ δὲ καὶ ἐπὶ τοῦ καθ᾿ ἕκαστον ἡμῶν τοῦτό τις ἐκ πολλῆς περιουσίας γυμνάζειν βουληθείη, εὑρήσει καὶ ἡμᾶς καθ᾿ ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ λογιζομένους, καὶ περιπατοῦντας· ἢ καὶ ἕτερα μὲν διανοουμένους, ἕτερα δὲ τοῖς παρατυγχάνουσι διαλεγομένους· ὅπερ καὶ Μωϋσῆς ποιήσας ἱστορεῖται, κατὰ τὸν αὐτὸν καιρὸν καὶ Θεῷ ἐντυγχάνων ὑπὲρ τοῦ λαοῦ, καὶ τῷ λαῷ διαλεγόμενος, καὶ πρὸς χρηστὰς παρορμῶν ἐλπίδας· καὶ οὔτε τῷ προσφυῶς ταῖς αὐτοῦ φύσεσι δυϊκῶς ἐνεργεῖν, δύο ὁ καθεῖς ἐστιν· οὔτε τῷ ἕνα εἶναι τὸν δυϊκῶς ἐνεργοῦντα, τὰς οὐσιωδῶς προσούσας ταῖς αὐτοῦ φύσεσι κινήσεις συγχεῖ. Καὶ ἐπὶ τοῦ κατὰ προφορὰν δὲ λόγου ὡσαύτως, καὶ τὴν ἐγκειμένην τῷ λόγῳ ὁρῶμεν ἔννοιαν, καὶ τὸν ὑποκείμενον τῇ ἐννοίᾳ λόγον, καὶ τὴν αὐτῶν δι᾿ ὅλου εἰς ἄλληλα περιχώρησιν· καὶ οὔτε τῇ διαφορᾷ αὐτῶν Ν τὸ διάφορον τῶν προσώπων συνεισάγεται, οὔτε τῇ ἄκρᾳ ἑνώσει τὸ συγκεχυμένον.
But if according to you persons are brought in with the operations, the operations too will consequently be gathered with the persons; and you will be forced, following your own canons, either, on account of the 337one operation of the holy Godhead, to say also one person of it; or, on account of its three hypostases, three operations too; or to say, as Nestorius does, a relational union; for of this union the one operation is the union, as Nestorius himself and those of his fraternity showed in their writings. And in our case too, since the operation according to species is one, but the hypostases many: either, on account of the one operation according to species, to say also one person of all; or, on account of the many persons, many operations too; and in this way the account of the Fathers which says «Things that are of the same essence are also of the same operation» has fallen through.
Moreover, if according to them a person is brought in with the operation, and they have granted many operations to proceed from one and the same incarnate God Word, they will grant also the persons brought in with the operations that proceeded, if indeed they have decided to keep in step with themselves; and both the persons and the operations of the same one will be found infinite.
And again, if according to their premise a person is brought in with the operation, it is also wholly destroyed together with it when it is destroyed. And if this is true, then by the destruction of the two operations and of the one, both the two persons and the one person are destroyed together; and Christ, so far as lies with them, has passed from being and super-being into not-being; than which what could be more impious?
But if one should wish, out of great abundance, to exercise this in the case of each one of us as well, he will find that we too at one and the same time both reason and walk; or think some things and converse about others with those who happen to be present; which Moses too is recorded to have done, at the same time both entreating God on behalf of the people and conversing with the people and urging them on to good hopes; and neither by operating dually, congruently with his natures, is each one two; nor, by the one who operates dually being one, does he confuse the movements that belong essentially to his natures.
And in the case of the uttered word likewise, we see both the concept lying in the word, and the word underlying the concept, and their interpenetration into each other throughout; and neither with their difference is the difference of persons brought in, nor with the utmost union confusion.
Τί δ᾿ ἄν τις εἴποι καὶ περὶ τῆς πεπυρακτωμένης μαχαίρας, οὐχ ἧττον τῶν φύσεων, τουτέστι τοῦ πυρὸς καὶ τοῦ σιδήρου, καὶ τὰς αὐτῶν φυσικὰς ἐνεργείας, τὴν καῦσίν φημι καὶ 340τὴν τομὴν, σωζούσης, καὶ διὰ πάντων ἅμα, καὶ ἐ ταυτῷ, ταύτας ἐνδεικνυμένης; Οὔτε γὰρ ἡ καῦσι αὐτῆς τῆς τομῆς ἄφετός ἐστι μετὰ τὴν ἕνωσιν, οὔτι ἡ τομὴ τῆς καύσεως· καὶ οὔτε διὰ τὸ διττὸν τῆς φυσικῆς ἐνεργείας, δύο εἰσάγει τὰς πεπυρακτωμένας μαχαίρας· οὔτε διὰ τὸ μοναδικὸν τῆς πεπυρακτωμένης μαχαίρας, τῆς αὐτῶν οὐσιώδους διαφορῖφύρσιν ἢ σύγχυσιν ποιεῖται.
ΠΥΡ. Οὐχ εἷς ἦν ὁ ἐνεργῶν;
ΜΑΞ. Ναὶ, εἷς.
ΠΥΡ. Εἰ οὖν εἷς ὁ ἐνεργῶν, καὶ μία, ὡς ἑνὸς, ἐνέργεια.
ΜΑΞ. Ὁ εἷς οὗτος Χριστός· πάλιν γὰρ τὰ αὐτὰ τοῖς ἀνωτέρω εἰς τὰ αὐτὰ ὑμᾶς ὑποστρέψαντας ἐρήσομαι· εἷς τῇ ὑποστάσει, ἢ τῇ φύσει ἐστίν;
ΠΥΡ. Τῇ ὑποστάσει· τῇ γὰρ φύσει διπλοῦς τυγχάνει.
ΜΑΞ. Δυϊκῶς οὖν διὰ τὸ διπλοῦν τῆς φύσεως ὁ αὐτὸς ἐνήργει, ἢ ἑνικῶς διὰ τὸ μοναδικὸν τῆς ὑποστάσεως; Ἀλλ᾿ εἰ μὲν δυϊκῶς, εἷς ὢν ὁ αὐτὸς ἐνήργει, οὐκ ἄρα τῷ ἀριθμῷ τῶν ἐνεργειῶν ὁ τῶν προσώπων συνεισάγεται ἀριθμός. Εἰ δὲ ἑνικῶς, διὰ τὶ μοναδικὸν τοῦ προσώπου, τὰς αὐτὰς ἐπὶ τοῖς αὐτοῖς ἀτοπίας ὁ περὶ τούτου δέξεται λόγος. Εἰ γὰρ ὑποστα τικὴ ἡ ἐνέργεια, τῷ πλήθει τῶν ὑποστάσεων, καὶ ἡ τῶν ἐνεργειῶν διαφορὰ συνθεωρηθήσεται.
ΠΥΡ. Οὐ πάντως, ἐπειδὴ δυϊκῶς ἐνήργει, δύο ἦσαν αὐτοῦ αἱ ἐνέργειαι· ἀλλ᾿ ἐπειδὴ εἷς ἦν ὁ ἐνεργῶν, μία.
ΜΑΞ. Τοῦτο καὶ περὶ τῶν φύσεων ἕτερος λέγειν πρὸς, ὅτι οὐκ ἐπειδὴ δυαδικὴ αὐτοῦ ἡ φύσις, ἤδη καὶ δύο εἴησαν. καὶ λεχθείησαν αἱ φύσεις· ἀλλ᾿ ἐπειδὴ μία ἦν αὐτοῦ ἡ ὑπόστασις, μία ἐστὶν αὐτοῦ ἡ φύσις, καὶ λέγεται. Πλὴν ἵνα πάντα παραλίπω, ὅσα περὶ τούτου ῥηθῆναι δύναται, μίαν ἐνέργειαν λέγοντες, ὁποίαν ταύτην λέγειν ἀξιοῦτε; θείαν, ἡ ἀνθρωπίνην, ἢ οὐδετέραν; Ἀλλ᾿ εἰ μὲν θείαν, Θεὸν μόνον τὸν Χριστὸν λέγετε· εἰ δὲ ἀνθρωπίνην, οὐδὲ ὅλως Θεὸν, ἀλλ᾿ ἄνθρωπον μόνον ψιλόν· εἰ δὲ οὐδετέραν τούτων, οὐδὲ Θεὸν, οὐδὲ ἄνθρωπον, ἀλλ᾿ ἀνύπαρκτον δογματίζετε τὸν Χριστὸν,
ΠΥΡ. Μίαν λέγοντες ἐνέργειαν τῆς θεότητος τοῦ Χριστοῦ, καὶ τῆς κατ᾿ αὐτὸν ἀνθρωπότητος, οὐ λόγῳ φύσεως ταύτην προσεῖναι αὐτῷ φαμεν, ἀλλ᾿ ἑνώσεως τρόπῳ.
ΜΑΞ. Εἰ ἐκ τῆς ἑνώσεως αὐτῷ, κατὰ τὸν ὑμέτερον λόγον, προσγέγονεν ἡ ἐνέργεια, πρὸ τῆς ἑνώσεως ἄρα ἀνενέργητος ἦν· καὶ τετυράννηται, καθ᾿ ὑμᾶς, δημιουργήσας. Καὶ αὖθις, εἰ ἐκ τῆς ἑνώσεως αὐτῷ προσγέγονε τὸ ἐνεργεῖν· ὁ Πατὴρ δὲ καὶ τὸ ἅγιον Πνεῦμα οὐχ ἡνώθησαν καθ᾿ ὑπόστασιν σαρκὶ, οὐκ ἄρα ἐνεργητικοί. Εἰ δὲ μὴ ἐνεργητικοὶ, οὐδὲ δημιουργοί· ἵνα μὴ λέγω, ὅτι οὐδὲ ὅλως εἰσίν.
And what would one say about the red-hot sword too, which no less than the natures, that is, of the fire and of the iron, preserves also their natural operations, I mean the burning and 340the cutting, and displays them through all at once and in the same? For neither is the burning set loose from the cutting itself after the union, nor the cutting from the burning; and neither on account of the doubleness of the natural operation does it bring in two red-hot swords, nor on account of the singleness of the red-hot sword does it make commixture or confusion of their essential difference.
PYRRHUS. Was not he who operated one?
MAXIMUS. Yes, one.
PYRRHUS. If then he who operates is one, the operation too is one, as of one.
MAXIMUS. This one Christ (for again, since you have turned back to the same things, I shall ask you the same things as above): is he one in hypostasis, or in nature?
PYRRHUS. In hypostasis; for in nature he is double.
MAXIMUS. Did the same one then operate dually, on account of the doubleness of the nature, or singly, on account of the singleness of the hypostasis? But if the same one, being one, operated dually, then the number of persons is not brought in with the number of operations. But if singly, on account of the singleness of the person, the account about this will receive the same absurdities in the same cases. For if the operation is hypostatic, with the multitude of the hypostases the difference of the operations too will be contemplated together.
PYRRHUS. It is not wholly so that, since he operated dually, his operations were two; but since he who operated was one, it was one.
MAXIMUS. Another might say this to thee about the natures too: that not since his nature is twofold would the natures also already be and be called two; but since his hypostasis was one, his nature is and is called one. But, to pass over all that can be said about this: saying one operation, of what sort do you deem it right to call it? Divine, or human, or neither? But if divine, you call Christ God only; if human, not God at all, but man only, a mere man; if neither of these, you lay down as doctrine that Christ is neither God nor man, but without existence.
PYRRHUS. Saying one operation of the Godhead of Christ and of the manhood that is his, we say that it belongs to him not by principle of nature, but by mode of union.
MAXIMUS. If, according to your account, the operation accrued to him from the union, then before the union he was without operation; and, according to you, he suffered tyranny when he created. And again, if operating accrued to him from the union, and the Father and the Holy Spirit were not united according to hypostasis to flesh, then they are not operative. And if not operative, neither are they creators; not to say that they do not exist at all.
Καὶ πάλιν, ἐπειδὴ ἡ ἕνωσις σχέσις ἐστὶ, καὶ οὐ 341πρᾶγμα, σχέσις ἄρα, καὶ οὐ πρᾶγμα ἡ τοῦ Χριστοῦ ἐνέργεια. Ἔτι τε, ἢ κτιστὴν, ἢ ἄκτιστον λέγειν ταύτην ἀναγκασθήσεσθε· ἐπειδὴ μέσον κτιστῆς καὶ ἀκτίστου οὐδεμία ὑπάρχει τὸ σύνολον. Καὶ εἰ μὲν κτιστὴν αὐτὴν φήσετε, κτιστὴν καὶ μόνην δηλώσει φύσιν· εἰ δὲ ἄκτιστον. ἄκτιστον καὶ μόνην χαρακτηρίσει φύσιν· δεῖ γὰρ πάντως κατάλληλα ταῖς φύσεσι τὰ φυσικὰ εἶναι· καὶ πῶς ἂν δυνατὸν, τῆς κτιστῆς φύσεως καὶ ἠργμένης, ἄκτιστον εἶναι τὴν ἐνέργειαν, ἄναρχόν τε, καὶ ἄπειρον, καὶ δημιουργὸν, καὶ συνεκτικήν; ἢ πῶς ἀκτίστου καὶ ἀνάρχου, κτιστὴν, καὶ ἠργμένην, καὶ πεπερασμένην, καὶ ὑφ᾿ ἑτέρας πρὸς τὸ ἀδιάλυτον εἶναι συνεχομένην;
ΠΥΡ. Οὐδὲ τὸ ἀποτέλεσμα τῶν ὑπὸ Χριστοῦ γενομένων ἔργων λέγοντας μίαν ἐνέργειαν, ἀποδέχῃ καὶ ὁμονοεῖς;
ΜΑΞ. Ἄλλης ἄλλο πράξεως ἀποτέλεσμα, καὶ οὐχ ἓν, ὡς ἐπὶ τῆς πεπυρακτωμένης ἐδείχθη μαχαίρας. Εἰ γὰρ καὶ ἥνωνται ἀλλήλαις, ἤ τε τοῦ πυρὸς, καὶ ἡ τοῦ ξίφους ἐνέργεια· ἀλλ᾿ ὁρῶμεν τὸ ἀποτέλεσμα τοῦ πυρὸς τὴν καῦσιν ὃν, καὶ τοῦ σιδήρου τὸ ἀποτέλεσμα τὴν τομήν· εἰ καὶ μὴ διῄρηνται ἀλλήλων ἐν τῇ κεκαυμένῃ τομῇ, ἢ ἐν τῇ τετμημένῃ καύσει· ὥσπερ καὶ οὐρανοῦ ἄλλο, καὶ γῆς ἄλλο, καὶ ἡλίου ἄλλο. Οὐ δυνατὸν οὖν ἓν λέγειν ἀποτέλεσμα, εἰ μηδ᾿ ἂν μία εἴη καὶ μόνον ἡ πρᾶξις. Εἰ οὖν πρὸς τὸ ἀποτέλεσμα τῶν ὑπὸ Χριστοῦ γενομένων ἔργων ἀπιδόντες μίαν ἐνέργειαν ἐδογματίσατε, ἢ καὶ μίαν πρᾶξιν δογματίσατε· ἢ διὰ τὰς ἀπείρους πράξεις, ἀπείρους καὶ τὰς ἐνεργείας. Πλὴν περὶ τῶν ἔργων ἡμῖν ἐστι τὸ ζητούμενον· οὐ γὰρ περὶ τῶν ἔξω Χριστοῦ ἐστιν ὁ λόγος ἡμῖν, ἀλλὰ περὶ τῶν ἐν αὐτῷ τῷ Χριστῷ· τουτέστι περὶ τοῦ φυσικοῦ τῶν οὐσιῶν τοῦ Χριστοῦ λόγου, εἴτε ἐλλιπὴς ἐκ τῆς ἑνώσεως, εἴτε ἀνελλιπὴς μεμένηκε· καὶ εἰ ἐλλιπὴς, εἰ δυνατὸν ἐλλιποῦς φύσεως ὕπαρξιν εἶναι· εἰ δὲ ἀνελλιπὴς, εἰ ἐν αὐτῷ, φημὶ δὴ τῷ συστατικῷ τῆς οὐσίας λόγῳ, ἡ ἐνέργεια θεωρεῖται, ἢ τῶν ἐκτὸς τυγχάνει. Ἀλλ᾿, ὅτι μὲν οὐ τῶν ἐκτὸς τυγχάνει ἡ κατὰ φύσιν ἐνέργεια, δῆλον ἐκ τοῦ ἄνευ μὲν τῶν ἔργων δύνασθαι τὴν φύσιν εἶναι· ἄνευ δὲ τῆς κατὰ φύσιν ἐνεργείας, οὔτε εἶναι τὴν φύσιν, οὔτε γινώσκεσθαι δυνατόν. Οἷς γὰρ ἕκαστον φυσικῶς ἐνεργεῖ, πιστοῦται ὅπερ ἐστὶ μὴ τρεπόμενον.
And again, since the union is a relation and not 341a thing, then the operation of Christ is a relation and not a thing.
Moreover, you will be forced to call it either created or uncreated; since between created and uncreated there is no middle operation at all. And if you say it is created, it will make known a created nature only; if uncreated, it will characterize an uncreated nature only; for the natural things must wholly be congruent with the natures. And how could it be possible, of a nature created and begun, that the operation be uncreated, both without beginning and infinite and creative and sustaining? Or how, of one uncreated and without beginning, that it be created and begun and limited and held together by another so as not to be dissolved?
PYRRHUS. Dost thou not accept and agree with those either who call the result of the works done by Christ one operation?
MAXIMUS. Of one action one result, of another another, and not one, as was shown in the case of the red-hot sword. For even if the operation of the fire and that of the sword are united with each other, yet we see the result of the fire to be the burning, and the result of the iron the cutting; even if they are not divided from each other in the burnt cutting, or in the cut burning; just as there is one result of heaven, another of earth, and another of the sun. It is not possible then to call the result one, unless the action too be one and only. If then, looking to the result of the works done by Christ, you have laid down one operation as doctrine, either lay down as doctrine one action too; or, on account of the infinite actions, infinite operations too. But what we are inquiring into is not about the works; for our account is not about the things outside Christ, but about those in Christ himself; that is, about the natural principle of the essences of Christ, whether it has remained deficient from the union, or undeficient; and if deficient, whether it is possible for there to be existence of a deficient nature; and if undeficient, whether in it, I mean in the constitutive principle of the essence, the operation is contemplated, or it is among the things outside. But that the operation according to nature is not among the things outside is clear from the fact that the nature can be without the works, but without the operation according to nature it is possible for the nature neither to be nor to be known. For by the things in which each thing operates naturally, it is credited as being what it is, unchanged.
Ὁπόταν Marg. Fr. Τὴν ἀναπλασθεῖσαν αὐτοῖς μίαν ἐνέργειαν· οὐ πρὸς τὸ ἔργον ἀπιδόντες, ἀλλὰ πρὸς τὸν λόγον τῶν ἑνωθεισῶν οὐσιῶν ἀναπλάσαντες ταύτην· ἣν ὁ μέγας τραγέλαφον ἐκάλεσεν ἐνέργειαν, ὡς ἐπινοηματικὴν καὶ ἀνύπαρκτον· Fictam ab eis unam operationem, non ad opus respiciendo, sed ad rationem unitarum substantiarum, eam confingentes; vir magnus hircocervum vocarit, ut rationis figmentum, ac quod exsistentia careat et nihil sit. οὐδὲ πρὸς ἔργον ἀντιδόντες, τὴν ἀναπλασθεῖσαν ὑμῖν τραγελάφου δίκην μίαν ἐνέργειαν ἐδογματίσατε, ἀλλὰ πρὸς τὸν φυσικὸν τῶν ἑνωθεισῶν οὐσιῶν λόγον· καὶ τούτου πίστις ἀψευδὴς τὰ ὑπὸ Κύρου μὲν δογματισθέντα κεφάλαια, ὑφ᾿ ὑμῶν
344δὲ προσηνῶς, καὶ λίαν ἀσπασίως δεχθέντα· ἐν οἷς καὶ μίαν δογματίσας, τῇ αὐτῇ ἔφη ἐνεργῆσαι τά τε θεῖα καὶ τὰ ἀνθρώπινα· οὐ μόνον τῇ ἁγίᾳ Γραφῇ, καὶ τοῖς ἁγίοις Πατράσι μαχόμενος, ἀλλὰ καὶ αὐτῇ τῇ τῶν γεγονότων φύσει. Οὐδὲν γὰρ τῶν ὄντων, ἐν τοῖς κατὰ φύσιν μένον, τὰ ἐναντία ποιεῖν πέφυκεν. Οὐ γὰρ θερμαίνει τὸ πῦρ καὶ ψύχει· οὔτε ψύχει ἡ κρύσταλλος καὶ θερμαίνει· οὔτε ξηραίνει ἡ γῆ καὶ ὑγραίνει· οὔτε ὑγραίνει τὸ ὕδωρ καὶ ξηραίνει. Εἰ οὖν ἐπ᾿ οὐδενὸς τῶν ὄντων τοῦτο θεωρεῖται, πῶς τὸν σαρκωθέντα Λόγον καὶ οὐσιωδῶς γενόμενον ἄνθρωπον, μιᾷ ἐνεργείᾳ τά τε θαύματα καὶ τὰ πάθη λόγῳ φύσεως ἀλλήλων διαφέροντα, ἐπιτελέσαι λέγοντες, οὐ δεδοίκατε;
ΠΥΡ. Τί οὖν ἐναντία τῆς νῦν ἐκ τῆς ζητήσεως ἀναφανείσης εὐσεβοῦς ἐννοίας, ὁ τῆς Ἐκκλησίας εὐσεβείας 336. φωστὴρ Κύριλλος ἐδογμάτισε Tom. IV in Joan., «μίαν συγγενῆ δι᾿ ἀμφοῖν ἐπιδεδειγμένον ἐνέργειαν,» τὸν Χριστὸν δηλαδὴ, φήσας;
ΜΑΞ. Οὐ μάχεται ὅλως ἡ παροῦσα χρῆσις ταῖς δύο ἐνεργείαις· τουναντίον δὲ, καὶ συνίστησιν. Οὐ γὰρ μίαν φυσικὴν ἐνέργειαν τῆς θεότητος τοῦ Χριστοῦ ἔφη, καὶ τῆς αὐτοῦ ἀνθρωπότητος· ἐπεὶ οὐκ ἂν ἀλλαχοῦ ἔλεγεν, ὅτι «Ποιητοῦ καὶ ποιήματος μίαν ἐνέργειαν, οὐκ ἄν τις δοίη σωφρονῶν·» ἀλλὰ δεῖξαι βουλόμενος μίαν τῆς θεότητος οὖσαν τὴν ἐνέργειαν, καὶ ἄνευ σαρκὸς, καὶ μετὰ σαρκός. Ὡς εἴ τις μίαν τοῦ πυρὸς ἐνέργειαν μετὰ ὕλης καὶ ἄνευ τῆς ὕλης δεῖξαι θέλων, φήσειεν, ὅτι τὸ πῦρ καὶ ἄνευ ὕλης καὶ μετὰ ὕλης καίει. Οὕτω καὶ ὁ Πατὴρ οὐ μίαν τὴν τῶν δύο φύσεων εἶπεν ἐνέργειαν· ἀλλὰ μίαν τὴν ἐνέργειαν εἶπε τὴν θείαν καὶ τὴν Πατρικὴν, οὐσιωδῶς ἐνυπάρχουσαν τῷ σαρκωθέντι Θεῷ Λόγῳ, καθ᾿ ἣν οὐ παντουργῷ μόνον προστάγματι τὰς θεοσημίας ἀσωμάτως ἐτέλει, καθὼς αὐτός φησιν· εἴπερ καὶ μετὰ σάρκωσιν ὁμοεργός ἐστι τῷ οἰκείῳ γεννήτορι, ἀσωμάτως ἐνεργοῦντι· ἀλλὰ καὶ τῇ τῆς οἰκείας σαρκὸς ἁφῇ ταύτας ἐδείκνυ σωματικῶς. Τοῦτο γὰρ βούλεται τὸ, «Δι᾿ ἀμφοῖν.» Ὡς συγγενῶς ἔχειν κατὰ τὴν φύσιν διὰ λόγου, καὶ παντουργοῦ προστάγματος γενομένην τὴν ζώωσιν τῆς παιδὸς, ἢ τὴν ἀνάβλεψιν τοῦ τυφλοῦ, ἢ τὴν εὐλογίαν τῶν ἄρτων, ἢ τὴν κάθαρσιν τοῦ λεπροῦ, πρὸς τὴν διὰ τῆς ἁφῆς σωματικῶς τελουμένην· ἵνα ἀποδείξῃ καὶ τὴν σάρκα ζωοποιὸν, ὡς αὐτοῦ κυρίως, καὶ οὐκ ἄλλου ὑπάρχουσαν, τῇ πρὸς αὐτὸν ἀκραιφνεῖ ἑνώσει.
Whereas you laid down as doctrine the one operation, fashioned by you after the manner of a goat-stag, looking not to the work, but to the natural principle of the united essences; and of this an unfailing proof is the chapters laid down as doctrine by Cyrus, and by you
344received mildly and very gladly; in which, laying down one operation as doctrine, he said that by the same he operated both the divine things and the human, fighting not only with holy Scripture and the holy Fathers, but also with the very nature of the things that have come to be. For none of the things that are, while remaining in what is according to nature, is naturally constituted to do contraries. For fire does not heat and cool; nor does ice cool and heat; nor does earth dry and moisten; nor does water moisten and dry. If then this is contemplated in none of the things that are, how are you not afraid to say that the incarnate Word, who became man essentially, accomplished by one operation both the miracles and the passions, which differ from each other by principle of nature?
PYRRHUS. Why then did Cyril, the luminary of the Church, lay down as doctrine things contrary to the pious concept that has now come to light from the inquiry, saying that he, Christ, that is, «displayed one kindred operation through both»?
MAXIMUS. The present testimony does not fight at all with the two operations; on the contrary, it even establishes them. For he did not say one natural operation of the Godhead of Christ and of his manhood; since otherwise he would not have said elsewhere that «One operation of maker and thing made no one in his right mind would grant»; but he said it wishing to show that the operation of the Godhead is one, both without flesh and with flesh. As if someone, wishing to show that the operation of fire is one with matter and without matter, should say that fire burns both without matter and with matter. So too the Father did not say one operation of the two natures; but he called one the divine and paternal operation, which exists essentially in the incarnate God Word, by which he not only accomplished the divine signs incorporeally by an all-working command, as he himself says, since even after the incarnation he is co-worker with his own Begetter, who operates incorporeally; but also showed them bodily by the touch of his own flesh. For this is what «Through both» means. So that the giving of life to the girl, or the recovery of sight of the blind man, or the blessing of the loaves, or the cleansing of the leper, done through word and all-working command, stands kindred according to nature to that which is accomplished bodily through touch; that he might demonstrate the flesh too to be life-giving, as being properly his and not another's, by the pure union with him.
Δι᾿ ἀμφοτέρων γὰρ τούτων, προστάγματός φημι καὶ ἁφῆς, ἡ θεία ἐνέργεια δι᾿ αὐτῶν ἐγνωρίζετο τῶν πραγμάτων, μηδόλως τὴν καθ᾿ ἡμᾶς ἀνθρωπίνην, καὶ πάσχουσαν φυσικὴν τῆς σαρκὸς ἐνέργειαν παραβλάπτουσα· τοὐναντίον δὲ, συντηροῦσα αὐτὴν εἰς οἰκείαν ἔκφανσιν· ὥσπερ οὖν καὶ ψυχὴ, ὡς δι᾿ ὀργάνου τοῦ 345οἰκείου σώματος, καὶ τῆς αὐτοῦ φυσικῆς ἐνεργείας τὰ οἰκεῖα, καὶ τὴν ἑαυτῆς προσφέρει κατὰ φύσιν ἐνέργειαν. Ἤ τε γὰρ ἔκτασις τῆς χειρὸς καὶ ἡ ἁφὴ, καὶ ἡ κράτησις, καὶ ἡ κατ᾿ αὐτὴν τοῦ πηλοῦ μίξις καὶ ἡ τοῦ ἄρτου κλάσις· καὶ ἁπλῶς, πᾶν ὃ διὰ τῆς χειρὸς, ἢ ἑτέρου μέλους, ἢ μέρους τοῦ σώματος ἐτελεῖτο, τῆς φυσικῆς ἐνεργείας τῆς ἀνθρωπότητος τοῦ Χριστοῦ ὑπῆρχε· καθ᾿ ἣν, ὡς ἄνθρωπος, ἐνεργὴς ἦν αὐτὸς, ὁ φύσει Θεὸς, καὶ τὰ θεῖα φυσικῶς ἐνεργῶν· ὡς ἂν δι᾿ ἑκατέρων ἑκάτερα κατὰ φύσιν πιστώσηται, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον δίχα μόνης τῆς ἁμαρτίας ἑαυτὸν ὄντα κατ᾿ ἀλήθειαν δεικνύς. Οὐκ ἠγνόησεν οὖν ὁ Πατὴρ τὴν ἑκάστης φύσεως κατ᾿ ἐξαίρετον ἰδιότητα, καὶ τῶν ἄλλων φυσικῶν ἰδιωμάτων περιληπτικήν· τήν τε δημιουργικὴν φημι, καὶ τὴν ἐκ τῆς ψυχῆς ἐνδιδομένην τῷ σώματι αὐτοῦ, ζωτικὴν ἐνέργειαν· ἃς σώζων ἐν ἑαυτῷ ὁ σαρκωθεὶς Θεὸς Λόγος εὐκρινεῖς καὶ ἀσυγχύτους ἔδειξε· τὴν μὲν δημιουργικὴν, ἐν τῷ οὐσίαν καὶ ποιότητα καὶ ποσότητα δημιουργῆσαι· ἐξ ὧν, καὶ ἐν οἷς, καὶ ἅπερ ἡ τῶν ὄντων ὕπαρξις ἔστι τε καὶ θεωρεῖται. Εἰ γὰρ καὶ οἱ παρ᾿ Ἕλλησι φιλοσοφήσαντες εἰς δέκα κατατείνουσι λόγους τὰ ὄντα· ἀλλ᾿ οὖν τούτοις τὸ πᾶν συνέχεται καὶ περικλείεται· οὐσίαν μὲν, τοὺς λείποντας τοῦ τυφλοῦ ὀφθαλμοὺς ἀναπληρώσας· ποιότητα δὲ, τὸ ὕδωρ εἰς οἶνον μεταβαλών· ποσότητα δὲ, τοὺς ἄρτους αὐξήσας· τὴν δὲ ζωτικὴν ἐνέργειαν ἔδειξεν ἐν τῷ ἀναπνεῖν, λαλεῖν, ὁρᾷν, ἀκούειν, ἅπτεσθαι, ὀσφραίνεσθαι, ἐσθίειν καὶ πίνειν· χεῖρας κινεῖν, βαδίζειν, ὑπνοῦν, καὶ τὰ λοιπὰ, ὅσα ἐν πᾶσι τοῖς ὑπὸ τὴν φύσιν ἀπαραλλαξίαν τῆς κατὰ φύσιν ἐνδείκνυται ἐνεργείας.
ΠΥΡ. Εὐσεβῶς καὶ ἀβιάστως τὴν τοῦ Πατρὸς παρέστησας ἔννοιαν, οὐ μαχομένην, ἀλλὰ συμβαίνουσαν διὰ πάντων ταῖς δύο ἐνεργείαις. Τί δὲ περὶ τοῦ ἁγίου Διονυσίου φαμὲν, ἐν τῇ πρὸς Γάϊον τὸν θεραπευτὴν ἐπιστολῇ, φήσαντος, «Καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν, περὶ τοῦ Χριστοῦ, ἐν ἡμῖν πεπολιτευμένον;»
ΜΑΞ. Ἡ καινότης ποιότης ἐστὶν, ἢ ποσότης;
ΠΥΡ. Ποσότης.
ΜΑΞ.Οὐκοῦν καὶ φύσιν ἑαυτῇ συνεισάγει τοιαύτην· εἴπερ πάσης φύσεως ὅρος, ὁ τῆς οὐσιώδους αὐτῆς ἐνεργείας καθέστηκε λόγος. Οὐ μόνον δὲ, ἀλλὰ καὶ ὅταν λέγῃ ὁ Ἀπόστολος, Ἰδοὺ γέγονε τὰ πάντα καινὰ, οὐδὲν ἕτερον λέγει, ἢ ὅτι, Ἰδοὺ γέγονε τὰ πάντα ἕν· εἴτε δὲ φύσει, εἴτε ἐνεργείᾳ τοῦτο καλεῖν βούλεσθε, τοῦτο τῆς ἡμῶν ἔστω ἐξουσίας.
For through both of these, I mean command and touch, the divine operation was made known through the very deeds, in no way harming the natural operation of the flesh, human as ours is and suffering; on the contrary, preserving it for its own manifestation; just as the soul too, through 345its own body as through an instrument, and through the body's natural operation, brings forward its own things and its own operation according to nature. For the stretching out of the hand, and the touch, and the grasping, and the mixing of the clay by it, and the breaking of the bread; and simply, all that was accomplished through the hand or another member or part of the body, belonged to the natural operation of the manhood of Christ; according to which, as man, he himself was operative, he who is God by nature and operates the divine things naturally too; so that through each he might confirm each according to nature, showing himself to be in truth perfect God and perfect man, apart from sin alone.
The Father then was not ignorant of the pre-eminent property of each nature, the one comprehensive of the other natural idioms: I mean the creative operation, and the vital operation given from the soul to his body; which the incarnate God Word, preserving in himself, showed distinct and unconfused: the creative, in creating essence and quality and quantity, from which, and in which, and which the existence of the things that are both is and is contemplated. For even if those who philosophized among the Greeks draw out the things that are into ten principles, yet by these the whole is held together and enclosed. Essence, by filling up the lacking eyes of the blind man; quality, by converting the water into wine; quantity, by increasing the loaves; and the vital operation he showed in breathing, speaking, seeing, hearing, touching, smelling, eating and drinking; moving the hands, walking, sleeping, and the rest, as many as display in all those under the nature the invariance of the operation according to nature.
PYRRHUS. Piously and without forcing hast thou set out the Father's concept, as not fighting with, but concurring through all things with, the two operations. But what do we say about holy Dionysius, who said in the letter to Gaius the therapeut of Christ, that he «conducted among us a certain new theandric operation»?
MAXIMUS. Is newness a quality or a quantity?
PYRRHUS. A quantity.
MAXIMUS. Then it also brings in with itself a nature of the same sort; since the definition of every nature stands as the principle of its essential operation. And not only so; but also when the Apostle says, Behold, all things have become new, II Cor. v, 17. he says nothing other than, Behold, all things have become one; and whether you wish to call this by nature or by operation, let this be in our power.
Εἰ δὲ ποιότης ἐστὶν ἡ καινότης, οὐ μίαν δηλοῖ ἐνέργειαν, ἀλλὰ τὸν καινὸν καὶ ἀπόῤῥητον τρόπον τῆς τῶν φυσικῶν τοῦ Χριστοῦ ἐνεργειῶν ἐκφάνσεως, τῷ ἀποῤῥήτῳ τρόπῳ τῆς εἰς ἀλλήλας τῶν Χριστοῦ φύσεων περιχωρήσεως προσφόρως, καὶ τὴν κατὰ ἄνθρωπον αὐτοῦ πολιτείαν, ξένην οὖσαν καὶ παράδοξον, καὶ τῇ 348φύσει τῶν ὄντων ἄγνωστον, καὶ τὸν τρόπον τῆς κατὰ τὴν ἀπόῤῥητον ἕνωσιν ἀντιδόσεως.
ΠΥΡ. Οὔτε ἡ θεανδρικὴ μίαν δηλοῖ;
ΜΑΞ. Οὐχί· τοὐναντίον γὰρ περιφραστικῶς ἡ φωνὴ διὰ τῶν ἀριθμουμένων φύσεων τὰς αὐτῶν ἐνεργείας παραδέδωκεν· εἴπερ ἀποφάσει τῶν ἄκρων, οὐδέν ἐστι μέσον ἐπὶ Χριστοῦ. Εἰ δὲ μίαν δηλοῖ, ἄλλην παρὰ τὴν τοῦ Πατρὸς, ὡς Θεὸς Fr. ὡς Θεοῦ., ὁ Χριστὸς ἕξει τὴν ἐνέργειαν. Ἄλλης οὖν παρὰ τὸν Πατέρα ἐνεργείας ἔσται ὁ Υἱός· εἴπερ ἡ τοῦ Πατρὸς οὐκ ἔστι θεανδρική· μετὰ τὸ καὶ θεανδρικὴν χαρακτηρίζειν φύσιν καὶ συνιστᾷν. Ἡ γὰρ ἐνέργεια, φυσικὴ οὖσα, φύσεως ὑπάρχει συστατικὸς καὶ ἔμφυτος χαρακτήρ. Καὶ οἱ τὰ περὶ τούτων δὲ σκέμματα διαλαβόντες, ἕτερον γένος εἶναι τῆς ποσότητος, καὶ ἕτερον τῆς ποιότητος εἶπον.
ΠΥΡ. Οὔτε ποσότης, οὔτε ποιότης ἐστὶν ἡ καινότης· ἀλλ᾿ οὐσία.
ΜΑΞ. Θαυμάζω πῶς τοῦτο εἰπεῖν ἐθάῤῥησας. Τῇ οὐσίᾳ τί ἀντιδιαστέλλεται;
ΠΥΡ. Τὸ μὴ ὄν.
ΜΑΞ. Τί δὲ τῇ καινότητι;
ΠΥΡ. Ἡ παλαιότης.
ΜΑΞ. Ὥστε οὖν οὐκ οὐσία ἡ καινότης, ἀλλὰ ποιότης. Πῶς δὲ, εἰ πρὸς μίαν ἐνέργειαν ἐκληψόμεθα τὴν φωνὴν, οὐχ ἑαυτῷ οὕτω γε, καὶ τοῖς λοιποῖς Πατράσιν, ἐναντιούμενον εἰσάγομεν τὸν θεοφάντορα τοῦτον διδάσκαλον; Πάντες γὰρ διαῤῥήδην κοινῇ καὶ εἶπον καὶ ἐδίδαξαν, τὰ τῆς αὐτῆς ὄντα οὐσίας, καὶ τῆς αὐτῆς εἶναι ἐνεργείας· καὶ τὰ τῆς αὐτῆς ὄντα ἐνεργείας, τῆς αὐτῆς εἶναι οὐσίας· καὶ ὅτι τὰ τῇ οὐσίᾳ διαφέροντα, καὶ τῇ ἐνεργείᾳ διαφέρουσι· καὶ τὰ τῇ ἐνεργείᾳ διαφέροντα, καὶ τῇ οὐσίᾳ διαφέρουσιν.
ΠΥΡ. Τοῦτο ἐπὶ τῆς θεολογίας τοῖς Πατράσιν, οὐ μὴν καὶ ἐπὶ τῆς οἰκονομίας εἴρηται. Ὅθεν οὐδὲ φιλαλήθους διανοίας καθέστηκε, τὰ ἐπὶ τῆς θεολογίας αὐτοῖς εἰρημένα, μετάγειν ἐπὶ τῆς οἰκονομίας, καὶ τὴν τοιαύτην συνεισαγαγεῖν ἀτοπίαν.
ΜΑΞ. Εἰ ἐπὶ τῆς θεολογίας μόνον εἴρηται τοῖς Πατράσιν, οὐκ ἄρα μετὰ τὴν σάρκωσιν, καθ᾿ ὑμᾶς, συνθεολογεῖται ὁ Υἱὸς τῷ Πατρί. Εἰ δὲ οὐ συνθεολογεῖται, οὐδὲ συναριθμεῖται κατὰ τὴν ἐπίκλησιν τοῦ βαπτίσματος· καὶ εὑρεθήσεται κενὴ ἡ πίστις καὶ τὸ κήρυγμα. Καὶ πάλιν, εἰ οὐ συνθεολογεῖται μετὰ τὴν σάρκωσιν ὁ Υἱὸς τῷ Πατρὶ, οὔτε τῆς αὐτῆς ἔσται οὐσίας· τὰ γὰρ τῷ λόγῳ διαφέροντα, καὶ τῇ φύσει διοίσει πάντως. Καὶ πάλιν, εἰ οὐ συνθεολογεῖται ὁ Υἱὸς τῷ Πατρὶ μετὰ τὴν σάρκωσιν, τίνι ἀπονείμωμεν τὸ, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι; Καί· Ἃ ἂν βλέπῃ τὸν Πατέρα ποιοῦντα, καὶ ταῦτα καὶ 270. ὁ Υἱὸς ὁμοίως ποιεῖ;
But if newness is a quality, it does not signify one operation, but the new and ineffable mode of the manifestation of the natural operations of Christ, fittingly to the ineffable mode of the interpenetration of Christ's natures into each other, and his way of life as man, which is strange and paradoxical, and unknown to the 348nature of the things that are, and the mode of the exchange according to the ineffable union.
PYRRHUS. Does not the theandric either signify one?
MAXIMUS. No; on the contrary, the term, by periphrasis, has handed down through the natures that are numbered their operations; since, by negation of the extremes, there is no middle in Christ. But if it signifies one, Christ, as God, will have the operation other than that of the Father. The Son then will be of an operation other than the Father; since that of the Father is not theandric; besides its also characterizing and constituting a theandric nature. For the operation, being natural, is the constitutive and innate character of a nature. And those who took up the considerations about these things said that the genus of quantity is one, and that of quality another.
PYRRHUS. Newness is neither quantity nor quality, but essence.
MAXIMUS. I marvel how thou hast dared to say this. What is set in contradistinction to essence?
PYRRHUS. Not-being.
MAXIMUS. And what to newness?
PYRRHUS. Oldness.
MAXIMUS. So then newness is not essence, but quality. And how, if we take the term to mean one operation, do we not in this way bring in this God-revealing teacher as contrary both to himself and to the other Fathers? For all, expressly and in common, both said and taught that things that are of the same essence are also of the same operation; and things that are of the same operation are of the same essence; and that things differing in essence differ in operation too; and things differing in operation differ in essence too.
PYRRHUS. This was said by the Fathers in the case of theology, not however in the case of the economy. Whence it does not stand with a truth-loving understanding to transfer to the economy what was said by them in the case of theology, and to bring in with it such an absurdity.
MAXIMUS. If it was said by the Fathers in the case of theology only, then after the incarnation, according to you, the Son is not theologized together with the Father. And if he is not theologized together, neither is he numbered together in the invocation of baptism; and faith and preaching will be found empty.
And again, if after the incarnation the Son is not theologized together with the Father, neither will he be of the same essence; for things differing in principle will wholly differ in nature too.
And again, if the Son is not theologized together with the Father after the incarnation, to whom shall we assign, My Father is working until now, and I am working? Joan. v, 17. And, Whatever he sees the Father doing, the Son also does likewise? ibid. 19.
Καί· Εἰ ἐμοὶ οὐ πιστεύσΤ 349τε, τοῖς ἔργοις μου πιστεύσατε; Καί· Τὰ ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ; Καί· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτω καὶ Υἱὸς, οὓς θέλει, ζῳοποιεῖ; Ταῦτα γὰρ πάντα, οὐ μόνον τῆς αὐτῆς ὄντα οὐσίας καὶ μετὰ σάρκωσιν τῷ Πατρὶ δείκνυσιν αὐτὸν, ἀλλὰ καὶ τῆς αὐτῆς ἐνεργείας. Καὶ πάλιν, εἰ ἡ περὶ τὰ ὄντα πρόνοια ἐνέργεια Θεοῦ τυγχάνει· αὕτη δὲ οὐ μόνον Πατρὸς καὶ Πνεύματος, ἀλλὰ καὶ Υἱοῦ καὶ μετὰ σάρκωσίν ἐστιν· ἄρα καὶ τῆς αὐτῆς ἐστιν ἐνεργείας τῷ Πατρὶ καὶ μετὰ σάρκωσιν. Καὶ πάλιν, εἰ τὰ θαύματα ἐνέργεια Θεοῦ τυγχάνει· ἐκ δὲ τῶν θαυμάτων τῆς αὐτῆς ὄντα οὐσίας τῷ Πατρὶ ἐγνώκαμεν· ἄρα ἐκ τῆς αὐτῆς ἐνεργείας τῆς αὐτῆς ὢν τῷ Πατρὶ ἐδείχθη οὐσίας· καὶ συνθεολο-Β γεῖται αὐτῷ καὶ μετὰ σάρκωσιν. Καὶ πάλιν, εἰ οὐσιωδῶς πρόσεστι τῷ Θεῷ ἡ δημιουργικὴ ἐνέργεια· τὰ δὲ οὐσιωδῶς προσόντα, καὶ ἀναφαίρετα· ἀνάγκη αὐτοὺς, ἢ τῆς αὐτῆς τῷ Πατρὶ καὶ μετὰ σάρκωσιν ἐνεργείας αὐτὸν οὐ λέγοντας, μηδὲ τῆς αὐτῆς αὐτῷ λέγειν οὐσίας εἶναι· ἔνθα γὰρ ἡ κατὰ φύσιν ἐνέργεια οὐκ ἔστιν, οὐδὲ ἡ φύσις ἔσται ποτ᾿ ἄν· ἢ τῆς αὐτῆς αὐτῷ λέγοντας αὐτὸν οὐσίας, καὶ τῆς αὐτῆς λέγειν ἐνεργείας, καὶ συνθεολογεῖν τῷ Πατρὶ καὶ μετὰ σάρκωσιν· ἔνθα γὰρ ἡ φύσις, ἐκεῖ καὶ ἡ κοινὴ κατ᾿ αὐτὴν ἀπαραλείπτως ἔσται ἐνέργεια.
ΠΥΡ. Οὐκ ἐπ᾿ ἀναιρέσει τῆς ἀνθρωπίνης ἐνεργείας τὴν μίαν λέγομεν ἐνέργειαν· ἀλλ᾿ ἐπειδὴ ἀντιδιαστελλομένη τῇ θείᾳ ἐνεργείᾳ, πάθος λέγεται κατὰ τοῦτο.
ΜΑΞ. Κατὰ τοῦτον τὸν λόγον, καὶ οἱ μίαν φύσιν λέγοντες, οὐκ ἐπ᾿ ἀναιρέσει τῆς ἀνθρωπίνης ταύτην λέγουσιν· ἀλλ᾿ ἐπειδὴ ἀντιδιαστελλομένη ἡ φύσις τῇ θείᾳ παθητικὴ λέγεται κατὰ τοῦτο.
ΠΥΡ. Τί οὖν; οὐ τῇ πρὸς τὴν θείαν ἐνέργειαν διαστολῇ οἱ Πατέρες πάθος τὴν ἀνθρωπίνην προσηγόρευσαν κίνησιν;
ΜΑΞ. Μὴ γένοιτο· οὐδενὸς γὰρ, καθόλου φάναι, ὕπαρξις ἐκ παραθέσεως, ἢ ἐκ συγκρίσεως γινώσκεται ἢ ὁρίζεται· ἢ οὕτω δ᾿ ἂν ἀλληλαίτια εὑρεθήσονται ὄντα τὰ πράγματα. Εἰ γὰρ διὰ τὸ ἐνέργειαν εἶναι τὴν θείαν κίνησιν, ἡ ἀνθρωπίνη πάθος ἐστί· πάντως καὶ διὰ τὸ ἀγαθὴν εἶναι τὴν θείαν φύσιν, πονηρὰ ἔσται ἡ ἀνθρωπίνη. Ὁμοίως δὲ καὶ κατὰ τὴν σὺν ἀντιθέσει ἀντιστροφὴν, διὰ τὸ πάθος λέγεσθαι τὴν ἀνθρωπίνην κίνησιν, ἡ θεία κίνησις ἐνέργεια λέγεται· καὶ διὰ τὸ πονηρὰν εἶναι τὴν ἀνθρωπίνην φύσιν Fr. κίνησιν, emendatum tamen φύσιν., ἀγαθὴ ἔσται ἡ θεία. Ἀλλ᾿ ἄπαγε· πολλῆς γὰρ ὄντως ἀβελτηρίας ἐστὶ ταῦτα.
ΠΥΡ.
And, If you do not believe me, 349believe my works? Joan. x, 38. And, The works that I do bear witness about me? ibid. 25. And, As the Father raises the dead and gives them life, so the Son too gives life to whom he wills? Joan. v, 21. For all these show him not only being of the same essence with the Father even after the incarnation, but also of the same operation.
And again, if the providence over the things that are is an operation of God, and this is not only of the Father and the Spirit but also of the Son, even after the incarnation, then he is of the same operation with the Father even after the incarnation.
And again, if the miracles are an operation of God, and from the miracles we have known him to be of the same essence with the Father, then from the same operation he was shown to be of the same essence with the Father; and he is theologized together with him even after the incarnation.
And again, if the creative operation belongs essentially to God, and what belongs essentially is also not to be taken away, it is necessary that they either, not saying that he is of the same operation with the Father even after the incarnation, should not say either that he is of the same essence with him (for where the operation according to nature is not, neither will the nature ever be); or, saying that he is of the same essence with him, should say also of the same operation, and theologize him together with the Father even after the incarnation; for where the nature is, there also will be, without omission, the operation common according to it.
PYRRHUS. We do not say the one operation for the destruction of the human operation; but because, set in contradistinction to the divine operation, it is called passion on this account.
MAXIMUS. By this account, those who say one nature also do not say it for the destruction of the human; but because the nature, set in contradistinction to the divine, is called passible on this account.
PYRRHUS. What then? Did not the Fathers, by the demarcation from the divine operation, call the human movement passion?
MAXIMUS. God forbid. For the existence of nothing, to speak generally, is known or defined from juxtaposition or from comparison; or else in this way things will be found to be causes of each other. For if, on account of the divine movement being operation, the human is passion, then wholly too, on account of the divine nature being good, the human will be wicked. And likewise, by the reciprocation with contrariety, on account of the human movement being called passion, the divine movement is called operation; and on account of the human nature being wicked, the divine will be good. But away with it! for these things are truly of much stupidity.
PYRRHUS. What then?
Τί οὖν; οὐκ ὠνόμασαν πάθος τὴν ἀνθρωπίνην κίνησιν οἱ Πατέρες;
352ΜΑΞ. Πολυτρόπως αὐτὴν πρὸς τὰς ὑποκειμένας δηλονότι ἐννοίας, ὠνόμασαν.
ΠΥΡ. Πῶς τοῦτο λέγεις;
ΜΑΞ. Προσηγόρευσαν αὐτὴν καὶ δύναμιν, καὶ ἐνέργειαν, καὶ διαφορὰν, καὶ κίνησιν, καὶ ἰδιότητα, καὶ ποιότητα, καὶ πάθος, οὐ κατὰ ἀντιδιαστολὴν τῆς θείας· ἀλλ᾿ ὡς μὲν συνεκτικὴν ἀναλλοίωτον, δύναμιν· ὡς δὲ χαρακτηριστικὴν καὶ τὴν ἐν πᾶσι τοῖς ὁμοειδέσιν ἀπαραλλαξίαν ἐκφαίνουσαν, ἐνέργειαν· ὡς δὲ ἀφοριστικὴν, διαφοράν· ὡς δὲ ἐνδεικτικὴν, κίνησιν· ὡς δὲ συστατικὴν, καὶ μόνῃ αὐτῇ καὶ οὐκ ἄλλῃ προσοῦσαν, ἰδιότητα· ὡς δὲ εἰδοποιὸν, ποιότητα· ὡς δὲ κινουμένην, πάθος. Πάντα γὰρ τὰ ἐκ Θεοῦ, καὶ μετὰ Θεὸν, πάσχει τῷ κινεῖσθαι, ὡς μὴ ὄντα αὐτοκίνησις, ἢ αὐτοδύναμις· οὐ κατὰ ἀντιδιαστολὴν οὖν, ὡς εἴρηται, ἀλλὰ διὰ τὸν δημιουργικῶς αὐτοῖς ἐντεθέντα παρὰ τῆς τὸ πᾶν συστησαμένης αἰτίας λόγον. Ὅθεν καὶ μετὰ τῆς θείας συνεκφωνοῦντες αὐτὴν, ἐνέργειαν προσηγόρευσάν. Ὁ γὰρ εἰπὼν, «Ἐνεργεῖ γὰρ ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας,» τί ἕτερον πεποίηκεν; ἢ ὁ εἰπών Leo papa ad Flavian., etc. Greg. Nyss., Cyril., etc.· «Καὶ γὰρ τεσσαράκοντα ἡμέρας ἀπόσιτος διαμείνας μείνας. 620, 636, 270., ὕστερον ἐπείνασεν· ἔδωκε γὰρ τῇ φύσει, ὅτε ἠθέλησε, τὰ ἴδια ἐνεργῆσαι;» ἢ οἱ διάφορον αὐτοῦ φήσαντες ἐνέργειαν; ἢ οἱ διπλῆν, ἢ οἱ ἄλλην καὶ ἄλλην;
ΠΥΡ. Ἐπ᾿ ἀληθείας, καὶ ἡ περὶ τῶν ἐνεργειῶν ζήτησις ἄτοπον ἔδειξε τὴν μίαν ἐνέργειαν, καθ᾿ οἱονδήποτε τρόπον ἐπὶ Χριστοῦ λεγομένην. Ἀλλὰ συγγνώμην αἰτῶ καὶ ὑπὲρ ἐμαυτοῦ, καὶ τῶν προλαβόντων. Ἐξ ἀγνοίας γὰρ εἰς τὰς ἀτόπους ταύτας ἐξηνέχθημεν ἐννοίας καὶ ἐπιχειρήσεις· καὶ παρακαλῶ εὑρεῖν τρόπον, ἵνα καὶ ἡ ἐπείσακτος αὕτη ἀτοπία καταργηθῇ, καὶ ἡ μνήμη τῶν προλαβόντων φυλαχθῇ.
ΜΑΞ. Ἄλλος οὐκ ἔστι τρόπος, ἢ παρασιωπηθῆναι μὲν τὰ πρόσωπα· ἀναθεματισθῆναι δὲ τὰ τοιαῦτα δόγματα.
ΠΥΡ. Ἀλλ᾿ εἰ τοῦτο γένηται, εὑρίσκονται τούτοις συνεκβαλλόμενοι, Σέργιός τε, καὶ ἡ ἐπὶ ἐμοῦ γενομένη σύνοδος.
ΜΑΞ. Θαυμάζειν ὕπεστί μοι, πῶς σύνοδον ἀποκαλεῖς, τὴν μὴ κατὰ νόμους καὶ κανόνας συνοδικοὺς ἢ θεσμοὺς γενομένην ἐκκλησιαστικούς· οὔτε γὰρ ἡ ἐπιστολὴ ἐγκύκλιος κατὰ συναίνεσιν τῶν πατριαρχῶν γέγονεν· οὔτε τόπος ἢ ἡμέρα ὑπαντήσεως ὡρίσθη. Οὐκ εἰσαγώγιμός τις ἢ κατήγορος ἦν. Συστατικὰς οἱ συνελθόντες οὐκ εἶχον, οὔτε οἱ ἐπίσκοποι ἀπὸ τῶν μητροπολιτῶν, οὔτε οἱ μητροπολῖται ἀπὸ τῶν πατριαρχῶν. Οὐκ ἐπιστολαὶ ἢ τοποτηρηταὶ, ἀπὸ τῶν ἄλλων πατριαρχῶν ἐπέμφθησαν. Τίς οὖν λόγου μεμοιραμένος μεμοιρημένος 602, μεμοιρηκώς 270., σύνοδον καλεῖν ἀνάσχοιτο, τὴν σκανδάλων καὶ διχονοίας ἅπασαν πληρώσασαν τὴν οἰκουμένην;
ΠΥΡ.
Did not the Fathers name the human movement passion?
352MAXIMUS. They named it in many ways, with reference, that is, to the concepts underlying it.
PYRRHUS. How dost thou say this?
MAXIMUS. They called it both power, and operation, and difference, and movement, and property, and quality, and passion; not by contradistinction to the divine; but as sustaining and unalterable, power; as characteristic and displaying the invariance in all things of the same species, operation; as distinguishing, difference; as indicative, movement; as constitutive and belonging to it alone and not to another, property; as form-giving, quality; as being moved, passion. For all the things from God and after God undergo passion by being moved, as not being self-movement or self-power. Not then by contradistinction, as has been said, but on account of the principle placed in them creatively by the cause that constituted the whole. Whence also, uttering it together with the divine, they called it operation. For he who said, «For each form operates with the communion of the other», what else has he done? Or he who said, «For having remained fasting forty days, he afterwards hungered; for he gave to the nature, when he willed, to operate its own things»? Or those who said his operation is different? Or those who said double? Or those who said one and another?
PYRRHUS. In truth, the inquiry about the operations too has shown the one operation to be absurd, in whatever mode it is said of Christ. But I ask pardon both for myself and for those who went before me. For from ignorance we were carried off into these absurd concepts and arguments; and I beg that a mode be found, that this imported absurdity may be abolished, and the memory of those who went before me be preserved.
MAXIMUS. There is no other mode than that the persons be passed over in silence, and such doctrines be anathematized.
PYRRHUS. But if this happens, Sergius and the synod held in my time are found to be cast out together with them.
MAXIMUS. It comes to me to marvel how thou callest a synod that which was not held according to synodical laws and canons or ecclesiastical ordinances. For neither was an encyclical letter issued by agreement of the patriarchs; nor was a place or day of meeting fixed. There was no one bringing in the case, or accuser. Those who assembled had no letters of commendation, neither the bishops from the metropolitans, nor the metropolitans from the patriarchs. No letters or topoteretae were sent from the other patriarchs. Who then, having any share of reason, would endure to call a synod that which filled the whole inhabited world with scandals and discord?
PYRRHUS.
Εἰ οὐκ ἔστιν ἕτερος τρόπος, ἢ οὗτος, πάντων 353τὴν ἐμαυτοῦ προτιμῶν σωτηρίαν, ἑτοίμως ἔχω μετὰ πάσης τοῦτο ποιῆσαι πληροφορίας· ἓν καὶ μόνον παρακαλῶν, ὥστε ἀξιωθῆναί με· προηγουμένως μὲν, τῆς τῶν ἀποστολικῶν σηκῶν· μᾶλλον δὲ, αὐτῶν τῶν κορυφαίων ἀποστόλων προσκυνήσεως· λοιπὸν δὲ, καὶ τῆς κατὰ πρόσωπον τοῦ ἁγιωτάτου πάπα, θέας· καὶ αὐτῷ ἐπιδοῦναι τῶν ἀτόπως γεγενημένων λίβελλον.
Ταῦτα αὐτοῦ εἰρηκότος, Μάξιμος καὶ Γρηγόριος ὁ πατρίκιος εἶπαν· Ἐπειδὴ ἡ πρότασίς σου ἀγαθὴ τυγχάνει, καὶ τῇ Ἐκκλησίᾳ συμβαλλομένη, οὕτω καὶ γένηται.
Ἐν ταύτῃ οὖν τῇ μεγαλωνύμῳ σὺν ἡμῖν γενόμενος Ῥωμαίων πόλει, τὴν ὑπόσχεσιν ἐπλήρωσε· κατακρίνας μὲν τὰ τῆς ἀσεβοῦς Ἐκθέσεως δόγματα· ἑνώσας δὲ ἑαυτὸν διὰ τῆς ὀρθοδόξου ὁμολογίας τῇ ἁγίᾳ, καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, χάριτι καὶ συνεργείᾳ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
If there is no other mode than this, preferring my own salvation to all 353things, I am ready to do this with all full assurance; asking one thing and one only: that I be deemed worthy, first, of the veneration of the apostolic shrines, or rather of the chief apostles themselves; and then also of seeing the most holy pope face to face; and of presenting to him a libellus on what was done absurdly.
When he had said this, Maximus and Gregory the patrician said: Since thy proposal is good and of service to the Church, so let it be done.
Having come then with us to this city of the Romans of great name, he fulfilled the promise, condemning the doctrines of the impious Ekthesis, and uniting himself, through the orthodox confession, to the holy, catholic and apostolic Church, by the grace and co-operation of our great God and Saviour Jesus Christ, to whom be the glory unto the ages of ages. Amen.