MIGNE.APP

Patrologia Græca · Vol. 91 ·

EPISTULAE

PG 91, coll. 364–649  ·  Greek from the Migne printing  ·  New English translation  ·  column numbers follow the original plates; Greek and Latin swap sides page by page, so the Greek runs in the columns marked

Maximus the Confessor

Maximus Confessor

c. 580 – 662

Monk, theologian and spiritual writer of the seventh century, the most searching Greek theologian of his age. He wrote on prayer, love and the ascetic life, on the difficulties in Gregory of Nazianzus and Dionysius, and on Christ's two natures and two wills against the Monothelite policy of the emperors and the patriarchs of Constantinople. Arrested and tried at Constantinople in 655 and again in 662, he was condemned, mutilated, and died in exile on the Black Sea coast. Migne prints his letters as Combefis edited them, in Greek with Combefis's Latin facing.

364Α΄.— ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ Ἐν εἴδει ἐπιστολῆς Πρὸς τὸν δοῦλον τοῦ Θεοῦ κύριον Γεώργιον, τὸν πανεύφημον ἔπαρχον Ἀφρικῆς. Οὐδεὶς οὕτω τῶν φωτὸς, ὡς οἶμαι, καθ᾿ οἱονδήποτε τρόπον ἐστερημένων ἡλιακῆς ἀκτῖνος ἀπολαῦσαι ποθεῖ, ὡς ἡμεῖς οἱ ταπεινοὶ πάντες, οἱ τῆς σῆς πλουσίως ἐμφορηθέντες καλοκαγαθίας, ποθοῦμεν πάλιν σε θεάσασθαι παρόντα, καὶ ἀπολαῦσαί σου τῆς καλλονῆς· τοῖς θείοις μέν τοι τῶν συντρόφων ἀρετῶν κεχαρακτηρισμένον τρόποις, οἷς καὶ πρότερον ἐνδημοῦντα μεγαλοφυῶς ἐμπρέποντά σε γινώσκομεν· δι᾿ ὧν μᾶλλον σαφῶς ἐδιδάχθημεν, γνώμης, ἀλλ᾿ οὐ τάξεως εἶναι τὴν ἀρετὴν· καὶ διαθέσεως. ἀλλ᾿ οὐχ ἀξίας εἶναι τὸ θεομίμητον. Οἷς γὰρ εἰς τὸ βάθος τῆς ψυχῆς καθ᾿ ὑμᾶς εὐλογημένοις. γνησίως ἐνεριζώθη τῆς πρὸς Θεὸν ἀγάπης ἡ δύναμις, τούτοις τὸ ὡσαύτως ἔχειν περὶ τὸ καλὸν ἀναμφιβόλως προσγέγονεν· ὥσπερ ἀμέλει καὶ τοῖς ἐπτοημένοις τῇ ἀγάπῃ τῶν ὑλικῶν, τὸ εἰς πλῆθος παθῶν εὐέμπτωτόν τε καὶ εὐσκέδαστον. Καὶ μάλα γε εἰκότως. Ὁ γὰρ τοῦ Θείου, ἑνὸς ὄντος καὶ μόνου, καὶ ἀπαθοῦς, καὶ μηδὲν τὸ παράπαν ἐξ ἀιδίου κατ᾿ οὐσίαν διάφορον συνθεωρούμενον ἢ συνεπιθεωρούμενον ἔχοντος· οὐ γὰρ ἐφιχνεῖται αὐτοῦ τι τῶν ἐξ αὐτοῦ· κατὰ τὴν ἔφεσιν γνωμικῶς ἀντεχόμενος, εἷς καὶ αὐτός ἐστι καὶ μόνος καὶ ἀπαθής, τῇ πρὸς τὸ ἓν ἀσχέτῳ νεύσει γενόμενος, εἷς τε καὶ μόνος, καὶ ἄτρεπτος.

364LETTER 1 — HORTATORY DISCOURSE IN THE FORM OF A LETTER

To the servant of God, the lord George, the all-praised prefect of Africa.

No one of those deprived of light in whatever way, as I think, so longs to enjoy the sun's ray, as all we lowly ones, who have been richly filled with thy nobleness, long to behold thee present again and to enjoy thy beauty — thee, stamped, to be sure, with the divine ways of thy companion virtues, in which also, when thou wast formerly resident among us, we know thee to have shone forth with greatness of nature; through which we have been the more clearly taught that virtue is a matter of inclination, and not of rank, and that the imitation of God is a matter of disposition, and not of dignity. For they in whom — blessed ones such as you — the power of love toward God has been genuinely rooted in the depth of the soul, to these the holding ever the same with regard to the good has without doubt accrued; just as, of course, to those agog with the love of material things, the proneness to fall into a multitude of passions, and to be easily scattered. And with very good reason. For he who, by inclination, according to his aspiration, holds fast to the Divine — which is one and alone and impassible, and has nothing at all, from eternity, contemplated together with it or contemplated in addition to it as different in essence; for none of the things that are from it attains to it — he too is one and alone and impassible, having become, by his inclining toward the One, free of relation, one and alone and unchangeable.

Εἰ γὰρ ἓν ἐστι καὶ μόνον αὐτῷ τὸ ποθούμενον, τοῦτο δὲ κυρίως ἄτρεπτόν ἐστιν, ὡς κατ᾿ οὐσίαν διὰ τὴν φυσικὴν ἀπειρίαν ἀκίνητον· οὐ γὰρ ἔχει ποῦ κινηθῆναι τὸ ἀκίνητον ἄπειρον· ἄρα καὶ αὐτὸς οἷα τοῦ ἑνὸς ὑπάρχων ἐραστὴς, κατὰ τὸ εἰκὸς, εἷς γέγονε καὶ μόνος 365καὶ ἄτρεπτος· ὡς ποιήσας παντάπασιν ἀπὸ τοῦ ἑνὸς τὴν γνώμην ἀκίνητον. Ὁ δὲ τοῖς ὑλικοῖς, τρεπτοῖς οὖσι κατὰ φύσιν καὶ ἀλλοιωτοῖς, καὶ οὐδαμοῦ παντελῶς στῆναι δυναμένοις, ἀγνοίᾳ τοῦ κρείττονος κατὰ γνώμην οἰκείαν ἐνδήσας τῆς ψυχῆς τὸν ἔρωτα, τρεπτός ἐστιν ἐξ ἀνάγκης καὶ ἐμπαθὴς καὶ εὐαλλοίωτος· τοῖς φύσει κινουμένοις καὶ πάσχουσι τὴν συνεπικινουμένην ἔχων πάσχουσαν τῆς ψυχῆς τὴν διάθεσιν. Μὴ τοίνυν ταύτης σου, δέσποτά μου εὐλογημένε, τῆς ἀγαθῆς καὶ θεωτικῆς ἕξεως, τῆς ἐχούσης σου πρὸς τὸν Θεὸν τὴν γνώμην συνέκδημον, ἐκστῆσαί τι τῶν ὄντων δυνηθῇ· μὴ χρόνος ἀτάκτως ἑαυτῷ συμμεταβάλλων τὴν τῶν ὑλικῶν πραγμάτων φορὰν, τῆς γνώμης ἀλλοιώσῃ τὸ βάσιμον· μὴ ἀνθρώπων ἀπειλὴ φόβον προτεινομένη, τῆς καλῆς διαθέσεως μετακινήσῃ τὸ στάσιμον· μὴ λόγος κολάκων ἀνδρῶν τῇ προφορᾷ καταγλυκαίνων τὴν ἀκοὴν τῆς ψυχῆς χαυνώσῃ τὸ εὔτονον· μὴ ὄρεξις ἀντιλυπήσεως, ἐκ τοῦ δύνασθαι τυχὸν πρός τινα, τὸ σύνολον διαφθείρῃ τοῦ τρόπου τὸ ἥμερον· μὴ πόθος τῆς περὶ τὸ ἄρχειν δόξης, τῆς περὶ τὸ Θεῖον ἀγάπης μειώσῃ τὴν ἔφεσιν. Οὐ γὰρ Ἔλλειψις δόξης παρὰ Θεῷ πάντως ἢ ἀνθρώποις ἐστὶ τὸ μὴ ἄρχειν ἀνθρώπων· ἀλλὰ καὶ μᾶλλον δόξης ἐπίδοσις, ὅσον ταραχῆς καὶ φροντίδος ἡ ψυχὴ παντοίας καθέστηκεν ἐλευθέρα τῆς ἔξωθεν, ὡς ὁ ἐμὸς ἔχει λόγος· καὶ πᾶς εὐσεβῶς τὰ δέοντα συνορῶν, ὡς οἶμαι, συνθήσεται. Πᾶς γὰρ ἀνὴρ ὡς ἀληθῶς ἐνάρετος καὶ φιλόθεος, αὐτάρκης ἑαυτῷ πρὸς πᾶσαν εὐδαιμονίαν ἐστί· μηδεμίας περιβολῆς τῶν ἐκτὸς, πρὸς τὸ πορίσασθαι ταύτην δεόμενος. Ὁ γὰρ τῶν θείων ἰδιωμάτων ἑαυτοῦ κατὰ τὸν βίον τὰς ἐμφάσεις καταστήσας γνωρίσματα, πάντων ἐντελῶς ἔχει τῶν ἀγαθῶν τὸ πλήρωμα· δι᾿ οὗ πέφυκεν ἐγγίνεσθαι τοῖς ἀνθρώποις ἡ πρὸς τὸν Θεὸν ἀκριβὴς ἐξομοίωσις· πρὸς ἣν οὐδὲν τῶν μετὰ Θεὸν συγκρινόμενον καθοτιοῦν παραβάλλεται. Καὶ ἁπλῶς εἰπεῖν, μὴ νόσος, μὴ ὑγεία, μὴ πλοῦτος ὁ κάτω συρόμενος, μὴ πενία τῶν φθειρομένων, μὴ ψόγος, μὴ ἔπαινος, μὴ θάνατος, μὴ ζωὴ, μὴ τὸ παρὸν, μὴ τὸ μέλλον, μηδὲ καθάπαξ ἕτερον τῶν ὄντων ἢ γινομένων, τὴν θρεψαμένην σε ταύτην, καὶ εἰς τόδε προαγαγοῦσαν παρά τε Θεῷ καὶ ἀνθρώποις κλέος φιλοσοφίαν, νοθεῦσαι δυνηθῇ. Τοῦτο δὲ γενήσεται, πῶς;

For if what is longed for by him is one and alone, and this is properly unchangeable, as being in essence unmoved because of its natural infinity — for the unmoved infinite has nowhere to be moved to — then he too, as being a lover of the One, has in all likelihood become one and alone and 365unchangeable, as having made his inclination altogether unmoved from the One. But he who, in ignorance of the better, by his own inclination has bound the soul's yearning to material things, which are by nature changeable and alterable, and able nowhere at all to stand still, is of necessity changeable and passible and easily altered, having the soul's disposition moved along with, and suffering with, the things that are by nature moved and suffer.

Let none, then, of the things that are, my blessed master, be able to put thee out of this thy good and deifying habit, which keeps thy inclination a fellow-traveller toward God; let not time, changing along with itself in disorder the drift of material affairs, alter the firm footing of thy inclination; let not the threat of men, holding out fear, shift the stability of thy good disposition; let not the speech of flattering men, sweetening the soul's hearing with its utterance, slacken its good tension; let not an appetite for retaliation, from being able, perchance, against someone, wholly corrupt the gentleness of thy manner; let not a longing for the glory that attends ruling diminish the aspiration of love toward the Divine. For not to rule over men is by no means a lack of glory, either with God or with men, but rather an increase of glory, inasmuch as the soul is set free from every kind of outward turmoil and care — so my account has it, and everyone who piously sees together what is fitting will, as I think, agree. For every man truly virtuous and God-loving is sufficient to himself for all happiness, needing no provision of outward things to procure it. For he who has made the reflections of the divine idioms his own distinguishing marks throughout his life has the fullness of all good things entire; through which the exact assimilation to God naturally comes to be in men — with which nothing of the things after God, when compared, is in any way to be set beside. And, to speak simply, let not sickness, not health, not wealth that is dragged below, not poverty in things that perish, not blame, not praise, not death, not life, not the present, not the future, nor at all any other of the things that are or come to be, be able to adulterate this philosophy, which has nurtured thee and brought thee forward to such renown both with God and with men.

And this will come about — how?

Εἰ πάντα πιστεύσοιμεν Fr. πιστεύσομεν. τῷ Θεῷ τὰ καθ᾿ ἑαυτούς· καὶ μηδὲν μὲν ζητεῖν ἀνασχοίμεθα παντελῶς, ὧν ἐκ Θεοῦ ζητεῖν οὐ προσετάγημεν· ζητεῖν δὲ διὰ πάσης σπουδῆς, πᾶν ὅτιπερ ἐκ Θεοῦ ζητεῖν 368ἐπετάγημεν· καὶ τὰ μὲν ὡς μετὰ Θεὸν ὑπὸ γνώμην ἡμετέραν ὄντα καὶ δύναμιν, κατὰ πάντα τρόπον θελήσαιμεν, καὶ μορφῶσαι δι᾿ αὐτῶν τῶν ἔργων σπουδάσαιμεν· τὰ δὲ, πάσαις ψήφοις, ὡς τῆς ἡμῶν πρὸς τὸ γίνεσθαί τε καὶ ἀπογίνεσθαι γνώμης οὐ χρῄζοντα, παραχωρήσαιμεν τῷ Θεῷ μετ᾿ εὐχαριστίας καὶ πίστεως ἄγειν ὅπῃ θέλει καὶ βούλεται, μηδὲν πρὸς τοὺς λόγους διαφερόμενοι τὸ σύνολον τῆς αὐτοῦ προνοίας καὶ διοικήσεως· οἷς τὸ πᾶν ἀγνώστως μετὰ σοφίας ἀπορρήτου πρὸς τὸ ἑαυτοῦ κατὰ πρόγνωσιν τοῦ Θεοῦ φέρεται πέρας· κᾶν ἄλλως, καὶ παρὰ τὴν ἡμῶν ἐλπίδα ποιῆται τῶν τοιούτων λόγων τὴν ἔκβασιν. Σοφώτατος γάρ ἐστι τῶν ἡμετέρων κηδεμὼν καὶ προστάτης, ἅτε δὴ μὴ συμβᾶσαν αὐτῷ τὴν σοφίαν κτησάμενος, ἀλλ᾿ αὐτὸς κατ᾿ οὐσίαν σοφία κυρίως καὶ ὢν καὶ λεγόμενος. Ἓν μόνον γνησίως τηρῆσαι θελήσωμεν, τὸ ἀγαπᾶν αὐτὸν, καθὼς εἶπεν, ἐξ ὅλης καρδίας, καὶ ψυχῆς, καὶ δυνάμεως, καὶ τὸν πλησίον ὡς ἑαυτούς· σπουδάζοντες πάντα τρόπον ἐπινοῆσαι πρὸς πέρας ἀγαγεῖν τὸ θεῖον τοῦτο διάταγμα· καὶ ὅλος πληρέστατος ἡμῖν κατὰ περιγραφὴν ὁ θεῖος κατώρθωται σκοπός, ὡς ἂν ἀξίας ἢ τάξεως, βίου τε καὶ σχήματος ἔχωμεν· εἴτε ἄρχοντες, εἴτε ἀρχόμενοι, πλουτοῦντές τε καὶ πενόμενοι, καὶ ὑγιαίνοντες καὶ νοσοῦντες, καὶ ἄλλως πῶς τοῦ σώματος ἔχοντες· καὶ περὶ τῶν ἄλλων ὅσα πάντως ἡμῶν κατὰ διάθεσιν οὐχ ἕπεται τῇ θελήσει, μηδόλως μεριμνήσωμεν. Τί γὰρ πρὸς ἡμᾶς, τὸ μὴ καθεστὼς κατὰ φύσιν ἐξ ἀνάγκης, ἢ κατὰ γνώμην ἐκ τοῦ θέλειν ἡμέτερον; Καὶ τοῦτο τυχὸν ἡμᾶς σκοπῆσαι βουλόμενος ὁ λόγος, διὰ θείας ἐντολῆς οὐ δέδωκεν ἡμῖν περὶ τούτου διάταξιν· ἵνα μὴ τοῖς οὐχ ἐφ᾿ ἡμῖν ἐγχειροῦντες παρὰ φύσιν, τῇ τοῦ θέλειν δυνάμει ψεκτῶς παραχρώμεθα· καὶ τὴν μὲν ἀσθενοῦσαν δείξωμεν, οὐκ ἔχουσαν τὰ μηδαμῶς ὑπ᾿ αὐτὴν εἶναι δυνάμενα· τὸν δὲ Θεὸν βιαζώμεθα, νομίζοντες ἑαυτῶν εἶναι τὴν τῆς προνοίας διοίκησιν, τὴν σοφῶς τοῖς οὐκ ἐφ᾿ ἡμῖν εἰς κόλασιν μὲν χρωμένην τῶν ἐφ᾿ ἡμῖν κακῶν· ἐπίδοσιν δὲ καὶ εὔτονον δρόμον τῶν ἐφ᾿ ἡμῖν ἀγαθῶν. Διαιροῦντες οὖν τῶν ἐφ᾿ ἡμῖν τὰ οὐχ ἐφ᾿ ἡμῖν, τὰ μὲν τῆς θείας ὑπάρχειν ὁλοσχερῶς προνοίας· τὰ δὲ, μετὰ τῆς θείας προνοίας, καὶ τῆς ἡμῶν κατὰ θέλησιν γνώμης εἶναι κατόρθωμα πιστεύσωμεν. Ἐφ᾿ ἡμῖν οὖν ἐστιν, ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, πᾶν ὅτιπερ ἀρετῆς λόγῳ, ἢ τοὐναντίον κακίας τρόπῳ περιεχόμενον, κατὰ θέλησιν ἡμῶν τῇ γνώμῃ παρέπεται.

If we entrust to God all that concerns ourselves; and endure to seek nothing at all of the things we were not commanded by God to seek, but seek with all zeal everything whatever we were 368enjoined by God to seek; and if, of things, some — as being, after God, under our inclination and power — we will in every manner, and are zealous to give form to through the works themselves, while the others — by every vote, as not needing our inclination for their coming to be and their ceasing to be — we yield to God, with thanksgiving and faith, to lead wherever He wills and wishes, in no way at all at variance with the principles of His providence and governance; by which the universe is borne, unknowably, with ineffable wisdom, toward its own end according to the foreknowledge of God, even if He works the outcome of such principles otherwise, and contrary to our hope. For most wise is the guardian and protector of our affairs, inasmuch as He has acquired wisdom not as something that has befallen Him, but is Himself, in essence, Wisdom properly, both being it and being called it.

Let us will to keep genuinely one thing only: to love Him, as He said, from the whole heart, and soul, and power, and our neighbour as ourselves; Matth. xxii, 37. being zealous to devise every manner of bringing this divine ordinance to its end; and the whole divine purpose stands achieved by us, most full in its compass, whatever dignity or rank, whatever life and condition we have — whether rulers or ruled, rich and poor, healthy and sick, or in whatever other state of body; and about the rest, all those things that in no way follow our volition by disposition, let us not be anxious at all. For what is it to us, that which is established neither according to nature by necessity, nor according to inclination from our own willing? And perhaps the word, wishing us to consider this, has given us no ordinance about it through a divine commandment; lest, setting our hand, contrary to nature, to the things not in our power, we misuse blameworthily the power of willing; and show it to be weak, as not having the things that can in no way be under it; and do violence to God, thinking the governance of providence to be our own — that governance which wisely uses the things not in our power for the chastisement of the evils in our power, and for the increase and vigorous course of the goods in our power.

Dividing, then, from the things in our power the things not in our power, let us believe the latter to belong wholly to divine providence, and the former to be, with divine providence, the achievement also of our inclination according to volition. In our power, then, is — that I may speak comprehending it as in a definition — everything whatever that, comprised by the principle of virtue or, on the contrary, by the mode of vice, attends upon our inclination according to our volition.

Οὐχ ἐφ᾿ ἡμῖν δέ ἐστι, πᾶν ὅτιπερ τῆς οἰκείας ὑπάρξεως δημιουργὸν τὴν ἡμων οὐκ 369Ἔχει προαίρεσιν· καὶ πᾶν μὲν κατὰ φύσιν ὑπάρχον ἀρετῆς καὶ κακίας ἐλεύθερον· τῇ δὲ χρήσει τῶν ἐχόντων, τοῦτο ἢ ἐκεῖνο γινόμενον, ἢ φαινόμενον εἰπεῖν οἰκειότερον. Πάντα τοιγαροῦν τὰ ἐφ᾿ ἡμῖν ἀγαθὰ μονώτατα, ὡς τῆς ἡμῶν σὺν Θεῷ προαιρέσεως ἔργα, καὶ τῆς ἡμῶν γνώμης ὑπάρχοντα πράγματα, θελήσωμέν τε σφοδρῶς καὶ περὶ πολλοῦ ποιησώμεθα· καὶ ἐσόμεθα τῆς θείας οὕτω γε χάριτος πῶλοι εὐπειθεῖς καὶ εὐήνιοι, ἐπιβαίνοντα τὸν Λόγον δεχόμενοι, καὶ τὸν δρόμον ἡμῖν εὐτάκτως κατορθοῦντα τῶν ἀρετῶν. Τὰ δὲ οὐκ ἐφ᾿ ἡμῖν, ὡς οὐκ ὄντα δι᾿ ἑαυτὰ κατὰ φύσιν κακία ἢ ἀρετή, ἀλλ᾿ ὄργανα προαιρέσεως, τοῦ ἐφ᾿ ἡμῖν λόγου κεκρυμμένην τὴν ὁρμὴν εἰς τὸ φανερὸν ἄγοντα, μὴ θελήσωμεν ὅλως· ἵνα μὴ τὴν κατὰ φύσιν τοῦ θέλειν τῇ παραχρήσει διαφθείρωμεν δύναμιν, βουλομένην ἐπιλαβέσθαι τῶν ἀμηχάνων, καὶ ὑπ᾿ αὐτῆς κατορθοῦσθαι μὴ δυναμένων. ᾿Αλλὰ πιστεύσωμεν αὐτὰ τῷ Θεῷ, καὶ δεξώμεθα μετ᾿ εὐχαριστίας πᾶσαν καιρῶν τε καὶ πραγμάτων μεταβολήν, κατὰ τὴν σωτήριον τοῦ Θεοῦ βούλησιν συμφερόντως ἡμῖν γινομένην· ὥστε μὴ μόνον διὰ τῶν αὐτῶν, ἀλλὰ καὶ τῶν οὐ τῶν αὐτῶν ὡσαύτως, καὶ διὰ τῶν ἀνωμάλων ὁμαλῶς ἡμῖν τὸ καλὸν κατορθωθῆναι τῆς ἀρετῆς. Οὐδεὶς γὰρ τῆς ἀγαθῆς ἐλπίδος ἐκπίπτει ποτὲ, παραχωρῶν καὶ ἐμπιστεύων τῷ Θεῷ τὴν ἐπ᾿ αὐτῷ τῶν οὐκ ἐπ᾿ αὐτῷ διοίκησίν τε καὶ πρόνοιαν. Καὶ ἀληθὴς ὁ φήσας που τῶν ἑαυτοῦ λόγων Σοφός· Ἐμβλέψατε εἰς τὰς ἀρχαίας γενεάς, καὶ ἴδετε τίς ἐπίστευσε Κυρίῳ καὶ κατησχύνθη· ἢ τίς ἐπικαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν; ᾿Επειδὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καθὼς ἔδειξε σὺν ἀληθείᾳ τρέχων ὁ λόγος· καὶ τὴν τῶν θελητῶν καὶ οὐ θελητῶν ἰδιότητα παρέστησε σαφῶς, ἀλλήλων διακρίνας ὁρισμῷ τὰ μὴ φυρόμενα· μήτε ἀφαιρουμένης ἡμῶν τῆς ἀρχῆς, ὡς καλοῦ τινος στέρησιν ὑπομένοντες, ἀντιποιήθωμεν· οὔτε γὰρ ἕπεται πάντως ἡμῖν ἡ ἀρχὴ θελήσασι, τοῦ ἐφ᾿ ἡμῖν λόγου πόρρω τυγχάνουσα· ὥσπερ οὐδὲ πλοῦτος καὶ ὑγεία, οὐδ᾿ ὅσα τῶν ἐν μέσῳ κειμένων δι᾿ ἡμῶν μορφοῦται πρὸς ἀρετὴν ἢ κακίαν· μήτ᾿ αὖ πάλιν διδομένην, ὡς κακόν τι παντελῶς ταύτην ἀπωσώμεθα, δυναμένην τυχὸν ἀρετῆς ὄργανον εἶναι τοῖς φιλοθέοις· καὶ πάντα πρυσφέρειν Θεῷ διὰ πάσης σπουδῆς πρὸς τοῖς ἐπ᾿ αὐτοῖς ἅπασι, καὶ τὰ οὐκ ἐπ᾿ αὐτοῖς κατ᾿ οἰκονομίαν συμβαίνειν αὐτοῖς συγχωρούμενα, προῃρημένοις.

Not in our power is everything whatever that does not 369have our choice as the craftsman of its own existence; and everything that exists according to nature is free of virtue and vice, but by the use of those who have it becomes this or that — or, to say it more properly, appears so.

All the goods in our power, then — and these alone — as works of our choice with God, and as things that are of our inclination, let us both will vehemently and make much of; and so indeed we shall be colts of divine grace, obedient and docile to the rein, receiving the Word as He mounts, and as He guides aright for us, in good order, the course of the virtues. But the things not in our power — as being not, through themselves, by nature vice or virtue, but instruments of choice, bringing the hidden impulse of the principle that is in our power into the open — let us not will at all; lest by misuse we corrupt the natural power of willing, when it wishes to lay hold of things impracticable, and that cannot be achieved by it. But let us entrust them to God, and receive with thanksgiving every change of times and of affairs, which comes about to our advantage according to the saving wish of God; so that not only through the same things, but also through the things not the same, the good of virtue may be achieved by us in the same way, and through the uneven, evenly. For no one ever falls from good hope who yields and entrusts to God the governance and providence, which rests with Him, of the things that do not rest with himself. And true is the Wise man who said somewhere in his words: Look to the ancient generations, and see: who believed the Lord and was put to shame? Or who called upon Him, and He overlooked him? Eccli. ii, 11.

Since these things are so, as the account, running with truth, has shown — and has set forth clearly the property of things willed and things not willed, distinguishing from one another by definition the things that are not commixed — let us neither, when rule is taken from us, lay claim to it as suffering the deprivation of some good — for rule does not altogether follow us when we have willed it, lying far from the principle that is in our power; just as neither do wealth and health, nor whatever of the things that lie in the middle are given form by us toward virtue or vice — nor again, when it is given, thrust it away as something wholly evil, since it can perhaps be an instrument of virtue for the God-loving, who have chosen to offer everything to God with all zeal: in addition to all the things in their power, also the things not in their power that are permitted by economy to befall them. For what is perhaps not good or evil by nature through itself is, with reason, neither to be yearned for nor to be fled. For the things without which we can become and be and remain good and virtuous — and again evil, and bereft of all virtue — of these the possession is not in any way necessary to us at all, nor indeed the lack of possession, for the coming-to-be and the preservation of any good or evil.

Τὸ γὰρ μὴ δι᾿ ἑαυτὸ κατὰ φύσιν τυχὸν καλὸν ἢ κακὸν, οὔτε ἐραστὸν οὔτε φευκτὸν εἰκότως ἐστίν. ῞Ων γὰρ ἄνευ καλοί τε καὶ ἐνάρετοι γίνεσθαί τε καὶ εἶναι καὶ διαμένειν δυνάμεθα· καὶ πάλιν κακοὶ καὶ πάσης ἀρετῆς ἔρημοι, τούτων οὐκ ἀναγκαία πάντως ἡμῖν καθοτιοῦν ἡ κτῆσις· οὔτε μὴν ἡ ἀκτησία, πρὸς γένεσιν καλοῦ τινος ἢ κακοῦ καὶ συντήρησιν. ᾿Επεὶ καὶ δυναστείας καὶ πλούτου καὶ 372ὑγείας τινὲς ἐστερημένοι, πολλοὺς ἀγαθῶν αἰωνίων ἐκτήσαντο θησαυρούς· ἕτεροι δὲ τοὐναντίον, δυναστείαν καὶ πλοῦτον καὶ ὑγείαν ἔχοντες, πάντων τῶν θείων ἀγαθῶν κατ᾿ οἰκείαν γνώμην γεγόνασιν ἔκπτωτοι. Καὶ μαρτυροῦσιν ὅ τε πτωχὸς Λάζαρος, καὶ ὁ κατ᾿ αὐτὸν πλούσιος. Ὁ μὲν πάσης ὑλικῆς δυναστείας, ὑγείας τε καὶ περιουσίας ἐστερημένος, τὴν ἐν κόλποις Ἀβραὰμ δεχόμενος μακαρίαν ἀνάπαυσιν· ὁ δὲ τούτων τῶν ὑλικῶν εἰς ἄκρον ὑπάρχων κατάκομος, εἰργόμενος ἀπὸ τῶν ὁσίων τῷ χάσματι, καὶ τὸ κολαστικὸν πῦρ ἔχειν μερίδα κατακρινόμενος. Καὶ πάλιν Δαβὶδ καὶ Ἰὼβ, οἱ μεγάλοι τῆς ἀληθείας ἀγωνισταὶ, δι᾿ ἀμφοτέρων τῶν βίων τῶν ἀλλήλων κατὰ διάμετρον ἀντιπαθῶς ἀφωρισμένων δοκιμασθέντες, τὴν ἀρετὴν διεσώσαντο διὰ τῶν ἐναντίων αὐξάνουσαν. Οὐ γάρ ἐστι πλούτου καὶ ὑγείας καὶ δυναστείας ἔργον· οὐδ᾿ αὖ πάλιν τῆς τούτοις ἀντικειμένης μοίρας ἡ ἀρετὴ, ἵνα πάθῃ πρὸς τὰ ἐναντία μεταβολὴν, συναλλοιωθεῖσα τοῖς πράγμασιν· ἀλλὰ διαθέσεως θείας, καὶ γνώμης εἰς ἄκρον τῷ καλῷ πεποιωμένης, καὶ κατὰ Θεὸν ἀμεταβόλως πεπηγυίας, καὶ τὴν οἰκείαν ἐν τοῖς ἐναντίοις ἀπαράλλακτον φυλαττούσης ταυτότητα. Διδομένην τοίνυν τὴν ἀρχὴν στέρξωμεν, καὶ ὡς τῆς κατ᾿ ἀρετὴν ἡμῖν παρὰ Θεοῦ δοθεῖσαν ἐπικουρίας ὄργανον καταδεξώμεθα. Καὶ πάλιν ἀφαιρουμένην αὐτὴν μὴ ζητήσωμεν, ὡς μέγα φοβερᾶς ἀχθηδόνος βάρος ἀποτιθέμενοι, καὶ τὸν ἐφ᾿ ἡμῖν τῆς Προνοίας σκοπὸν ἀποκαλύπτουσαν, τῆς τὸ συμφέρον ἑκάστῳ φιλανθρώπως οἰκονομούσης· Μὴ ζήτει, γὰρ, φησὶν ὁ Σοφὸς, γενέσθαι κριτὴς, μὴ οὐκ ἰσχύσῃς ἐξᾶραι ἀδικίας· μή ποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου Fr. δυναστοῦ., καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου· καὶ ἁμάρτῃς εἰς πλῆθος πόλεως, καὶ καταβάλῃς ἑαυτὸν ἐν ὄχλῳ, καὶ καταδεσμεύσῃς δὶς ἁμαρτίαν. Πλὴν γε ὅτι εἰ κἀκ τούτων φανῆναι θελήσειας, εὐλογημένε, οὐδενὸς ἔλαττον ἦλθες τῶν κατὰ σέ. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου, καθὼς ὁ αὐτὸς ἔφη Σοφός, ἐπέβλεψαν ἐπὶ σὲ εἰς ἀγαθά, καὶ ἀνώρθωσέ σε ἐκ ταπεινώσεώς σου, καὶ ἀνύψωσε τὴν κεφαλήν σου, καὶ ἀπεθαύμασάν σε πολλοί, καὶ διηγοῦνται λαοῖς τε καὶ ἔθνεσι τὰς ἀρετάς σου. Καὶ ὁ περὶ τῶν ἀποστόλων διὰ τοῦ μεγάλου Δαβὶδ τὸ ἅγιον Πνεῦμα προανεφώνησεν· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν σῶν ἀρετῶν ἡ εὐώδης ἦλθε διάδοσις.

Since also some, deprived of power and of wealth and 372of health, have acquired many treasures of everlasting goods; and others, on the contrary, having power and wealth and health, have by their own inclination become outcasts from all the divine goods. And the poor man Lazarus bears witness, and the rich man of his story: the one, deprived of all material power, of health and of abundance, receiving the blessed rest in the bosom of Abraham; the other, laden to the extreme with these material things, shut off from the holy ones by the chasm, and condemned to have the chastising fire as his portion. Luc. xvi, 19 seqq. And again David and Job, the great contenders for the truth, proved through both lives, set off from one another diametrically, in opposition, preserved their virtue growing through contraries. For virtue is not the work of wealth and health and power, nor again of the lot opposed to these, so as to suffer change toward contraries, altered along with affairs; but of a divine disposition, and of an inclination qualified to the extreme by the good, and fixed unchangeably according to God, and keeping its own identity invariant among contraries.

Let us, then, be content with rule when it is given, and accept it as an instrument, given us by God, of help toward virtue. And again, when it is taken away, let us not seek it, as laying down a great weight of fearful vexation, and as it reveals the purpose of Providence toward us — of Providence, which dispenses to each, lovingly, what is to his advantage. For, Seek not, says the Wise man, to become a judge, lest thou be unable to remove injustices; lest perchance thou stand in awe before the face of a mighty man, and put a stumbling-block in thy uprightness; and sin against the multitude of a city, and cast thyself down in the crowd, and bind sin twice. Eccli. vii, 6-8. Except, indeed, that if thou shouldst wish to appear even from these, blessed one, thou hast come off less than none of those of thy station. For the eyes of the Lord, as the same Wise man said, have looked upon thee for good, and He has raised thee up from thy lowliness, and lifted up thy head, and many have marvelled at thee; Eccli. xi, 13. and they tell to peoples and nations thy virtues. And what the Holy Spirit proclaimed beforehand of the apostles through the great David — Into all the earth has gone out the sound — of thy right deeds; and to the ends of the world the fragrant spreading of thy virtues has come. Psal. xviii, 5; Rom. x, 18.

Οὐ γὰρ ἔφαγες τὸν ἄρτον σου μόνος, ἀλλ᾿ ὀρφανοῖς ἐξ αὐτοῦ πλουσίως μετέδωκας, καὶ ἐκ νεότητος αὐτῶν ἐξέτρεφας αὐτοὺς ὡς πατήρ, καὶ ἐκ γαστρὸς μητρὸς αὐτῶν ἐπ[?] 373δικαιοσύνην ὡδήγησας. Οὐχ ὑπερεῖδες γυμνοὺς ἀπολλυμένους, καὶ οὐκ ἠμφίασας· ἀδύνατοι δὲ πάντες ηὐλόγησάν σε· τοὺς γὰρ ὤμους αὐτῶν ἐθέρμανες ἀπὸ κουρᾶς ἀμνῶν σου. Οὐκ ἔταξας τὸ χρυσίον σου εἰς τὸν χοῦν σου, τουτέστιν εἰς ἀπόλαυσιν τῆς σαρκός σου· ἀλλ᾿ ἐν οὐρανῷ πάντα τὸν πλοῦτόν σου προέπεμψας, εἰς ἑτοιμασίαν τῶν τῆς ψυχῆς ἀγαθῶν. Οὐκ ἠπατήθης πλούτῳ φθειρομένῳ, καὶ ῥέοντι αὐτῷ οὐ προσέθηκας καρδίαν. Γελοιασταῖς οὐ συνηυλίσθης, ὧν ὁ βίος ἐστὶν αἰσχύνη, καὶ ἡ ζωὴ κηλίδων πεπλήρωται. Οὐκ ἐσπούδασεν ὁ ποῦς σου εἰς δόλον· οὐδὲ ἐπεχάρης πτώματι ἐχθρῶν, καὶ εἶπεν ἡ καρδία σου· Εὖγε. Οὐκ ἐστέναξεν ἡ γῆ ἐπὶ σοί· οὐ γὰρ ἔφαγες μόνος τὴν ἰσχὺν αὐτῆς ἄνευ τιμῆς, οὐδὲ ψυχὰς κυρίων αὐτῆς ἐξέθλιψας. Ἀπὸ δώρων ἀδίκων τὰς χεῖρας συνέστειλας· διέσωσας δὲ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ἔκλαυσας ἐπὶ παντὶ ἀδυνάτῳ· καὶ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις, ἐστέναξας. Ὑρφανοῖς οἷς οὐκ ἦν βοηθὸς ἐβοήθησας· στόματα δὲ χηρῶν ηὐλόγησάν σε. Δικαιοσύνην γὰρ ἐνεδύσω, καὶ ἠμφιάσω κρῖμα εὐθὲς, ἴσα διπλοΐδι. Ὀφθαλμὸς ἐγένου τυφλῶν, ποῦς δὲ χωλῶν, καὶ πατὴρ ἀδυνάτων. Μύλας ἀδίκων συνέτριψας, καὶ ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἐξέσπασας ἅρπαγμα. Καὶ συνελόντα φάναι, πεινῶντας διατρέφεις, καὶ διψῶντας ποτίζεις, καὶ ξένους περιστέλλεις, καὶ γυμνοὺς περιβάλλεις, καὶ ἀσθενοῦντας ἐπισκέπτῃ, καὶ τοῖς ἐν φυλακαῖς διακονεῖς· μᾶλλον δὲ, Θεῷ διὰ πάντων τούτων εὐαρεστεῖς· δι᾿ ὧν πᾶσι τούτοις προθύμως ἐπαρκεῖν, πάντων ἐπιδοξότερον ἔκρινας. Διὰ τοῦτό σε δικαίως ἐφύλαξεν ὁ Θεὸς, καὶ ὁ λύχνος αὐτοῦ λάμπει ὑπὲρ κεφαλῆς σου· τουτέστιν, ὁ νόμος τῶν ἐντολῶν τῇ πράξει τῶν ἀρετῶν ἐπὶ σοὶ πᾶσι λαμπρῶς διαφαίνεται· καὶ τῷ φωτὶ αὐτοῦ πορεύῃ ἐν σκότει· τουτέστι, τῇ γνώσει τῆς τῶν ὄντων εὐσεβοῦς θεωρίας, τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ τὴν ἄγνοιαν ἀβλαβῶς διοδεύεις, πρὸς τὸ ἄσκιον φῶς ἐπειγόμενος.

For thou didst not eat thy bread alone, but didst give the orphans a rich share of it, and from their youth didst nurture them as a father, and from their mother's womb didst guide them toward 373righteousness. Thou didst not overlook the naked perishing and leave them unclothed; and all the powerless have blessed thee, for thou didst warm their shoulders with the fleece of thy lambs. Thou didst not set thy gold upon thy dust — that is, upon the enjoyment of thy flesh — but didst send all thy wealth ahead into heaven, for the preparing of the goods of the soul. Thou wast not deceived by perishing wealth, and when it flowed thou didst not set thy heart upon it. Psal. lxi, 11. With mockers thou didst not lodge, whose life is shame and whose living is filled with stains. Thy foot did not hasten to deceit; nor didst thou rejoice at the fall of enemies, and thy heart say: Well done. Job xxxi, 5. The earth did not groan over thee; for thou didst not eat its strength alone without price, nor crush the souls of its masters. From unjust gifts thou didst draw back thy hands; and thou didst rescue the poor man from the hand of the mighty, and didst weep over everyone powerless; and seeing a man in straits, thou didst groan. The orphans who had no helper thou didst help; and the mouths of widows have blessed thee. For thou didst put on righteousness, and clothe thyself with upright judgement like a double cloak. Thou becamest an eye of the blind, and a foot of the lame, and a father of the powerless. Thou didst break the millstones of the unjust, and from the midst of their teeth didst wrench the plunder. Job xxix, 12, 13; xxx, 25. And, to say it in sum: thou feedest the hungry, and givest drink to the thirsty, and takest in strangers, and clothest the naked, and visitest the sick, and ministerest to those in prisons; Matth. xxv, 35. or rather, through all these thou art well-pleasing to God; through which things thou hast judged it more glorious than all else readily to suffice for all these.

For this reason God has justly kept thee, and His lamp shines over thy head Job xxix, 3. — that is, the law of the commandments shines through brightly in thee, for all, by the practice of the virtues; and by His light thou walkest in darkness — that is, by the knowledge of the pious contemplation of the things that are, thou passest unharmed through the deceit and the ignorance of this age, hastening toward the shadowless light. For to thee alone in truth, beyond all men, beloved, it has belonged not to corrupt virtue by the weight of rule, nor in any way to bow the law of Christ to gold; but so far to enslave authority to virtue as to be known from these alone — virtue, I mean, and reason — and to become heard of by all, everywhere, through the renown of righteousness.

Σοὶ γὰρ μόνῳ κατὰ ἀλήθειαν ὑπῆρξε παρὰ πάντας ἀνθρώπους, ἠγαπημένε, τῷ τῆς ἀρχῆς ὄγκῳ μὴ διαφθεῖραι τὴν ἀρετὴν, μηδὲ τῷ χρυσῷ τὸν τοῦ Χριστοῦ καθοτιοῦν ὑποκλῖναι νόμον· ἀλλὰ τοσοῦτον τῇ ἀρετῇ δουλῶσαι τὴν ἐξουσίαν, ὥστε καὶ ἀπὸ μόνων, ἀρετῆς τέ φημι καὶ λόγου, γνωρίζεσθαι· καὶ πᾶσι πανταχοῦ γενέσθαι διὰ τὸ κλέος τῆς δικαιοσύνης ἐξάκουστον. Εἰ δὲ τὸ κατὰ σάρκα δυσπαθὲς ὡς εἰκὸς παραιτούμενοι, τὴν ταύτης νομίζομεν περιποιεῖσθαι διὰ τῆς ἐξουσίας εὐπάθειαν, γνῶμεν, ὡς τὴν μὲν εὐπάθειαν τῆς σαρκὸς, θείας ἐντολῆς ἐφεῦρε τῷ βίῳ παράβασις, καὶ ἄνθρωπος τῶν αἰωνίων τὰ πρόσκαιρα προτιμήσας εἰσήγαγε· τὴν δὲ τῆς σαρκὸς δυσπάθειαν, θείας ἐντολῆς τήρησις, καὶ Θεὸς διὰ τοῦτο γενόμενος ἄνθρωπος δι᾿ ἑαυτοῦ παρέδειξέ τε καὶ ἐνομοθέτησε· καὶ τὴν μὲν εἶναι τῆς τοῦ παραδείσου καὶ τῶν ἐκεῖσε ἀγαθῶν τοῖς ἀνθρώποις ἀποξενώσεως αἰτίαν· τὴν δὲ τῆς εἰς τὸν παράδεισον ἐπαναγωγῆς, καὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως· καὶ τὸ δὴ πάντων θαυμασιώ-

376τερον, τῆς πρὸς Θεὸν οἰκειώσεως πρόξενον. Καὶ διὰ τοῦτο τῆς μὲν σαρκικῆς δυσπαθείας, ὡς θείας ὀργάνου χάριτος ὑπαρχούσης, μέχρι πάντως ἀνθεξώμεθα, μὴ συμμεταβαλλόμενοι τοῖς καιροῖς καὶ τοῖς πράγμασι· τῆς δὲ τῆς σαρκὸς εὐπαθείας παντελῶς ἀλογήσωμεν, ὡς ἀποπτύστου, καὶ πάντως λυθησομένης, καὶ πεισομένης τὸ ἑαυτῆς, καὶ τοὺς ἰδίους ὅρους οὐχ ὑπερβαινούσης, ὡς τὸ θεῖον ἔφη τοῦ Χριστοῦ στόμα Γρηγόριος· καὶ ὡς πάντων τῶν τῆς ψυχῆς στιγμάτων ποιητικῆς· ἵνα ὅλοι γενώμεθα τοῦ Θεοῦ καὶ μόνου al. τοῦ ἑνὸς Θεοῦ., διὰ πάντων τῶν τε ψυχικῶν καὶ σωματικῶν κινημάτων, τὰς θείας αὐγὰς ἀπαστράπτοντες. Καὶ ἁπλῶς εἰπεῖν, ὅλου Θεοῦ χωρητικοί, καὶ ὅλοι δι᾿ ὅλου θεοὶ κατὰ χάριν γενώμεθα· τοσοῦτον, ὥστε ἄλλον αὐτὸν ἡμᾶς εἶναι διὰ πάντων νομίζεσθαι· χωρὶς τῆς πρὸς αὐτὸν κατ᾿ οὐσίαν ταυτότητος· τοῦτο γὰρ ἡ τελείωσις, μηδὲν τὸ παράπαν ἐν ἡμῖν αὐτοῖς τοῦ αἰῶνος τούτου γνώρισμα φέροντες· ἵνα μὴ δι᾿ ἐκεῖνο κατά τι στέρησις ἡμῖν τῆς θείας ἕξεως γένηται, καὶ πικρῶς μὲν ὀδυνηθῶμεν ἐπὶ τῷ μώμῳ τῆς ἀληθοῦς ἀρτιότητος· τῆς δὲ διορθώσεως τὰς ἀφορμὰς οὐχ εὑρήσωμεν. Τοῦ αἰῶνος ἡμῖν ἀπογενομένου τῶν πράξεων, οὐδὲν μένει τὸ σύνολον τῶν παρόντων ὡς ἔχει νῦν, σχήματός τε καὶ θέσεως. Οὐδὲν τῶν ὁρωμένων τὸ πιστὸν ἔχει τοῖς κεκτημένοις, καὶ ἄπτωτον. Οὐδὲν διαρκῶς ἔστηκε τοῖς ἡττημένοις αὐτῷ προσδιαμένον ἀκίνητον· οὐ δόξα, οὐ πλοῦτος, οὐ δυναστεία, οὐχ ὑγεία, οὐκ ἀδοξία, οὐ πενία, οὐ δουλεία, οὐ νόσος, οὐ κάλλος, οὐ νεότης, οὐ περιφάνεια, οὐκ ἀμορφία, οὐ γῆρας, οὐ δυσγένεια· πάντα παρέρχεται, πάντα μαραίνεται, πάντα σκιᾶς δίκην ἀφανίζεται τὰ ἀνθρώπινα, καὶ πομφόλυγος εὐδιαπνευστότερός ἐστι πᾶς ὁ τῆς ἀνθρωπίνης δυναστείας ὄγκος. Πᾶς γὰρ ἄνθρωπος, φησὶ, χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Πάντα γὰρ ὡς ἀληθῶς τὰ ἀνθρώπινα, συνημμένην ἔχει κατὰ δύναμιν τὴν φθορὰν τῇ γενέσει· πολλάκις δὲ καὶ προηγουμένην ἐπ᾿ ἐνίων τῆς γενέσεως τὴν φθορὰν· ὡς δύνασθαι κλαπῆναι τῇ κατὰ τὸ αὐτὸ τῶν ἄκρων πρὸς ἄλληλα συνόδῳ τὸ μέσον, καὶ δι᾿ ἀμφοῖν θεωρούμενον· καὶ τοῦτο σοφῶς τῆς προνοίας μηχανωμένης, ἵνα γένηται πρὸς τὴν τῶν αἰωνίων πίστωσιν ὁ τῶν ἀλλοιουμένων λόγος παιδαγωγία. Πάντα μεταβάλλει εἰς ἄλληλα, καὶ περιτρέπεται ἕκαστον ἑκάστῳ· καὶ δι᾿ ἀλλήλων μᾶλλον κυροῦσιν ἑαυτῶν τὴν φθορὰν ἢ τὴν γένεσιν. Μὴ τε[?] [?]σωμεν τοῖς ἐπικαίροις τὴν μὴ φθειρομένη[?] [?]χὴν· μηδὲ βαρήσωμεν τὸν νοῦν κατασπῶντες πρὸς γῆν τῇ φροντίδι τῶν ὑλικῶν, ὕλης ὄντα κατὰ φύσιν ἐλεύθερον.

But if, declining — as is likely — the hardship that is according to the flesh, we think to procure its comfort through authority, let us know that the comfort of the flesh the transgression of the divine commandment invented for life, and man, preferring the temporary to the everlasting, brought it in; but the hardship of the flesh the keeping of the divine commandment, and God, who for this reason became man, showed forth and legislated through Himself; and that the one is the cause of men's estrangement from paradise and from the goods there, and the other of the return into paradise, and of the taking-up into heaven; and — what is the most wonderful of all —

376the procurer of kinship with God. And for this reason let us hold fast always to the hardship of the flesh, as being an instrument of divine grace, not changing along with the times and with affairs; but let us take no account at all of the comfort of the flesh, as being abominable, and sure to be dissolved, and to suffer what is its own, and not to overstep its own bounds — as Gregory, the divine mouth of Christ, said — and as productive of all the stains of the soul; that we may become wholly God's, and His alone, flashing forth the divine rays through all the movements of soul and of body. And, to speak simply, let us become capable of containing the whole of God, and wholly, through the whole, gods by grace; so much, that we are thought to be another He through all things — apart from identity with Him in essence. For this is perfection: bearing in ourselves no mark at all of this age; lest through that mark there come to be in some respect a deprivation of the divine habit for us, and we be bitterly pained at the blemish upon our true soundness, and not find the occasions of correction.

When the age of our practices has passed away from us, nothing at all of the present things remains as it now is, in figure and position. None of the things that are seen holds what is trustworthy and unfalling for those who possess it. Nothing stands lastingly, remaining on unmoved, for those who have been worsted by it: not glory, not wealth, not power, not health, not ingloriousness, not poverty, not slavery, not sickness, not beauty, not youth, not eminence, not ugliness, not old age, not low birth. All things pass by, all wither, all human things vanish like a shadow, and the whole bulk of human power is more easily blown away than a bubble. For every man, he says, is grass, and all the glory of man as the flower of grass: the grass has withered, and the flower has fallen. For truly all human things have corruption joined, in potency, to their coming-to-be; and often, in some, corruption even preceding their coming-to-be; so that the middle can be stolen away by the concourse of the extremes with one another at the same point, even while it is contemplated through both. And this providence wisely contrives, that the principle of the things that are altered may become a pedagogy toward assurance of the everlasting. All things change into one another, and each is turned about by each; and through one another they confirm their own corruption rather than their coming-to-be.

Let us not, then,[?] bind[?] to the things of the moment the soul that does not perish; nor weigh down the mind, dragging it toward earth by care for material things, when it is by nature free of matter.

Φυσικῶς ἀλλήλων διέλωμεν τῷ λόγῳ, τὰ μηδέποτε κατ᾿ οὐσίαν ἀλλήλοις 377συμπίπτοντα · καὶ οὐδεὶς κόπος ἡμῖν περίεστιν ἑλκύσαι τῆς προσπαθείας τῶν φθειρομένων, τὴν ἀσύνθετον καὶ μηδαμῶς διάλυσιν φύσεως ἐπιδέξασθαι δυναμένην ψυχήν. Φύγωμεν Σόδομα · τὴν περὶ τὰ αἰσθητὰ τῶν αἰσθήσεων πλάνην · λέγω καὶ σύγχυσιν, ἵνα φύγωμεν τὸν ἐμπρησμόν · τὴν τούτοις φημὶ πάντως διὰ πυρὸς ἐπομένην κόλασιν. Εἰς τὸ ὄρος σωθῶμεν, εἰς τὸ ὕψος δηλαδὴ τῆς κατὰ Θεὸν πολιτείας, ἵνα μὴ συμπαραληφθῶμεν, οἱ μήπω τῶν αἰσθήσεων ὁλικῶς ἐξοικισθέντες, κἂν ἀργεῖν δοκῶμεν κατὰ τὸν μακάριον Λὼτ ἀπὸ κακίας, τῷ μὴ συνεργάζεσθαι τοῖς Σοδομίταις τὰ ὅμοια · τουτέστι, τοῖς διὰ τῶν αἰσθήσεων πάθεσι, τὰ πρόσφορα πάθεσι. Παραδράμωμεν ὅση δύναμις τὰ παρατρέχοντα, καὶ κρατεῖσθαι μὲν παρ᾿ ἡμῶν οὐδαμῶς δυνάμενα, αὐτὴν ἔχοντα φύσιν τὴν παροδικὴν ῥεῦσιν ὑπόστασιν · μόνην δὲ ἡμῖν ἐναφιέντα τὴν ἐπ᾿ αὐτοῖς τῆς ψυχῆς κακῶς ἐστιγμένην διάθεσιν, δι᾿ ἣν πᾶσα μέλλει τοῖς κατακρίτοις ἐπανατείνεσθαι βάσανος. Ἀφῶμεν πάντα προθύμως, ἢ Θεῷ διὰ τῶν δεομένων προχρήσωμεν, ὧν ἐξ ἀνάγκης φυσικῶς ἡμῖν παρέπεται στέρησις. Ἀφῶμεν γνωμικῶς κατὰ θέλησιν, τὰ φυσικῶς κατ᾿ ἀνάγκης ἀφίεντά τε καὶ ἀφιέμενα. Μὴ ποιήσωμεν τοῖς γινομένοις τε καὶ ἀπογινομένοις διὰ ἀλογίστου σχέσεως κάτοχον, τὴν τὸν Ποιητὴν ἑαυτῆς φυσικῶς εἰκονίζουσαν ψυχήν · τὴν μηδέποτε μετὰ τὸ γενέσθαι πέρας τοῦ εἶναι λαμβάνουσαν, καὶ ἀεὶ ζητεῖν τὸν Θεὸν διὰ πάντων, καὶ πρὸς αὐτὸν ἐπείγεσθαι προστεταγμένην. Μὴ θελήσωμεν ἔχειν ἄπερ κρατεῖν οὐ δυνάμεθα · μήτε μὴν ὡς αἰωνίοις προστεθῶμεν τοῖς πάντως παρερχομένοις. Παράγει γὰρ τὸ σχῆμα τοῦ αἰῶνος τούτου, καθὼς εἶπεν ὁ Ἅγιος · καὶ · Ὁ οὐρανὸς, καὶ ἡ γῆ παρελεύσεται, καθὼς εἴρηκεν ὁ τοῦ Ἁγίου Θεός · καὶ δεχώμεθα [ἐκδεχώμ.] τὴν θείαν ἀψευδῶς ἀπόφασιν, καὶ φθάνωμεν τῇ πίστει τοῦ λόγου τὴν δύναμιν, καὶ πιστούμεθα δι᾿ ἀποδείξεως ἐναργοῦς τῶν λεγομένων τὴν ἔκβασιν. Οὕτινος γὰρ τὰ μέρη φθοραῖς καὶ ἀλλοιώσεσιν ὑπόκειται, καθώς τις τῶν ἡμετέρων ἔφη σοφός Basil. homil. 1 in Hexaemeron., τούτου καὶ τὸ πᾶν δηλονότι, κἂν μήπω δι᾿ ἐνεργείας ἐφέστηκεν ὁ καιρὸς, ἐν ᾧ ταῦτα, τὸ πᾶν ὑποστήσεται · ἐπεὶ καὶ πᾶς ἄνθρωπος ἐξ ὧν πάσχει καθ᾿ ἑκάστην ἡμέραν, φυσικῶς οἶδε τεθνήξεσθαι, κἂν μήπω πάρεστι διὰ τῶν πραγμάτων ὁ θάνατος.. Γενώμεθα τοίνυν ἑαυτῶν, καὶ τοῦ Θεοῦ · μᾶλλον δὲ μόνου Θεοῦ, ἀλλὰ μὴ τῆς σαρκὸς ὅλως καὶ τοῦ κόσμου. Ἑτοιμασθῶμεν τοῦ ἐπικαλεῖσθαι τὸν Θεὸν ἡμῶν, κατὰ τὸ γεγραμμένον · Ἑτοιμάζου, τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ · ὅπερ ἐστὶ, καθαρθῶμεν τῶν κακῶν στιγμάτων καὶ μολυσμῶν, ἀποβαλόντες ἑαυτῶν καὶ αὐτὰς ψιλὰς τῶν παθῶν, κατὰ τὸ δυνατὸν, τὰς φαντασίας.

Let us divide naturally from one another by reason the things that never 377coincide with one another in essence; and no toil remains for us to draw away from passionate attachment to perishing things the soul, which is incomposite and can in no way admit dissolution of nature. Let us flee Sodom — the error of the senses about the sensibles, I mean, and their confusion — that we may flee the burning: I mean the chastisement that follows these, altogether, through fire. Let us be saved to the mountain — to the height, that is, of the way of life according to God — lest we be taken along with them, we who have not yet wholly moved out from the senses, even if we seem, like the blessed Lot, to be idle from vice, in not working the like things with the Sodomites: Gen. xix, 15 seqq. that is, with the passions that come through the senses, the things that suit passions.

Let us run past, so far as we have power, the things that run by, which can in no way be held by us, having by nature the passing flux as their very hypostasis, and leaving in us only the disposition of the soul badly stained upon them, on account of which every torment is to be held over the condemned. Let us let go of everything readily, or lend it beforehand to God through those in need — everything whose deprivation of necessity naturally attends us. Let us let go by inclination, according to volition, the things that naturally, of necessity, both let go and are let go. Let us not make the soul, which naturally images its own Maker, a captive, through an irrational relation, to the things that come to be and cease to be — the soul which never, after coming to be, receives an end of being, and has been commanded ever to seek God through all things and to hasten toward Him. Let us not will to have what we cannot hold; nor indeed attach ourselves, as to things everlasting, to the things that altogether pass by. For the figure of this age passes away, as the Saint said; I Cor. vii, 31. and: The heaven and the earth shall pass away, as the God of the Saint has said. Matth. xxiv, 35. And let us await the divine sentence as unfailing, and anticipate by faith the power of the word, and be assured, by a clear demonstration, of the outcome of what is said. For of that whose parts are subject to corruptions and alterations, as one of our wise men said, the whole too evidently is so, even if the time has not yet come to stand in operation in which the whole will undergo these things; since every man too, from what he suffers each day, knows naturally that he will die, even if death is not yet present in deed.

Let us become, then, our own, and God's — or rather God's alone, and not at all the flesh's and the world's. Let us be prepared to call upon our God, according to what is written: Prepare to call upon thy God, Israel Amos iv, 12. — which is: let us be cleansed of the evil stains and defilements, casting off from ourselves even the bare imaginations of the passions, so far as possible.

Οὕτω γὰρ ἀληθῶς ἑτοιμάζεται πᾶς ἑτοιμάζεσθαι θέλων καλῶς · ἵνα δεξώμεθα διὰ τῶν 380ἀρετῶν, ὡς διά τινων θείων χρωμάτων τὴν ἀκριβῆ πρὸς Θεὸν ἐξομοίωσιν. Οὕτω γὰρ ἐπικαλεῖται δεόντως, ὁ τὸν Θεὸν πῶς ἐπικαλεῖσθαι χρὴ μὴ ἀγνοιῶν· ἑτοιμασία γάρ ἐστι, κατ᾿ ἐμὲ φάναι, τῶν παθῶν ἀλλοτρίωσις· ἐπίκλησις δὲ, ἡ γνησία διὰ τῶν ἀρετῶν πρὸς Θεὸν οἰκείωσις. Ἢ πάλιν, ἑτοιμασία ἐστὶν, ἡ διὰ τῶν ἀρετῶν τοῖς ἀξίοις ἐγγινομένη λαμπρότης· ἐπίκλησις δὲ, ἡ διὰ γνώσεως ἀληθοῦς ὑποδοχὴ τῆς θεοποιοῦ χάριτος. Οὕτω γὰρ ἂν λευκὰ διὰ παντὸς τὰ ἱμάτια ἔχειν δυνησόμεθα, κατὰ τὸ γεγραμμένον· τουτέστι φαιδροὺς τοὺς διὰ τῶν ἀρετῶν τρόπους· καὶ διαφανεῖς, καὶ μηδὲν σκότους τεκμήριον ἔχοντας. Καὶ ἡ ψυχὴ ἡμῶν ἀγαλλιάσεται ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν· χαίρουσα ἐπί τε τῇ ἀπεκδύσει τοῦ παλαιοῦ ἀνθρώπου, τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· καὶ τῇ ἐπενδύσει τοῦ νεοῦ τοῦ κατὰ Θεὸν κτισθέντος ἐν πνεύματι. Ἐνδύσει γὰρ ἡμᾶς ὁ Θεὸς ἡμῶν ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης· τουτέστι τὴν ἐκτικὴν κατ᾿ ἦθος διὰ τῶν ἀρετῶν φιλόσοφον πρᾶξιν, καὶ τὴν ἄπταιστον ἐν πνεύματι γνωστικὴν θεωρίαν, ἵνα καὶ τῶν μελλόντων τοῦ θείου καὶ ἀκηράτου νυμφῶνος ἀρχικῶν ἀπολαύσωμεν ἀγαθῶν. Ἐπὶ τούτοις πᾶσιν ἀκριβῶς σκοποῦντες πῶς περιπατοῦμεν, καὶ τί περὶ ἑαυτῶν βουλευόμεθα· πολλοὺς γινώσκοντας τοῖς παρ᾿ ἡμῶν γινομένοις τε καὶ νοουμένοις ἀοράτους παρίστασθαι μάρτυρας, οὐκ εἰς τὸ φαινόμενον βλέποντας μόνον, ἀλλ᾿ εἰς αὐτὰς παρακύπτοντας τὰς ψυχὰς, καὶ τὸ κρυπτὸν διελέγχοντας τῆς καρδίας. Πολλοὶ γάρ, ὡς ἀληθῶς, χοροὶ πανταχόθεν ἀγγελικῶν Δυνάμεων ἡμᾶς περιεστήκασι, τὰ γινόμενά τε καὶ λεγόμενα παρ᾿ ἡμῶν, καὶ νοούμενα, μέχρι καὶ ψιλῆς ἐνθυμήσεως, δι᾿ ἀκριβείας πάσης ἐν οὐρανῷ καταγράφοντες, πρὸς ἔλεγχον ἡμῶν ἐν τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως· ὅτε πᾶσα τῶν ὁρατῶν ἡ κτίσις κλονουμένη κατ᾿ ἔπαιξιν ἄφατον πρὸς τὴν οἰκείαν ὠθεῖται συντέλειαν· καὶ οὐρανὸς καὶ γῆ ῥοιζηδὸν παρελεύσονται· καὶ τὰ διὰ μέσου στοιχεῖα καυσούμενα λυθήσεται· καὶ ἔσται οὐρανὸς καινὸς καὶ γῆ καινή, καὶ τὰ ἐπὶ τούτοις. Ἡνίκα θρόνοι προτίθηνται, καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται, καὶ βίβλοι ἀνοίγονται, τῶν ἡμετέρων ἔργων τε καὶ λόγων καὶ νοημάτων τὰ ἔγγραφα πιστῶς τε καὶ ἀνοθεύτως ἔχουσαι· χίλιαί τε χιλιάδες ἀγγέλων λειτουργοῦσιν αὐτῷ, καὶ μυρίαι μυριάδες αὐτῷ παρεστήκασι· καὶ ἀπειλὴ φρικώδης αἰθομένου [καιομένου] πυρὸς πανταχοῦ διατρέχουσα, καὶ τὰ κύκλῳ πάντα περιλαμβάνουσα, καὶ ὄρη ὡσεὶ κηρὸν ἐκτήκουσα. Ποταμὸς γὰρ πυρὸς, φησὶν, εἷλκεν ἔμπροσθεν αὐτοῦ.

For so truly is everyone prepared who wishes to be well prepared; that we may receive, through the 380virtues, as through some divine colours, the exact assimilation to God. For so does he call upon God fittingly who is not ignorant how God ought to be called upon. For preparation is — to speak for myself — estrangement from the passions; and invocation is the genuine kinship with God through the virtues. Or again: preparation is the brightness that comes to be in the worthy through the virtues; and invocation is the reception, through true knowledge, of deifying grace. For so shall we be able to have our garments white always, according to what is written Eccle. ix, 8. — that is, the modes through the virtues, bright and transparent, and having no token of darkness. And our soul shall exult in God our Saviour, Isa. lxi, 10. rejoicing both at the putting off of the old man, which is corrupted according to the desires of deceit, and at the putting on of the new, which has been created according to God in the spirit. Eph. iv, 24. For our God will clothe us with a garment of salvation and a tunic of gladness: Isa. lxi, 10. that is, with the philosophic practice, in character, through the virtues, that has become a habit, and with the unstumbling contemplation of knowledge in the spirit; that we may also enjoy the primordial goods of the divine and undefiled bridal chamber to come. In addition to all this, considering exactly how we walk, and what we counsel concerning ourselves, knowing that many invisible witnesses stand by the things done and thought by us, not looking at what appears only, but peering into the souls themselves, and searching out what is hidden in the heart.

For many, in truth, are the choirs of angelic Powers that stand around us on every side, recording in heaven with all exactness the things done and said by us, and thought, even to the bare reflection, for our conviction on the fearful day of judgement; when all the creation of visible things, shaken, is driven with an unspeakable onrush toward its own consummation; and heaven and earth shall pass away with a rushing noise, and the elements between, burning, shall be dissolved; and there shall be a new heaven and a new earth, Isa. lxv, 17. and what follows upon these. When thrones are set, and the Ancient of days takes His seat, and books are opened, Dan. vii, 9, 10. holding the records of our works and words and thoughts faithfully and unadulterated; and thousands of thousands of angels minister to Him, and ten thousand times ten thousand stand by Him; and a shuddering threat of blazing fire runs through everywhere, seizing all things round about, and melting mountains like wax. For a river of fire, he says, was drawing before Him.

Ἡνίκα τάρταρος. καὶ βόθρος ἀχανὴς καὶ ἀνείκαστος, καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος ἀναδείχθῶσι παρόντα· καὶ ἐπ᾿ αὐτοῖς φόβος εἰστήκει διὰ πάντων μετέωρος ἐκδεχομένων τὴν ἔκβασιν· καὶ ὁργῆς 381ἄγγελοι κολαστικὸν πῦρ ἀποστίλβοντες, πῦρ δὲ βλέποντες, καὶ πῦρ ἀναπνέοντες, ἕτοιμοι πρὸς πᾶσαν ἐκδίκησιν πάσης παρανομίας ἑστήκασι. Πᾶσά τε πρὸς τούτοις κτίσις ἐπίγειός τε καὶ ἐπουράνιος, ὅση τε ἐν ἀγγέλοις, καὶ ταῖς ὑπὲρ ἀγγέλους δυνάμεσι, καὶ ὅση ἐν ἀνθρώποις, παρίσταται μετὰ τρόμου τὴν φοβερὰν τῆς θείας βουλῆς ἐκδεχομένη φανέρωσιν· ἐφ᾿ ὧν ἁπάντων, αἱ πάντων ἡμῶν ἀναγνωσθήσονται πράξεις, καὶ τῶν κρυπτῶν ἡ γύμνωσις γενήσεται· ὥστε πάντας οὕτως γινώσκειν ἀλλήλων τὰς ἁμαρτίας, ὡς ἕκαστος τὰς ἑαυτοῦ, τὴν βίβλον ἀπλανῶς ἀναγινώσκων τῆς ἑαυτοῦ συνειδήσεως. Ἐλέγξω γάρ σε, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Καὶ πάλιν· Κυκλώσει αὐτοὺς τὰ διαβούλια αὐτῶν. Καὶ ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ, καὶ δικαστὴς ἀπαραλόγιστος, παρισταμένην ἔχων τὴν φοβερὰν καὶ μεγαλοπρεπῆ τῶν οὐρανίων ταγμάτων δύναμιν, ὑψηλὸς προκαθέζεται, πᾶσαν ἀπαστράπτων δικαιοσύνην, καὶ ἑκάστῳ δι᾿ ἀποφάσεως ἀληθοῦς καὶ δικαίας ἀπονέμων τὰ πρὸς ἀξίαν· τοῖς μὲν ἐκ δεξιῶν διὰ τὰς καλὰς πράξεις σταθεῖσιν, μειλιχίως τὴν ἡτοιμασμένην ἀπὸ καταβολῆς κόσμου τῶν οὐρανῶν βασιλείαν διδούς· τοὺς δὲ τὴν ἐξ εὐωνύμων διὰ τὴν ἐρημίαν τῶν ἀγαθῶν ἔργων στάσιν λαχόντας, εἰς τὸ αἰώνιον πῦρ, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, μετ᾿ ὀργῆς ἀπωθούμενος. Τίς ἐκεῖνο τὸ πῦρ ἐνέγκει μαινόμενον; Τίς οὐ καταπτήσσει τὸ ξένον ἐκείνου τοῦ σκώληκος θέαμα; Τίς τοῦ σκότους ἐκείνου τοῦ ἐξωτέρου τὸ ταχύ τε ὁμοῦ καὶ βαρὺ φέρειν δυνήσεται; Τίς μυκώμενον τὸν τάρταρον, καὶ ἐκ πυθμένος αὐτῷ συναναβρασσομένην τὴν ἄβυσσον ὑποστήσεται; Τίς τῶν ἐπὶ τούτῳ τεταγμένων ἀγγέλων τὸ δριμύ τε καὶ βλοσυρὸν τοῦ βλέμματος, καὶ τοῦ προσώπου τὸ κατηφὲς οὐχ ὑποτρέμει δονούμενος; Τίς τὸ πάντων δεινότερον τῶν κακῶν, τὴν ἀποστροφὴν τοῦ προσώπου τοῦ φύσει πρᾴου καὶ φιλανθρώπου Θεοῦ καὶ οἰκτείρμονος οὐ φοβηθήσεται, ᾧ πᾶσα κτίσις συναποστρέφεται τε καὶ συμβδελύττεται, τοὺς διὰ φιλαπεχθήμονα γνώμην ἑαυτοὺς τοσούτοις κακοῖς περιπείραντας, ἀγανακτοῦσα κατ᾿ αὐτῶν ἐνδίκως, ὡς τοιοῦτον ἑαυτοῖς φανῆναι τὸν φύσει τε καὶ μόνον φιλάνθρωπον Θεὸν βιασαμένων; Τίς τὴν κατὰ συνείδησιν ἀπέραντον αἰσχύνην ἔσεσθαι μέλλουσαν ἐπὶ τῇ φανερώσει τῶν κρυπτῶν ὑποστήσεται; Τίς τὸν ἀσίγητον κλαυθμὸν, καὶ τὸ πικρὸν ἐκεῖνο καὶ ἀνόνητον δάκρυον, καὶ τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ τοὺς κωκυτοὺς τῶν ἐν ταῖς βασάνοις πιεζομένων, ἢ τὸν ἐκ τῆς μεταμελείας πόνον κατὰ μέσης αὐτῶν ἐπιχείμενον τῆς καρδίας, καὶ διασμύχοντα δικαίως αὐτῶν τῆς ψυχῆς τὸν πυθμένα, μετρῆσαι δυνήσεται;

When Tartarus, and a gaping and unimaginable pit, and the outer darkness, and the sleepless worm Luc. xvi, 26; Matth. xxv, 30; Marc. ix, 43. are shown to be present; and over these, fear stands through all, in suspense, as they await the outcome; and angels of 381wrath, flashing forth chastising fire, looking fire, and breathing fire, stand ready for every vengeance upon every lawlessness. And besides these, all creation, earthly and heavenly — as much as is among the angels and the powers above angels, and as much as is among men — stands by with trembling, awaiting the fearful manifestation of the divine counsel; before all of whom the practices of all of us shall be read, and the stripping bare of hidden things shall come about; so that all shall know one another's sins as each knows his own, reading without error the book of his own conscience. For I will convict thee, he says, and set thy sins before thy face. Psal. xlix, 21. And again: Their counsels shall encircle them. Ose. vii, 2.

And behold, a man and his work; and the Judge who cannot be deceived, having standing by Him the fearful and magnificent power of the heavenly ranks, takes His seat on high, flashing forth all righteousness, and assigning to each, by a true and just sentence, what accords with his worth: to those who have been set on the right for their good practices, gently giving the kingdom of the heavens prepared from the foundation of the world; but those who have been allotted the station on the left for their dearth of good works, thrusting away with wrath into the everlasting fire prepared for the devil and his angels. Who will bear that raging fire? Who will not cower at the strange spectacle of that worm? Who will be able to bear the thickness and the heaviness together of that outer darkness? Who will endure Tartarus bellowing, and the abyss boiling up with it from the bottom? Who does not tremble, shaken, at the sharpness and grimness of the gaze, and the gloom of the face, of the angels set over this? Who will not fear what is more terrible than all evils — the turning away of the face of the God who is by nature gentle and loving man and compassionate; with whom all creation turns away and feels disgust at those who, through a quarrel-loving inclination, have pierced themselves through with such evils, being justly indignant against them, as having forced the God who is by nature and alone loving man to appear such to them? Who will endure the boundless shame, according to conscience, that is to be at the manifestation of hidden things? Who will be able to measure the unceasing weeping, and that bitter and profitless tear, and the gnashing of the teeth, and the shrieks of those pressed in the torments, or the pain from repentance that lies upon the midst of their heart, and justly smoulders away the bottom of their soul?

Τίς τὴν ἐγγινομένην αὐτοῖς στενοχωρίαν ἐκ τοῦ μὴ ἐλπίζειν προθεσμίαν μεταποιήσεως, καὶ τέλος τῆς ἐπιχειμένης κολάτεως, μηδὲ τῆς πρὸς τὸ εὖ ζῆν πάλιν μεταβο-

384λῆς ἐκδέχεσθαι προσδοκίαν, ἐξειπεῖν ἐστιν ἱκανός; Τελευταῖον γὰρ καὶ μόνον, καὶ φοβερὸν ἐκεῖνο καὶ δίκαιον ὡς ἀληθῶς ἐστι τὸ κριτήριον, καὶ δίκαιον πλέον ἢ ὅσον ἐπίφοβον, καὶ διὰ τοῦτο τυχὸν φοβερώτερον, ὅτι καὶ δίκαιον· καὶ πάντας ἑαυτῷ κατὰ τὴν δικαίαν τοῦ Θεοῦ ψῆφον τοὺς αἰῶνας ἐναποκλεῖον. Τίς τὰς οἰμωγὰς καὶ τοὺς στεναγμοὺς τοὺς ἐκ μέσης αὐτῶν προφερομένους τῆς καρδίας, καὶ αὐτῶν καθαπτομένους τῶν μυελῶν, καὶ πικρῶς τὰ σπλάγχνα καταδάκνοντας ἐπὶ νοῦν, λαβὼν, δακρύων ἐλεύθερος εἶναι δυνήσεται; Τίς τὸν θρῆνον καὶ τὸν ὀλοφυρμὸν ἐνέγκῃ χωρὶς ὀδύνης καὶ τῆς ἐπ᾿ αὐτῇ κατηφείας, καὶ μεθ᾿ οἵων προφερομένους τῶν ἐκ μεταμελείας λόγων, τῶν τε πρὸς ἑαυτὸν ἑκάστου τῶν κολαζομένων, καὶ πάντων πρὸς ἅπαντας; Τότε γὰρ ἀληθῆς ἐπιγνώμων τῶν ἑαυτοῦ πταισμάτων καθέστηκεν ἕκαστος, ὅταν ἐφ᾿ ἑαυτῶν γυμνὰ φανῶσι τὰ πράγματα, καὶ παντὸς καλύμματος ἀπάτης ἐλεύθερα. Δικαία ἡ κρίσις σου, ὁ Θεός· ἐκάλεις γὰρ ἡμᾶς, καὶ οὐχ ὑπηκούομέν σου· λόγους δὲ παρεῖχες ἡμῖν, καὶ οὐ προσείχομεν, ἀλλ᾿ ἀκύρους ἐποιοῦμεν τὰς σὰς βουλάς· τοῖς δὲ σοῖς λόγοις οὐ προσείχομεν. Τοιγαροῦν δικαίως ἦλθεν ἐφ᾿ ἡμᾶς ἀπώλεια, καὶ ὄλεθρος, καὶ καταιγίς, καὶ θλίψις, καὶ πολιορχία· καὶ νῦν ἡμεῖς ἐπικαλούμεθά σε, καὶ οὐκ εἰσακούεις· ζητοῦμεν παρὰ σοῦ, καὶ οὐχ εὑρίσκομεν ἔλεος· οὐδὲ γὰρ ἡμεῖς εἰσηκούσαμέν σου τῶν λόγων· οὐδὲ τῷ πλησίον ἐποιήσαμεν ἔλεος. Οἱ γὰρ μισήσαντες σοφίαν, καὶ τὸν φόβον Κυρίου μὴ προελόμενοι, μηδὲ θελήσαντες Θεοῦ προσέχειν βουλαῖς, τοιούτους δρεπόμεθα τῶν οἰκείων σπερμάτων τοὺς καρποὺς, καὶ τῆς ἑαυτῶν ἀνοίας ἐμπιπλώμεθα. Ἀπετύφλωσε γὰρ ἡμᾶς ἡ ἀπάτη τοῦ βίου, καὶ οὐχ ἔγνωμεν μυστήρια Θεοῦ· οὐδὲ μισθὸν εἶναι τὸ σύνολον ἠλπίσαμεν ὁσιότητος. Διὰ τοῦτο τρίβοις ἀνομίας ἐνεπλήσθημεν, καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους, δηλαδὴ θείας ἐπισκοπῆς, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν. Καὶ νῦν τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία, καὶ τί ὁ πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν; Παρῆλθεν ἐκεῖνα πάντα, ὡς σκιά, καὶ ὡς ἀγγελία παρατρέχουσα, καὶ ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ· ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν τρόπεως [τρόπιος] αὐτῆς ἐν κύμασιν· ἢ ὡς ὀρνέου διαπτάντος ἀέρα, οὐθὲν εὑρίσκεται τεκμήριον πορείας. Παρῆλθεν ἐκεῖνα πάντα, τοῦτο τὸ πῦρ ἡμῖν ἀφέντα κληρονομίαν, εἰς πάντας διαμένουσαν τοὺς αἰῶνας. Δικαία ἡ κρίσις σου, ὁ Θεός· τὰ αὐτὰ γὰρ λέγοντες οὐδέποτε λοιπὸν παυσόμεθα· ἐκαλούμεθα, καὶ οὐχ ὑπηκούομεν· ἐνουθετούμεθα, καὶ οὐ προσείχομεν. Περὶ τούτων καθ᾿ ἑκάστην ἡμέραν ἐδιδασκόμεθα τῶν δεινῶν, καὶ κατεφρονοῦμεν τῶν λεγομένων. Οὐχ ἐλύπει ἡμᾶς τότε κἂν μικρὸν τὰ περὶ τούτων ῥήματα· ἐπεὶ οὐχ ἂν νῦν σφοδρῶς οὕτως ἐλύπει τὰ πράγματα· λῆρος ἡμῖν ἐνομίζετο τὰ νῦν ἡμῶν συνέχοντα τὴν ζωήν, τότε συχνῶς ἐπᾳδόμενα.

Who, the straitness that comes upon them from not hoping for a set term of transformation, and an end of the punishment that lies upon them, nor to await the expectation of a change back again to living well —

384who is sufficient to tell it? For last and alone, and fearful and just in truth, is that tribunal; and just more than it is dreadful, and for this reason perhaps the more fearful, because it is also just; shutting up within itself all the ages according to the just verdict of God. Who, taking to mind the wailings and the groans brought forth from the midst of their heart, fastening upon their very marrow, and bitterly gnawing the bowels, will be able to be free of tears? Who could bear the lament and the mourning without pain, and without the dejection over it, and with what words of repentance they are uttered — both those of each of the punished to himself, and of all to all? For then each stands a true acknowledger of his own falls, when things appear naked in themselves, and free of every covering of deceit.

Just is thy judgement, O God; Psal. cxviii, 137. for thou didst call us, and we did not obey thee; thou didst hold out words to us, and we gave no heed, but made thy counsels void; and to thy words we gave no heed. Therefore justly has there come upon us destruction, and ruin, and tempest, and affliction, and siege; and now we call upon thee, and thou dost not hearken; we seek from thee, and do not find mercy; for neither did we hearken to thy words, nor did we do mercy to our neighbour. For we who hated wisdom, and did not choose the fear of the Lord, nor willed to heed God's counsels, reap such fruits of our own seeds, and are filled with our own folly. For the deceit of life blinded us, and we did not know the mysteries of God, nor did we hope at all that there is a wage of holiness. Therefore we were filled with the paths of lawlessness, and went through trackless deserts — deserts, that is, of divine oversight — but the way of the Lord we did not know. And now what has pride profited us, and what has wealth with boasting brought us? All those things have passed by like a shadow, and like a message running past, and like a ship going through the surging water, of which, when it has passed, there is no trace to find, nor path of its keel ibid. 8-10. in the waves; or as when a bird has flown through the air, no token of its journey is found. All those things have passed by, leaving us this fire as an inheritance, remaining to all the ages.

Just is thy judgement, O God; for we shall never cease from now on saying the same things: we were called, and did not obey; we were admonished, and gave no heed. About these terrors we were taught every day, and we despised what was said. The words about these things did not grieve us then even a little; else the things themselves would not now grieve us so vehemently. A trifle we thought the things that now hold our life fast, when they were often sung over us then. O the sloth! O the deceit!

Ὢ τῆς ῥᾳθυμίας! ὢ τῆς ἀπάτης! ὢ τῶν κακῶν 385βουλευμάτων! ὦ τῶν πονηρῶν συναλλαγμάτων! ὦ τοῦ θαύματος τῆς ἐπὶ τούτοις δικαίας τοῦ Θεοῦ περὶ ἡμᾶς ἀποφάσεως! Πῶς ἑκάστου τῶν ἡμετέρων ἁμαρτημάτων εἴδους πρόσφορον ἡμῖν ἀντέδωκε βάσανον. Δι᾿ οἰκτρὰν γὰρ καὶ ἀπόπτυστον σαρκὸς ἡδονὴν, ταύτην ἔχειν τὴν φοβερὰν δικαίως κατεδικάσθημεν γέενναν. Τὸν ζόφον καὶ τὸ σκότος τοῦτο τὸ φριχτὸν οἰκεῖν κατεκρίθημεν, ἐπειδήπερ ἠγαπήσαμεν πάντα τὰ αἰσχρὰ, καὶ θεάματα καὶ ἀκούσματα καὶ ῥήματα· καὶ πάντων ὁμοῦ τῶν θείων ἀγαθῶν, τὰ ἱππικὰ καὶ τὰ θέατρα καὶ τὰ κυνηγέσια προστιμήσαμεν· ἐν οἷς δαιμόνων ἐχόρευον δῆμοι, καὶ πᾶσα θεία δι᾿ ἀγγέλων ἀπῆν ἐπισκοπὴ καὶ ἐπίγνωσις· ἔνθα τὸ μὲν σεμνὸν τῆς σωφροσύνης πολλοῖς καθυβρίζετο τρόποις· τὸ δὲ τῆς ἀκολασίας κακόν τε καὶ βδελυρὸν περιφανῶς ἐσεμνύνετο. Δικαίως τοῦ φωτὸς ἐστερήθημεν νῦν, ὅτι πρὸς δόξαν τοῦ πεποιηκότος Θεοῦ τὴν κτίσιν κατὰ τὴν πρόσκαιρον ἡμῶν ζωὴν οὐχ ἐθεασάμεθα· ἀλλ᾿ ἐμολύναμεν τοὺς ὀφθαλμοὺς ἡμῶν καὶ τὰ ὦτα καὶ τὴν γλῶσσαν· μᾶλλον δὲ διὰ τούτων τὴν κατ᾿ εἰκόνα Θεοῦ γεγενημένην ψυχὴν πᾶσι τοῖς τῷ Θεῷ μισουμένοις θεάμασί τε καὶ ἀκροάμασι, καὶ ῥήμασι, καὶ ταῖς κατ᾿ ἀλλήλων βασκανίαις ἐφθείραμεν. Εἰς δὲ τὸν τάρταρον κατερῥίφημεν, πήξει καὶ βυθῷ κατὰ ταυτὸν τρυχώμενοι δεινῶς· ἐπειδὴ τῆς μὲν ὑψηλῆς, καὶ τῶν ὑψηλῶν καὶ θείων προξένου ταπεινοφροσύνης προεκρίναμεν τὴν ὑπερηφανίαν· καὶ τὸ τῆς ἀρετῆς στερρόν τε καὶ σύντονον διὰ τὴν τῆς σαρκὸς ὑπερβάλλουσαν θρύψιν τε καὶ διάχυσιν ἀπεωσάμεθα. Ποῦ νῦν ἡμῶν ἐστιν ἡ ὑπερηφανία, καὶ ἡ δι᾿ αὐτὴν ἀλαζὼν πρὸς πάντας διάθεσις, καὶ ἡ τῆς σαρκὸς βλακώδης καὶ εὐδιάχυτος θρύψις; Ὦ τῆς ἀβουλίας! Ἀντὶ γέλωτος ἀκρατοῦς, καὶ τοῦ ἀκολάστου ψόφου τῶν παρειῶν, ὁ βαρὺς οὗτος βρυγμός ἐστιν ἡμῖν τῶν ὀδόντων. Τὴν τῶν θείων τε καὶ σωτηρίων λόγων ἀσκῆσαι μάθησιν μὴ βουληθέντες, ἀλλὰ μέθης ἀμετρίαν τῆς διὰ λόγου θείας προτιμήσαντες αἰνέσεως, δεινῶς κολαζόμεθα νῦν, τῆς γλώσσης δίψῃ φοβερᾷ διακαιομένης. Ἄξιον δὲ καὶ τοῦ πρὸς τοὺς ἀδελφοὺς ἡμῶν μίσους, φθόνου τε καὶ δόλου καὶ ὑποκρίσεως, ἐξ ὧν καὶ δι᾿ ὧν ὁ φόνος, λοιδορίας τε καὶ συκοφαντίας, καὶ μνησικακίας καὶ ψεύδους καὶ ἐπιορκίας δρεπόμεθα καρπὸν, τοῦτον τὸν ἀκοίμητον σκώληκα, τὸ βάθος ἡμῶν τῆς ψυχῆς ἀκορέστως ἐσθίοντα. Ἐπειδὴ τῆς ἀγάπης τὸ εὐθὲς διαστρέψαντες, ἐσκολιώσαμεν τὴν καρδίαν, καὶ τῆς ἀληθείας τὸ ἀπαθὲς διαφθείραντες, αὐτὴν ἐσκαμβώσαμεν· κακὸν διὰ μίσους ἑκουσίου, ἀκούσιον ἑαυτοῖς δημιουργήσαντες σκώ ληκα, καὶ πονηροτέραν σκαμβότητα διὰ ψεύδους ὀρύξαντες, δι᾿ ἣν τῷ Θεῷ τῷ εὐθεῖ καὶ ὀρθῷ οὐχ ἡνώθημεν. Αὐτὸς γὰρ εἶπε διὰ τοῦ ἁγίου Δαβὶδ τοῦ προφήτου, Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.

O the evil 385counsels! O the wicked dealings! O the wonder of God's just sentence upon us for these things! How He has repaid us, for each kind of our sins, a fitting torment! For on account of a pitiable and abominable pleasure of the flesh we have justly been condemned to have this fearful Gehenna. We have been condemned to dwell in this gloom and this horrible darkness, since we loved all shameful things — sights and sounds and words; and preferred before all the divine goods together the hippodrome and the theatres and the hunting-shows, in which hosts of demons danced, and all divine oversight and acknowledgement through angels was absent; where the dignity of chastity was outraged in many manners, while the evil and the loathsomeness of licentiousness was conspicuously dignified. Justly have we been deprived now of light, because during our temporary life we did not behold the creation for the glory of the God who made it; but defiled our eyes and our ears and our tongue — or rather, through these, we corrupted the soul made according to the image of God, with all the sights and hearings and words hated by God, and with the envyings against one another. And we have been hurled down into Tartarus, worn away terribly by frost and by the deep at once; since we preferred pride to the lofty humble-mindedness that procures lofty and divine things; and thrust away the firmness and intensity of virtue for the overflowing luxury and dissipation of the flesh. Where now is our pride, and the boastful disposition toward all that came of it, and the flesh's sluggish and easily dissipated luxury? O the folly! Instead of unrestrained laughter, and the licentious smacking of the cheeks, this heavy gnashing of the teeth is ours. Not willing to exercise the learning of the divine and saving words, but preferring immoderate drunkenness to divine praise through speech, we are terribly chastised now, our tongue burning with a fearful thirst. And worthy of the hatred toward our brothers — of envy and guile and hypocrisy, from which and through which comes murder; of reviling and slander, and of remembrance of wrongs and of lying and of perjury — is the fruit we reap: this sleepless worm, insatiably eating the depth of our soul. Since, perverting the uprightness of love, we made our heart crooked, and corrupting the impassibility of truth, we twisted it; fashioning for ourselves, through voluntary hatred, an evil, involuntary worm, and digging, through lying, a more wicked twistedness, on account of which we were not united to God, who is upright and straight. For He Himself said through holy David the prophet: A twisted heart has not cleaved to me. Psal. c, 3.

Ἄξια τοιγαροῦν ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· μᾶλλον δὲ, τῆς οἰκείας κατὰ πρόθεσιν διαθέσεως ἄξια κομιζόμεθα τὰ ἐπίχειρα· πυρὸς ἡδονῆς, πῦρ γεέννης· καὶ σκότους ἀγνοίας καὶ ἀπάτης προσκαίρου, 388σκότος αἰώνιον· καὶ σκώληκα κολαστικὸν καὶ ἀκοίμητον, σκώληκος τοῦ διὰ μίσους καὶ ψεύδους τὴν καρδίαν σκολιώσαντός τε, καὶ σκαμβώσαντος· καὶ ψόφου παρειῶν ἀσελγοῦς καὶ βράσματος, ψόφον καὶ ὀδόντων βρυγμόν· καὶ ὕψους ὑπερηφανίας ματαίας καὶ διαχύσεως, πτῶσιν καὶ βάθος ἀχανὲς, καὶ στυγνότητα πτήξεως. Καὶ ἁπλῶς εἰπεῖν, ἑκάστου τῶν ἑκουσίων ἡμῶν κακῶν, τὴν ἑκάστῳ πρόσφορον ἀκούσιον τιμωρίαν δικαίως ἀντιλαμβάνομεν. Ὦ τῆς ἐλεεινότητος ἡμῶν! Τί ἡμᾶς τοὺς ἀθλίους, μὴ κατασβέσαι τὸ πῦρ τῆς σαρκὸς διὰ νηστείας καὶ ἀγρυπνίας, καὶ τῆς τῶν θείων λόγων μελέτης, καλῶν ὄντων καὶ εὐμαρῶν τοῦ πυρὸς σβεστηρίων, καὶ μὴ τούτῳ νῦν τῷ πυρὶ τηγανίζεσθαι; Τί μὴ κατὰ φύσιν ὁρᾶν τε καὶ ἀκούειν καὶ λαλεῖν, τοὺς ὀφθαλμοὺς καὶ τὰ ὦτα καὶ τὴν γλῶτταν εἰθίσαμεν, ἵνα μὴ τούτον εἴχομεν νῦν τὸν ζόφον, καὶ τὴν βαρυτάτην σιγήν· ἀλλὰ καὶ ἡμεῖς τοῦ φωτὸς καὶ τοῦ λόγου καὶ σοφίας τοῦ Θεοῦ μετὰ τῶν ἁγίων ἀπηλαύομεν, ὡς τῆς θείας γενόμενοι δόξης θεαταὶ καὶ ἀκουσταὶ καὶ ὑμνῳδοί; Εἰ δι᾿ ἀγάπης τὸν ἑκούσιον τοῦ μίσους ἐνεκρώσαμεν σκώληκα, καὶ δι᾿ ἀληθείας τὸ ψεῦδος ἠφανίσαμεν, νῦν ἂν τούτου τοῦ καυστικοῦ καθειστήκαμεν ἐλεύθεροι σκώληκος, καὶ τῶν λοιπῶν ὅσα ἡμῶν νῦν συνέχει δεινὰ τὴν ζωήν. Δικαία ἡ κρίσις τοῦ Θεοῦ. Οὐχ εὑρίσκομεν, ὅπερ μὴ ἐζητήσαμεν. Οὐκ ἀνοίγεται ἡμῖν ἡ θύρα τῆς βασιλείας τῶν οὐρανῶν, ἐπειδὴ τὴν θύραν τῶν ἀρετῶν διὰ πράξεως οὐκ ἐκρούσαμεν· οὐ λαμβάνομεν τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, ἐπειδὴ δι᾿ εὐχῆς τὴν χάριν τῆς γνώσεως οὐκ ᾐτήσαμεν. Οὐδένα γὰρ τῶν θείων ἔσχομεν ἔρωτα, ἀλλὰ τοῖς γηΐνοις τὸν νοῦν καταδήσαντες, πᾶσαν αὐτοῖς ἡμῶν συνεφθείραμεν τὴν ζωήν. Κἀκεῖνα μὲν πάντα καπνοῦ δίκην ἀφανισθέντα παρῆλθεν, ὁ δὲ τῆς ἐπ᾿ αὐτοῖς δίκης λόγος μένει διὰ παντὸς ἀπαρόδευτος. Καὶ ταῦτα μὲν ἐκεῖνοι, τῆς θείας δικαιοσύνης μεταμανθάνοντες ἐξ ὧν πάσχουσι τὴν δύναμιν, ὡς τύπῳ περιλαβεῖν, ἀλλήλοις τυχὸν διαλεχθήσονται· ἐγὼ δὲ τίς γένομαι ὁ τάλας; Τίσιν ἐρειδόμενος πράξεσιν, ἐλπίσω τῆς φοβερᾶς ἐξαιρεθῆναι κατακρίσεως, πάσης ἀρετῆς καὶ γνώσεως ὑπάρχων ἔρημος; Δέδοικα μὴ δεθεὶς χεῖρας καὶ πόδας, ῥιφῶ εἰς γῆν γνοφερὰν καὶ σκοτεινὴν, εἰς γῆν σκότους αἰωνίου, ἔνθα οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν· ὡς δήσας τοῖς πάθεσιν ἑκουσίως τὰς πρακτικὰς τῆς ψυχῆς δυνάμεις, καὶ ἀπὸ τοῦ θείου δρόμου τῆς εὐαγγελικῆς πολιτείας κωλύσας τῆς ψυχῆς τὰ διαβήματα.

Worthy, then, of what we did, do we receive; or rather, we carry off wages worthy of our own disposition by intent: for the fire of pleasure, the fire of Gehenna; and for the darkness of ignorance and of 388temporary deceit, everlasting darkness; and a chastising and sleepless worm, for the worm that made the heart crooked and twisted through hatred and lying; and for the wanton smacking and boiling of the cheeks, the smacking and gnashing of teeth; and for the height of vain pride and dissipation, a fall, and a gaping depth, and the gloom of cowering.

And, to speak simply, for each of our voluntary evils we justly receive in return the involuntary retribution fitting to each. O our pitiableness! Why did we wretches not quench the fire of the flesh through fasting and vigil, and the meditation of the divine words — which are good and easy quenchers of fire — and not be fried now in this fire? Why did we not accustom our eyes and ears and tongue to see and hear and speak according to nature, that we might not have now this gloom, and this heaviest silence, but we too might enjoy the light and the word and wisdom of God with the saints, as having become beholders and hearers and hymn-singers of the divine glory? If through love we had deadened the voluntary worm of hatred, and through truth made the lie vanish, we would now stand free of this burning worm, and of the other terrors that now hold our life fast. Just is the judgement of God. We do not find what we did not seek. The door of the kingdom of the heavens is not opened to us, since we did not knock at the door of the virtues through practice; we do not receive the enjoyment of the everlasting goods, since we did not ask through prayer for the grace of knowledge. For we had no yearning for divine things, but binding the mind to earthly things, we corrupted all our life along with them. And all those things have passed by, vanishing like smoke; but the account of the penalty for them remains for ever, not passing away.

These things, then, those men, learning anew the power of divine righteousness from what they suffer, will perhaps say to one another — to comprehend it in outline. But I, wretch, what shall I become? Leaning on what practices shall I hope to be delivered from the fearful condemnation, being bereft of all virtue and knowledge? I fear lest, bound hand and foot, I be cast into a land gloomy and dark, into a land of everlasting darkness, where there is no light, nor to see the life of mortals, as having voluntarily bound the practical powers of the soul to the passions, and hindered the soul's steps from the divine course of the evangelical way of life.

Οἴμοι τῆς φοβερᾶς αἰσχύνης, τῆς μηδέποτε πέρας 389ἐχούσης, εἰ μὴ μεταβαλὼν, τῶν πολλῶν μου κακῶν ἐλεύθερος γένομαι. Οἴμοι τοῦ κλαυθμοῦ, καὶ τῶν πικρῶν δακρύων, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, εἰ μὴ νήψας κἂν ὀψέ ποτε τὸν βαθὺν ὕπνον τῆς ῥαθυμίας ἀποτινάξωμαι, καὶ τὸ ῥυπαρὸν ἔνδυμα τῆς ἁμαρτίας ἐκδύσωμαι. Ἀντὶ φωτὸς, σκότος· ἀντὶ χαρᾶς, λύπη· ἀντὶ ἀνέσεως, κόλασις καὶ στενοχωρία με πάντως ὑποδέξονται. Καὶ τὸ δὴ πάντων ἐλεεινότερον, ἢ βαρύτερον εἰπεῖν ἀληθέστερον, ὃ καὶ λέγων μόνον ὀδυνῶμαι· πόσῳ γε μᾶλλον πάσχων (Ἱλάσθητί, Χριστὲ, καὶ σῶσον ἡμᾶς ταύτης τῆς ὀδύνης) ὁ τοῦ Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ δυνάμεων χωρισμός· καὶ ἡ πρὸς διάβολον, καὶ τοὺς πονηροὺς δαίμονας οἰκείωσις εἰς ἀεὶ διαμένουσα· καὶ τὴν ἐκ τούτων ἐλευθερίαν τῶν δεινῶν ἀπροσδόκητον ἔχουσα. Οἷς γὰρ κατὰ τὸν αἰῶνα τοῦτον διὰ τῶν ἐπιτηδευμάτων ἡμῶν τῶν πονηρῶν συνεῖναι κατὰ θελητὸν γνωμικῶς ἐπελεξάμεθα, σὺν τούτοις εἰκότως ἐξ ἀνάγκης εἶναι κατὰ τὸν αἰῶνα τὸν μέλλοντα καὶ μὴ θέλοντες κατακριθησόμεθα. Καὶ ἔστι πάσης κολάσεως κολαστικώτερόν τε καὶ δεινότερον, τὸ διὰ παντὸς συνεῖναι τοῖς μισοῦσι καὶ μισουμένοις, καὶ βασάνων χωρὶς, μὴ ὅτιγε σὺν ταύταις· κεχωρίσθαι δὲ τοῦ ἀγαπῶντός τε καὶ ἀγαπωμένου. Θεὸς γὰρ οὔτε μισεῖται· κρίνων δικαίως ὑπὸ τῶν κρινομένων, κατὰ φύσιν ἀγάπη καὶ ὢν καὶ καλούμενος· οὔτε μισεῖ τοὺς κρινομένους· πάντως γὰρ φύσιν ὑπάρχει πάθους ἐλεύθερος. Ταῦτα κατ᾿ ἀλήθειαν ἀψευδῶς ἔσεσθαι πιστεύοντες, ἠγαπημένε, μὴ ἀμελήσωμεν ἑαυτῶν· ἀλλὰ σπουδῇ πάσῃ, καθ᾿ ὅλην τὴν δύναμιν, ὡς ἔχομεν καιρὸν, τὸν πλάνον φύγωμεν κόσμον καὶ κοσμοκράτορα. Παρέρχεται γὰρ, καὶ τὰ ἐν αὐτῷ πάντα μαραίνεται. Ἔσται γὰρ ὡς ἀληθῶς, ἔσται καιρὸς, ὅτε φοβερά τις βοήσει σάλπιγξ, ξένην ἠχοῦσα φωνὴν, καὶ τὸ πᾶν τοῦτο λυθήσεται, διαπίπτον τῆς ἐν αὐτῷ νῦν ὁρωμένης διακοσμήσεως. Καὶ ὁ μὲν φαινόμενος κόσμος παρελεύσεται, τὴν οἰκείαν λαμβάνων συντέλειαν· ὁ δὲ νῦν κρυπτόμενος τῶν νοητῶν φανήσεται κόσμος, ὀφθαλμοῖς καὶ ἀκοαῖς καὶ διανοίαις ξένα παντάπασι κομίζων μυστήρια. Καὶ ἡ μὲν σάλπιγξ κατὰ τὸ θεῖον βοῶσα πρόσταγμα, τὰς ἀπείρους ὑφ᾿ ἓν, καὶ ἀθρόως τῶν ἀνθρωπίνων σωμάτων μυριάδας, ὡς ἐξ ὕπνου τινὸς ἀναστήσει τοῦ θανάτου, πρὸς ἐξέτασιν ἄγουσα· ὁ δὲ Θεὸς δικαίας ἐκάστῳ πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε καλὸν, εἴτε φαῦλον, κατ᾿ ἀξίαν τὰς ἀμοιβὰς ἀποδίδωσιν, μέγαν καὶ φοβερὸν καὶ ἔσχατον πᾶσι τοῖς οὖσι διδοὺς συγκλεισμόν.

Alas for the fearful shame that never 389has an end, unless, changing, I become free of my many evils! Alas for the weeping, and the bitter tears, and the gnashing of the teeth, unless, becoming sober, even late, I shake off the deep sleep of sloth, and put off the filthy garment of sin! Instead of light, darkness; instead of joy, grief; instead of relief, chastisement and straitness will surely receive me. And what is the most pitiable of all — or, to say it more truly, the heaviest — which I am pained only to speak of: how much more to suffer it (be propitious, O Christ, and save us from this pain!) — the separation from God and from His holy powers; and the kinship with the devil and the wicked demons, remaining for ever, and having no expected freedom from these terrors. For with those whom in this age, through our wicked pursuits, we chose by inclination to be with, according to what we willed, with these shall we be condemned, with reason, of necessity, to be in the age to come, even unwilling. And more chastising and more terrible than every chastisement is this: to be for ever with those who hate and are hated — even without torments, let alone with them — and to have been separated from Him who loves and is loved. For God neither is hated by those He judges, judging justly — being by nature Love, both being it and being called it — nor does He hate those He judges; for He is by nature altogether free of passion.

Believing that these things will in truth be, without falsehood, beloved, let us not neglect ourselves; but with all zeal, with our whole power, while we have time, let us flee the deceiving world and the world-ruler. For it passes away, and all the things in it wither. For there will be — truly there will be — a time when a fearful trumpet will cry out, sounding a strange voice, I Cor. xv, 52. and this whole universe will be dissolved, falling away from the order now seen in it. And the world that appears will pass away, receiving its own consummation; but the world of intelligibles, now hidden, will appear, bringing to eyes and ears and understandings mysteries altogether strange. And the trumpet, crying out at the divine command, will raise the infinite myriads of human bodies all at once and together, as from some sleep of death, leading them to examination; and God will render to each the just recompense, according to worth, for what he did through the body, whether good or bad, II Cor. v, 10. giving to all the things that are a great and fearful and final enclosing.

Ἀλλὰ γένοιτο πάντας ἡμᾶς, τόν τε σωτήριον τῆς γεέννης φόβον, καὶ τὸν τίμιον πόθον τῆς τῶν οὐρανῶν βασιλείας (ταυτὸν δὲ κυρίως ἐπ᾿ ἀμφοτέρων εἰπεῖν ἔστι, Θεοῦ πᾶσι πάντα γινομένου τε καὶ λεγομένου· καθὼς ἕκαστος ἔχει κακίας ἢ ἀρετῆς ποιότητος) πρὸ ὀφθαλμῶν ἀδιαστάτως ἔχειν· τὸν μὲν φόβον, παντελῆ τῶν κακῶν ἡμῖν ἀποχὴν 392καὶ ἀργίαν ποιοῦντα· τὸν δὲ πόθον, κατὰ περιουσίαν καὶ εἰς τὰς τῶν ἀγαθῶν πράξεις ἱλαρῶς προτρεπόμενον. Ταῦτά σοι παρ᾿ ἐμοῦ τοῦ μικροῦ καὶ πένητος, εὐλογημένε; τῆς ἀγάπης ἔστω τῆς πρὸς σὲ γνωρίσματα, φυλακῆς ἕνεκεν καὶ ἀσφαλείας τῶν προσόντων σοι καλῶν· ἧς χρῄζειν ὑπολαμβάνω, καὶ τὸν λίαν κατὰ σὲ ταῖς ἀρεταῖς διὰ πάντων κοσμούμενον. Οὐ γὰρ ἄλλως ἔχω σε δικαίως ἀμείψασθαι δυνηθῆναι, τῶν εἰς ἐμὲ πολλῶν σου καλῶν, ἢ κατὰ τοῦτον τὸν τρόπον διατιθέμενος. Σὺν ἐμοὶ δὲ γνησίως πάντες Nempe monachi in Africa hospites, cum per calumniam Georgius cessare jussus ac evocatus fuisset. ὁμοθυμαδὸν οἱ ταύτην διὰ σὲ παροικοῦντες τὴν χώραν τίμιοι Πατέρες ἀσπάζονται, νυκτὸς καὶ ἡμέρας ἀπαύστως μετὰ δακρύων τὸν Θεὸν ἱκετεύοντες, ἀποκαταστῆσαι μεθ᾿ ὑγείας ἡμῖν τὸν ἡμῶν Γεώργιον, τὸν ὄντως γλυκὺν καὶ ὁρώμενον καὶ ὀνομαζόμενον· ἵνα σὺν αὐτῷ τήν τε παροῦσαν ἀβλαβῶς διοδεύσωμεν ζωήν, καὶ τῆς μελλούσης χάριτος τοῦ φιλανθρώπου Θεοῦ καὶ δοτῆρος τῶν ἀγαθῶν ἀπολαύσωμεν· πρεσβευούσης ὑπὲρ ἡμῶν, καὶ τὸν Θεὸν ἡμῖν ἱλεουμένης τῆς παναγίας ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, σὺν πᾶσι τοῖς ἁγίοις. Ἀμήν. ΣΧΟΛΙΑ.

α΄. Ὅρα περὶ ἀρχῆς ἀνθρωπίνης.

β΄. Τίνα χρὴ ζητεῖν καὶ θέλειν· καὶ τίνα παραχωρεῖν τῷ Θεῷ.

γ΄. Ὅτι τὸ ἀρχεῖν καὶ ἄρχεσθαι, καὶ πλουτεῖν καὶ πένεσθαι, οὔτε φύσεώς ἐστιν, οὔτε γνώμης, ἀλλὰ τῆς ἀγούσης τὰ πάντα Προνοίας.

δ΄. Ὅρος τοῦ ἐφ᾿ ἡμῖν, ἥγουν τοῦ αὐτεξουσίου.

ε΄. Ὅρος τοῦ οὐχ ἐφ᾿ ἡμῖν, εἴτουν τῶν μὴ ὑπὸ τὸ αὐτεξούσιον.

ς΄. Τὰ ἄκρα λέγει τὴν γένεσιν καὶ τὴν φθορὰν, μέσον δὲ γενέσεως καὶ φθορᾶς ἐστι τὸ γενητόν· ἐφ᾿ οὗ πολλάκις ἡ φθορὰ προλαμβάνει τὴν γένεσιν· ἅμα τῇ γενέσει περὶ τὸ γινόμενον συνεισιοῦσα, καὶ τὴν αὐτοῦ πρὶν γενέσθαι διαφθείρουσα σύστασιν Fr. πλάσιν..

ζ΄. Οἱ τὴν ψυχὴν τῇ σχέσει τῶν αἰσθήσεων ἔχοντες προσηλουμένην, οὐ σώζονται, φησὶ, κἂν ἀργῶσιν ἀπὸ τῶν τερπόντων τὰς αἰσθήσεις παθῶν, εἰ μὴ τελείως τῆς πρὸς τὰς αἰσθήσεις σχέσεως τὴν ψυχὴν ἀποστήσωσιν· ὡς οὐδὲ ὁ μακάριος Λώτ, εἰ μὴ ἐξῆλθε Σοδόμων, κἂν οὐχ ἐποίει τὰ Σοδομιτῶν, οὐκ ἂν διέφυγε τοῦ πυρὸς τὴν κατάβασιν.

Β΄. — Τοῦ αὐτοῦ πρὸς Ἰωάννην κουβικουλάριον, περὶ ἀγάπης.

But may it be granted to all of us to have before our eyes without interval both the saving fear of Gehenna and the precious longing for the kingdom of the heavens — and it is properly the same thing to say of both, since God becomes, and is called, all things to all, according as each has the quality of vice or of virtue — the fear making in us a complete abstinence from evils and idleness 392in them, and the longing urging us abundantly and cheerfully toward the practices of good things.

These things, from me the little and poor, blessed one, let them be tokens of my love for thee, for the guarding and safety of the good things that are thine — a guarding which I suppose even one who, like thee, is adorned exceedingly with the virtues in every way, needs. For I have no other way to be able justly to repay thee for thy many good things toward me than by disposing myself in this manner. And with me, genuinely, all the honourable Fathers who, because of thee, sojourn in this land greet thee with one accord, unceasingly beseeching God night and day with tears to restore to us in health our George, who is truly sweet both to see and to name; that with him we may pass through the present life unharmed, and enjoy the grace to come of God, the lover of man and the giver of good things; while there intercede for us, and propitiate God for us, our all-holy, glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints. Amen.

SCHOLIA

1. Note: on human rule.

2. What one ought to seek and to will; and what to yield to God.

3. That ruling and being ruled, and being rich and being poor, are neither of nature nor of inclination, but of the Providence that leads all things.

4. Definition of what is in our power, that is, of self-determination.

5. Definition of what is not in our power, that is, of the things not under self-determination.

6. He calls the extremes coming-to-be and corruption; and the middle between coming-to-be and corruption is what is generated; in which corruption often anticipates coming-to-be, entering in together with coming-to-be upon what comes to be, and corrupting its constitution before it has come to be.

7. Those who have the soul nailed to the relation of the senses are not saved, he says, even if they are idle from the passions that delight the senses, unless they withdraw the soul perfectly from its relation to the senses; just as not even the blessed Lot, had he not gone out of Sodom, though he did not do the deeds of the Sodomites, would have escaped the descent of the fire.

Τῆς πρὸς τὸν Θεὸν κατὰ χάριν καὶ τὸν πλησίον ἁγίας ἀγάπης ἀντεχομένους ὑμᾶς, θεοφύλακτοι, καὶ 393τοῖς καθήκουσι τρόποις ἐπιμελουμένους, καὶ ἤδη μὲν μαθὼν παρ᾿ ἐμαυτοῦ παρών, καὶ ἀπὼν δὲ οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον τοῦ παρεῖναι, τὸ πάσχειν ὅσα τῆς θείας ἀγάπης ἴδια καὶ ἔστι καὶ λέγεται, ἵνα καὶ τοῦτο θεῖον ἔχητε, τὸ κατ᾿ ἀρετὴν ἀπερίγραφον καὶ ἀόριστον· τὸ μὴ παρόντας μόνον εὐεργετεῖν, ἀλλὰ καὶ ἀπόντας προθυμεῖσθαι, καὶ πολλῷ ἀπῳχισμένους τῷ τοπικῷ διαστήματι· καὶ τὴν εἰς μῆκος ταύτης ἐπίδοσιν ἑκάστοτε μανθάνων διὰ τῶν ἐνταῦθα παραγινομένων, οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν τιμίων ὑμῶν συλλαβῶν, ὡς δι᾿ ἐσόπτρου τὴν ἐμπρέπουσαν ὑμῖν τῆς θείας χάριτος μορφὴν εἰκονιζόμενος, εἰκότως χαίρω καὶ εὐφραίνομαι· καὶ εὐχαριστῶν ὑπὲρ ὑμῶν τῷ δοτῆρι τῶν ἀγαθῶν Θεῷ, καὶ μετὰ τοῦ ἁγίου Ἀποστόλου βοῶν οὐ παύομαι· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ὑμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις· πεπεισμένος μάλιστα, καὶ γινώσκων τὴν ἁγίαν ὑμῶν ψυχήν, τῆς ἐμῆς ἀθλίας ἐν πνεύματι δι᾿ ἀγάπης ἀλύτως ἠρτῆσθαι, δεσμὸν φίλιον ἔχουσαν τὸν νόμον τῆς χάριτος, καθ᾿ ὃν ἑαυτοῖς ἀοράτως με συνάπτοντες, συμφαιδρύνετε, τὸ ἐμὸν ἐκ τῆς ἀμαρτίας αἶσχος τῇ παραθέσει τῶν ἰδίων καλῶν ἀφανίζοντες. Οὐδὲν γὰρ ὄντως τῆς θείας ἀγάπης θεοειδέστερον, οὐδὲ μυστηριωδέστερον, οὐδὲ ἀνθρώποις πρὸς θέωσιν ὑψηλότερον· ὅτι πάντα ἐν ἑαυτῇ συλλαβοῦσα ἔχει τὰ καλά, ὅσα τῆς ἀληθείας ὁ λόγος ἐν ἀρετῆς εἴδει διέξεισι· καὶ πάντων ἀσχέτως τῶν ἐν κακίας εἴδει κατειλημμένων ἀπῴχισται, ὡς πλήρωμα νόμου καὶ προφητῶν· οὓς διαδέχεται τὸ τῆς ἀγάπης μυστήριον, τὸ ἡμᾶς θεοὺς ἐξ ἀνθρώπων ποιοῦν, καὶ συντέμνον πρὸς τὸν καθόλου λόγον τῶν ἐντολῶν τοὺς μερικούς· ὑφ᾿ οὗ πάντες κατ᾿ εὐδοκίαν μονοειδῶς περιέχονται, καὶ ἐξ οὗ πολυτρόπως κατ᾿ οἰκονομίαν ἐκδίδονται. Ποῖον γὰρ εἶδος τῶν ἀγαθῶν οὐ κέκτηται ἡ ἀγάπη; Οὐ πίστιν τὴν πρώτην τῶν κατ᾿ εὐσέβειαν πραγμάτων ὑπόθεσιν, τὴν τὸν Θεὸν εἶναι καὶ τὰ θεῖα πληροφοροῦσαν τὸν ἔχοντα· καὶ πλέον ἢ ὅσον ὀφθαλμὸς ταῖς ἐπιφανείαις προσβάλλων τῶν αἰσθητῶν τὴν περὶ αὐτῶν τοῖς ὁρῶσι δόξαν παρέχεται; Οὐχ ἐλπίδα, τὴν ὑφιστῶσαν ἑαυτῇ τὸ ὄντως ὑφιστάμενον ἀγαθὸν, καὶ πλέον κατέχουσαν, ἢ ὅσον χεὶρ τὸ τῇ ἀφῇ ὑποπίπτον τῆς ὕλης παχύτατον;

LETTER 2

Of the same, to John the Cubicularius, on love.

Having learned already of myself, when present — and, absent, no less, if not even more than by being present — that you, God-guarded ones, hold fast to the holy love, by grace, toward God and toward the neighbour, 393and take care for it in the fitting manners, and that you undergo all that both is, and is called, proper to the divine love, so that you may have this too that is divine, the uncircumscribed and undefined in virtue: the doing good not only to those present, but the being eager also toward those absent, and far removed by the distance of place; and learning each time of its increase in extent through those who arrive here, and not only so, but also through your honoured syllables, picturing to myself, as through a mirror, the form of divine grace that is conspicuous in you, I rightly rejoice and am glad; and giving thanks for you to God, the giver of good things, I do not cease to cry out with the holy Apostle: «Blessed be the God and Father of our Lord Jesus Christ, who has blessed you with every spiritual blessing in the heavenly places», Ephes. i, 3. being persuaded above all, and knowing, that your holy soul hangs indissolubly, in the Spirit, through love, upon my wretched one, having the law of grace for a bond of friendship; according to which, joining me invisibly to yourselves, you make me bright together with you, making my shame from sin vanish by the setting beside it of your own good things.

For nothing, in truth, is more godlike than the divine love, nor more mysterious, nor higher for men toward deification; because it has, gathered together in itself, all the good things that the word of truth recounts in the form of virtue, and is removed, without relation, from all the things comprised in the form of vice, as being the fulfilment of the law and the prophets; Rom. xiii, 10. whom the mystery of love succeeds, the mystery that makes us gods from men, and contracts the particular principles of the commandments into their universal principle; by which they are all contained, by good pleasure, in one form, and from which they are issued, in many modes, by way of economy.

For what form of good things does love not possess? Not faith, the first groundwork of the things of piety, which assures him who has it that God and divine things are — and more than the eye, striking upon the surfaces of sensible things, affords to those who see the opinion about them? Not hope, which makes the good that truly subsists subsist in itself, and holds it more than the hand holds the grossest of matter that falls under touch?

Οὐ τῶν πιστευθέντων τε καὶ ἐλπισθέντων δίδωσι τὴν ἀπόλαυσιν, δι᾿ ἑαυτῆς ὡς παρόντα τὰ μέλλοντα κατὰ 396διάθεσιν ἔχουσα; Οὐ ταπείνωσιν τὴν πρώτην βάσιν τῶν ἀρετῶν, καθ᾿ ἣν ἑαυτῶν ἐπιγνώμονες γενέσθαι, καὶ τῆς ὑπερηφανίας τὸ μάταιον οἴδημα καταβάλλειν δύνανται [δυνάμεθα]; Οὐ πραότητα, δι᾿ ἧς τοὺς ψόγους τε καὶ τοὺς ἐπαίνους ῥαπίζομεν, καὶ τῶν ἐκ διαμέτρου κακῶν, δόξης τέ φημι καὶ ἀδοξίας ἀτιμίας. Apost. II Cor. vi, 8., τὴν ὄχλησιν ἀπωθούμεθα; Οὐ πραϋπάθειαν, καθ᾿ ἣν καὶ πάσχοντες ἀναλλοίωτοι μένομεν πρὸς τοὺς δρῶντας κακῶς, δυσμενῶς οὐδόλως διατιθέμενοι; Οὐχ ἔλεον, καθ᾿ ὃν τὰς τῶν ἄλλων συμφορὰς θέλοντες οἰκειούμεθα· καὶ τὸ συγγενὲς καὶ ὁμόφυλον ἀγνοεῖσθαι μὴ συγχωρούμεθα; Οὐκ ἐγκράτειαν καὶ ὑπομονήν, καὶ μακροθυμίαν καὶ χρηστότητα, εἰρήνην τε καὶ χαράν, δι᾿ ὧν θυμὸν καὶ ἐπιθυμίαν, καὶ τὴν καυστικὴν τούτων ζέσιν, καὶ πύρωσιν εὐμαρῶς κατευνάζομεν; Καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, πάντων ἐστὶ τῶν ἀγαθῶν ἡ ἀγάπη τέλος, ὡς πρὸς Θεὸν τὸ τῶν ἀγαθῶν ἀκρότατον, καὶ παντὸς αἴτιον ἀγαθοῦ, τοὺς ἐν αὐτῇ περιπατοῦντας ἄγουσα καὶ προσάγουσα, ὡς πιστή, καὶ ἀδιάπτωτος καὶ μένουσα. Ἡ πίστις γὰρ βάσις ἐστὶ τῶν μετ᾿ αὐτήν, ἐλπίδος λέγω καὶ ἀγάπης, βεβαίως τὸ ἀληθὲς ὑφιστῶσα· Ἡ δὲ ἐλπίς, τῶν ἄκρων ἐστὶν ἰσχύς, ἀγάπης λέγω καὶ πίστεως, τὸ πιστόν τε δι᾿ ἑαυτῆς καὶ ἐραστὸν ἀμφοῖν ὑποφαίνουσα, καὶ πρὸς αὐτὸ τὸν δρόμον δι᾿ ἑαυτῆς ποιεῖσθαι διδάσκουσα. Ἡ δὲ ἀγάπη τούτων ἐστὶ συμπλήρωσις, τὸ ἔσχατον ὀρεκτόν, ὅλον ὅλη περιπτυσσομένη, καὶ ταύταις τῆς ἐπ᾿ αὐτὸ κινήσεως στάσιν παρεχομένη, τοῦ πιστεύειν εἶναι καὶ ἐλπίζειν παρέσεσθαι, τὸ ἀπολαύειν παρόντος δι᾿ ἑαυτῆς ἀντεισάγουσα. Αὕτη μόνη, κυρίως εἰπεῖν, κατ᾿ εἰκόνα τοῦ Κτίσαντος τὸν ἄνθρωπον ὄντα παρίστησι, τῷ μὲν λόγῳ σοφῶς τὸ ἐφ᾿ ἡμῖν ὑποτάσσουσα· τούτῳ δὲ τὸν λόγον οὐχ ὑποκλίνουσα· καὶ πείθουσα τὴν γνώμην κατὰ τὴν φύσιν πορεύεσθαι, μηδαμῶς πρὸς τὸν λόγον τῆς φύσεως στασιάζουσαν· καθ᾿ ὃν ἅπαντες ὥσπερ μίαν φύσιν, οὕτω δὲ καὶ μίαν γνώμην καὶ θέλημα ἓν, Θεῷ καὶ ἀλλήλοις ἔχειν δυνάμεθα, οὐδεμίαν πρὸς Θεὸν καὶ ἀλλήλους διάστασιν ἔχοντες, ὅτ᾿ ἂν τῷ νόμῳ τῆς χάριτος, δι᾿ οὗ τὸν νόμον τῆς φύσεως γνωμικῶς ἀνακαινίζομεν, στοιχεῖον προαιρούμεθα. Ἀμήχανον γὰρ τοὺς μὴ πρότερον Θεῷ καθ᾿ ὁμόνοιαν συναφθέντας, ἀλλήλοις συμβαίνειν δύνασθαι κατὰ τὴν γνώμην.

Does it not give the enjoyment of the things believed and hoped for, having through itself the things to come as present, 396by disposition? Not humility, the first foundation of the virtues, by which we are able to become discerners of ourselves, and to cast down the vain swelling of pride? Not meekness, by which we buffet away blame and praise alike, and thrust off the troubling of the diametrically opposed evils — glory, I mean, and ingloriousness? Not gentleness under suffering, by which, even when we suffer, we remain unaltered toward those who do us ill, in no way disposed toward them with enmity? Not mercy, by which we willingly make the calamities of others our own, and do not suffer what is kindred and of one stock with us to be ignored? Not self-mastery and endurance, and long-suffering and kindness, peace and joy, through which we easily lull to rest anger and desire, and their burning heat and fiery inflammation?

And simply, to speak summarily, love is the end of all good things, as leading and bringing to God — the highest of good things, and the cause of every good — those who walk in it, as being faithful, and unfailing, and abiding. I Cor. xiii, 8. For faith is the foundation of those after it — of hope, I mean, and of love — giving the true a firm hypostasis; and hope is the strength of the extremes — of love, I mean, and of faith — showing forth through itself to both what is to be believed and what is to be yearned for, and teaching them to make their course toward it through itself. And love is the completion of these, embracing the last object of appetite whole with her whole self, and granting them rest from their movement toward it, bringing in through itself, in place of believing that it is and hoping that it will be present, the enjoying of it present.

She alone, properly speaking, shows man to be according to the image of the Creator, wisely subjecting what is in our power to reason, and not bending reason under it; and persuading the inclination to go according to nature, in no way at strife with the principle of nature; according to which all of us, as we have one nature, so can have also one inclination and one will with God and with one another, having no separation toward God and one another, whenever we choose to walk in line with the law of grace, through which, by inclination, we renew the law of nature. For it is impossible for those who have not first been joined to God in concord to be able to agree with one another in inclination.

Ἐπειδὴ γὰρ κατ᾿ ἀρχὰς τὸν ἄνθρωπον ὁ ἀπατήσας διάβολος, δόλῳ κακούργως μεμηχανημένῳ διὰ φιλαυτίας, καθ᾿ ἡδονῆς προσβολὴν ἀπατήσας, Θεοῦ καὶ ἀλλήλων ἡμᾶς κατὰ τὴν γνώμην διέστησε, τό τε εὐθὲς διατρέψας, καὶ τὴν φύσιν κατὰ τὸν τρόπον τοῦτον μερίσας, κατέτεμεν εἰς πολλὰς δόξας καὶ φαντασίας, καὶ τὴν ἐφ᾿ ἑκάστῳ κακῷ μέθοδον τε 397καὶ εὕρεσιν, τῷ χρόνῳ νόμον κατέστησε, ταῖς ἡμῶν πρὸς τοῦτο δυνάμεσι συγχρησάμενος, καὶ πονηρὸν πρὸς διαμονὴν τοῦ κακοῦ τοῖς πᾶσιν ἐνθέμενος ἔρεισμα, τὸ κατὰ τὴν γνώμην ἀσύμβατον· ἀφ᾿ οὗ τὸν ἄνθρωπον ἅπαξ τῆς κατὰ φύσιν κινήσεως τραπῆναι παρέπεισε, καὶ πρὸς τὸ κεκωλυμένον ἀπὸ τοῦ ἐπιτετραμμένου κινῆσαι τὴν ὄρεξιν, καὶ τρία τὰ μέγιστα καὶ ἀρχαῖα κακὰ, καὶ πάσης ἁπλῶς εἰπεῖν κακίας γεννητικὰ ἑαυτῷ ὑποστήσασθαι· ἄγνοιαν, φημὶ, καὶ φιλαυτίαν, καὶ τυραννίδα, ἀλλήλων ἐξηρτημένας, καὶ δι᾿ ἀλλήλων συνισταμένας. Ἐκ γὰρ τῆς περὶ Θεοῦ ἀγνοίας, ἡ φιλαυτία. Ἐκ δὲ ταύτης, ἡ πρὸς τὸ συγγενές τυραννίς ἐστι· καὶ οὐδεὶς ἀντερεῖ λόγος· τῷ κατὰ παράχρησιν τρόπῳ τῶν οἰκείων δυνάμεων, λόγου τε καὶ ἐπιθυμίας καὶ θυμοῦ, ταύτας ὑποστησαμένων· δέον λόγῳ μὲν, ἀντὶ τῆς ἀγνοίας πρὸς τὸν Θεὸν διὰ γνώσεως κατὰ ζήτησιν μονώτατον κινεῖσθαι· δι᾿ ἐπιθυμίας δὲ, τοῦ τῆς φιλαυτίας πάθους καθαρὸν κατὰ πόθον πρὸς τὸν Θεὸν μόνον ἐλαύνεσθαι· καὶ τῷ θυμῷ τυραννίδος κεχωρισμένῳ, πρὸς τὸ Θεοῦ μόνου τυχεῖν ἀγωνίζεσθαι· καὶ τὴν ἐκ τούτων καὶ δι᾿ ἣν ταῦτα, θείαν καὶ μακαρίαν ἀγάπην δημιουργῆσαι, τὴν Θεῷ συνάπτουσάν τε, καὶ Θεὸν ἀποφαίνουσαν τὸν φιλόθεον. Ἐπειδὴ ταῦτα κατὰ θέλησιν μὲν ἰδίαν τοῦ ἀνθρώπου, ἀπάτην δὲ τοῦ διαβόλου συμβέβηκε κακῶς περὶ τὸν ἄνθρωπον, ὁ τὴν φύσιν καὶ ποιήσας Θεὸς, καὶ ἀσθενήσασαν ὑπὸ κακίας σοφῶς ἐξιώμενος, δι᾿ ἀγάπην τὴν πρὸς ἡμᾶς, ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἀτρέπτως ἑαυτῷ καθ᾿ ὑπόστασιν ταύτην ἑνώσας, ὅλος καθ᾿ ἡμᾶς ἐξ ἡμῶν δι᾿ ἡμᾶς τοσοῦτον γενόμενος ἄνθρωπος, ὅσον τοῦ μὴ Θεὸς εἶναι τοῖς ἀπίστοις ἐνομίζετο· καίτοι τοσοῦτον ὑπάρχων Θεὸς, ὅσον τοῖς πιστοῖς ὁ ἄρρητος τῆς εὐσεβείας καὶ ἀληθὴς ὑποτίθεται λόγος, ἵνα καταλύσῃ τὰ ἔργα τοῦ διαβόλου, καὶ τῇ φύσει ἀχράντους ἀποδοὺς τὰς δυνάμεις, πάλιν τῆς πρὸς αὐτὸν συναφείας, καὶ ἀλλήλους τῶν ἀνθρώπων, ἀνακαινίσῃ τῆς ἀγάπης τὴν δύναμιν, τὴν τῆς φιλαυτίας ἀντίπαλον· τῆς πρώτης ἁμαρτίας Marg. φιλαυτίας δηλονότι., καὶ πρώτου γεννήματος τοῦ διαβόλου καὶ παθῶν τῶν μετ᾿ αὐτὴν μητρὸς καὶ οὔσης καὶ γινωσκομένης· ἣν δι᾿ ἀγάπης ἀφανίσας ὁ ἑαυτὸν Θεοῦ παρασχόμενος ἄξιον, συνηφάνισεν αὐτῇ καὶ πάντα τὸν τῆς κακίας ὄχλον, βάσιν ἄλλην ἢ αἰτίαν τοῦ εἶναι μετὰ ταύτην οὐκ ἔχοντα. Οὐκέτι γὰρ οἶδεν ὁ τοιοῦτος ὑπερηφανίαν, τὸ γνώρισμα τῆς ἀντιθέου οἰήσεως, τὸ σύνθετον κακὸν καὶ ἀλλόκοτον. Ἀγνοεῖ δόξαν τὴν πίπτουσαν, καὶ ἑαυτῇ τοὺς κατ᾿ αὐτὴν φυσωμένους καταβάλλουσαν. Μαραίνει φθόνον, τὸν τοὺς ἔχοντας πρῶτον δικαίως μαραίνοντα, δι᾿ εὐνοίας ἑκουσίου τοὺς συγγενεῖς οἰκειούμενος· θυμόν τε καὶ μιαιφονίαν καὶ ὀργὴν καὶ δόλον καὶ ὑπόκρισιν καὶ εἰρωνείαν καὶ μῆνιν καὶ πλεονεξίαν, καὶ πάντα οἷς ὁ εἷς μεμέρισται ἄνθρωπος, συνακερίζωσε.

For since in the beginning the devil, who deceived man — deceiving him, by the assault of pleasure, with a guile wickedly contrived through self-love — separated us in inclination from God and from one another, and, perverting the upright and partitioning the nature in this manner, cut it up into many opinions and fancies, and made the method and 397invention of each evil, by time, a law, using our own powers toward this, and setting in all, as a wicked prop for the permanence of evil, the disagreement in inclination; from which he persuaded man once to turn aside from the movement according to nature, and to move his appetite away from what was permitted toward what was forbidden, and to make three evils subsist for himself, the greatest and most ancient, and, to speak simply, the begetters of all vice — ignorance, I mean, and self-love, and tyranny, hanging upon one another and constituted through one another. For from ignorance about God comes self-love; and from this comes tyranny toward one's kin — and no account will gainsay it — men having made these subsist by the mode of misuse of their own powers, reason and desire and anger; when it was needful, by reason, instead of ignorance, to be moved toward God through knowledge by seeking, most singly; and by desire, pure of the passion of self-love, to be driven by longing toward God alone; and, with anger separated from tyranny, to strive to attain God alone; and to fashion the divine and blessed love that is from these, and for the sake of which these are, which both joins to God and shows forth the lover of God as God.

Since these things befell man evilly, by man's own volition, but by the devil's deceit, God, who both made the nature and wisely heals it when it had grown sick through vice, for the love he has toward us, emptied himself, taking the form of a servant, Philipp. ii, 7. uniting it to himself without change according to hypostasis, becoming, wholly, after our fashion, from us, for us, so far man that he was thought by the unbelieving not to be God; and yet being so far God as the ineffable and true account of piety sets him before the faithful; that he might destroy the works of the devil, and, giving back to nature its powers undefiled, might renew again the power of love — of the conjunction toward himself, and of men toward one another — the adversary of self-love: of the first sin, and the first offspring of the devil, and the mother of the passions after it, as it both is and is known to be; which he who has offered himself worthy of God, having made it vanish through love, has made vanish together with it the whole crowd of vice as well, which has no other foundation or cause of being after it.

For such a man no longer knows pride, the mark of the conceit opposed to God, the composite and monstrous evil. He is ignorant of the glory that falls, and that casts down with itself those puffed up by it. He withers envy, which justly withers first those who have it, making his kin his own through voluntary goodwill; and anger, and bloodthirstiness, and wrath, and guile, and hypocrisy, and dissembling, and rancour, and greed, and all the things by which the one man has been partitioned, he uproots along with it.

Τῇ γὰρ φιλαυτίᾳ ὡς ἀρχῇ, καθὼς εἶπον, καὶ μητρὶ τῶν κακῶν ἀποτιλείσῃ, πάντα τὰ ἐξ αὐτῆς τε καὶ μετ᾿ αὐτὴν συναποτίλλεσθαι εἴωθεν· 400ἐπειδὴ ταύτης μὴ οὔσης, οὐδὲν οὐδαμῶς τὸ παράπαν κακίας εἶδος, ἢ ἴχνος ὑφίστασθαι δύναται· πάντα δὲ τὰ τῆς ἀρετῆς εἴδη ἀντεισάγεσθαι, τὰ σύμπληροῦντα τῆς ἀγάπης τὴν δύναμιν, τὴν τὰ μεμερισμένα συνάγουσαν, καὶ πρὸς ἕνα καὶ λόγον καὶ τρόπον πάλιν δημιουργοῦσαν τὸν ἄνθρωπον, καὶ πᾶσαν τὴν ἐν πᾶσι κατὰ τὴν γνώμην ἀνισότητά τε καὶ διαφορὰν ἐξισοῦσάν τε καὶ ὁμαλίζουσαν· καὶ εἰς τὴν ἐπαινετὴν ἀνισότητα δεόντως προβιβάζουσαν, ἑκάστου δηλονότι τοσοῦτον πρὸς ἑαυτὸν κατὰ πρόθεσιν ἐφελκομένου τὸν πέλας, καὶ ἑαυτοῦ προτιμῶντος, ὅσον τὸ πρὶν αὐτὸν ἀπεῶσαι, καὶ προύχειν πρόθυμος ἦν· καὶ ἑαυτὸν ἑκουσίως ἑαυτοῦ δι᾿ αὐτὴν ἀπολύοντος, τῷ χωρισμῷ τῶν ἰδικῶς κατὰ τὴν γνώμην ἐπ᾿ αὐτῷ νοουμένων λόγων τε καὶ ἰδιωμάτων· καὶ πρὸς μίαν ἁπλότητά τε καὶ ταυτότητα συναγομένου, καθ᾿ ἣν οὐδεὶς οὐδαμῶς ἐστιν οὐδὲν τοῦ κοινοῦ διωρισμένος, ἀλλ᾿ ἕκαστος ἑκάστῳ, καὶ πᾶσιν ἅπαντες, καὶ Θεῷ μᾶλλον ἢ ἀλλήλοις, εἷς καθεστήκασι, τὸν ἕνα δι᾿ ἑαυτῶν τοῦ εἶναι λόγον, καὶ φύσει καὶ γνώμῃ μονότατον, προφαινόμενον ἔχοντες· καὶ τὸν ἐν τούτῳ νοούμενον Θεόν· ᾧ συνθεωρεῖσθαι, καὶ πρὸς ὃν ἀναβιβάζεσθαι, ὡς αἴτιον καὶ ποιητήν, ὁ τοῦ εἶναι τῶν ὄντων λόγος, ἀκραιφνὴς μέν τοι καὶ ἄχραντος διὰ πάσης προσοχῆς ὑφ᾿ ἡμῶν φυλαττόμενος πέφυκεν, καὶ κατ᾿ ἔμφρονα σπουδὴν δι᾿ ἀρετῶν καὶ τῶν ταύταις παρεπομένων πόνων, τῶν πρὸς αὐτὸν στασιαζόντων παθῶν ἀποκαθαιρόμενος. ῞Οπερ τυχὸν ἐκεῖνος ὁ μέγας Ἀβραὰμ κατορθώσας, καὶ ἑαυτὸν τῷ τοῦ εἶναι λόγῳ τῆς φύσεως, ἢ ἑαυτῷ τὸν λόγον ἀποκαταστήσας, καὶ διὰ τούτου ἀποδοθεὶς τε τῷ Θεῷ, καὶ τὸν Θεὸν ἀπολαβών· λεγέσθω καὶ ἄμφω, ἐπειδὴ καὶ ἐπ᾿ ἀμφοῖν τὸ ἀληθὲς θεωρεῖται· ὡς ἄνθρωπον τὸν Θεὸν ἰδεῖν ἠξιώθη, καὶ ὑποδέξασθαι, τελείῳ τῷ κατὰ φύσιν διὰ φιλανθρωπίας λόγῳ συνένδημον· πρὸς ὃν ἀνήχθη, τῶν μεμερισμένων καὶ μεριστῶν ἀφεὶς τὴν ἰδιότητα, μηκέτι ἄλλον παρ᾿ ἑαυτὸν ἕτερον ἡγούμενος ἄνθρωπον, ἀλλ᾿ ὡς πάντας τὸν ἕνα, καὶ ὡς ἕνα τοὺς πάντας γινώσκων· οὐ τὸν τῆς γνώμης δηλονότι, περὶ ἣν ἡ στάσις ἐστὶ, καὶ ἡ διαίρεσις, ἕως μένῃ πρὸς τὴν φύσιν ἀσύμβατος· ἀλλὰ τὴν τῆς φύσεως, περὶ ἣν τὸ ἀπαράλλακτον ἕστηκε, μονώτατον λόγον σκοπούμενος. ᾧ συνεμφαίνεσθαι πάντως τὸν Θεὸν ἐπιστάμεθα, καὶ δι᾿ οὗ δηλοῦσθαι ὡς ἀγαθὸς ἀνέχεται, τὰ ἴδια οἰκειούμενος κτίσματα· ἐπειδὴ αὐτὸν ἐξ ἑαυτοῦ, ὡς ἔστι γνῶναι τὸν Θεὸν ἡ κτίσις οὐ δύναται.

For when self-love, as the beginning, as I said, and the mother of evils, has been plucked out, all the things from it and after it are wont to be plucked out together; 400since, when it is not, no form or trace of vice at all can in any way subsist; and all the forms of virtue are wont to be brought in in their place, completing the power of love — the power that gathers together what has been partitioned, and fashions man again toward one both principle and mode, and equalizes and levels all the inequality and difference in all according to inclination; and leads him forward, as is fitting, into the praiseworthy inequality, each, that is, drawing his neighbour to himself by purpose, and preferring him to himself, as much as he was formerly eager to thrust him away and to excel him; and releasing himself, willingly, from himself for love's sake, by the separation from the principles and idioms understood in him individually according to inclination; and being gathered toward one simplicity and identity, according to which no one is in any way at all set apart from the common, but each to each, and all to all, and to God rather than to one another, they have become one, having the one principle of being, most single both by nature and by inclination, shining forth through themselves; and God, who is understood in it; with whom the principle of the being of the things that are is by nature contemplated together, and toward whom, as cause and Maker, it is by nature led up, being guarded, to be sure, pure and undefiled by us with all attention, and cleansed, by prudent zeal, through the virtues and the labours that attend them, of the passions that are at strife with it.

Which perhaps that great Abraham accomplished, and, having restored himself to the principle of the being of nature, or the principle to himself, and through this having been given back to God, and having received God back — let both be said, since in both the truth is contemplated — he was deemed worthy to see God as man, and to receive him, dwelling together with him, through love for man, by the perfect principle according to nature; toward whom he was led up, letting go the property of things partitioned and partible, no longer reckoning any other man to be other than himself, but knowing all as the one, and the one as all; looking, that is, not to the principle of inclination, about which there is strife and division as long as it remains in disagreement with nature, but to the most single principle of nature, about which the invariant stands; with which we know that God is altogether manifested together, and through which, as good, he consents to be made known, making his own creatures his own; since creation cannot of itself know God as he is.

Οὔτε γὰρ οἷόν τε ἦν κατὰ τὸ εἰκὸς πρὸς τὸν ἁπλοῦν τε καὶ ταυτὸν συναχθῆναι, τὸν μὴ ταυτὸν ἑαυτῷ γενόμενον καὶ ἁπλοῦν, ἀλλ᾿ ἔτι πολλοῖς κατὰ τὴν γνώμην πρὸς τὴν φύσιν διαιρούμενον μέρεσι, εἰ μὴ πρότερον διὰ φιλ-

401ανθρωπίας τῇ φύσει τὴν γνώμην συνάψας, ἕνα ἐπ᾿ ἀμφοῖν λόγον εἰρηνικόν τε καὶ ἀστασίαστον, καὶ πρὸς οὐδὲν οὐδαμῶς ἄλλο προηγουμένως τῶν μετὰ Θεὸν κινούμενον ἔδειξε· καθ᾿ ὃν ἄτμητος καὶ ἀδιαίρετος μένει ἡ φύσις ἐν τοῖς τοῦτο λαβοῦσι τὸ χάρισμα· ταῖς τῶν πολλῶν γνωμικαῖς ἑτερότησιν οὐ συνδιατεμνομένη. Οὐκέτι γὰρ πρὸς τόνδε καὶ τόνδε ἄλλοι καὶ ἄλλοι γινόμενοι τὴν φύσιν μερίζουσιν, ἀλλ᾿ οἱ αὐτοὶ πρὸς τοὺς αὐτοὺς διαμένουσι, μὴ σκοποῦντες τὸ ἐφ᾿ ἑκάστῳ κατὰ τὴν γνώμην ἴδιον, καθὸ μεμέρισται τὰ μεμερισμένα, ἀλλὰ τὸ ἐν πᾶσι κατὰ τὴν φύσιν κοινὸν καὶ ἀμέριστον, καθὸ τὰ μεμερισμένα συνάγεται· τῶν μεριστῶν οὐδὲν ἑαυτῷ συνεπαγόμενον, καὶ δι᾿ οὗ τοῖς ἔχουσιν ὁ Θεὸς ἐμφανίζεται, κατὰ τὴν ἰδιότητα τῆς ἀρετῆς ἑκάστου διὰ φιλανθρωπίαν μορφούμενος, καὶ ἐξ αὐτῆς ὀνομασθῆναι καταδεχόμενος. Ἔργον γὰρ τῆς ἀγάπης τελειότατον, καὶ τῆς κατ᾿ αὐτὴν ἐνεργείας πέρας, δι᾿ ἀντιδόσεως σχετικῆς τῶν κατ᾿ αὐτὴν συνημμένων ἀλλήλοις ἐμπρέπειν τὰ ἰδιώματα παρασκευάζειν, καὶ τὰς κλήσεις· καὶ Θεὸν μὲν τὸν ἄνθρωπον ποιεῖν, ἄνθρωπον δὲ τὸν Θεὸν χρηματίζειν καὶ φαίνεσθαι, διὰ τὴν μίαν καὶ ἀπαράλλακτον ἀμφοτέρων κατὰ τὸ θέλημα βούλησίν τε καὶ κίνησιν, ὡς ἐπί τε τοῦ Ἀβραὰμ, καὶ τῶν λοιπῶν ἀγίων εὑρίσκομεν. Καὶ τοῦτο ἴσως ἐστὶ, τὸ ἐκ προσώπου τοῦ Θεοῦ εἰρημένον· Ἐν χερσὶ προφητῶν ὡμοιώθην· ἡ τοῦ Θεοῦ πρὸς ἕκαστον, ἐκ τῆς ἐνούσης κατὰ πρᾶξιν ἀρετῆς ἑκάστῳ διὰ πολλὴν φιλανθρωπίαν μορφοποιΐα. Χεὶρ γὰρ παντὸς δικαίου, ἡ κατ᾿ ἀρετὴν αὐτοῦ πρᾶξίς ἐστιν· ἐν ᾗ καὶ δι᾿ ἧς ὁ Θεὸς τὴν πρὸς ἀνθρώπους ὁμοίωσιν δέχεται. Μέγα οὖν ἀγαθὸν ἡ ἀγάπη, καὶ τῶν ἀγαθῶν τὸ πρῶτον καὶ ἐξαίρετον ἀγαθὸν, ὡς Θεὸν καὶ ἀνθρώπους δι᾿ ἑαυτῆς περὶ τὸν αὐτὴν ἔχοντα συνάπτουσα, καὶ ὡς ἄνθρωπον τὸν ποιητὴν τῶν ἀνθρώπων φανῆναι παρασκευάζουσα, διὰ τὴν τοῦ θεουμένου πρὸς τὸν Θεὸν κατὰ τὸ ἀγαθὸν ὡς ἐφικτὸν ἀνθρώπῳ ἀπαραλλαξίαν· ἣν ἐνεργεῖν ὑπολαμβάνω, τὸ ἀγαπῆσαι Κύριον τὸν Θεὸν ἐξ ὅλης τῆς καρδίας καὶ ψυχῆς καὶ δυνάμεως, καὶ τὸν πλησίον ὡς ἑαυτόν. Ὅπερ ἐστὶν, ἵνα ὡς ἐν ὅρῳ περιλαβὼν εἴπω, ἡ καθόλου πρὸς τὸ πρῶτον ἀγαθὸν μετὰ τῆς ὅλης τοῦ ὅλου κατὰ τὴν φύσιν γένους προνοίας ἐνδιάθετος σχέσις· μεθ᾿ ἣν πρὸς οὐδὲν ἀνώτερόν ἐστιν ἀναβιβασθῆναι τὸν φιλόθεον ἄνθρωπον, πάντων αὐτῷ διαβαθέντων τῶν κατ᾿ εὐσέβειαν τρόπων· ἣν ἀγάπην καὶ οἴδαμεν καὶ ὀνομάζομεν, οὐχ ἄλλην καὶ ἄλλην μεμερισμένως Θεῷ καὶ τῷ πλησίῳ προσνέμοντες, ἀλλὰ μίαν καὶ τὴν αὐτὴν ὅλην· Θεῷ μὲν ὀφειλομένην, ἀνθρώπους δὲ ἀλλήλοις ἐπισυνάπτουσαν.

For it was not possible, in all likelihood, that one who had not become the same with himself and simple, but was still divided, in inclination, into many parts against nature, should be gathered toward the simple and the same, unless first, through love for man,

401he had joined his inclination to nature, and shown one principle in both, peaceful and free of strife, and moved, in the first place, toward nothing at all else of the things after God; according to which the nature remains uncut and undivided in those who have received this gift of grace, not cut up along with the othernesses of inclination of the many. For no longer do they become other and other toward this man and that, and partition the nature; but they remain the same toward the same, not looking to what is proper to each according to inclination, by which partitioned things are partitioned, but to what is common and unpartitioned in all according to nature, by which partitioned things are gathered together: which brings along with itself nothing of the partible, and through which God is made manifest to those who have it, being formed, through love for man, according to the property of each one's virtue, and consenting to be named from it. For the most perfect work of love, and the end of the operation according to it, is to make, through a relational exchange, the idioms and the names of those joined by it beseem one another; and to make man God, and to have God called, and appear, man, because of the one and invariant wish and movement of both according to will, as we find in the case of Abraham and of the rest of the saints. And this perhaps is what was said in the person of God: «In the hands of the prophets I was likened» Osee xii, 10. — God's forming of himself toward each, out of the virtue present in each by practice, through his great love for man. For the hand of every righteous man is his practice according to virtue; in which and through which God receives likeness toward men.

Great, then, is the good that love is, and of good things the first and pre-eminent good, as joining God and men, through itself, about him who has it, and making the Maker of men appear as man, because of the invariance, in the good, of him who is deified toward God, as far as is attainable by man; which I take to be operated by the loving of the Lord God from the whole heart and soul and strength, and of the neighbour as oneself. Deut. vi, 5 Which is — to speak comprehending it as in a definition — the inward relation, universal, toward the first good, together with the whole providence for the whole genus according to nature; beyond which there is nothing higher to which the God-loving man may be led up, all the modes of piety having been passed through by him; which love we both know and name, not apportioning one love and another, partitioned, to God and to the neighbour, but one and the same whole; owed to God, and joining men to one another besides.

Ἐνέργεια γὰρ καὶ ἀπόδειξις σαφὴς τῆς πρὸς τὸν Θεὸν τελείας ἀγάπης ἐστὶν, ἡ γνησία δι᾿ εὐνοίας ἑκουσίου πρὸς τὸν πλησίον διάθεσις. 404Ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακε, φησὶν ὁ θεῖος ἀπόστολος Ἰωάννης, τὸν Θεὸν ὃν οὐχ ἑώρακεν, οὐ δύναται ἀγαπῆσαι. Αὕτη ἐστὶν, ἡ τῆς ἀληθείας ὁδὸς, ἣν ἑαυτὸν ὀνομάσας ὁ τοῦ Θεοῦ Λόγος, τοὺς ἐν αὐτῇ ὁδεύοντας τῷ Θεῷ καὶ Πατρὶ καθαροὺς παντοίων γενομένους παθῶν παρίστησιν. Αὕτη ἐστὶν ἡ θύρα, δι᾿ ἧς ὁ εἰσερχόμενος εἰς τὰ Ἅγια γίνεται τῶν ἁγίων, καὶ τοῦ ἀπροσίτου κάλλους τῆς ἁγίας καὶ βασιλικῆς Τριάδος θεατὴς γενέσθαι καθίσταται ἄξιος. Αὕτη ἐστὶν ἡ ἄμπελος ἡ ἀληθινὴ, ἐν ᾗ ὁ παγίως ἑαυτὸν ἐνριζώσας, θείας καταξιοῦται μέτοχος γενέσθαι ποιότητος. Διὰ ταύτην πᾶσα νομικὴ τε καὶ προφητικὴ· καὶ εὐαγγελικὴ, καὶ ἔστι, καὶ ἐκδέδοται διδασκαλία, ἵνα τῶν ἀρρήτων ἐπιθυμίαν λαβόντες ἀγαθῶν, τοῖς τρόποις τὸν πόθον πιστώσωμεν· τοσοῦτον διὰ τὸν πυθούμενον πλάστην τὸ πλάσμα τιμήσαντες, ὅσον τῷ πλάστῃ παρίσταται, καὶ ὁ τῆς φύσεως ἀπαιτεῖ λόγος, νομοθετῶν τὸ ἰσότιμον, καὶ πᾶσαν τὴν περὶ ἕκαστον φαινομένην κατὰ πρόληψιν ἀνισότητα περιτέμνων τῆς φύσεως· καὶ ἑαυτῷ τοὺς πάντας κατὰ μίαν ταυτότητος δύναμιν περικλείων. Διὰ ταύτην, αὐτὸς ὁ τῆς φύσεως ποιητής· τὸ φρικτὸν ὄντως καὶ πρᾶγμα καὶ ἄκουσμα! τὴν φύσιν ἐνδύεται τὴν ἡμετέραν, ἑνώσας ταύτην ἀτρέπτως ἑαυτῷ καθ᾿ ὑπόστασιν, ἵνα στήσῃ τοῦ φέρεσθαι, καὶ πρὸς ἑαυτὸν συναγάγῃ, καθ᾿ ἑαυτὴν συναχθεῖσαν, καὶ μηδὲν ἔχουσαν πρὸς αὐτὸν, ἢ ἑαυτὴν κατὰ τὴν γνώμην διάφορον· καὶ φανερὰν καταστήσῃ τὴν πανένδοξον τῆς ἀγάπης ὁδὸν, τῆς θείας ὄντως καὶ θεοποιοῦ, καὶ πρὸς Θεὸν ἀγούσης· εἰρήσθω δὲ ὅτι καὶ Θεὸς ὑπαρχούσης, ἣν αἱ ἄκανθαι κατ᾿ ἀρχὰς τῆς φιλαυτίας ἐκάλυψαν· καὶ τοῖς ὑπὲρ ἡμῶν παθήμασιν ἐν ἑαυτῷ προτυπώσας, καθαρὰν κωλυμάτων τοῖς πᾶσι χαρίσηται· τοὺς λίθους τοὺς ἐν αὐτῇ διὰ τῶν αὐτοῦ μαθητῶν διαρρίψας, ὡς αὐτὸς ἐν τοῖς προφήταις προανεφώνησεν, εἰπών, Καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε· καὶ πείσῃ δεόντως ἡμᾶς ἑαυτοῦ τε καὶ ἀλλήλων τοσοῦτον ἀντέχεσθαι, ὅσον αὐτὸς δι᾿ ἑαυτοῦ προλαβὼν ἐπεδείξατο, ὑπὲρ ἡμῶν παθεῖν ἀνασχόμενος. Διὰ ταύτην πάντες οἱ ἅγιοι μέχρι παντὸς πρὸς τὴν ἁμαρτίαν ἀντικατέστησαν, τῆς παρούσης ζωῆς οὐδένα λόγον ποιησάμενοι, καὶ τοὺς πολυειδεῖς τοῦ θανάτου τρόπους ὑπέστησαν, ἵνα πρὸς ἑαυτοὺς ἀπὸ τοῦ κόσμου, καὶ τὸν Θεὸν συναχθῶσι, καὶ τὰ τῆς φύσεως ἐφ᾿ ἑαυτῶν ἑνώσωσι ῥήγματα. Αὕτη ἐστὶν ἡ ἀληθὴς καὶ ἀμώμητος τῶν πιστῶν θεοσοφία, ἧς τέλος τὸ ἀγαθόν ἐστι καὶ ἡ ἀλήθεια· εἴπερ ἀγαθὸν τὸ φιλάνθρωπον, καὶ ἀληθὲς, τὸ κατὰ πίστιν φιλόθεον· τὰ τῆς ἀγάπης γνωρίσματα· ὡς Θεῷ καὶ ἀλλήλοις τοὺς ἀνθρώπους συνάπτουσα, καὶ διὰ τοῦτο τῶν ἀγαθῶν τὴν διαμονὴν ἀδιάπτωτον ἔχουσα.

For the operation and clear demonstration of perfect love toward God is the genuine disposition toward the neighbour, through voluntary goodwill. 404«For he who does not love his brother whom he has seen», says the divine apostle John, «cannot love God whom he has not seen.» I Joan. iv, 20.

This is the way of truth, by which name the Word of God named himself, and makes those who journey in it stand before the God and Father made pure of passions of every kind. Joan. xiv, 6. This is the door, through which he who enters comes to be within the Holy of Holies, and is made worthy to become a beholder of the inaccessible beauty of the holy and royal Trinity. Joan. x, 9. This is the true vine, in which he who has firmly rooted himself is deemed worthy to become a partaker of divine fatness. Joan. xv, 4; Rom. xi, 17. Because of this, all teaching — of the law and of the prophets and of the Gospel — both is and has been given forth, so that, having taken a desire for the ineffable good things, we may confirm our longing by our manners; honouring the thing fashioned, for the sake of the longed-for Fashioner, as much as seems good to the Fashioner and as the principle of nature demands, which legislates equality of honour, and cuts away from nature all the inequality that appears about each by prejudice, and encloses all in itself by one power of identity.

Because of this the Maker of nature himself — a thing truly awful, both as deed and as hearing! — puts on our nature, uniting it to himself without change according to hypostasis, that he might stop it from being swept along, and gather it to himself, gathered together within itself, and having nothing different, in inclination, toward him or toward itself; and might make manifest the all-glorious way of love — truly divine and making gods, and leading to God; and let it be said that it is also God I Joan. iv, 8. — which the thorns of self-love in the beginning had covered; and, having prefigured it in himself by the sufferings on our behalf, might grant it to all clean of hindrances; scattering through his disciples the stones on it, as he himself had proclaimed beforehand in the prophets, saying, «And scatter the stones from the way»; Isa. lxii, 10. and might persuade us, as is fitting, to hold fast to him and to one another as much as he himself, going before, showed through himself, enduring to suffer for us. Because of this all the saints stood firm against sin to the uttermost, making no account of the present life, and underwent the many forms of the modes of death, so that they might be gathered from the world to themselves and to God, and might unite in themselves the rents of nature. This is the true and blameless God-wisdom of the faithful, whose end is the good and the truth: if indeed the good is love for man, and the true is love of God according to faith — the marks of love; as joining men to God and to one another, and therefore having the permanence of good things unfailing.

Ταύτης ἐρασταὶ γνησιώτατοι τῆς θείας καὶ μακαρίας 405ὁδοῦ, καὶ ὑμεῖς εὐλογημένοι γενόμενοι, πρὸς τὸ τέλος ἐλθεῖν ἀγῶνα καλὸν ἀγωνίσασθε, τῶν οἷς ἡ πρὸς τὸ πέρας ταύτης διάβασις γίνεται, κραταιῶς ἀντεχόμενοι· φιλανθρωπίας λέγω, φιλαδελφίας, φιλοξενίας, φιλοπτωχίας, συμπαθείας, ἐλεημοσύνης, ταπεινώσεως, πραότητος, πραϋπαθείας, ὑπομονῆς, ἀοργησίας, μακροθυμίας, καρτερίας, χρηστότητος, ἀνοχῆς, εὐνοίας, εἰρήνης πρὸς πάντας· ἐξ ὧν ἢ δι' ὧν ἡ τῆς ἀγάπης χάρις δημιουργημένη, πρὸς τὸν Θεὸν ἄγει θεουργηθέντα τὸν δημιουργήσαντα ἄνθρωπον. Ἡ ἀγάπη γὰρ, φησὶν ὁ θεῖος Ἀπόστολος, μᾶλλον δὲ ὁ δι' αὐτοῦ ταῦτα λαλήσας Χριστὸς, μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε πίπτει, ὡς Θεὸν ἔχουσα τὸν μόνον ἀδιάπτωτον καὶ ἀναλλοίωτον· καὶ τὸν κατ' αὐτὴν ζῶντα ἄνθρωπον τοιοῦτον ἀπεργαζομένη, ἵνα καὶ ὑμᾶς ἀποδεξάμενος εἴπῃ δι' Ἱερεμίου τοῦ προφήτου· Λέγω ὑμῖν, Αὕτη ἡ ὁδὸς In sacro textu est βίβλος; liber τῶν προσταγμάτων μου, καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα. Πάντες οἱ κρατοῦντες αὐτὴν, εἰς ζωὴν καταντήσωσιν· οἱ δὲ καταλιπόντες αὐτὴν, ἀποθανοῦνται. Ἐπιλαβοῦ αὐτῆς, ὁ παῖς μου, καὶ ὅδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι, ἔθνει ἀλλοτρίῳ. Μακάριος εἶ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ σου, γνωστά σοί ἐστι, καὶ ἔμαθες ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχὺς, ποῦ ἐστι σύνεσις, ποῦ ἐστι μακροβίωσις καὶ ζωή. Ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ εἰρήνη, καὶ ἐπέβης τῆς ὁδοῦ, καὶ ὤφθην σοι πόρρωθεν. Διὰ τοῦτο ἀγάπησιν αἰωνίαν ἀγαπήσω σε, καὶ ἐλεήσω σε εἰς οἰκτείρημα, καὶ οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ· καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς εὐφραινομένων, ὅτι ἐπὶ ταῖς ὁδοῖς ἔστης· καὶ κατενόησας, καὶ ἠρώτησας τρίβους Κυρίου αἰωνίους· καὶ εἶδες ποῦ ἐστιν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ ἐβάδισας ἐν αὐτῇ, καὶ εὗρες ἁγιασμὸν τῇ ψυχῇ σου. Καὶ πάλιν διὰ Ἡσαΐου· Ἐγώ εἰμι Κύριος ὁ Θεός σου· δέδειχά σοι τοῦ εὑρεῖν τὴν ὁδὸν τῆς δικαιοσύνης, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ, καὶ ἤκουσας τῶν ἐντολῶν μου. Διὰ τοῦτο ἐγένετο ὡς ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης.

Of this divine and blessed 405way you too having become most genuine lovers, blessed ones, fight the good fight to come to the end, holding fast mightily to the things by which the crossing to its end comes about: love for man, I mean, love of the brethren, love of strangers, love of the poor, compassion, almsgiving, humility, meekness, gentleness under suffering, endurance, freedom from wrath, long-suffering, steadfastness, kindness, forbearance, goodwill, peace toward all; from which, or through which, the grace of love, once fashioned, leads to God the man who fashioned it, made divine. «For love», says the divine Apostle — or rather Christ, who spoke these things through him — «is long-suffering, is kind, does not envy, does not vaunt itself, is not puffed up, does not behave unseemly, does not seek its own, is not provoked, does not reckon the evil, does not rejoice in unrighteousness, but rejoices with the truth; bears all things, believes all things, hopes all things, endures all things. Love never falls», as having God, who alone is unfailing and unalterable; and making the man who lives according to it such, that, receiving you too, he may say through Jeremiah the prophet: «I say to you: This is the way of my ordinances, and the law that exists for ever. All who hold fast to it shall come to life; but those who have forsaken it shall die. Lay hold of it, my child, and journey toward the shining before its light. Give not thy glory to another, nor the things profitable to thee to a foreign nation. Blessed art thou, for the things pleasing to thy God are known to thee; and thou hast learned where is prudence, where is strength, where is understanding, where is length of life and life, where is the light of the eyes and peace; Baruch iii, 14. and thou hast set foot upon the way, and I appeared to thee from afar. Therefore with an everlasting love will I love thee, and I will have mercy on thee unto compassion, and I will build thee, and thou shalt be built; and thou shalt go forth with the assembly of those who make merry, Jerem. xxxi, 3, 4. for thou hast stood upon the ways, and hast considered, and hast asked for the everlasting paths of the Lord; and hast seen where the good way is, and hast walked in it, and hast found sanctification for thy soul.» Jerem. vi, 16. And again through Isaiah: «I am the Lord thy God; I have shown thee how to find the way of righteousness, in which thou shalt walk in it; and thou hast heard my commandments. Therefore thy peace has become as a river, and thy righteousness as a wave of the sea.» Isa. xlviii, 17, 18.

Κἀγὼ δὲ ὁ τοῖς ὑμετέροις ἐπαγαλλόμενος ἀγαθοῖς, μετὰ τοῦ Θεοῦ λέγειν τολμήσω, παρὰ τοῦ μεγάλου λαβὼν Ἱερεμίου· Μακάριος εἶ, ὅτι ἐξεδύσω τὴν στολὴν τοῦ πένθους τῆς κακώσεώς σου· τὸν παλαιόν φημι ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· καὶ ἐνεδύσω τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ Θεοῦ δόξης εἰς τὸν αἰῶνα, τὸν νέον φημὶ ἄνθρωπον, τὸν ἐν πνεύματι κατὰ Χριστὸν κτιζόμενον κατ' εἰκόνα 408τοῦ Κτίσαντος· καὶ περιεβάλου τὴν διπλοῖδα τῆς παρὰ τοῦ Θεοῦ δικαιοσύνης· καὶ ἐπέθου τῇ κεφαλῇ τὴν μίτραν τῆς δόξης τῆς αἰωνίου· τῷ τε βασίμῳ τρόπῳ τῶν ἀρετῶν, καὶ τῷ τῆς σοφίας ἀπταίστῳ λόγῳ κοσμούμενος. Διὰ τοῦτο δείξει ὁ Θεὸς τῇ ὑπ᾿ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα, καὶ καλέσει τὸ ὄνομά σου Εἰρήνη δικαιοσύνης, καὶ δόξα θεοσεβείας. Τούτων ἐγὼ τῶν λόγων οὐδὲν πλέον πρὸς ἀπόδειξιν τῆς ἀφανοῦς κατὰ ψυχὴν διαθέσεως κέκτημαι· οὐ γὰρ ἔχω τι τῶν ὑμετέρων ἐπάξιον ἀγαθῶν, Θεῷ καὶ ὑμῖν προσενέγκαι, πλὴν τοῦ θαυμάζειν ὑμᾶς κατὰ δύναμιν, καὶ ἀποδέχεσθαι κατορθοῦντας, καὶ συνήδεσθαι, Θεὸν δι᾿ ἔργων ἀγαθῶν ἱλεουμένοις· καὶ δι᾿ ὑμῶν τὴν ἀρετὴν ἐπαινεῖν· καὶ διὰ τῆς ἀρετῆς Virtus hic κατ᾽ ἐξοχὴν charitas est: quæ sic hominem deum Deumque hominem præstat. τὸν Θεὸν ἀνυμνεῖν, τὴν ὑμᾶς τῷ Θεῷ συνάπτουσαν. Ὡς ταὐτόν μοι δοκεῖν εἶναι καὶ ἴσον, ὑμᾶς τε καὶ ἀρετὴν ἐπαινέσαι, καὶ Θεὸν ἀνυμνῆσαι, τὸν χαρισάμενον ὑμῖν τῆς ἀρετῆς τὴν λαμπρότητα· τὴν ὑμᾶς μὲν Θεῷ κατὰ χάριν θεουργοῦσαν, τῇ ἀφαιρέσει τῶν ἀνθρωπίνων γνωρισμάτων· ὑμῖν δὲ τὸν Θεὸν κατὰ συγκατάβασιν ἀνθρωπίζουσαν, τῇ ἀναλήψει κατὰ τὸ ἐφικτὸν ἀνθρώπῳ τῶν θείων ἰδιωμάτων. ΣΧΟΛΙΑ.

α΄. Ὅτι δίδοται ἡ ἀγάπη ἀντὶ τοῦ νόμου καὶ τῶν προφητῶν· καὶ ὅτι ἐκ ταύτης πάντες οἱ λόγοι τῶν ἐντολῶν ἐκδίδονται, καὶ ὑπὸ ταύτης μονοειδῶς περιέχονται.

β΄. Ὅρα τὴν κατὰ λόγον καὶ φύσιν κίνησιν, ἐξ ἧς ἀπ᾿ ἀρχῆς ἑκὼν ἐτράπη ὁ ἄνθρωπος συμβουλίᾳ τοῦ πονηροῦ.

γ΄. Τὰ τῆς ἀγάπης ἔργα τῆς μακαρίας, εἰς ἓν συνάπτειν ἀμφὶ τὸν κεκτημένον, Θεὸν βροτούς τε πάντας ἀρρήτῳ λόγῳ.

Γ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Τὰ τίμια τῆς ὑμετέρας ἐν Κυρίῳ ποθεινότητος γράμματα δεξάμενος, μετὰ τῆς πεμφθείσης εὐλογίας τοῖς εὐλαβεστάτοις μοναχοῖς, τοῦ εὐαγοῦς μοναστηρίου τοῦ ἁγίου καὶ ἐνδόξου μάρτυρος Γεωργίου, ηὐχαρίστησα τῷ Θεῷ ἐπὶ τῇ τοιαύτῃ ὑμῶν εἰς τὸ καλὸν προθυμίᾳ· ὅτι διὰ σπουδῆς τῶν πενίᾳ κατειλημμένων τοὺς δεσμοὺς λύσαντες, τῶν τῆς ἁμαρτίας ἑαυτοὺς δεσμῶν ἠλευθερώσατε· καὶ σώματα τρέφειν προθέμενοι, τὴν ἑαυτῶν ψυχὴν θείᾳ διεθρέψατε χάριτι, κἀμοὶ δεδώκατε πρόφασιν θεωρίας ἀληθοῦς δρέψασθαι καρπόν.

And I too, who exult in your good things, will dare to say with God, taking it from the great Jeremiah: «Blessed art thou, for thou hast put off the garment of the mourning of thine affliction» — the old man, I mean, who is corrupted according to the desires of deceit — «and hast put on the comeliness of the glory that is from God for ever» — the new man, I mean, who is created in the Spirit according to Christ, after the image 408of him who created him Baruch v, 1, 2; Ephes. iv, 22-25. — «and hast cast about thee the double cloak of the righteousness that is from God, and hast set upon thy head the mitre of the everlasting glory», adorned both with the firm manner of the virtues and with the unerring principle of wisdom. «Therefore God will show thy brightness to all that is under heaven, and will call thy name Peace of righteousness, and glory of godliness.»

Of these words I possess nothing more for the demonstration of the unseen disposition of my soul; for I have nothing worthy of your good things to offer to God and to you, except to admire you as far as I can, and to welcome you as you do right, and to rejoice with you as you propitiate God through good works; and through you to praise virtue; and through virtue, which joins you to God, to hymn God. So that it seems to me one and the same thing, and equal, to praise you and virtue, and to hymn God, who has graciously given you the brightness of virtue: the virtue which by grace makes you divine for God, by the removal of the human marks; and makes God, by condescension, man for you, by the assumption, so far as is attainable by man, of the divine idioms.

SCHOLIA

1. That love is given in place of the law and the prophets; and that from it all the principles of the commandments are issued, and by it they are contained in one form.

2. See the movement according to reason and nature, from which in the beginning man willingly turned aside, at the counsel of the evil one.

3. The works of blessed love: to join in one, about him who possesses it, God and all mortals, by an ineffable principle.

LETTER 3

Of the same, to the same.

Having received the honoured letter of your Desirableness in the Lord, together with the blessing sent to the most devout monks of the holy monastery of the holy and glorious martyr George, I gave thanks to God for this zeal of yours for the good: that, by loosing with diligence the bonds of those held fast by poverty, you have freed yourselves from the bonds of sin; and, having set yourselves to nourish bodies, you have nourished your own soul with divine grace, and have given me too occasion to pluck the fruit of true contemplation.

Ἔγνων γὰρ καθ᾿ ἑαυτὸν γενόμενος, ὅτου χάριν ὁ Θεὸς πάντας ἐλεεῖν καὶ ἐλεεῖσθαι χρῆν ὑπ᾿ ἀλλήλων τοὺς ἀνθρώπους ἁπλῶς ἐνομοθέτησεν· ὅτι πρὸς τῇ φύσει καὶ τῇ γνώμῃ ἀλλήλοις ὑμᾶς ἑνῶσαι βουλόμενος, καὶ πρὸς τοῦτο ἅπαν ὠθῶν ὡς ἀληθῶς τὸ ἀνθρώπινον, τὰς σωτηρίους φιλανθρώπως ἡμῖν ἐντολὰς διεχάραξεν· ἀλλ᾿ ἡ τῶν ἀνθρώπων φιλαυτία καὶ σύνεσις [Fort. αἴσθησις], ἀλλήλους, καὶ τὸν νόμον, ἢ ἀπωσαμένη, ἢ σοφισαμένη, εἰς πολλὰς μοίρας τὴν μίαν φύσιν κατέτεμε· καὶ τὴν νῦν ἐπικρατοῦσαν αὐτῆς ἀναλγησίαν εἰσηγησαμένη, 409αὐτὴν καθ᾿ ἑαυτῆς τὴν φύσιν διὰ τῆς γνώμης ἐξὥπλισε. Διά τοι τοῦτο, πᾶς ὅστις σώφρονι λογισμῷ, καὶ φρονήσεως εὐγενείᾳ ταύτην λῦσαι δεδύνηται τῆς φύσεως τὴν ἀνωμαλίαν, ἑαυτὸν μὲν πρὸ τῶν ἄλλων ἠλέησε, τὴν γνώμην κατὰ τὴν φύσιν δημιουργήσας· καὶ Θεῷ κατὰ τὴν γνώμην διὰ τὴν φύσιν προσχωρήσας· καὶ δείξας ἐφ᾿ ἑαυτὸν, τίς τοῦ κατ᾿ εἰκόνα λόγου ὁ τρόπος· καὶ πῶς ἑαυτῷ ὁ Θεὸς πρεπόντως κατ᾿ ἀρχὰς, ὁμοίαν τὴν ἡμετέραν φύσιν, καὶ τῆς ἰδίας ἀγαθότητος ἀρίδηλον ἀπεικόνισμα δημιουργήσας κατέστησεν· αὐτὴν ἑαυτῇ κατὰ πάντα τὴν αὐτήν· ἄμαχον, εἰρηνικὴν, ἀστασίαστον, πρός τε Θεὸν, καὶ ἑαυτὴν δι᾿ ἀγάπης ἐσφιγμένην· καθ᾿ ἣν Θεοῦ μὲν ἐφετῶς, ἀλλήλων δὲ συμπαθῶς ἀντεχόμεθα. Ἠλέησε δὲ καὶ τοὺς ἐλεεῖσθαι ὀφείλοντας· οὐ μόνον αὐτοῖς ἐπαρχέσας, ἀλλὰ καὶ διδάξας, πῶς κρυπτόμενος ὁ Θεὸς διὰ τῶν ἀξίων ἐκφαίνεται· ὡς δύνασθαι κἀκείνους λοιπὸν, τὴν περὶ αὐτοὺς αἰδουμένους τοῦ πέλας φιλανθρωπίαν, ῥᾳδίως ταύτης ὡς Θεοῦ μεταποιεῖσθαι τῆς χάριτος. Εἰ δέ τις τοῦτο ποιεῖν ἐκ τοῦ ἔχειν δυνάμενος, τοὺς χρῄζοντας ἀνθρώπους περιορᾷ, ἑαυτοῦ μὲν ἐκείνους, ἑαυτὸν δὲ Θεοῦ εἰκότως ἀπορρήξας δειχθήσεται· ὡς τὴν φύσιν διὰ τὴν γνώμην ἀγνοήσας, μᾶλλον δὲ ἑαυτοῦ διὰ τὴν γνώμην, τὰ τῇ φύσει προσόντα ἀγαθὰ διαφθείρας. Ταῦτα μὲν ὅσοι τοῦ φιλανθρώπου, τὸ ἀπηνὲς προείλαντο γνωμικῶς, καὶ τῶν ὀβολῶν τὸ συγγενὲς, καὶ ὁμόφυλον ἀτιμότερον κρίνοντες, καὶ τῷ περὶ τὸν χρυσὸν ἱμέρῳ, τὰς πρὸς ἑαυτοὺς τοῦ Θεοῦ εἰσόδους ἀποτειχίσαντες, ἐλεεινὸν αὐτοὶ πάσχοντες ὑφ᾿ ἑαυτῶν, τῶν κρειττόνων τὴν ἔκπτωσιν· ἐκεῖνα δὲ ὅσοι τὰ τῆς φύσεως ῥήγματα ἑνῶσαι σοφῶς σπουδάζουσι, τῷ φιλαλλήλῳ τρόπῳ, καὶ τοῦ συνεργῆσαι Θεῷ χάριν διὰ τῆς ἀγάπης, τὴν τῶν ἄλλων ἀνθρώπων ὅσον τὸ ἐπ᾿ αὐτοῖς κατὰ τὴν γνώμην ταυτότητα, πάντων καταφρονοῦντες τῶν ἐπὶ γῆς, ὡς ἀληθεῖς τοῦ Θεοῦ διὰ τῶν ἔργων συνήγοροι. Ὅπερ ποιοῦντες ὑμεῖς, νῦν τε καὶ πρότερον ἀπεφάνθητε, ἠγαπημένοι· παντὶ καὶ λόγῳ καὶ τρόπῳ, καὶ σκορπισμῷ δεξιῷ τῶν προσόντων πᾶσιν ἑαυτοὺς προθύμως καὶ ψυχῇ καὶ σώματι ἐπιμερίζοντες, καὶ ταυτὸν οὖσαν δεικνύντες ἐφ᾿ ἑαυτοὺς τῇ φύσει τὴν γνώμην, καθ᾿ ἓν μόνον πλεονεκτουμένην ὑπὸ τῆς φύσεως, ὅτι ἐκεῖθεν λαβοῦσα ἔχει τῶν γενομένων τὰ σπέρματα· μᾶλλον δὲ Θεοῦ, ἐξ οὗ καὶ τῇ φύσει τῶν καλῶν αἱ δυνάμεις προκαταβέβληνται.

For, having come to myself, I knew for what reason God simply legislated that all men must show mercy and be shown mercy by one another: that, wishing to unite us to one another in inclination besides nature, and truly thrusting the whole of humankind toward this, he engraved for us, with love for man, the saving commandments; but the self-love and shrewdness [Perhaps: sense-perception] of men, either thrusting away one another and the law, or sophistically evading them, cut the one nature into many portions; and, introducing the insensibility toward it that now prevails, 409armed nature itself against itself through the inclination.

For this very reason everyone who, by sober thought and nobility of prudence, has been able to loose this unevenness of nature, has shown mercy to himself before the others, having fashioned his inclination according to nature, and having drawn near to God in inclination because of nature; and having shown in himself what is the mode of the principle of the image, and how God in the beginning, fittingly to himself, established our nature like him, having fashioned it a manifest likeness of his own goodness — itself the same with itself in all things: unwarring, peaceful, free of strife, bound fast by love toward God and toward itself; according to which we hold fast to God with aspiration, and to one another with compassion. And he has shown mercy also to those who need to be shown mercy: not only providing for them, but also teaching how God, being hidden, shines out through those who are worthy; so that they too may be able thereafter, reverencing their neighbour's love for man toward them, readily to lay claim to this grace as God's. But if anyone, being able to do this from his having, overlooks men in need, he will rightly be shown to have broken them off from himself, and himself from God; as having ignored nature through his inclination, or rather having destroyed, through his inclination, the good things that belong to his own nature.

These things, then, [are true of] all who have chosen, by inclination, harshness over love for man, judging kinship and the common stock less honourable than obols, and walling off, by their craving for gold, God's entrances into themselves, themselves suffering at their own hands a pitiable thing, the falling-away from the better things; but those things, of all who wisely strive to unite the rents of nature by the manner of mutual love, and, for the sake of working together with God through love toward the identity in inclination of other men, as far as lies in them, despise all things on earth, as true advocates of God through their works. Doing which, you have been shown, now and before, beloved ones, distributing yourselves eagerly to all in soul and body, in every principle and mode, and by a dexterous scattering of what you have; and showing in yourselves the inclination to be the same as nature, outdone by nature in one thing only, that it has the seeds of the things that come to be by having received them from there — or rather from God, from whom also the powers of good things have been laid down beforehand in nature.

Διὸ πολλοῖς χαρίτων χεύμασι μεγαλοφυῶς θεόθεν 412ἀρδευόμενο:, δαψιλῶς μετὰ πάντων καὶ τοῖς προειρημένοις εὐλαβεστάτοις ἀνδράσι τῆς φιλανθρωπίας τὸν ἔλεον [τὸ ἔλαιον] ἐπεστάξατε · ὑπερείσαντες σαλευόμενον ἤδη ἐξ ἀπορίας τῆς φύσεως τὸ ἀσθενὲς, καὶ τὴν ἐκ πτωχείας ἐπιτριβεῖσαν αὐτοῖς κακευχίαν ἐνδεχομένως ὡς ἐνῆν ἰασάμενοι. Μὴ παύσησθε οὖν εὖ ποιοῦντες ἐνδεέσιν, ἵνα τῇ κενώσει τὸ πλήσμιον ἀμείωτον ἔχητε. Ἐν ἱλαρότητι δὲ ψυχῆς, τὴν εἰς Θεὸν πίστιν τε καὶ ἐλπίδα καὶ ἀγάπην πιστούμενοι · Ἀνέχετε σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ, καθά που τὸ θεῖόν φησι λόγιον · ὅπερ ἐστὶ περὶ τοῦ δεῖν διδόναι, καὶ μὴ διασκέπτεσθαι. Ὡ τὸ μεταμελεῖσθαι πάντως παρέπεται · πρᾶγμα, τοῦ μηδόλως ποιεῖν ὑπάρχον βαρύτερον. Ἴσμεν γὰρ ἅπαντες, ὅτι τῆς τοῦ ποιεῖν ἢ πάσχειν ἀναξιότητος, οὔπω ἀκριβῶς οὐδεὶς οὐδαμῶς ἔγνω τίνας αἰτιᾶσθαι χρή · εἴτε τοὺς εὖ ποιεῖν δυναμένους, εἴτε τοὺς εὖ παθεῖν δεομένους · ἀλλὰ καίροῦ τοῦτο εἶναι τοῦ μέλλοντος · καθ᾿ ὃ ποῖά τε καὶ ὅσα τὰ ἡμέτερα, καὶ ὅπως ἔχοντα τύχοι, γνωσθήσεται. Οὕτω τοῦ Θεοῦ σοφῶς εὐδοκήσαντος ἐν τῷ παρόντι καλυφθῆναι τῶν αὐτοῦ κριμάτων τὴν ἄβυσσον. Καὶ τοῦτο εἰδὼς ὁ σοφὸς Παροιμιαστὴς, ἀσυλλογίστως τὸν ἄρτον καὶ καθ᾿ ὕδατος ῥιπτεῖν παρεκελεύσατο · ὡς οὐ παρασυρησόμενον οὐδὲ ἀπολλύμενον· ἀλλ᾿ ἐς ὕστερον ὑπαντήσοντα μετὰ πλείονος τῆς ἐπικαρπίας, τοῖς ἕνεκα τοῦ καλοῦ ἐν ἁπλότητι καρδίας τὴν μετάδοσιν κεκτημένοις, παρὰ τοῦ εἰς ἑαυτὸν πάντα τὰ παρ᾿ ἡμῶν ἀλλήλοις γινόμενα, ὡς ἂν ὄντα τύχωσιν, ἀναδεχομένου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ.

Wherefore, being with many streams of graces magnificently from God 412watered, you have abundantly, with all the others, let fall upon the most devout men aforesaid too the mercy [the oil] of love for man; propping up the weakness of nature already tottering from want, and healing, as far as was possible, the hardship worn into them by poverty. Do not cease, then, doing good to the needy, so that by the emptying you may keep the fullness undiminished. And in cheerfulness of soul, confirming faith and hope and love toward God: «Take away the bond, and the stretching-out of the hand, and the word of murmuring», as somewhere the divine oracle says; which is about the need to give, and not to deliberate; on which regret always follows — a thing heavier than not doing good at all. For we all know that for the unworthiness of doing or receiving good no one at all has ever yet known exactly whom one ought to blame — whether those able to do good, or those in need of receiving good; but that this belongs to the time to come, in which it will be known of what kind and how many our affairs are, and in what state they may happen to be. So wisely has God been pleased that in the present the abyss of his judgements be covered. And knowing this, the wise Proverbialist bade us cast our bread even upon the water without reckoning, Eccle. xi, 1. as not to be swept away nor lost, but later to meet, with greater increase, those who have made their sharing for the sake of the good in simplicity of heart, from our God and Saviour Christ, who receives into himself all the things done by us to one another, as they may happen to be.

Εἰ γὰρ παθεῖν ὑπὲρ ἡμῶν, ὡς φιλάνθρωπος κατεδέξατο, τί οὐκ ἂν γένοιτο ἔχων τοῖς τὴν αὐτοῦ περὶ ἡμᾶς μιμουμένοις φιλανθρωπίαν;

413Δ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, περὶ τῆς κατὰ Θεὸν λύπης. Χαίρω καὶ εὐφραίνομαι, διὰ πάσης ἐπιστολῆς τὴν ἐπαινετὴν λύπην λυπούμενον εὑρίσκων τὸν εὐλογημένον μου δεσπότην· γινώσκων, ὡς ἡ κατὰ Θεὸν λύπη μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν κατεργάζεται, τοῖς τῷ θείῳ φόβῳ καθ᾿ ὅλην αὐτῶν ἐνισχημένοις τὴν δύναμιν· μὴ συγχωροῦσα τὴν ψυχὴν τῶν θείων ἀπονεύσασαν δικαιωτηρίων, πρὸς τὰ φθειρόμενα παρὰ φύσιν διατεθῆναι· δι᾿ ὧν τοῖς ἠμελημένως τὸν τῆς παρούσης ζωῆς δρόμον ποιουμένοις, ἡ πονηρὰ τῶν παθῶν εἰσοικιζομένη σύγχυσις, ταῖς τοῦ διαβόλου παγίσιν ἁλῶναι παρασκευάζει τὸν ἄθλιον νοῦν, καὶ πάσης κακίας αὐτὸν καθίστησιν εἰκότως διδάσκαλον· οἷα δὴ τὴν κατὰ φύσιν ἐνέρ-γειαν, παρὰ φύσιν ταῖς τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας ἀτάκτοις ὁρμαῖς ὑποζεύξαντα. Ψυχὴ γὰρ ἡ δι᾿ ἀπάτης ἅπαξ τοῖς ὑλικοῖς τὴν νοερὰν ἐνδήσασα δύναμιν, περὶ μόνην τὴν τῶν φαύλων ἐξεύρεσίν ἐστι ποριμωτάτη καὶ εὔδρομος. Διὰ τοῦτο νύκτωρ τε καὶ μεθ᾿ ἡμέραν ἀπαύστως εὔχομαι, καίτοι πολλοῖς βαρούμενος ἁμαρτήμασι, συντηρηθῆναι τῷ εὐλογημένῳ μου δεσπότῃ ταύτην τὴν σωτήριον λύπην, τὴν ὄντως, τῶν μὲν παθῶν ἀπότομον δέσποιναν, τῶν ἀρετῶν δὲ μητέρα σεμνὴν καὶ ἐπίδοξον· ἵνα δι᾿ αὐτῆς φρουρούμενος, τὸ πονηρὸν ἐκκρούσηται κέντρον τῆς ἁμαρτίας. Οὐδεὶς γὰρ, ὡς ἀληθῶς, ταύτην τῷ βάθει τῆς καρδίας ἐναποκλείσας, τοῖς τοῦ διαβόλου καθάπαξ ἁλίσκεται βέλεσιν. Οὐδεὶς ταύτην ἀοράτως κατὰ ψυχὴν περιέπων, φοβεῖται τὰς πολυτρόπους τῶν δαιμόνων ἐπιδρομάς. Οὐδεὶς ἑλόμενος τὴν ταύτης συμβίωσιν, ποτὲ τοῖς ὁρωμένοις προστίθεται. Οὐδεὶς ταύτην ἔχων τὸν βίον χαρακτηρίζουσαν, τοῖς τῶν φθειρομένων ῥύποις μολύνεται. Οὐδεὶς ταύτην συνδήσας ἀλύτως τοῖς λογισμοῖς, ἀτάκτως ἐφ᾿ ἃ μὴ δεῖ φέρεσθαι συγχωρεῖ τὰς αἰσθήσεις. Οὐδεὶς ταύτῃ τὴν ψυχὴν πεποιωμένος, ἑαυτὸν ἄλλου μείζονα παντελῶς ἡγήσασθαι δύναται· τοὐναντίον δὲ μᾶλλον παντὸς ἥττονα. καὶ εἶναι καὶ νομίζεσθαι πιστεύσειεν. Οὐδεὶς ταύτην κατὰ νοῦν περιζωσάμενος, τῆς τῶν θείων ἀπολισθαίνει κατανοήσεως. Οὐδεὶς ἑαυτῷ ταύτην δι᾿ ὅλου συναρμόσας, ἀγνοήσει τὰ τῆς εὐσεβοῦς πολιτείας συνθήματα. Ταύτην τὸ ἅγιον Πνεῦμα δημιουργεῖ, ταῖς τῶν ἀξίων καρδίαις ἐπιφοιτοῦν. Ταύτην ἐπίσταμαι μόνην ἐγὼ τῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν χαρᾶς οὖσαν γεννητικήν. Σπέρμα γὰρ θεῖον ὑπάρχει σαφῶς ἡ κατὰ Θεὸν λύπη· καρπὸν ὥριμον τὴν τῶν αἰωνίων ἀγαθῶν εὐφροσύνην παρέχουσα.

For if, as lover of man, he consented to suffer for us, what would he not prove to have for those who imitate his love for man toward us?

413LETTER 4

Of the same, to the same, on grief according to God.

I rejoice and am glad, finding in every letter my blessed master grieving the praiseworthy grief; knowing that grief according to God works repentance unto salvation not to be repented of II Cor. vii, 10. in those held fast by the divine fear with their whole power; not allowing the soul, turned away from the divine tribunals, to be disposed contrary to nature toward the things that perish; through which, in those who make the course of the present life carelessly, the wicked confusion of the passions, settling in, prepares the wretched mind to be caught in the snares of the devil, and rightly makes it a teacher of all vice; inasmuch as it has yoked its operation according to nature, contrary to nature, under the disorderly impulses of anger and desire. For the soul that has once, through deceit, bound its intellectual power to material things is most resourceful and swift of course about the finding of base things alone. For this reason, night and day, I pray without ceasing — though weighed down by many sins — that this saving grief may be preserved for my blessed master: truly the severe mistress of the passions, but the reverend and glorious mother of the virtues; so that, guarded by it, he may beat off the wicked sting of sin.

For no one, truly, who has shut it up in the depth of his heart is ever caught by the darts of the devil. No one who cherishes it invisibly in his soul fears the manifold assaults of the demons. No one who has chosen its companionship ever attaches himself to the things that are seen. No one who has it stamping his life is defiled by the filth of the things that perish. No one who has bound it indissolubly to his thoughts lets his senses be borne in disorder toward what they should not. No one whose soul has been qualified by it can at all reckon himself greater than another; but, on the contrary, would believe himself rather both to be, and to be thought, less than everyone. No one who has girded it about his mind slips from the understanding of divine things. No one who has fitted it to himself wholly will be ignorant of the tokens of the pious way of life. This the Holy Spirit fashions, visiting the hearts of the worthy. This alone I know to be the begetter of the joy in the kingdom of heaven. For grief according to God is plainly a divine seed, yielding as ripe fruit the gladness of the everlasting good things.

Ταύτην ἡ κατὰ διάνοιαν ἀκριβὴς τῶν βεβιωμένων 416ἀνάληψις ἀνανεοῖ. Ταύτην ἡ κατὰ συνείδησιν τῶν πλημμεληθέντων ἡμῖν βίβλος, φιλοπόνως ἀναγινωσκομένη τιθηνεῖται. Ταύτην ἡ τοῦ θανάτου μνήμη, καὶ ὁ ἐπ᾿ αὐτῇ κατὰ τὴν ἔξοδον ἐγγινόμενος τῇ ψυχῇ δριμύτατος πόνος ἀεὶ προσδοκώμενος περιποιεῖται. Ταύτην ἡ κατὰ τὸν ἀέρα συγκροτουμένη πρὸς τὴν ψυχὴν, τῶν τῆς πονηρίας πνευμάτων φοβερὰ καὶ ἀπότομος ἔρευνα διὰ παντὸς κατὰ νοῦν μορφουμένη, διαφυλάττει παντελῶς ἀκατάσβεστον. Τίς γὰρ, ἠγαπημένε, τῶν κατ᾿ ἐμὲ ῥύποις ἁμαρτημάτων κατεστιγμένος, οὐ φοβεῖται τὴν τῶν ἁγίων ἀγγέλων ἐπιστασίαν; ὑφ᾿ ὧν κατὰ θείαν ψῆφον τῆς παρούσης ζωῆς τὸ πέρας δεχόμενος, βίᾳ τοῦ σώματος μετ᾿ ὀργῆς ἐξωθεῖται καὶ μὴ βουλόμενος. Τίς κεχηλιδωμένην ἑαυτῷ συνεπαγόμενος τὴν συνείδησιν οὐ δέδοικε τὴν ὠμοτάτην τῶν πονηρῶν δαιμόνων καὶ βάρβαρον ἔμπτωσιν, ἑκάστου κατὰ τὸν ἀέρα τοῦτον μετὰ τὴν ἔξοδον, διὰ τοῦ μέσου πάθους ἀπηνῶς πρὸς ἑαυτὸν διασπῶντος τὴν ἀθλίαν ψυχὴν, καὶ τῷ ἐλέγχῳ τῶν αὐτῇ πεπραγμένων καταισχύνοντος, καὶ πάσης ἐμποιοῦντος αὐτῇ τῆς ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς ἐλπίδος ἀπόγνωσιν; Ταύτην σωτηρίως διατρέφει τὴν λύπην, ἡ μετὰ τὴν γινομένην κατὰ τὸν ἀέρα πρὸς τὰ πνευματικὰ τῆς πονηρίας διάγνωσιν, τῆς τῶν ἐν ᾅδῃ ψυχῶν καταστάσεως ἀκριβὴς ἀνατύπωσις· ὅπως ἐν σκότῳ βαθεῖ διάγωσι καὶ βαρυτάτῃ σιγῇ, τροφὴν ἔχουσαι τοὺς δριμυτάτους στεναγμοὺς καὶ τὰ δάκρυα, καὶ τὴν ἐπὶ τούτοις κατήφειαν· ἐκδεχόμεναι διὰ παντὸς, ἄλλο μὲν οὐδὲν, μόνην δὲ τὴν ἐπὶ τῇ θείᾳ ψήφῳ δικαίαν κατάκρισιν. Ταύτην συνίστησι τὴν λύπην ἡ τῆς ἀναστάσεως ἐλπίς· ἡ τῆς φοβερᾶς καὶ πανενδόξου παρουσίας τοῦ Χριστοῦ μεγαλειότης· ἡ φρικωδεστάτη τῆς κρίσεως ἡμέρα, κατὰ διάνοιαν συνεχῶς μελετωμένη· καθ᾿ ἣν οὐρανός τε καὶ γῆ, καὶ πᾶς ὁ τῶν ὁρωμένων διάκοσμος ῥοιζηδὸν παρελεύσεται· στοιχείων καυσουμένων καὶ λυομένων τῷ ἀπλέτῳ πυρὶ, προκαθαίροντι Fr. καθαίροντι διὰ τὴν ἐπίβασιν τοῦ καθαροῦ, τὴν ὑφ᾿ ἡμῶν ῥυποθεῖσαν κτίσιν· ἐν ᾗ θρόνοι προτίθενται, καὶ Παλαιὸς ἡμερῶν προκαθέζεται, καὶ τὰ τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων ἄπειρα τάγματα, μετὰ φόβου καὶ τρόμου λειτουργικῶς παρεστήκασι· καὶ πᾶσα τῶν [ἀνθρώπων] ἡ φύσις εἰς ἐξέτασιν ἄγεται· καὶ βίβλοι ἀνοίγονται τῶν ἡμετέρων ἔργων τε καὶ λόγων καὶ λογισμῶν, ἔχουσαι μετὰ πάσης ἀκριβείας τὰ ἔγγραφα.

This the exact recollection, in the understanding, of what one has lived through 416renews. This the book of the conscience of our offences, diligently read, nurses. This the memory of death, and the most bitter pain that comes upon the soul at it, at the departure, ever expected, preserves. This the fearful and severe inquest of the spirits of wickedness, joined against the soul in the air, ever being formed in the mind, keeps altogether unquenched. For who, beloved, of those like me stained with the filth of sins, does not fear the oversight of the holy angels — by whom, receiving at the divine decree the end of the present life, he is thrust out of the body by force, with wrath, even unwilling? Who, bringing with him a stained conscience, does not dread the most savage and barbarous onset of the wicked demons, each of them in this air, after the departure, cruelly tearing the wretched soul toward himself through the passion that is between them, and shaming it by the conviction of what it has done, and working in it despair of all hope in the good things to come? This grief is savingly nourished by the exact re-imaging of the state of the souls in Hades, after the examination that takes place in the air before the spiritual hosts of wickedness: how they pass their time in deep darkness and the heaviest silence, having for food the bitterest groans and the tears, and the dejection upon these; awaiting always nothing else, but only the just condemnation upon the divine verdict.

Δι᾿ ὧν ἡ πάντων γίνεται γύμνωσις τῶν πεπραγμένων ἡμῖν ἐπὶ πάσης τῆς κτίσεως· ὥστε τοσοῦτον ἀλλήλων πάντας γινώσκειν τὰς ἁμαρτίας, ὅσον ἕκαστος τὰς ἑαυτοῦ, τὴν βίβλον ἀπλανῶς ἀναγινώσκων τῆς ἑαυτοῦ συνειδήσεως· καθ᾿ ἣν οἱ μὲν ἐκ δεξιῶν τοῦ Κριτοῦ σταθέντες, λήψονται τῶν ἀποῤῥήτων ἀγαθῶν τὰς ἐπαγγελίας· οἱ δὲ τὴν ἀριστερὰν λαχόντες στάσιν, τὸ πῦρ τὸ αἰώνιον, καὶ τὸ ἐξώτερον σκότος, καὶ τὸν ἀκοίμητον σκώληκα, τόν τε βρυγμὸν τῶν ὀδόντων, καὶ τὸ ἄπαυστον δάκρυον, καὶ τὴν ἀπέραντον αἰσχύνην, ἐφ᾿ ᾗ μᾶλλον ὀδυνηθήσεται πᾶς 417κατακριθεὶς τὴν ἐπ᾿ αἰῶσιν ἀτελεύτητον βάσανον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις τῆς κολάσεως εἴδεσι. Τούτων οὐδαμῶς ὄντως τῶν φοβερῶν καὶ πραγμάτων καὶ ὀνομάτων, ὁ τὴν κατὰ Θεὸν λύπην ἔχων ἐπιλανθάνεται · ἀλλ᾿ ὡς ὁρῶν ἀεὶ τὸν Κριτὴν καὶ ὁρώμενος, διατεθήσεται · καὶ τὴν παροῦσαν εὐσεβῶς καὶ δικαίως διενέγκῃ ζωὴν, μηδὲν ποιῶν ἢ λέγων ἢ λογιζόμενος, τῶν ἀλλοτρίων τῆς θείας χάριτός τε καὶ κλήσεως. Ταύτης τῆς ἐπαινουμένης λύπης γέννημα τυγχάνει, τὸ ἐν ἀνθρώποις ἐξαίρετον ἀγαθὸν, ἡ ταπεινοφροσύνη · δι᾿ ἧς ὁ εὐσεβὴς καὶ φιλόθεος, πάντων ἑαυτὸν ἐλαχιστότερον κατ᾿ ἀλήθειαν ἡγήσεται · κἂν βασιλεὺς ᾖ τὴν ἀξίαν, ὅρον τῆς ἐπιγνωμοσύνης ἑαυτοῦ ποιούμενος τὴν κατὰ φύσιν ἀσθένειαν · ὑφ᾿ ἣν πάντες κατὰ τὸ ἴσον τελοῦσιν, οἱ τῆς αὐτῆς φύσεως μετειληφότες · οὐδαμῶς τοῦ κατὰ φύσιν λόγου, διὰ τὴν ἀξίαν παραφέρων τὸν λογισμόν. Ταύτης προβολὴ καθέστηκεν ἡ πραότης, ἕξις ὑπάρχουσα τῶν παρὰ φύσιν, τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας, κινημάτων ἀπωστική · δι᾿ ἧς τὴν πρὸς ἀγγέλους ὁ ἄνθρωπος ὁμοιότητα δέχεται, παρ᾿ οἷς οὐκ ἔστι θυμὸς λυσσῶν, καὶ τὸ συγγενὲς ἀπρεπῶς καθυλακτῶν · οὔτε μὴν ἐπιθυμία τοὺς νοεροὺς διαλύουσα τόνους, καὶ πρὸς τὴν ὕλην τὴν ἔφεσιν ὑποσύρουσα · λόγος δὲ μόνος, τὴν ὅλην ἔχων δυναστείαν, καὶ διαπύρως κατὰ νοῦν ἄγων πρὸς τὸν ὑπὲρ αἰτίαν καὶ φύσιν Λόγον. Ταύτης ὑπάρχει καρπὸς ἡ ἀγάπη, καθ᾿ ἣν Θεῷ τε καὶ ἀλλήλοις ἑνούμενοι, τοσοῦτον ἀλλήλων ἑκόντες φροντίζομεν, ὡς ἐφικτὸν, ὅσον ὁ Θεὸς ὡς οἰκτίρμων πάντων ἀντέχεται. Ταύτης ἐστὶ τέλος ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τῶν ἐκεῖ θείων ἀγαθῶν ἡ ἀπόλαυσις. Πρὸς τοῦτο γὰρ ἄγει τὸ πέρας ἡ κατὰ Θεὸν λύπη τοὺς στέργοντας αὐτὴν καὶ φυλάττοντας. Ταύτης δὲ τῆς λύπης ὑπάρχει γνωρίσματα, τὸ ἐθίσαι τοὺς ὀφθαλμοὺς τὴν κτίσιν ὁρᾶν πρὸς δόξαν μόνην τοῦ Κτίσαντος · καὶ τὰ τῶν πλησίον ἄνευ φθόνου καὶ βασκανίας ἐπισκοπεῖν · τὰ ὦτα πρὸς ὑποδοχὴν τῶν τοῦ Θεοῦ λόγων μόνην, καὶ τῆς τῶν δεομένων ἡμῶν ἱκεσίας ἑτοίμως ἠνεῴχθαι · πρὸς δὲ πᾶσαν λοιδορίαν, καὶ λόγων αἰσχρῶν εἰδέχθειαν, σπουδαίως βεβύσθαι · τὴν γλῶσσαν ταῖς τῶν ἄλλων εὐφημίαις καθαγιάζεσθαι, μηδαμῶς ταῖς κατ᾿ ἄλλων ὕβρεσι καὶ λοιδορίαις μολυνομένην. Καὶ ἁπλῶς ἵνα συνελὼν εἴπω, πάντα τὰ μέλη τοῦ τε σώματος καὶ τῆς ψυχῆς, πρὸς τὸ δοκοῦν τῷ Πνεύματι μεταρυθμίσωμεν · καὶ ὅλος ἡμῖν ὁ κατ᾿ εὐσέβειαν σκοπὸς κατορθωθῇ [κατωρθώθη].

This grief is constituted by the hope of the resurrection; by the majesty of Christ's fearful and all-glorious coming; by the most dreadful day of judgement, meditated continually in the understanding; in which heaven and earth, and the whole ornament of the things that are seen, shall pass away with a rushing noise, the elements burning and being dissolved II Petr. iii, 10. by the immense fire, which purges beforehand, for the coming of the Pure One, the creation defiled by us; in which thrones are set, and the Ancient of days sits presiding, and the infinite ranks of the holy angels and archangels stand by in liturgy with fear and trembling; and the whole nature of [men] is brought to examination; and books are opened of our works and words and thoughts, having the things written in them with all exactness; Dan. vii, 9. through which there comes about the laying bare of all our deeds before the whole creation; so that all know one another's sins as much as each his own, reading unerringly the book of his own conscience; at which those who stand on the right of the Judge shall receive the promises of the ineffable good things; but those allotted the station on the left, the everlasting fire, and the outer darkness, and the sleepless worm, and the gnashing of teeth, and the unceasing tears, and the endless shame, at which every man 417condemned to the torment without end for the ages will be pained more than at all the other forms of punishment together.

These truly fearful things, both deeds and names, the one who has grief according to God in no way forgets; but he will be disposed as one who ever sees the Judge and is seen, and will pass the present life piously and righteously, doing or saying or thinking nothing alien to the divine grace and calling. Of this praised grief the offspring is the good pre-eminent among men, humble-mindedness; by which the pious and God-loving man will in truth reckon himself less than the least of all, even if he be a king in rank, making natural weakness the measure of his knowledge of himself, under which all who have partaken of the same nature are equally reckoned; in no way carrying his thought away from the principle according to nature because of his rank. Its bulwark is meekness, a habit that thrusts away the movements contrary to nature, of anger and of desire; through which man receives likeness to the angels, among whom there is no raging anger, barking unseemly at its kin, nor yet desire, loosening the intellectual tensions and drawing aspiration down toward matter; but reason alone, having the whole dominion, and leading ardently, in the mind, toward the Word who is above cause and nature. Its fruit is love, according to which, being united to God and to one another, we willingly take thought for one another, as far as is attainable, as much as God, as compassionate, holds fast to all. Its end is the kingdom of heaven, and the enjoyment of the divine good things there. For grief according to God leads to this end those who cherish it and guard it.

And the marks of this grief are: to accustom the eyes to see creation for the glory of the Creator alone, and to look upon the things of one's neighbours without envy and the evil eye; the ears to be opened readily to the reception of God's words alone, and to the supplication of those who ask of us; and to be diligently stopped against all reviling and the loathsomeness of shameful words; the tongue to be sanctified by the praises of others, in no way defiled by insults and revilings against others. And simply, to speak summarily, let us reshape all the members of both body and soul toward what seems good to the Spirit; and may the whole aim of piety be achieved [was achieved] for us.

Ταῦτα, εὐλογημένε, κατὰ πᾶσαν ἀκρίβειαν ἑαυτοὺς ἐρευνῶντες, εἰ μὲν εὕρωμεν ἔχοντας, ἐπιμελῶς διατηρήσωμεν · εἰ δὲ μηδὲν τούτων κεκτημένους, κατὰ σπουδὴν κτήσασθαι φιλοπονήσωμεν, πᾶσι διὰ τὸν Θεὸν καὶ τὴν κοινὴν φύσιν ἀνθρώποις, ὡς ἄνθρωποι ταπεινούμενοι · πρὸς τὰ συμβαίνοντα παρὰ τὴν ἡμετέραν γνώμην, πρᾶοι καὶ ἥμεροι διαμένοντες · 420εὐμετάδοτοι τε πρὸς τοὺς πτωχούς, καὶ πρὸς τοὺς ξένους φιλόξενοι· τοῖς δεομένοις προστασίας, κατὰ τὸ δυνατὸν, πρὸς ἀντίληψιν ἕτοιμοι· πρὸς τοὺς φίλους ὁμόψυχοι καὶ ὁμογνώμονες· πρὸς τοὺς γνωρίμους ἐν πᾶσι περιδέξιοι· τοῖς ταπεινοτέροις εὐπρόσιτοι· τοῖς ἀσθενέσι συμπαθεῖς καὶ φιλάνθρωποι· μακρόθυμοι τοῖς παροργίζουσι· τοῖς πταίουσι συγγνώμονες· τοῖς λυπουμένοις, παρηγορία γιγόμενοι. Καὶ ἁπλῶς εἰπεῖν, πάντα πᾶσι γενώμεθα, διά τε τὸν τοῦ Θεοῦ φόβον, καὶ τὴν προσδοκωμένην τῶν μελλόντων κριμάτων ἀπειλήν. Χωρὶς γὰρ τούτων τῶν ἀπηριθμημένων, οὐκ ἔστιν οὐδενὶ τὸ παράπαν σωτηρίας ἐλπίς. Γαῦτά με, καὶ πλείονα τούτων βιάζεται λέγειν ὁ πρὸς σὲ πόθος. Οὐ γὰρ ἔχω πῶς μετρῆσαι τοῦτον, διὰ παντὸς ἀνατυποῦσθαί σε παρασκευάζοντα, καὶ ὡς παρόντι κατὰ ψυχὴν διαλέγεσθαι, καὶ ἀπόντι βιαζόμενον συντυγχάνειν διὰ γραμμάτων. Ἀλλὰ μὴ παρέργως δεξιώμεθα τῶν λεγομένων τὴν δύναμιν· ἐπειδὴ μετὰ τῶν ἄλλων, καὶ τοὺς τοιούτους λόγους ἕξομεν πάντως ἢ συνηγόρους ἢ κατηγόρους· ἐγώ τε ὁ λέγων, καὶ οἱ ἀκούοντες, κατὰ τὴν φοβερὰν ἡμέραν τῆς διαγνώσεως, ὁποτέρως ἂν περὶ αὐτοὺς διατεθῶμεν. Γένοιτο δὲ πάντας ἡμᾶς, τοὺς τε λέγοντάς τι τῶν δεόντων, καὶ τοὺς ἀκούοντας, πάντων τῶν θείων ποιητὰς ἀποδειχθῆναι λόγων· καὶ μὴ μόνον ἀκροατὰς ἢ λέκτας· χάριτι Χριστοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν ἑαυτοῦ δόξαν τε καὶ βασιλείαν.

Ε΄. † Τοῦ αὐτοῦ πρὸς Κωνσταντῖνον. Εἰ ὡς παρόντι μοι συντυγχάνων, διὰ τῶν γραμμάτων εὐφραίνεται κατ᾿ ἀλήθειαν ὁ εὐλογημένος μου δεσπότης, ὡς γέγραφε, δῆλον ὡς τοὺς ἐμοὺς ἀποδεχόμενος λόγους πάντως εὐφραίνεται. Ἀποδοχὴ δὲ λόγων ἐστὶν, ἡ κατὰ τοὺς λόγους τοῦ ἀποδεχομένου τοὺς λόγους διάθεσις. Ταύτης δὲ τῆς διαθέσεως ἀπόδειξίς ἐστιν ἀκριβής, τὸ ἔργον τῆς ἐμφερομένης τοῖς λόγοις δυνάμεως. Οὐκοῦν τῆς περὶ τὸ λέγειν προτροπῆς ἀρραβῶνά μοι παράσχῃ πιστότατον ὁ ἐμὸς δεσπότης, τὴν αὐτοῦ περὶ τὸ ποιεῖν τὰ λεγόμενα προθυμίαν· καὶ οὐδέποτε κωλύσω, κατὰ τὸ γεγραμμένον, τὰ χείλη μου, τοῦ λέγειν πρὸς αὐτὸν τὰ λυσιτελεῖν αὐτῷ τε κἀμοὶ καὶ ἄλλοις δυνάμενα· καθόσον εἰμὶ δυνατὸς ὑποδέξασθαι τὴν περὶ τὸ νοεῖν τε συνετῶς καὶ εὐσεβῶς λέγειν τὰ νοηθέντα χάριν τοῦ δωρουμένου Græc. vulg. διδόντος.

These things, blessed one, searching ourselves with all exactness, if we find that we have them, let us carefully preserve; but if we possess none of them, let us labour with zeal to acquire them, humbling ourselves, as men, to all men, for God's sake and the common nature's; remaining meek and gentle toward the things that happen contrary to our inclination; 420generous toward the poor, and hospitable toward strangers; ready, as far as possible, for the help of those who need protection; one in soul and one in inclination with our friends; dexterous in all things toward our acquaintances; approachable to the lowlier; compassionate and loving toward the weak; long-suffering to those who provoke us; forgiving to those who stumble; becoming a consolation to those who grieve. And, to speak simply, let us become all things to all, both for the fear of God, and for the expected threat of the judgements to come. For without these things enumerated there is for no one any hope of salvation at all.

These things, and more than these, my longing for thee forces me to say. For I have no way to measure it, as it makes me ever picture thee, and converse with thee in soul as present, and forces me to meet thee, absent, through letters. But let us not receive the force of what is said in passing; since, with the rest, we shall surely have such words too, either as advocates or as accusers Rom. ii, 15, 16. — I who speak, and those who hear — on the fearful day of the examination, according as we have been disposed toward them. May it be that all of us, both those who say something of what is needful and those who hear, be shown to be doers of all the divine words, and not hearers only, or speakers, by the grace of Christ our God and Saviour, who called us to his own glory and kingdom. I Thess. ii, 12.

LETTER 5

Of the same, to Constantine.

If my blessed master truly rejoices, as he has written, in meeting me through my letters as though I were present, it is clear that he rejoices altogether because he accepts my words. Now acceptance of words is the disposition, conformed to the words, of him who accepts the words; and the exact demonstration of this disposition is the deed of the power carried in the words.

Θεοῦ πᾶσιν ἁπλῶς, καὶ μὴ ὀνειδίζοντος. 421Γενώμεθα τοίνυν, ἠγαπημένε, πρόθυμοι τῶν κατ᾿ ἐντολὴν ἔργων ποιηταί· καὶ φύγωμεν τὴν πλάνην τοῦ αἰῶνος τούτου, καὶ μηδενὶ τῶν ἐν αὐτῷ νομιζομένων τερπνῶν τὴν ψυχὴν καταδήσωμεν. Παρέρχεται γὰρ ὁ κόσμος, καὶ πάντα τὰ ἐν αὐτῷ μαραίνεται, φθορᾶς ὄντα κατὰ φύσιν παραναλώματα. Ταύτην δὲ τὴν περὶ τὰ θεῖα τῶν σωτηρίας ἐφιεμένων τεκμηριοῖ προθυμίαν, οὐ μόνον τὸ πρὸς τὴν ἁμαρτίαν μῖσος, καὶ ἡ ἀπράγμων διαγωγή· ἥ τε τῶν μοχθηρῶν ἀνδρῶν ἀλλοτρίωσις, καὶ πρὸς τὰ φθειρόμενα πάντα τῆς ψυχῆς ἀποδιάθεσις· ἥ τε τῆς σαρκὸς διὰ τὴν ἀρετὴν καταφρόνησις, καὶ ἡ πρὸς πάντα τὰ διὰ τῶν αἰσθήσεων ἀπατηλῶς τὴν ψυχὴν ὑποσαίνοντα, στερρὰ καὶ ἀνένδοτος ἐγκράτεια· δι᾿ ἧς πάσας τε τὰς ἀκολάστους ὀρέξεις μαραίνομεν· καὶ τὰς ἀτάκτους κινήσεις τοῦ θυμοῦ κατευνάζομεν, μὴ συγχωροῦντες ἐξανδραποδισθέντα συνεκφέρεσθαι ταύταις τὸν λογισμὸν, καὶ καθάπερ ἡνίοχον ὑπὸ δυστηνίων ἵππων συναρπασθέντα κατὰ βαράθρων φέρεσθαι· μηδενὸς ὄντος τοῦ τάσσοντος καὶ ἐπισχεῖν δυναμένου τὴν ἄλογον τῶν ὑπεζευγμένων ὁρμήν. ᾿Αλλὰ καὶ ἡ πρὸς πάντας τοὺς ἀκουσίους πειρασμοὺς, ὑπομονὴ καὶ καρτερία· καθ᾿ ἣν καὶ πάσχοντες σωματικῶς, ἀπαθεῖς κατὰ ψυχὴν διαμένομεν, καὶ ἀήττητοι· μηδενὶ τῶν τινασσόντων καταβαλλόμενοι. Δι᾿ ὧν ἀμφοτέρων, ἐγκρατείας τε λέγω τῶν ἐφ᾿ ἡμῖν παθημάτων, καὶ ὑπομονῆς τῶν οὐχ ἐφ᾿ ἡμῖν, δοκιμασθέντες, καθάπερ τινὸς σπορᾶς θειοτάτης τῶν ἐντολῶν, εὐπρεπεῖς καὶ ὡρίμους προβαλλόμεθα καρποὺς τὰς ἀρετάς. Οἷον, φρόνησιν γνωστικήν, κατά τε τῆς ἀγνοίας, καὶ τῆς δεισιδαιμονίας· ἀνδρείαν, κατά τε τῆς δειλίας, καὶ τῆς προπετοῦς θρασύτητος· σωφροσύνην, κατὰ τῆς ἀκολασίας καὶ τῆς ἠλιθιότητος· δικαιοσύνην κατὰ τῆς ἀδικίας· λέγω δὲ κατὰ τῆς πλεονεξίας καὶ μειονεξίας· ταπεινοφροσύνην, κατὰ τῆς ὑπερηφανίας ὁπλίζοντες· συγκατάβασιν, κατὰ τῆς ἐπάρσεως προφέροντες· μετριότητα κατὰ τῆς οἰήσεως· μακροθυμίαν κατὰ τῆς ὀλιγοψυχίας· ἡμερότητός τε αὖ πρὸς πάντας, καὶ πραότητος, καὶ τῆς πρὸς τοὺς δεομένους ἱλαρᾶς μεταδόσεως ἀντεχόμενοι· φιλοξενίας τε καὶ φιλαδελφίας, καὶ φιλανθρωπίας φιλοπόνως φροντίζοντες· εἰρήνην τε καὶ ἀγάπην μεταδιώκοντες· ἐν ᾗ, καθάπερ τινὶ πυθμένι τῶν καλῶν, συνάγεταί τε καὶ φυλάττεται πάντα τὰ τοῖς ἀνθρώποις δεδωρημένα θεόθεν ἀγαθά.

Let my master, then, furnish me, as a most trustworthy pledge of encouragement to speak, his own eagerness to do the things that are spoken; and I will never, as it is written, restrain my lips Psal. xxxix, 10. from speaking to him the things that can profit both him and me and others — so far as I am able to receive the grace of understanding wisely and of speaking piously what has been understood, from God who gives to all simply, and does not reproach. Jac. i, 5.

421Let us become, then, beloved, eager doers of the works of the commandment; and let us flee the error of this age, and bind the soul to none of the things in it that are reckoned delightful. For the world passes away, and all the things in it wither, being by nature the leavings of corruption. And the eagerness for divine things of those who aspire to salvation is attested not only by hatred toward sin, and the life free of affairs; and by estrangement from wicked men, and the soul's detachment of disposition from all things that perish; and by contempt of the flesh for the sake of virtue, and, toward all the things that through the senses deceitfully fawn upon the soul, a firm and unyielding self-mastery — through which we wither all licentious appetites and lull to sleep the disordered movements of anger, not allowing our thought, enslaved, to be carried off along with them, and, like a charioteer snatched away by hard-mouthed horses, to be borne down over precipices, there being no one to marshal and able to check the irrational impulse of the beasts yoked beneath.

But also by endurance and patience toward all involuntary temptations; by which, even when we suffer bodily, we remain dispassionate in soul and unconquered, cast down by none of the things that shake us. Proved by both of these — I mean self-mastery over the passions that are in our power, and endurance of those that are not in our power — we put forth, as from a most divine sowing of the commandments, comely and ripe fruits, the virtues: for instance, prudence of knowledge, against both ignorance and superstition; courage, against both cowardice and headlong rashness; temperance, against licentiousness and stupidity; justice against injustice, I mean against taking more than one's share and taking less; arming ourselves with humble-mindedness against pride; putting forward condescension against elation; moderation against conceit; long-suffering against faint-heartedness; holding fast, again, to gentleness toward all, and to meekness, and to cheerful sharing with those in need; caring laboriously for hospitality and brotherly love and love for man; pursuing peace and love, in which, as in a kind of foundation of good things, all the good things given to men from God are gathered and kept.

Ταῦτα, δέσποτά μου εὐλογημένε, πᾶς ἐρῶν τῆς τῶν οὐρανῶν βασιλείας, καὶ φεύγειν σπεύδων τῶν ἠπειλημένων τοῖς ἁμαρτάνουσιν αἰωνίων κολάσεων τὴν πεῖραν, κατὰ δύναμιν πάντως ποιεῖν τε καὶ φυλάττειν ἐπιτηδεύει· τῆς τῶν τοιούτων ἔχων φυλακῆς ἀρωγὸν, τοῦ τε θανάτου, καὶ τῆς κατ᾿ αὐτὸν 424ἀδηλίας, τὴν ἄληστον μνήμην· τῆς τε μετὰ τὴν ἔξοδον τῆς ψυχῆς ἐρημώσεως, μηδὲν ἄλλο συνεπαγομένης ἑαυτῇ, πλὴν τῆς ἐπὶ τοῖς αὐτῇ κακῶς πεπραγμένοις ἐστιγμένης συνειδήσεως· καὶ τῆς πρὸς αὐτὴν κατὰ τὸν ἀέρα τοῦτον γενησομένης τῶν πονηρῶν πνευμάτων φοβερᾶς ἐρεύνης τὴν ἔννοιαν· τῆς ἐν τῷ ᾅδῃ νῦν πικρᾶς καὶ ἀφεγγοῦς τῶν ψυχῶν κατακλείσεως τὴν ἐνθύμησιν· τῆς ἐπὶ τοῦ δικαίου Κριτοῦ καὶ τῶν οὐρανίων Δυνάμεων ἐπὶ τῇ φανερώσει τῶν κρυπτῶν αἰσχύνης τὴν προσδοκίαν, τῆς πασῶν βαρυτέρας τῶν ἠπειλημένων τοῖς ἁμαρτάνουσι κολάσεων. Ταῦτα, καὶ τούτων πλείονα, καὶ ἤδη κατὰ δύναμιν γέγραφα, καὶ γράφων οὐ παύσομαι, καθ᾿ ὅσον οἷός τέ εἰμι, τὸν πρὸς τὸν ἐμὸν ἠγαπημένον δεσπότην πόθον ἔχων, τῶν τοιούτων λόγων ἐκβιβαστήν.. Ἀλλὰ νήψωμεν, καὶ γρηγορήσωμεν περὶ τὴν ἑαυτῶν φυλακήν, εὐλογημένε· μήπως πλέον κατακριθῶμεν, ὡς εἰκῆ καὶ μάτην τὰ θεῖα λέγοντες μόνον καὶ ἀκούοντες. Ἐπειδὴ καὶ ὑπὲρ τούτων τῶν λόγων τῷ Θεῷ λόγον ὑφέξομεν ἐν ἡμέρᾳ κρίσεως· ἐγώ τε ὁ τούτους λέγων, καὶ οἱ τούτων ἀκούοντες· ἐὰν ἀργοὺς παντελῶς καὶ ἀκάρπους αὐτοὺς καταλείψωμεν· γένοιτο δὲ μᾶλλον πάντας ἡμᾶς, πᾶσιν ἐπαγάλλεσθαι τοῖς τοῦ Θεοῦ λόγοις, καὶ τῶν ἐν αὐτοῖς θείων καὶ σωτηρίων θελημάτων ποιητὰς ἀποφανθῆναι· εὐχαῖς καὶ πρεσβείαις τῆς πανενδόξου καὶ παναγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων. Ἀμήν.

Ϛ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν ἁγιώτατον καὶ μακαριώτατον ἀρχιεπίσκοπον Ἰωάννην, περὶ τοῦ, Ὅτι ἀσώματός ἐστιν ἡ ψυχή. Τὸ τίμιον τῆς ὑμετέρας ἐπ᾿ ἀρετῇ τελειότητος δεξάμενος γράμμα, πάσης μεγαλοφυοῦς μετριοφροσύνης ὡραῖσμένον, ἡγάσθην τε ὁμοῦ καὶ ἐξέστην· πῶς τε ὁ αὐτὸς διανοούμενος ἐν ἀμφοτέροις, σαυτῷ καθέστηκας ὅμοιος· μήτε τῷ ὑψηλῷ ἀπρόσιτος, μήτε τῷ ταπεινῷ καταφρονούμενος.

These things, my blessed master, everyone who yearns for the kingdom of heaven, and hastens to flee the trial of the everlasting punishments threatened against sinners, studies by all means to do and to keep as far as he can; having, as the helper of the keeping of such things, the unforgetting memory of death and of the uncertainty 424of its hour; the thought of the soul's desolation after its departure, which brings nothing else along with it except the conscience branded for the things it has done ill, and of the fearful search of it that will be made by the evil spirits in this air; the reflection on the bitter and lightless confinement of souls now in Hades; the expectation of the shame before the just Judge and the heavenly Powers at the manifestation of hidden things — a shame heavier than all the punishments threatened against sinners. These things, and more than these, I have both written already as far as I could, and I will not cease writing, so far as I am able, since I have my longing for my beloved master as the one who draws such words out of me.

But let us be sober, and keep watch over the guarding of ourselves, blessed one, lest we be condemned the more, as speaking and hearing divine things only idly and in vain. For for these words too we shall render an account to God in the day of judgement Rom. xiv, 12. — both I who speak them and those who hear them — if we leave them altogether idle and fruitless. But may it rather come to pass that we all exult in all the words of God, and be shown doers of the divine and saving wills in them; by the prayers and intercessions of our all-glorious and all-holy Lady, the Theotokos and Ever-Virgin Mary, and of all the saints. Amen.

LETTER 6

Of the same, to the most holy and most blessed archbishop John, on this: That the soul is incorporeal.

Having received the honoured letter of your perfection in virtue, adorned with every magnanimous moderation, I both admired and was amazed: how, being the same in thought in both, thou hast stood like thyself — neither unapproachable by thy loftiness, nor despised for thy lowliness.

Ἓν γὰρ ἀρετῆς εἶδος, σοφῶς σαυτῷ ἐξ ἀμφοῖν κερασάμενος, ἑκατέρῳ ποιεῖς παραδόξως ἐνθεωρεῖσθαι τὸ ἕτερον 425τῷ ταπεινῷ μὲν, τὸ ὑψηλόν· τῷ ὑψηλῷ δὲ τὸ ἔμπαλιν, τὴν ταπείνωσιν. Διὸ δή, δοῦλε Θεοῦ, ἀπαραιτήτως σου δέχομαι τὸ ἐπίταγμα, φυσικώτερον ἀποδεῖξαι κελεῦον, Γραφικῆς καὶ Πατρικῆς μαρτυρίας χωρὶς, εἰ ἔστι κτίσμα ἀσώματον ἡ ψυχή. Ταῖς ὑμετέραις πάλιν θαρρῶν τῆς διδασκαλίας ψεκάσιν, αἷς με διαφόρως ἀγνοίᾳ φρυγόμενον ἐδρόσισας. Τίνες δὲ οὗτοι ὑπάρχουσιν, οἱ κτίσμα ἀσώματον μὴ εἶναι διαβεβαιούμενοι; καὶ τίσι τούτοις, ταῖς ὑμετέραις τῶν λόγων ἀληθείαις ἀνυπάρκτοις ἀναπλασμοῖς ἀντιπίπτοντες; Πῶς δὲ, εἰ μὴ τοῦ δέοντός εἰσι φιλονεικότεροι, τῷ ὑμετέρῳ οὐχ ἐδυσωπήθησαν ἐπιχειρήματι, παντὸς εἰς ἄκρον οὕτως ἀντιπτωτικοῦ λόγου πόρρω τυγχάνοντι; Καὶ ἵνα μοι μᾶλλον καθ᾿ ὁδὸν ὁ περὶ τούτου λόγος προΐῃ, αὐτὸ ὑμῶν ὡς τῆς ἀληθείας σύμμαχον ἀκαταγώνιστον σοφὸν ἐπιχείρημα, τῶν οἰκείων ἀπαρχὴν ποιήσομαι· ὡς ἐφοδικοῖς Fr. ἐπ᾽ ἰδικοῖς. τοῖς ὑμετέροις ἐναβρυνόμενος

α΄ Συλλογισμοὶ φυσικοί, ὅτι ἀσώματος ἡ ψυχή. Syllogismi naturales, quibus probetur animam esse incorpoream.. Εἰ τὸ σῶμα τῇ οἰκείᾳ φύσει ἀκίνητον· σῶμα δὲ καὶ ἡ ψυχὴ, εἰ καὶ τὸ λεπτομερέστατον, ὥς φασι, καθὸ σῶμα, οὐ κινηθήσεται. Καὶ εἰ ταῦθ᾿ οὕτως ἔχει, πόθεν ἡμῖν ἡ κίνησις; Καὶ τοῦτο ἐπ᾿ ἄπειρον, ἕως οὗ ἔλθωμεν εἰς ἀσώματον κτίσμα. Εἰ δὲ ἀπὸ τοῦ Θεοῦ φήσουσι κατὰ πρῶτον λόγον ἡμᾶς κινεῖσθαι· ἐπειδὴ τὰς πλείους ἡμῶν κινήσεις ἀτόπους ἐπίσταμαι καὶ αἰσχράς, αἴτιον πάντως ἐξ ἀνάγκης καὶ τούτων ἀποφανοῦνται τὸ θεῖον.

β΄. Ἄλλο. Καὶ πάλιν, εἰ πᾶσα καὶ ὁπωσδήποτε οὖσα σωματικὴ ὕπαρξις κατὰ τὸν ἀληθῆ λόγον, τῷ ποσῷ τε καὶ τῷ ποιῷ διειλημμένη, ἐν ὄγκῳ καὶ εἴδει, καὶ ἐπιφανείᾳ καὶ σχήματι, τὴν περὶ ἑαυτῆς περατοῖ θεωρίαν, ὡς ἀναγκαίοις διειλημμένη πέρασιν. Οὐ γάρ τι τούτων ἐκτὸς ἔχοι Venet. Blacch. et Fr. ἔχει. φαντάζεσθαι ὁ ταύτην διερευνώμενος· σῶμα δὲ καὶ ἡ ψυχή, ἢ ἐκ τούτων, ἢ ταῦτα, ἢ τινα, ἢ τούτων τι, ἢ τούτοις, ἢ τισιν, ἢ τινὶ τούτων περιγραπτὸς πάντως ἐστίν· ἀλλὰ μὴν οὔτε ἐκ τούτων, οὔτε ταῦτα, οὔτε τινὰ, οὔτε τι τούτων, οὔτε τούτοις, οὔτε τισίν, οὔτε τινὶ τούτων ἐστὶ περιγραπτός· οὐχ ἄρα σῶμα ἡ ψυχή.

γ΄. Ἄλλο. Εἰ τοίνυν αὐτοῖς εἶναι μὴ ἀμφιβέβληται Cod. alius ἀμφιβάλλεται.

For having wisely blended for thyself out of both one form of virtue, thou makest, paradoxically, the other to be contemplated in each: 425in the lowly, the lofty; in the lofty, conversely, humility. Therefore indeed, servant of God, I receive without excuse thy injunction, which bids me demonstrate more from nature, without the testimony of Scripture and of the Fathers, whether the soul is an incorporeal creature; taking courage once more from the drops of your teaching, with which thou hast bedewed me in various ways when I was parched with ignorance.

But who are these that affirm there to be no incorporeal creature? And with what non-existent fabrications are these opposing the truths of your words? And how, unless they are more contentious than is fitting, were they not put out of countenance by your argument, which stands so very far from every opposing account? And so that my account of this may proceed rather in due order, I shall make your wise argument itself, as an unconquerable ally of the truth, the first-fruits of my own; priding myself on what is yours as provisions for the road.

1. If body is by its own nature unmoved, and the soul too is body, even if the most fine-grained, as they say, then insofar as it is body it will not be moved. And if this is so, whence have we movement? And so on to infinity, until we come to an incorporeal creature. But if they say that we are moved by God in the first account, then — since I know most of our movements to be out of place and shameful — they will of necessity declare the Divine the cause of these too.

2. Another. And again: if every bodily existence that is in any way at all, according to the true account, being bounded by quantity and quality, in bulk and form, and surface and figure, sets the limit of the contemplation of itself, as being bounded by necessary limits — for he who searches it out can imagine nothing outside these — and the soul too is body, then it is altogether circumscribed either as from these, or as these, or as some of them, or as some one of these, or by these, or by some, or by some one of these. But in fact it is circumscribed neither as from these, nor as these, nor as some, nor as some one of these, nor by these, nor by some, nor by some one of these. Therefore the soul is not body.

3. Another.

ἡ ψυχή· οὖσα δὲ οὐδὲν ὑπάρχει ὧν καταλαμβάνει ἡ ἔννοια, ἐξ ὧν, ἢ ἃ ὑπάρχει τὰ σώματα· οὐ χρῶμα, οὐ σχῆμα, οὐχ ἀντιτυπία, οὐ βάρος, οὐ πηλικότης, οὐχ ἡ εἰς τρία διάστασις· καὶ ἁπλῶς ὅλως οὐδὲν οὖσα τῶν περὶ τὴν σωματικὴν φύσιν καταλαμβανομένων· ἢ μηδὲν οὖσα τούτων, ὡς ἔδειξεν ὁ λόγος, ἀσώματος ἔσται πάντως, εἴπερ ἐστίν.

428δʹ. Ἄλλο. Ἔτι, εἰ πᾶσα συστολὴ καὶ διαστολὴ καὶ τομὴ τῶν σωμάτων ἐστί· τὸ δὲ πάσης συστολῆς καὶ διαστολῆς καὶ τῆς οἱασοῦν τομῆς ἐλεύθερον, πάντως ἀσώματον, ἡ ψυχὴ ἄρα ἀσώματος, ὡς τούτων πάντων Τὸ, πάντων, plerisque deest. παντελῶς ἀνεπίδεκτος.

εʹ. Ἄλλο. Εἰ πάσης τῆς σωματικῆς οὐσίας, εἰς τε τὸ ἔμψυχον καὶ τὸ ἄψυχον διῃρημένης· σῶμα δὲ καὶ ἡ ψυχὴ, ἢ ἔμψυχον, ἢ ἄψυχον ἔσται πάντως. Ἀλλ᾿ εἰ μὲν ἔμψυχον, διὰ ψυχούσης πάντως, ἢ οὐσίας, ἢ δυνάμεως, ἤτοι συμβεβηκότος ψυχωθήσεται. Ψυχὴν δὲ ψυχοῦσθαι λέγειν, ὥσπερ καὶ φῶς φωτίζεσθαι, ἢ θερμαίνεσθαι τὸ πῦρ, παντελῶς καταγέλαστον. Καὶ εἰ μὲν οὐσίαν ψυχοῦν τὴν ψυχὴν εἴπωμεν, ἢ σῶμα ἢ ἀσώματον αὐτὴν πάλιν λέξομεν. Καὶ εἰ μὲν σῶμα, τὰς αὐτὰς ἀεὶ τῶν λογισμῶν ἀτόπους ἐξ ἀτόπων ἐφόδους, ὁ περὶ τούτου δέξεται λόγος, μέχρις οὗ ἀσώματον τὴν ψυχὴν εἶναι συνδιομολογηθῇ. Εἰ δὲ δύναμιν, ἤτοι ποιότητα ψυχοῦν τὴν ψυχὴν εἴπωμεν, τῆς οὐσίας ζωοποιητικόν τε καὶ κινητικὸν, τὸ ἀκούσιον ἔσται καὶ ἀνυπόστατον. Πρὸς τὸ , καὶ ἐναλλὰξ καὶ παρὰ φύσιν τὴν κατὰ τὸ Alii codd. τῷ, quod melius. ἄρχειν καὶ ἄρχεσθαι εἶναι διαφοράν· εἴπερ σώματος ἄρχειν κατὰ φύσιν δημιουργηθεῖσα ἡ ψυχὴ, ὡς ἀσώματος οὐσία, ὡς σῶμα κατ᾿ αὐτοὺς ὑπὸ τοῦ μὴ κατ᾿ οὐσίαν ὄντος· τῆς κατὰ τὸ ποιὸν λέγω δυνάμεως, ἀρχθήσεται· ἡ κατ᾿ οὐσίαν οὖσά τε καὶ ὑφεστῶσα, καὶ τὴν κοινὴν πάντων πρόληψιν. Εἰ δὲ ἄψυχον αὐτὴν εἴπωμεν σῶμα, ἀναίσθητον καὶ ἀφαντασίαστον, ἄλογόν τε καὶ ἀδιανόητον ἔσται. Ἀλλὰ μὴν ταῦτα πάντα περὶ τὴν ψυχὴν, καὶ ἐν τῇ ψυχῇ, καὶ ἔστι καὶ ὁρᾶται· οὐκ ἄρα σῶμα ἡ ψυχή. Σῶμα μὲν γὰρ ἔχειν τοῦτο αὐτὴν ἑτεροούσιον, καλῶς εἰδότες λέγειν οὐ παραιτούμεθα· σῶμα δὲ αὐτὴν εἶναι ἀποφαίνεσθαι, ὡς θρασύτατόν τε ἅμα καὶ ἀπαιδευτότατον, παντελῶς ἀποφεύγομεν· πολὺ διαφέρειν τοῦ ἔχειν τὸ εἶναι οὐκ ἀγνοοῦντες. Εἰ δὲ ὅτι ἀσώματον λέγουσι τὸ Θεῖον, τὸν μὴ ὄντα φοβούμενοι φόβον, ἀσώματον εἰπεῖν τὴν ψυχὴν οὐ καταδέχονται, ἵνα μὴ εἰς ἴσον αὐτὴν τῷ Θεῷ ἐνέγκωσι· καὶ τὰ λοιπὰ ἡμῶν περικοπτέτωσαν , ἵν᾿ ᾖ αὐτοῖς τῆς ἀπονοίας τέλειον τὸ ἀγώνισμα, ὅσα ἐκ Θεοῦ ὡς μετέχοντες· ἢ Θεὸς ἐξ ἡμῶν, ὡς ἐνεργῶν καὶ διδοὺς, ἢ μεταδιδοὺς, προσηγορεύθημεν, ἢ παρ᾿ ἡμῶν προσηγορεύθη Θεός. Τίνα δὴ λέγω ταῦτα; Τὸ εἶναι, τὸ ζῆν, τὸ φωτίζεσθαι, τὸ ἀγαθύνεσθαι, τὸ λογίζεσθαι, τὸ νοεῖν· τὰ μὲν, διὰ τὴν οὐσίαν· τὰ δὲ, διὰ τὴν κίνησιν, ἤτοι γνώμην καὶ διάθεσιν. Ὄντες γὰρ λεγόμεθα, καὶ ζῶντες, καὶ φῶτες, καὶ ἀγαθοὶ, καὶ νοεροὶ, καὶ λογικοί.

If, then, it is not doubted by them that the soul is; and, being, it is none of the things the mind grasps, out of which, or which, bodies are — not colour, not figure, not resistance, not weight, not magnitude, not extension in three dimensions; and, simply, it is altogether none of the things grasped in bodily nature: inasmuch as it is none of these, as the argument has shown, it will be altogether incorporeal, if indeed it is.

4284. Another. Further: if every contraction and expansion and cut belongs to bodies, and what is free of all contraction and expansion and of any cut whatever is altogether incorporeal, then the soul is incorporeal, as being wholly unreceptive of all these.

5. Another. If, all bodily essence being divided into the animate and the inanimate, the soul too is body, it will altogether be either animate or inanimate. But if animate, it will be ensouled altogether by something that ensouls it — either an essence, or a power, that is, an accident. But to say that a soul is ensouled, as also that light is lit, or that fire is heated, is wholly laughable. And if we say that an essence ensouls the soul, we shall again call that either body or incorporeal. And if body, the account of it will meet always the same absurd approaches of thoughts, out of absurd ones, until it is agreed together that the soul is incorporeal. But if we say that a power, that is a quality, ensouls the soul, then what is without essence and without hypostasis will be that which gives life and movement to the essence. Besides this, the difference that consists in ruling and being ruled will be reversed, and contrary to nature; if indeed the soul, fashioned by nature to rule the body as an incorporeal essence, will — being body according to them — be ruled by what does not exist according to essence, I mean the power according to quality: she who exists and subsists according to essence, as is the common preconception of all. But if we call it inanimate body, it will be without sense and without imagination, irrational and without understanding. But in fact all these both are about the soul and in the soul, and are seen there. Therefore the soul is not body. For that it has this body, which is of another essence, we who know well do not decline to say; but to declare that it is body we altogether shun, as most rash and at the same time most uneducated, not being ignorant that being differs greatly from having.

But if, because they call the Divine incorporeal, they will not admit to call the soul incorporeal, fearing a fear where there is none, lest they bring it to equality with God, then let them cut away the rest of ours as well, so that their contest of folly may be complete: all the names that we have been called from God, as participating; or that God has been called from us, as operating and giving or imparting — or rather, was called God from us. What, then, do I mean by these? Being, living, being illumined, being made good, reasoning, understanding: the ones on account of the essence; the others on account of the movement, that is, inclination and disposition. For we are called beings, and living, and lights, and good, and intellectual, and rational.

Τόν τε Θεὸν ὁμοίως, ὄντα καὶ ζῶντα, καὶ φῶς, καὶ ἀγαθὸν, καὶ νοῦν, καὶ λόγον ὀνομάζομεν· εἴτε ὡς ἐξ αἰτίου ὄντες ταῦτα 429καὶ καλούμενοι· εἴτε ὡς ἐνεργούμενοι, ἐκ τῶν ἡμετέρων ταῦτα τὸ Θεῖον προσαγορεύοντες. Τίς οὖν ὁ λόγος αὐτοῖς, ταῦτα μὲν πάντα πρὸς ἑτέροις πολλοῖς εἶναι τὴν ψυχὴν καὶ ὀνομάζεσθαι· ἀσώματον δὲ, μηκέτι, ὅτιπερ τὸ Θεῖον; Ὡς δέον, ἢ μὴ λέγεσθαι ἡμᾶς ταῦτα, διότι τὸ Θεῖον, ἢ τὸν Θεὸν ταῦτα μὴ ὀνομάζεσθαι, ὅτιπερ καὶ ἡμεῖς. Ἀλλὰ μὴν καὶ ἐσμὲν ταῦτα· καὶ ὀνομαζόμεθα· οὐχ ὡς ταυτὸν τῷ Θεῷ διὰ ταῦτα ὄντες· ἀλλ᾿ ὡς πρὸς αἴτιον αἰτιατὸν, ἢ μέτοχον πρὸς μετεχόμενον, ἢ ὕπαρξιν πρὸς αἰτίαν. Οὐδὲ συγκριτικῶς ἢ συνωνύμως, ὡς ἐπὶ τῶν ὁμοουσίων· ἀλλ᾿ ὁμωνύμως, καὶ οἷον εἰπεῖν μεθεκτῶς· τῶν πραγμάτων κατὰ τὸ ἄπειρον ἀλλήλων τῇ φύσει διεστηκότων· εἰ μὴ τῷ φίλον, ὡς ἀληθῶς, τὸ Θεῖον εἰπεῖν, καὶ ὑπὲρ φύσιν καὶ πρᾶγμα. Ποῦ δὲ λοιπὸν κατ᾿ αὐτοὺς πάλιν, εἰ δοθείη τὴν ψυχὴν εἶναι σῶμα, ὁ τοῦ κατ᾿ εἰκόνα ἡμῖν διασωθήσεται λόγος, εἰ μὴ διὰ πάντων ἔχειν φαμὲν τὴν ψυχὴν, τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα; Ὥσπερ γὰρ τοῦ νοεροῦ νοερὰν, καὶ τοῦ ἀθανάτου, ἀφθάρτου τε καὶ ἀοράτου, τὴν ἐν τούτοις γνωριζομένην εἰκόνα ὀνομάζομεν· οὕτω δὴ καὶ τοῦ ἀσωμάτου, ἀσώματον λέγοντες, ὡς πάντα τε ὄγκον, καὶ πᾶσαν ὁμοίως διαφεύγουσαν διαστηματικὴν καταμέτρησιν· ἄλλο τι πάλιν αὐτὴν παρ᾿ ἐκεῖνο, κατὰ τὴν τῆς φύσεως ἰδιότητα λέγομεν. Ἐπεὶ οὐκέτι ἂν εἴη εἰκών, ἀλλ᾿ ἀπαράλλακτος ταυτότης. Ἐν οἷς δὲ ἐν τῇ ἀκτίστῳ καὶ ἀτρέπτῳ καὶ ἀνάρχῳ φύσει ἐκεῖνο καθορᾶται, ἐν τοῖς αὐτοῖς τὴν κτιστὴν λογικὴν φύσιν· οὐ κατὰ τὸ αὐτὸ δὲ, ἀλλ᾿ ὡς ἐν ἐσχάτοις ἀπηχήμασι φωνῆς λόγου δήλωσιν, δείκνυσθαι, ἐναργῶς νομίζομεν. Καὶ ὥσπερ διὰ τῶν ἐν τοῖς οὖσι κατὰ τὴν τοῦ παντὸς διακόσμησιν ἐπιτελουμένων ὁ φιλοσοφώτατος νοῦς, πρὸς τὸ καθαρόν τε καὶ ἄυλον μετενεγκὼν τῶν νοημάτων αὐτοῦ τὰς δυνάμεις, διακρίνει ἀπὸ τῶν κινουμένων τὸ κινοῦν, καὶ ἓν καὶ μόνον καὶ ἁπλοῦν αὐτὸ ἐξ ἑαυτοῦ ὑπάρχον, ὡσαύτως ἔχον καὶ ποιητικὸν αἴτιον καταλαμβάνων ἐν τῇ οἰκείᾳ τῆς ταυτότητος μονιμότητι, ἀπρόσιτον κατὰ τὴν φύσιν τοῖς ἄλλοις ἐπίσταται· ἄτρεπτον μὲν, ὅτι ἀκίνητον· οὐ γάρ ἐστι πρὸς ὃ κινηθήσεται τὸ, τὰ ὄντα καὶ ποιοῦν καὶ πληροῦν, καὶ ὑπὲρ πάντα ὂν τὰ ὄντα· περιεκτικὸν δὲ, ὡς δημιουργὸν, καὶ πρὸ γενέσεως, τῷ ἀπείρῳ τῆς δυνάμεως τὰ πάντα γινῶσκον.

And God likewise we name being, and living, and light, and good, and mind, and reason; either as being these 429and being called these from him as from a cause, or as being operated upon, calling the Divine these from what is ours. What account, then, have they, that the soul both is and is named all these things, besides many others, but no longer incorporeal, because the Divine is? As though it were needful either that we not be called these things because the Divine is, or that God not be named these things because we too are. But in fact we both are these things and are named them — not as being, on account of them, the same as God, but as the caused to the cause, or the participant to the participated, or existence to the cause; nor comparatively or synonymously, as with things consubstantial, but homonymously, and, so to speak, by participation — the things standing apart from one another in nature infinitely; unless it please anyone to say, as is truly so, that the Divine is above both nature and thing.

Where, further, according to them, if it be granted that the soul is body, will the principle of the "according to the image" be preserved for us, unless we say that the soul has the likeness to the archetype through all things? For just as we name the image that is known in these things intellectual, as the image of the intellectual, and so of the immortal, incorruptible and invisible; so too, calling it incorporeal as the image of the incorporeal — as escaping all bulk and likewise all measurement by extension — we yet call it again something other than that, according to the property of nature. For otherwise it would no longer be an image, but an invariant identity. And in the very things in which that is beheld in the uncreated and unchangeable and unoriginate nature, in the same things we clearly hold the created rational nature to be shown — not in the same way, but as the disclosure of a word in the last echoes of a voice.

Κατὰ τὴν αὐτὸν τῆς θεωρίας τρόπον, καὶ διὰ τῆς τῶν μελῶν καὶ μερῶν ποικίλης καὶ ἐντεχνοῦς κινήσεως τοῦ μικροῦ κόσμου Homo μικρὸς κόσμος, non ut apud Greg. μακρός.· λέγω δὴ τοῦ ἀνθρώπου· τὸ κινητικὸν αἴτιον λογιζόμενος, ἄλλο τι οἶδε κατὰ τὴν οὐσίαν παρὰ τὴν ὀργανικὴν τοῦ σώματος ὕπαρξιν· καὶ οὐχ ὡς σῶμα ἐν σώματι· ὅπερ δοκεῖ τοῖς νέοις σοφοῖς, καὶ τῶν ἀναποδείκτων δογματισταῖς· ἀλλ᾿ 432ἁπλοῦν Marg. Fr. βλέπε, vide. καὶ ἐνιαῖον ἐν τοῖς ἐσκεδασμένοις θεωρεῖ, καὶ ἐν τοῖς συνεσταλμένοις, ἀόριστον· τρεπόμενον μὲν, ὡς κινούμενον· κινούμενον δὲ, ὡς ἔχον πρὸς ὃ κινηθήσεται· τῆς δὲ κατὰ τὴν κίνησιν τροπῆς αἴτιον, οὐ τὴν φύσιν γινώσκει, ἀλλὰ τὴν κρίσιν, ὅτ᾿ ἂν ἐσφαλμένη οὖσα τυγχάνῃ αὕτη. Ἡ τροπὴ οὖν, οὐ περὶ αὐτὴν τῆς ψυχῆς ὑπάρχει, ὡς οἶμαι, τὴν οὐσίαν· ἐπεὶ καὶ μετέβαλλεν ἀπειράκις, καὶ οὐχ ἡ αὐτὴ διέμενε κατ᾿ οὐσίαν· ἀλλὰ κατὰ τὴν κίνησιν τὴν ἐφ᾿ ἡμῖν, τῷ αὐτοκρατορικῷ θελήματι συμφερομένη. Τοιγάρτοι τροπῆς δύναμιν ἔχειν τοὺς ἀντιλέγοντας φάσκειν καὶ ἀποφαίνεσθαι, καὶ αὐτὴν τὴν περὶ τὸ Θεῖον τῆς ψυχῆς ἀεικινησίαν, οὐ μὴ δοκεῖ ἀληθευόντων εἶναι· ἀλλὰ πομπικῶς τὸ κομψὸν, καὶ οὐκ εὐλαβῶς τὸ ἀκριβὲς τοῦ λόγου ἐπιζητούντων. Ἐπεὶ τίς ἂν λόγου μέτοχος, καὶ ἀρετῆς φιλίας Alter cod. Reg. καὶ φιλίας. οὐκ ἄμοιρος, ἀγνοεῖ, ὅτι οὐδὲν ὑπάρχει ἕτερον ἡ περὶ τὸ καλὸν τῆς ψυχῆς ἀεικινησία, ἢ ἐνέργεια φυσικὴ, ἐφ᾿ ᾗ καὶ δι᾿ ἣν γεγένηται αἰτίαν τελουμένη; ἡ δὲ τροπὴ, κίνησις παρὰ φύσιν, τὴν ταύτης ἀποτυχίαν τῆς αἰτίας εἰσάγουσα. Τροπὴ γὰρ, κατ᾿ ἐμὲ εἰπεῖν, οὐδὲν καθέστηκεν ἕτερον, ἢ ἀσθένεια, καὶ ἔκπτωσις τῶν κατὰ φύσιν ἐνεργειῶν. Μηκέτι οὖν φᾶναι ἀξίωσον τοῖς λογολέσχαις, Θεὸν καὶ κτίσιν συγκρῖναι τολμήσητε. Ἐπειδὴ τὸ Θεῖον κυρίως εἰπεῖν, οὔτε σῶμα, οὔτε ἀσώματον, οὔτε οὐσία, οὔτε τι τῶν νοουμένων ἢ λεγομένων ἐστὶν, ἵνα μὴ πάντα καθεξῆς ἀπαριθμῶμαι· ἀλλὰ καὶ νοούμενον ἄληπτον, καὶ λεγόμενον ἄρρητον διαμένει. Ταῦτα μὲν οὖν ζητητικῶς, ἀλλ᾿ οὐ δογματικῶς παρ᾿ ἡμῶν εἰρήσθω· καὶ εἰ μὲν αὐτάρκως ἔχει πρὸς τὴν ὑπόθεσιν, ὡς δι᾿ ἐπιτόμου ἐπιστολῆς δυνατὸν, καὶ οὐ πολὺ τῆς ὑμετέρας μεγαλονοίας ἀπολέλειπται· Θεῷ χάρις, καὶ ὑμῖν τοῖς προβιβάζουσιν. Εἰ δὲ βούλεσθε, εἴπερ μὴ πεισθεῖεν οἱ ἀντιλέγοντες, ἀγωνιστικώτερον αὐτοῖς συμπλακῆναι, ἕτοιμοι ἐσμεν Θεοῦ χάριτι, τὸ περικείμενον ἡμῖν τῶν θείων μαρτύρων τε καὶ μαρτυριῶν καταφεῖναι αὐτῶν νέφος· ἵνα πάσης τῆς ἐπιπόνου περὶ τούτου διασκέψεως τὸν ὄγκον ἀποθέμενοι, καὶ τὴν εὐπερίστατον τῶν φιλονείκων λογομαχίαν, ἀνενοχλήτως τὴν ἀληθῆ περὶ τε Θεοῦ καὶ τῶν αὐτοῦ κτισμάτων γνῶσιν κατέχωμεν.

And just as the most philosophic mind, through the things that are accomplished among beings in the ordering of the universe, transferring the powers of its conceptions to the pure and immaterial, distinguishes the mover from the things moved; and, grasping it as one and alone and simple, existing from itself, holding ever the same, and a making cause in the abiding of its own identity, knows it to be by nature unapproachable to the others: unchangeable, because unmoved — for there is nothing toward which it will be moved, that which both makes and fills the things that are, and is above all the things that are — and comprehensive, as Creator, knowing all things even before their coming-to-be by the infinity of its power: in the same mode of contemplation, through the varied and skilful movement of the members and parts of the small world — I mean man — reckoning the moving cause, it knows it to be something other in essence than the organic existence of the body; and not as a body in a body, which is the view of the new wise men and the dogmatists of what is undemonstrated, but 432it contemplates it as simple and unitary in things scattered, and unbounded in things contracted: changeable, as moved; and moved, as having something toward which it will be moved; and of the change in movement it knows the cause to be not the nature, but the judgement, whenever this happens to be mistaken.

Change, then, does not belong, as I think, to the very essence of the soul — for then it would change infinitely often, and would not remain the same according to essence — but to the movement that is in our power, carried along with the sovereign will. Hence for the opponents to assert and declare that even the soul's ever-moving about the Divine has the power of change seems to me to belong not to men who speak the truth, but to men who seek pompously the clever, and not reverently the exactness of the account. For who that shares in reason, and is not without portion in the love of virtue, does not know that the soul's ever-moving about the good is nothing other than natural operation, accomplished toward the cause for which and on account of which it came to be; whereas change is a movement contrary to nature, bringing in the failure of this cause? For change, to speak in my own way, is nothing other than weakness, and a falling away from the operations according to nature. Deign, then, to say to the word-chatterers: No longer dare to compare God and creation. For the Divine, properly speaking, is neither body, nor incorporeal, nor essence, nor any of the things that are understood or spoken — not to enumerate everything in order — but, being understood, it remains ungraspable, and being spoken, ineffable.

Let these things, then, be said by us by way of inquiry and not by way of dogma. And if they are sufficient for the subject, so far as is possible in a short letter, and do not fall much short of your greatness of mind, thanks be to God, and to you who urged me on. But if you wish, in case the opponents are not persuaded, that we grapple with them more combatively, we are ready, by the grace of God, to let loose upon them the cloud of divine witnesses and testimonies that surrounds us; Hebr. xii, 1. so that, laying aside the weight of all laborious inquiry into this, and the easily-besetting word-battle of the contentious, we may hold undisturbed the true knowledge of God and of his creatures.

Εἰ δὲ ἐνδεῶς, ὅπερ πᾶσα παθεῖν ἀνάγκη, καὶ οὐκ ἐπιτετευγμένως, ὡς ἐξ ἀμαθοῦς διανοίας καὶ ἀσθενοῦς ὀργάνου προενηνεγμένα· σύγγνωτέ μοι, ἠγαπημένοι, δι᾿ ὑπακοὴν καὶ μόνην, ὡς ὁ ἐρευνῶν τὰς καρδίας ἐπίσταται Θεὸς, καὶ ταῦτα εἰπεῖν θαρρήσαντι· καὶ διορθώσασθε ἡπίως τὸν οὐκ ἐθέλοντα 433τι τῶν συμφερόντων ἀγνοεῖν, καὶ χειραγωγήσατε συμπαθῶς τὸν ὀρθῶς βαίνειν ἐπιθυμοῦντα.

Ζ΄. — Τοῦ αὐτοῦ πρὸς Ἰωάννην πρεσβύτερον, περὶ τοῦ καὶ μετὰ θάνατον ἔχειν τὴν ψυχὴν τὴν νοερὰν ἐνέργειαν, καὶ μηδεμιᾶς ἐξίστασθαι φυσικῆς δυνάμεως. Τῇ δευτέρᾳ τοῦ ἐνεστῶτος Αὐγούστου μηνὸς τῆς παρούσης πρώτης ἐπινεμήσεως Incidit hæc indictio, juxta Baronii computum, in annum 643, quando Maximus agebat in Africa. Scalig. De emend. temp. et Comput. Maximi apud eundem., ὁ κοινὸς ἡμῶν φίλος τίμια τῆς ὑμετέρας πατρικῆς ἁγιωσύνης γράμματα ἐπιδέδωκέ μοι· οἷς ἐντυχών, παρεκλήθην μὲν εἰκότως ἐφ᾿ ὑμῖν τοῖς ἐμοῖς δεσπόταις, καὶ μετὰ Θεὸν πάντων μοι τῶν καλῶν αἰτίοις, ἐν ὑγείᾳ διάγουσι. Τοσοῦτον γὰρ ὑμῖν ἥνωται δι᾿ ὅλου τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον, ὅτι καὶ ἀπόντας ὑμᾶς νοὸς ὀφθαλμοῖς μόνον ἀναθεωρῶν, ῥυθμίζομαι κατὰ τὴν ὑπούσάν μοι δύναμιν καὶ βίον καὶ λόγον· ὡς Θεὸν κατὰ τὴν μνήμην δι᾿ ὑμῶν ἐμφανιζόμενον, καὶ ὁρῶν καὶ αἰδούμενος. Ἠνιάθην δὲ οὐ μετρίως ἐπὶ τῷ περὶ ψυχῆς δόγματι τῷ ὑπό τινων, ὡς γεγράφατε, ἀδεῶς ἐκεῖσε κηρυττομένῳ, ὅσην κἀνταῦθα τὸ τοιοῦτο κακὸν ἔχειν ἰσχὺν καὶ παρρησίαν ἐννοῶν. Τὸ δὲ πλέον με κατηφείας ἐμπιπλῶν ἐνταῦθα, καὶ βάρος ὥσπερ νέφος τῇ διανοίᾳ ἐμβάλλον, τὸ νῦν ὑπὸ πάντων σχεδὸν, καὶ μάλιστα τῶν δῆθεν ἐπιφανῶν μοναχῶν πρεσβευόμενον περὶ ἀναστάσεως καινοπρεπὲς δόγμα· ὥστε μηδὲ στοχαστικῶς ἔτι προοιμιάζεσθαι τὴν τοῦ Ἀντιχρίστου παρουσίαν ὑπολαμβάνειν· παρεῖναι δὲ μᾶλλον πιστεύειν καὶ διαβεβαιοῦσθαι, καὶ τὸν ὁπωσοῦν μετέχοντα τοῦ λογίζεσθαι· αὐτὴν μαρτυροῦσαν τῷ τοιούτῳ κακῷ τὴν τῶν λεγομένων [ἀτοπίαν] ἔχοντα.

But if these things have been put forward deficiently — which must quite necessarily have happened — and not successfully, as coming from an unlearned understanding and a weak instrument, forgive me, beloved, who dared to say these things through obedience alone, as God who searches the hearts Psal. vii, 10. knows; and correct gently him who does not wish to be ignorant 433of any of the things that are profitable, and lead by the hand with sympathy him who desires to walk aright.

LETTER 7

Of the same, to John the presbyter, on the soul's having its intellectual operation even after death, and being deprived of no natural power.

On the second of the present month of August, of the present first indiction, our common friend delivered to me the honoured letter of your paternal holiness; on reading which I was comforted, as was fitting, at you, my masters and, after God, the causes of all my good things, being in health. For the Holy Spirit of God has been united with you so wholly that, even beholding you absent with the eyes of the mind alone, I order both life and speech according to the power that is in me; as both seeing and revering God, made manifest in memory through you. But I was grieved not moderately at the doctrine about the soul which, as you have written, is preached there by certain men without fear, considering how much strength and freedom of speech such an evil has here too. And what fills me the more with dejection here, and casts a weight like a cloud upon my understanding, is the new-fangled doctrine about the resurrection now championed by almost everyone, and especially by the supposedly eminent monks; so that even one who shares in reasoning in any way at all no longer supposes by conjecture that the coming of the Antichrist is being prefaced, but rather believes and affirms that it is present, having the very [absurdity] of what is said bearing witness to such an evil.

For they say — they who sharpen their tongue fearlessly against all things, and reckon nothing fearful of what is impiously done or said — that bodies at the resurrection will again be held together for living by phlegm and blood, by yellow and black bile, by the drawing of air and by sensible food; nothing at all new beyond the present life being shown forth through the resurrection, except not being able to die again.

Φασὶ γὰρ οἱ πρὸς πάντα τὴν γλῶσσαν ἀδεῶς ὀξύνοντες, καὶ μηδὲν τῶν ἀσεβῶς γινομένων ἢ λεγομένων ἡγούμενοι φοβερὸν, φλέγματι πάλιν καὶ αἵματι, χολῇ τε αὖ ξανθῇ καὶ μελαίνῃ, καὶ ὁλκῇ ἀέρος, καὶ τροφῇ αἰσθητῇ πρὸς τὸ ζῆν συνέχεσθαι μέλλειν τὰ σώματα κατὰ τὴν ἀνάστασιν, οὐδενὸς τὸ σύνολον ξένου παρὰ τὴν παροῦσαν ζωὴν διὰ τῆς ἀναστάσεως ἀναφανησομένου, πλὴν τὸ μὴ δύνασθαι πάλιν ἀποθανεῖν· οὐκ οἶδ᾿ ὅπως πρὸς πάντα τὰ ἐν τῇ ἁγίᾳ Γραφῇ περί τε ψυχῆς καὶ ἀναστάσεως νεκρῶν διά τε προφητῶν καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ διὰ σαρκὸς ὁμιλήσαντος ἡμῖν Θεοῦ Λόγου, καὶ μάλιστα Κορινθίοις ἰδιοτρόπως διὰ τοῦ θεσπεσίου Παύλου περὶ ἀναστάσεως διηγορευμένα, τήν τε ἀκοὴν ἑκουσίως βύσαντες, καὶ πρὸς κατανόησιν τὸ τῆς ψυχῆς ὄμμα ἐπιμύσαντες, οὕτω τρανὰ ὑπάρχοντα καὶ ἐξάκουστα καὶ μηδενὸς τοῦ ἑρμηνεύοντος πρὸς τὸ γνωσθῆναι δεόμενα· καὶ τὴν φύσιν αὐτὴν τῶν ὄντων οὐχ ἧττον τῶν θειωδῶς ἐκπεφασμένων παιδεύουσαν ἔχοντες· ἣ καὶ τοὺς Βαρβάρους πρὸς γνῶσιν ἀληθείας ἐνάγειν ἐπίσταται, ἀρίδηλον ἑαυτὴν προβαλλομένη 436τῶν ζητουμένων ἀπόδειξιν, οὐκ αἰδούμενα. Τίς γὰρ, εἴπερ μὴ πάντῃ τῆς κατὰ τὸν λόγον ἐστέρηται χάριτος, ἀγνοεῖ, ὅτι πᾶσα φύσις οὐσιωδῶς οἰκείοις ἰδιώμασι διειλημμένη· καὶ ταύτῃ τόν τε τρόπον τῆς οἰκείας ὑπάρξεως, καὶ τὴν διαφορὰν καθ᾿ ἣν τῶν ἄλλων ἀμιγῶς διώρισται δεικνύουσα φύσεων· ἐπὰν τῶν συνεκτικῶν τῆς οὐσίας αὐτῆς ἀπογένηται ἰδιωμάτων, ἢ οὐδ᾿ ὅλως ἔσται, ἢ ὅπερ οὐκ ἦν, γέγονεν· εἴπερ ὅλως κατὰ τὴν ἀναίρεσιν τῶν ἰδιωμάτων εἶναι συμπεριφορικῶς αὐτὴν ἀνάσχοιτο εἰπεῖν. Πέφυκε γὰρ πᾶν ὑποκείμενον τῆς φυσικοῖς ἰδιώμασι φθειρομένοις συμφθείρεσθαι. Τί γὰρ, ἢ ποῦ βοῦς ἔσται, καὶ ἵππος, καὶ λέων, καὶ τὰ τοιαῦτα, τῶν συνεκτικῶν τῆς ἑκάστου φύσεως ἰδιωμάτων οὐκ ὄντων; Ἢ τίς εἶναι ταῦτα ἐκείνων χωρὶς εἰπεῖν θαρρήσοι, μανίας ὑπάρχων ἐλεύθερος, οὐ συνορῶ. Εἰ οὖν ἀληθὲς, τὸ μηδὲν δύνασθαι τῶν ὄντων εἶναι ἢ γνωσθῆναι ἄνευ τῶν φυσικῶς καὶ κυρίως αὐτὰ χαρακτηριζόντων, οἱ τῆς ψυχῆς τὸ κατ᾿ οὐσίαν αὐτῇ ἐμπεφυκὸς ἀφαιρούμενοι· τουτέστι, τὸ λογικόν τε καὶ νοερὸν, καθὸ ἀεί τέ ἐστι καὶ ἐνεργεῖ νοοῦσα καὶ λογιζομένη, προδήλως καὶ τὸ εἶναι αὐτῆς, κἂν μὴ λέγουσι, συναφαιροῦνται· καὶ ἔσται κατ᾿ αὐτοὺς, φθαρτὴ καὶ θνητὴ, τὸ εἶναι μετὰ τὸν τοῦ σώματος θάνατόν οὐκ ἔχουσα· οὗ τί ἀτοπώτερον; Εἰ δὲ ζῆν αὐτὴν ὑποτίθενται, κἂν λόγῳ, εἰ καὶ μὴ πράγματι, τὸν παρὰ πάντων ὑφορώμενοι Ἔλεγχον, πάντως καὶ κινεῖται. Πᾶσα γὰρ ζωὴ τῶν γενητῶν, ἐν κινήσει δείκνυται. Εἰ δὲ κινεῖται, καὶ ἐνεργεῖ Ven. Blac. ἐνεργεῖται. πάντως· πᾶσα γὰρ κίνησις, δι᾿ ἐνεργείας ἐκφαίνεται. Εἰ δὲ ἐνεργεῖ, φυσικῶς πάντως κινουμένη, καὶ οὐ θετικῶς, ἢ κατὰ συμβεβηκὸς, ἐνεργήσει. Οὐ γὰρ κυκλοφορικῶς, ἢ μεταβατικῶς· ἢ, συνελόντα εἰπεῖν, σωματικῶς· ἀλλὰ νοερῶς τε καὶ λογικῶς. Εἰ δὲ νοερῶς τε καὶ λογικῶς καὶ ζῇ καὶ κινεῖται καὶ ἐνεργεῖ, λογίζεται πάντως καὶ νοεῖ καὶ γινώσκει. Εἰ δὲ μὴ γινώσκει καὶ λογίζεται, οὐδὲ ἐνεργεῖ, οὐδὲ κινεῖται, οὐδὲ ζῇ. Οὐ γὰρ οἷόν τε εἶναι ζωὴν ἄνευ τῆς ἐμφύτου κινήσεως· οὐδὲ κίνησιν φυσικὴν, προσφυοῦς ἐνεργείας οὐκ οὔσης, ἐμφαίνεσθαι. Ἄλλως τε δὲ, ἡ ψυχὴ, ἢ δι᾿ ἑαυτὴν ἐστι λογικὴ τε καὶ νοερὰ, ἢ διὰ τὸ σῶμα. Καὶ εἰ μὲν δι᾿ ἑαυτὴν, ἤτοι τὴν ἑαυτῆς οὐσίαν ἐστὶ λογικὴ τε καὶ νοερὰ, καὶ αὐθυπόστατος, πάντως ἐστίν. Εἰ δὲ αὐθυπόστατος δι᾿ ἑαυτὴν φύσει καὶ καθ᾿ ἑαυτὴν, καὶ μετὰ σώματος ἐνεργήσει, νοοῦσα κατὰ φύσιν καὶ λογιζομένη, καὶ οὐδέποτε παυομένη τῶν φυσικῶς αὐτῇ προσουσῶν νοερῶν δυνάμεων. Τὰ γὰρ φύσει τῷ ὁπωσοῦν ὄντι προσόντα, ἕως ἐστὶ καὶ ὑφέστηκεν, ἀναφαίρετα τυγχάνει.

I know not how, toward all the things in the holy Scripture about the soul and the resurrection of the dead, spoken through prophets and apostles, and through the very Word of God who conversed with us through the flesh, and especially those set forth in a particular manner to the Corinthians through the divine Paul concerning the resurrection, I Cor. xv, 44. they have willingly stopped their hearing, and shut the eye of the soul to understanding — things so clear, and plain to hear, and needing no interpreter to be known; and, having nature itself, the nature of beings, teaching them no less than the things divinely declared — nature, which knows how to lead even the barbarians to knowledge of truth, 436putting itself forth as a manifest demonstration of the things sought — they are not abashed before her.

For who, unless he is wholly deprived of the grace of reason, does not know that every nature is essentially bounded by its own idioms, and by this shows both the mode of its own existence and the difference by which it is marked off without mixture from the other natures; and that when it is bereft of the idioms that hold together its essence, either it will not be at all, or it has become what it was not — if indeed one would consent at all, by way of accommodation, to say that it is, upon the removal of its idioms? For every subject is of a nature to be corrupted together with the natural idioms when they are corrupted. For what, or where, will an ox be, or a horse, or a lion, and such things, if the idioms holding together the nature of each are not? Or who, being free of madness, would dare to say that these things are without those, I do not see. If, then, it is true that none of the things that are can be or be known without the things that naturally and properly characterize them, then those who take away from the soul what is innate in it according to essence — that is, the rational and intellectual, in that it ever is, and operates understanding and reasoning — plainly take away together its being too, even if they do not say so; and according to them it will be corruptible and mortal, not having being after the death of the body: than which what is more absurd?

But if they suppose that it lives, in word at least if not in fact, wary of the refutation from all, then it is altogether also moved. For every life of things that have come to be is shown in movement. And if it is moved, it altogether also operates; for every movement is made manifest through operation. And if it operates, being moved altogether naturally, and not by imposition or by accident, it will operate — for not in a circle, or by change of place, or, to put it briefly, bodily, but intellectually and rationally. And if it both lives and is moved and operates intellectually and rationally, it altogether reasons and understands and knows. But if it does not know and reason, neither does it operate, nor is it moved, nor does it live. For it is not possible for there to be life without the innate movement; nor for natural movement to be shown forth when the connatural operation is not.

And besides: the soul is rational and intellectual either through itself, or through the body. And if through itself, that is, through its own essence, it is rational and intellectual, it is altogether also self-subsistent. And if it is self-subsistent through itself by nature, it will operate both by itself and with the body, understanding and reasoning according to nature, and never ceasing from the intellectual powers that belong to it naturally. For the things that belong by nature to what in any way is cannot be taken away so long as it is and subsists.

Ἡ ψυχὴ οὖν ἀεί τε οὖσα, ἀφ᾿ οὗ γέγονεν, καὶ ὑφισταμένη διὰ τὸν οὕτως 437αὐτὴν δημιουργήσαντα Θεὸν, ἀεὶ νοεῖ καὶ λογίζεται καὶ γινώσκει, καὶ καθ᾿ ἑαυτὴν, καὶ μετὰ σώματος, δι᾿ ἑαυτὴν καὶ τὴν ἑαυτῆς φύσιν. Οὐδεὶς οὖν εὑρεθήσεται λόγος, ὁ τὴν ψυχὴν τῶν προσόντων αὐτῇ φυσικῶς, καὶ οὐ διὰ τὸ σῶμα, μετὰ τὴν τούτου λύσιν ἀλλοτριῶσαι δυνάμενος. Εἰ δὲ διὰ τὸ σῶμα λογικὴ τε καὶ νοερά ἐστιν ἡ ψυχὴ, πρῶτον μὲν, τιμιώτερον τῆς δι᾿ αὐτὸ γενομένης ψυχῆς ἔσται τὸ σῶμα. Ἔπειτα δὲ, καὶ ἐξ αὐτοῦ ἕξει τό τε νοερὸν καὶ λογικὸν, ὡς δι᾿ αὐτὸ γενομένη. Εἰ γὰρ σώματος χωρὶς, οὐδαμῶς νοεῖν ἢ λογίζεσθαι δύναται ἡ ψυχὴ, ἐξ αὐτοῦ πάντως τὸ νοεῖν αὐτῇ καὶ λογίζεσθαι προσέσται. Εἰ δὲ τὸ νοεῖν καὶ λογίζεσθαι ἐκ τοῦ σώματος κέκτηται ἡ ψυχὴ, ὡς αὐτοῦ χωρὶς ταῦτα ἔχειν μὴ δυναμένη κατὰ τοὺς λέγοντας, οὐδὲ αὐθυπόστατος ἔσται πάντως· πῶς γὰρ ἡ ἄνευ σώματος καθ᾿ ἑαυτὴν τὸ χαρακτηρίζον οὐκ ἔχουσα; Εἰ δὲ αὐθυπόστατος οὐκ ἔστιν, οὐδὲ οὐσία ἐστὶ δηλονότι. Οὐσία δὲ αὐθυπόστατος μὴ οὖσα; συμβεβηκὸς ἔσται, φυσικῶς μόνον ὑφισταμένῳ τῷ σώματι ἐνυπάρχουσα· μετὰ δὲ τὴν αὐτοῦ λύσιν, οὐδὲν οὐδαμῶς εἶναι δυναμένη· καὶ οὐδὲν ἔσται πλέον τοῖς τοσοῦτον ἀνοηταίνουσι, τὴν ἀθανασίαν τῆς ψυχῆς ἀφῃρημένοις, τῆς Ἐπικούρου καὶ Ἀριστοτέλους ματαιοπονίας, οἷς, ὡς εἰκὸς, οἱ γεννάδαι, καὶ σεμνύνονται συντασσόμενοι. Καὶ περὶ μὲν τούτου, ταῦτα. Τοῦ δὲ περὶ ἀναστάσεως παρ᾿ αὐτῶν λεγομένου, τίς ἀρετῆς καὶ εὐσεβείας ἐπιμελούμενος ἀκούων, οὐχὶ τὸ ἀπαθὲς ἑαυτῷ διὰ πάθους, τῆς κατ᾿ αὐτῶν ἀγανακτήσεως λέγω, περιποιήσεται; Εἰ γὰρ, ὥς φασι, κατὰ τὴν εἰκόνα τῆς παρούσης ζωῆς, ἀπαραλλάκτως τοῖς μαχομένοις χυμοῖς πεποιωμένον ἀναστήσεται τὸ σῶμα, καὶ τραφήσεται ἐν τῇ φοβερᾷ τοῦ Θεοῦ παρουσίᾳ μετὰ τὴν τοῦ κόσμου τούτου συντέλειαν, οὐκ οἶμαι ἄλλο τι αὐτοὺς διὰ τούτων, ἵνα συνελὼν εἴπω, τὰ πολλὰ περικόψας ὅσα ῥηθῆναι ἐνδέχεται, ἢ ἀΐδιον τὸν θάνατον πρεσβεύειν, καὶ τὴν φθορὰν ἀτελεύτητον.

The soul, then, ever being since it came to be, and subsisting through God who 437fashioned it so, ever understands and reasons and knows, both by itself and with the body, through itself and its own nature. No account, therefore, will be found that can estrange the soul, after the body's dissolution, from the things that belong to it naturally, and not on account of the body. But if the soul is rational and intellectual on account of the body, first, the body will be more honourable than the soul that came to be on account of it; then, too, it will have the intellectual and rational from it, as having come to be on account of it. For if without the body the soul can in no way understand or reason, understanding and reasoning will belong to it altogether from the body. And if the soul has acquired understanding and reasoning from the body, as being unable, according to those who say so, to have these without it, it will altogether not be self-subsistent either; for how could it be, which without the body does not have by itself what characterizes it? And if it is not self-subsistent, it is clearly not an essence either. And not being a self-subsistent essence, it will be an accident, inhering only in the body that subsists naturally, and after its dissolution able in no way to be anything at all. And there will be nothing more, for those who are so senseless as to have taken away the immortality of the soul, than the vain labour of Epicurus and Aristotle, with whom, as is likely, these noble fellows even pride themselves on being ranked. And on this, so much.

But as to what is said by them about the resurrection, who that cares for virtue and piety, hearing it, will not gain dispassion for himself through a passion — I mean indignation against them? For if, as they say, the body will rise according to the image of the present life, qualified invariantly by the warring humours, and will be fed at the fearful coming of God after the consummation of this world, I do not think that through these things — to speak briefly, cutting short the many things that might be said — they champion anything other than eternal death and corruption without end.

Εἰ γὰρ φθορὰ τῶν οὕτω συνισταμένων ὑπάρχει ὁ θάνατος σωμάτων, ἀεὶ δὲ τὸ δι᾿ 440ἐπιῤῥοῆς τροφῶν συνιστάμενον φθείρεται σῶμα, τῇ ῥοῇ διαπνεόμενον, διὰ τὴν τῶν ἐν αὐτῷ χυμῶν, ἐξ ὧν καὶ συνέστηκε, φυσικὴν ἀντιπάθειαν· ἀεὶ ἄρα, δι᾿ ὧν μετὰ τὴν ἀνάστασιν τὸ σῶμα συνίστασθαι ὑποτίθενται, συντηρούμενον εἰς τὸ διηνεκὲς τὸν θάνατον καταγγέλλουσι. Δέον πιστεύειν, αὐτὸ μὲν ἀνίστασθαι κατ᾿ οὐσίαν καὶ εἶδος τὸ σῶμα, ἄφθαρτον δὲ καὶ ἀθάνατον, καὶ ἀποστολικῶς εἰπεῖν, ἀντὶ ψυχικοῦ πνευματικόν· τῷ μηδὲν φέρειν τῆς ἀλλοιωτῆς αὐτοῦ κατὰ τὴν φθορὰν συστατικῆς ἰδιότητος, ὡς οἶδεν ὁ πρὸς τὸ ἀπαθὲς, καὶ τίμιον αὐτὸ μετακεράσων Θεός· καὶ μηδὲν πλέον περιεργάζεσθαι. Τούτοις χαίροντας καὶ ἡδομένους ὁρῶν τοὺς πολλούς, Ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν· λυσιτελεστέραν τοῦ λόγου τὴν σιωπὴν παντὶ συνετῷ εἶναι κρίνας· καὶ κατ᾿ ἐμαυτὸν πενθῶν, καὶ σκυθρωπάζων πορεύομαι· λογιζόμενος πόσον οἱ τοιοῦτοι λόγοι ἀμελούμενοι, πανταχοῦ σπινθήρων δίκην διᾴττοντες, ψυχῶν ἐργάσονται θάνατον· καὶ οὐδείς ἐστιν ὁ ἐπαμῦναι τῷ λόγῳ δυνάμενος, ἢ βουλόμενος κινδυνεύοντι, διὰ τὴν ἐπικρατοῦσαν τοῦ καιροῦ πονηρίαν. Διὸ καὶ μᾶλλον στένω τὸν ἀφ᾿ ὑμῶν χωρισμὸν, τὴν ἐγγύθεν φρουροῦσάν με καὶ ἐξαιρουμένην τῶν βλαβερῶν πανσθενῆ τῆς ὑμῶν πατρικῆς ἁγιωσύνης ἐπισκοπὴν οὐκ ἔχων, συχνότερον τῷ λόγῳ τὰ πολλά μου ἐρείδουσαν ὀλισθήματα.

Η΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Ὁ κατὰ σάρκα πόθος χρόνῳ μαραίνεσθαι πέφυκε, συναπιῶν χωριζομένοις τοπικῶς, τοῖς κατ᾿ αὐτὴν πρὸς ἀλλήλους ἔχουσι τὴν συνάφειαν. Περὶ γὰρ τὴν αἴσθησιν ἔχει τὴν σύστασιν, τὴν μηδαμῶς τῶν μὴ παρόντων ἀντιλαμβάνεσθαι δυναμένην. Ὁ δὲ κατὰ πνεῦμα πόθος, ἀεὶ συμπαρόντας ἀλλήλοις ἔχει νοερῶς, τοὺς κατ᾿ αὐτὸν συνημμένους, κἂν σωματικῶς ἀλλήλων χωρισθῶσι· τὴν κατὰ χρόνον ἢ τόπον περιγραφὴν οὐ δεχόμενος. Περὶ γὰρ τὸν νοῦν ἔχει τὴν ὕπαρξιν, τὸν μηδαμῶς τοῖς σώμασιν ἀλλήλων διαιρουμένοις τοπικῶς, συνδιαιρούμενον ἢ συμπερικλειόμενον.

For if death is the corruption of bodies so constituted, and the body that is constituted 440through the influx of foods is ever corrupted, dissipated by the flux on account of the natural antipathy of the humours in it, of which it is also constituted, then by the very things through which they suppose the body to be constituted after the resurrection they proclaim death preserved forever. Whereas one ought to believe that the body itself rises according to essence and form, but incorruptible and immortal, and, to speak apostolically, spiritual instead of psychic, I Cor. xv, 44. in that it carries nothing of the constitutive property, alterable according to corruption, as God knows who will temper it anew toward the impassible and honourable; and to busy oneself about nothing more.

Seeing the many rejoicing and delighting in these things, I was dumb, and was humbled, and kept silence from good things, Psal. xxxviii, 3. judging silence more profitable than speech for every prudent man; and I go mourning and with a sad countenance by myself, reckoning how great a death of souls such words, if neglected, will work, darting everywhere like sparks; and there is no one able or willing to come to the help of the word in its danger, on account of the wickedness of the time that prevails. Wherefore I groan the more at my separation from you, not having close at hand the all-powerful oversight of your paternal holiness, which guarded me and delivered me from harmful things, and more frequently propped up by word my many slips.

LETTER 8

Of the same, to the same.

The longing according to the flesh is of a nature to wither with time, departing along with those who are separated in place, who have their conjunction with one another according to it. For it has its constitution in sense, which can in no way lay hold of the things not present. But the longing according to the spirit ever holds intellectually present to one another those joined by it, even if they are separated bodily from one another, not admitting circumscription by time or place. For it has its existence in the mind, which is in no way divided along with, or shut in along with, the bodies divided from one another in place.

Τοῦτον τὸν πόθον ἀπ᾿ ἀρχῆς πρὸς τοὺς ἁγιωτάτους 441ὑμᾶς ἔχειν ἀξιωθεὶς, ἀεὶ παρόντας ὁρᾶν δοκῶ, καὶ διαλεγομένων αἰσθάνεσθαι· καὶ οὐκ ἔστι καιρὸς ἢ τόπος, ὁ ἀφιστᾶν με δυνάμενος τῆς ὑμετέρας μνήμης· διὰ παντὸς ὑμᾶς παρόντας πνευματικῶς ὑποδεικνυούσης, καὶ πάντας τοὺς ἐν ἐμοὶ δυσώδεις λογισμοὺς ἀπελαύνοντας, τῆς ἐν ὑμῖν θείας χάριτος τὴν πολλὴν εὐωδίαν οὐ φέροντας· καὶ πείθομαί γε, μὴ ψιλῶς τὴν μνήμην φαντάζεσθαι τοὺς ἁγιωτάτους ὑμᾶς, ἀλλὰ παρόντων ἀληθῶς ἐπαισθάνεσθαι· τὸ γινόμενον πληροφορίαν ἀκριβῆ τῆς ὑμῶν παρουσίας ποιούμενος. Ἡ γὰρ ἐν ὑμῖν κατὰ χάριν Θεοῦ δραστήριος δύναμις, ἅμα τῇ μνήμῃ τοὺς διοχλοῦντας ἀπελαύνουσα δαίμονας, σαφεστάτην τῆς ὑμῶν παρουσίας παρέχεται δήλωσιν. Καὶ θαυμαστὸν οὐδὲν, εἰ τοὺς ἀπόντας σωματικῶς, παρεῖναι ποιεῖ νοερῶς, ὁ τῶν σημείων καὶ τῶν τεράτων Θεός· ὡς οἶδεν αὐτὸς, καὶ οἱ ἐξ αὐτοῦ τὰ τοιαῦτα θεοπρεπῶς ἐνεργούμενοι· καὶ πλέον ἢ ὅσον τοπικῶς ἀλλήλοις τὰ σώματα πάρεστι. Καὶ εἰ μόνον μνημονευόμενοι, τίμιοι Πατέρες, τοσοῦτόν μου τοῖς ἀτίμοις ἐπιτίμιον παρέχετε λογισμοῖς, ἀοράτως φοιτῶντες τῷ πνεύματι, πόσῳ μᾶλλον κατ᾿ ὀφθαλμοὺς παρόντες, καὶ τὴν ἐμὴν ἀκοὴν διὰ ζώσης φωνῆς τοῖς θείοις καθαγιάζοντες λόγοις, καὶ τὴν ἀρετὴν τοῖς ἑαυτῶν τρόποις λαμπρῶς ἐκδιδάσκοντες; Διὰ τοῦτο πενθῶν καὶ σκυθρωπάζων πορεύομαι, ποθῶν τε καὶ ζητῶν σε τὸν καλὸν ποιμένα καὶ διδάσκαλον, τὸν εἰς τόπον με χλόης τὸ πλανώμενον πρόβατον κατασκηνοῦν ἐπιστάμενον· τὴν ἀπωθουμένην λέγω τὸν καύσωνα τῶν παθῶν διὰ πράξεως ἕξιν τῆς ἀρετῆς· καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρέφειν δυνάμενον· τὴν ἄρδουσάν φημι τὸν νοῦν διὰ θεωρίας χάριν τῆς γνώσεως, τὸν ἐπιστρέφοντά μου τὴν ψυχὴν ἀπὸ κακίας εἰς ἀρετὴν θείοις καὶ λόγοις καὶ παραδείγμασι, καὶ ἐπὶ τρίβους ὁδηγοῦντα δικαιοσύνης· τοὺς κατ᾿ εὐσέβειαν σωτηριώδεις ὑποδεικνύοντα τρόπους· καὶ ῥάβδῳ καὶ βακτηρίᾳ σοφῶς παρακαλοῦντα, τουτέστι, τῇ μνήμῃ τῶν αἰωνίων κολάσεων, καθάπερ ῥάβδῳ τινὶ τὸν εἰσαγόμενον κακίας ἀπάγοντα, καὶ τῇ προτροπῇ τῶν μελλόντων ἀγαθῶν, βακτηρίας δίκην εἰς ἀρετὴν τὸν προκόπτοντα δι᾿ ἐλπίδος στηρίζοντα· ὅπερ καὶ ὁ Κύριος καὶ Σωτὴρ, ὡς οἶμαι, συμβολικῶς ὑπηνίττετο, τοῖς τραύμασι τοῦ τοῖς λησταῖς περιπεσόντος ἐπιχέων οἶνον καὶ ἔλαιον. Φόβῳ γὰρ τῆς γεέννης τοῦ αἰωνίου πυρὸς, ὁ τῆς βασιλείας τῶν οὐρανῶν πόθος ἐπικιρνώμενος, ἀλώβητον τὴν ψυχὴν συντηρεῖ, πρὸς τὴν ἀγάπην ἐπισφίγγων τοῦ Κτίσαντος· πάσης ἐμπαθοῦς διανοίας διὰ τῆς στύψεως ἀποσμηχθεῖσαν.

Having been deemed worthy from the beginning to have this longing toward you most holy ones, 441I seem ever to see you present, and to perceive you conversing; and there is no time or place that can remove me from the memory of you, which shows you constantly present spiritually, and you driving away all the foul-smelling thoughts in me, which do not bear the great fragrance of the divine grace in you. And I am persuaded indeed that memory does not merely imagine you most holy ones, but perceives you truly present; making what comes to pass an exact assurance of your presence. For the effective power in you according to the grace of God, driving away together with the memory the demons that trouble me, provides the clearest showing of your presence. And it is nothing wondrous if the God of signs and wonders makes those absent bodily to be present intellectually — as he himself knows, and those who are operated by him in such things in a manner befitting God — and more than bodies are present to one another in place. And if, merely remembered, honoured Fathers, you furnish so great a penalty to my dishonourable thoughts, visiting invisibly in the spirit, how much more when present before my eyes, and sanctifying my hearing with divine words by a living voice, and teaching virtue brilliantly by your own manners?

Therefore I go mourning and with a sad countenance, longing for and seeking thee, the good shepherd and teacher, who knowest how to make me, the wandering sheep, dwell in a place of green pasture Psal. xxii, 2. — I mean the habit of virtue through practice, which drives back the burning heat of the passions — and who art able to nourish me beside the water of rest — I say the grace of knowledge that waters the mind through contemplation; who turnest my soul from vice to virtue by divine words and examples, and leadest me in the paths of righteousness, showing the saving modes according to piety; and who wisely comfortest me with rod and staff — that is, by the memory of the everlasting punishments, leading the beginner away from vice as with a kind of rod, and by the encouragement of the good things to come, supporting through hope, like a staff, the one who is advancing toward virtue; which, I think, the Lord and Saviour too hinted symbolically, pouring wine and oil on the wounds of him who fell among robbers. Luc. x, 34. For the longing for the kingdom of heaven, mixed with the fear of the Gehenna of everlasting fire, keeps the soul unhurt, binding it fast to the love of the Creator, once it has been scoured of every passionate thought through the astringency.

Ἀλλὰ πλήρωσον λοιπὸν, τίμιε Πάτερ, καὶ αὐτὸς Πνεύματος Θείου τῆς διδασκαλίας τὸν δόνακα, 444καὶ κάλει ποιμενικῶς τε καὶ φιλανθρώπως τὸν ἐπὶ τὰ ὄρη τῆς ἀγνοίας, καὶ τοὺς βουνοὺς τῆς κακίας, ἀποιμάντως πλανώμενον· καὶ ὑπὸ τὴν σὴν ποίησον δεξιὰν, καὶ κατάδησον συμπαθῶς τὸν πολλοῖς διασπαραχθέντα δήγμασι πονηροῖς τῶν λύκων τῆς Ἀραβίας· τουτέστι τῶν Δυσμῶν· Δυσμὰς γὰρ, ὡς φασι, δηλοῖ κατὰ τὴν Ἑλλάδα φωνὴν ἑρμηνευόμενον τῆς Ἀραβίας τὸ ὄνομα. Νοῶ δὲ, καὶ τυχὸν οὐχ ἐσφαλμένως, κατὰ τοὺς τῆς ἀναγωγῆς λόγους, διὰ τῆς Ἀραβίας, τὴν σάρκα ταύτην, τὴν τῶν θείων ἐν τοῖς κατ᾿ ἐμὲ τυραννικὴν νόμων τοῦ πνεύματος· τὴν πολλοὺς, ὡς ἀληθῶς, ἀναιδεῖς τε καὶ ἀνημέρους λύκους ἐκτρέφουσαν· τὴν ὄντως δύσιν καὶ γενομένην διὰ τὴν ἁμαρτίαν, ἀληθῶς λεγομένην· ἧς ἐπιβέβηκεν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, ὁ ποιμὴν ὁ καλὸς, ὁ ποιμαίνων τὸν Ἰσραὴλ Θεὸς, καὶ Θεοῦ Λόγος· ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, προσεσχηκώς δηλονότι, καὶ τὸν κίνδυνον ἡμῶν θεασάμενος· καὶ διὰ τοῦτο ἐμφανίσας ἑαυτὸν, καὶ τὴν οἰκείαν ἐξεγείρας δυναστείαν, καὶ ἐλθὼν ἐν σαρκὶ σῶσαι τοὺς ἀπολομένους, καὶ τοὺς ἐντρεφομένους αὐτῇ πονηροὺς ἀποκτεῖναι θῆρας· καὶ ποιῆσαι αὐτὴν χώραν εἰρήνης, καὶ λογικῶν προβάτων νομήν, διὰ πράξεως πρὸς Θεὸν ἀναγομένων· ἧς ἐγὼ τέως οὔπω τὸν νόμον παρῆλθον ἀβλαβῶς διὰ θεωρίας πνευματικῆς, καθάπερ ὁ Ἰσραὴλ τὸ ὄρος Σιείρ· οὐδὲ τὰς αὐτῆς ἀπαθῶς διῆλθον ἐπιθυμίας, διὰ πράξεως γνωστικῆς, ὥσπερ τοὺς ἀδελφοὺς αὐτῶν τοὺς υἱοὺς Ἡσαῦ Fr. Οἱ Ἄραβες ἐκ τοῦ Ἠσαῦ τὸ γένος κατάγονσι : Arabes ex Esau genus ducunt., τοὺς κατοικοῦντας ἐν Ἀραβᾷ διὰ Μωσέως, οἱ ἐξ Ἰακὼβ τὸ γένος κατάγοντες· ἀλλ᾿ ἔτι κατοικῶ τὴν Ἀραβᾷ κατὰ τοὺς υἱοὺς Ἡσαῦ, τὰς δυσμάς· λέγω δὲ τὴν σάρκα· μετὰ τὴν παροῦσαν ζωὴν, διὰ τὰς σαρκικὰς ἡδονὰς, ἑτέραν μὴ ἐκδεχόμενος. Ἣν οὐδὲ παροικῆσαι πᾶς ἀληθινὸς Ἰσραὴλ καὶ ὁρῶν Θεὸν καταδέχεται, τῆς σαρκὸς ἐκδημῆσαι διὰ τῶν ἀρετῶν ἐπειγόμενος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον διὰ τῆς γνώσεως ἐφιέμενος· τὸν ὄντως γῆν ἐπαγγελίας ἀῤῥήτων ἀγαθῶν μυστικῶς καὶ ὄντα καὶ ὠνομασμένον, τὴν ῥέουσαν γάλα καὶ μέλι. Θρεπτικὸς γὰρ τῶν κατ᾿ αὐτὸν νηπιαζόντων, καὶ εὐφραντικὸς ὑπάρχει τῶν κατ᾿ αὐτὸν ἀνδριζομένων ὁ Κύριος, ὡς ἀρεταῖς ἐκτρέφων διὰ πράξεως, καθάπερ γάλακτι, τοὺς φοβουμένους αὐτὴν, καὶ γνώσεσι καταγλυκαίνων μυστικαῖς, καθάπερ μέλιτι διὰ θεωρίας πνευματικῆς, τοὺς ἀγαπῶντας αὐτόν.

But fill now, honoured Father, thou too, the reed of teaching with the divine Spirit, 444and call, like a shepherd and with love for man, him who wanders unshepherded on the mountains of ignorance and the hills of vice; and put him under thy right hand, and bind up with sympathy him who has been torn by many wicked bites of the wolves of Arabia Habac. i, 8. — that is, of the West; for the name of Arabia, as they say, when interpreted into the Greek tongue, signifies "West". And I understand — and perhaps not mistakenly — according to the principles of anagogy, by Arabia this flesh, tyrannous in those like me over the divine laws of the spirit; which nourishes, in very truth, many shameless and savage wolves; which is truly a West, and has become one through sin, and is truly so called; on which there rides, Psal. lxvii, 5. as good and loving man, the good Shepherd, he who shepherds Israel, God and the Word of God; he who sits upon the Cherubim, having clearly given heed and beheld our danger; and therefore having shown himself, and roused up his own might, and come in the flesh to save the lost, and to slay the wicked beasts nurtured in it, and to make it a land of peace, and a pasture of rational sheep led up to God through practice. Of which I have not yet passed by the territory unharmed through spiritual contemplation, as Israel passed Mount Seir; nor have I passed through its desires dispassionately, through a practice of knowledge, as those who drew their race from Jacob passed, through Moses, their brothers the sons of Esau who dwelt in Araba; but I still dwell in Araba, like the sons of Esau — the West, I mean the flesh — expecting, on account of the fleshly pleasures, no other life after the present one. Which flesh every true Israel, one who sees God, does not consent even to sojourn in, pressing on to be away from the flesh through the virtues, and aspiring to be at home with the Lord II Cor. v, 6. through knowledge — him who mystically both is and is named the true land of promise of ineffable good things, that flows with milk and honey. For the Lord is nourisher of those who are infants according to him, and the delight of those who are growing to manhood according to him; nourishing with virtues through practice, as with milk, those who fear him, and sweetening with mystical knowledges, as with honey through spiritual contemplation, those who love him.

Τοιγαροῦν, μὴ διαλίπῃς ποιμαίνων με συμπαθῶς ἀληθείας λόγοις τὸν θηριάλωτον, τίμιε Πάτερ, καὶ 445τῶν ἐν σαρκὶ παθῶν μετὰ τῶν ἀνακινούντων αὐτὰ πνευμάτων τῆς πονηρίας, μὴ παύσῃ λυτρούμενος, τῶν κακῶς κατεσθιόντων καὶ δαπανώντων μου τὸν ἐντὸς ἄνθρωπον· καὶ κάλεσον πρὸς ἑαυτὸν, καὶ ὑπὸ τὰς σὰς κατασκήνωσον πτέρυγας, εἴπερ ἀληθῶς ἄπεστι πᾶς φόβος Βαρβάρων αἰσθητῶν, δι᾿ οὓς τοσαῦτα διαστήματα θαλάσσης, ὡς φιλόζωος, ἦλθον· περὶ οὗ μάλιστα παρακαλῶ τοὺς ἁγιωτάτους ὑμᾶς, μετὰ τὴν εὐκταίαν σημείωσιν τῆς κατὰ Θεὸν παμφαοῦς ὑμῶν ῥώσεως, ἀκριβέστερον δηλῶσαι· καὶ πᾶσαν τὴν κρατοῦσαν Fr. ἐπικρατοῦσαν. ἐπὶ τοῦ παρόντος αὐτόθι κατάστασιν, ὡς ἔστι, παραδεῖξαί μοι διὰ γραμμάτων. Ἀσθενὴς γὰρ ὢν τὸν λογισμὸν καὶ πάνυ σαθρὸς, καὶ μόλις κἂν ἐν εἰρήνῃ νήφειν μικρομερῶς δυνάμενος, καὶ περὶ πολλὰ σκεδαννύμενον ἐκ δειλίας συνάγειν τὸν νοῦν, θέλω σὺν ἀσφαλείᾳ ποιήσασθαι τὸν πλοῦν· ὡς ἀτελὴς τὴν διάνοιαν, καὶ τοῖς λόγοις τῆς σοφῶς τὸ πᾶν διεξαγούσης προνοίας ἐμβατεύειν οὐχ οἷός τε ὤν· μή πως ἐν τοῖς συμβαίνουσιν ἐξ ἀγνοίας ὀκλάσας τὸν λογισμὸν, καὶ τοῖς τῆς ὑπομονῆς ἐξ ἀσθενείας ἐνδοὺς ἀγῶσι, τοὺς ἐξ αὐτῶν ζημιωθῶ στεφάνους, ὡς λειποτάκτης ἐν τῇ πείρᾳ τῶν δεόντων For. δεινῶν. γενόμενος. Διὰ τοῦ γράμματος ὡς παρὼν ἀσπάζομαι τοὺς ἁγιωτάτους ὑμᾶς, καὶ πάντας τοὺς σὺν ὑμῖν· αἰτῶν διὰ τῶν ἁγίων καὶ εὐπροσδέκτων ὑμῶν εὐχῶν, Χριστῷ τῷ Θεῷ καὶ Σωτῆρι τῶν ὅλων παρατεθῆναι.

Θ΄. — Τοῦ αὐτοῦ πρὸς Θαλλάσιον πρεσβύτερον καὶ ἡγούμενον. Τρία, καθώς φασιν, ὑπάρχουσι, τὰ τὸν ἄνθρωπον ἄγοντα· μᾶλλον δὲ πρὸς ἃ βουλήσει τε καὶ γνώμῃ κατὰ προαίρεσιν κινεῖται ὁ ἄνθρωπος· Θεὸς, καὶ φύσις, καὶ κόσμος. Καὶ τούτων ἕκαστον ἕλκον, τῶν ἄλλων δύο ἐξίστησι, πρὸς ἑαυτὸ ἀλλοιοῦν τὸν ἀγόμενον· κἀκεῖνο ποιοῦν αὐτὸν θέσει, ὅπερ αὐτὸ ὑπάρχον φύσει γνωρίζεται, πλὴν μέντοι τῆς φύσεως. Ἐκείνη γὰρ, τοῦθ᾿ ὅπερ ἐστὶ διαφυλάττει τὸν ἄνθρωπον, θεὸν ποιεῖν θέσει πέφυκε, θέωσιν ὡς ἀγαθὸς ὑπὲρ φύσιν τῷ ἀγομένῳ δωρούμενος· καὶ τῶν δύο καθαρῶς ἀποτέμνει, κόσμου λέγω καὶ φύσεως. Εἰ δὲ φύσις ἐστὶν ἡ ἄγουσα τὸν ἄνθρωπον, καθ᾿ ἑαυτὸν ὄντα, φύσει τὸν ἄνθρωπον διαδείκνυσι· μέσον Θεοῦ καὶ κόσμου τυγχάνουσα· ὡς οὐδετέρου τούτων κατὰ γνώμην μετέχοντα. Εἰ δὲ κόσμος ἐστὶν ὁ φέρων, κτῆνος ἐργάζεται, ἤτοι σάρκα μόνην τὸν ἀγόμενον ἄνθρωπον· ἐμπάθειαν αὐτῷ δι᾿ ἀπάτης δημιουργῶν· καθ᾿ ἣν Θεοῦ τε καὶ φύσεως μακρὰν αὐτὸν ἀποθέμενος, τὰ παρὰ φύσιν πάντα ποιεῖν αὐτὸν ἐκδιδάσκει. Αἱ οὖν ἀκρότητες, Θεὸν δὲ φημι καὶ κόσμον, ἀλλήλων καὶ τῆς μεσότητος, λέγω δὲ τὴν φύσιν, ἀπάγειν τὸν ἄνθρωπον εἰώθασιν.

Therefore do not cease, honoured Father, to shepherd me with sympathy by the words of truth — me, the prey of beasts — and do not stop ransoming me 445from the passions in the flesh, together with the spirits of wickedness that stir them up, which wickedly devour and consume my inner man; and call me to thyself, and make me dwell under thy wings, if indeed all fear of the sensible barbarians, on account of whom I came across such stretches of sea as one who loves life, is truly gone. About which I especially beseech you most holy ones, after the longed-for notice of your all-radiant health according to God, to inform me more exactly; and to show me by letter the whole state of affairs prevailing there at present, as it is. For being weak in thought and very rotten, and scarcely able even in peace to be sober in some small part, and to gather together my mind that is scattered about many things through cowardice, I wish to make the voyage with safety; as being imperfect in understanding, and not able to enter into the principles of the providence that wisely governs the whole; lest, bending at the knee in thought through ignorance in what befalls, and through weakness yielding in the contests of endurance, I be deprived of the crowns that come from them, having become a deserter in the trial of what is required. By the letter, as if present, I greet you most holy ones, and all those with you; asking, through your holy and acceptable prayers, to be commended to Christ, the God and Saviour of all.

LETTER 9

Of the same, to Thalassius, presbyter and abbot.

There are three things, as they say, that lead man; or rather, toward which man is moved by wish and inclination according to choice: God, and nature, and the world. And each of these, drawing him, removes him from the other two, altering the one led toward itself, and making him by adoption that which it is itself known to be by nature — except, however, nature. For she preserves man as that which he is; but ⟨God⟩ is of a nature to make him god by adoption, bestowing deification, as good, above nature on the one led; and he cuts him off cleanly from the two, I mean the world and nature. But if it is nature that leads man, it shows man, being what he is in himself, man by nature, since she is the middle between God and the world, as one sharing in neither of these by inclination. But if it is the world that carries him, it works the man led into a beast, that is, flesh alone, fashioning in him through deceit a passionate state, by which, putting him far from God and nature, it teaches him to do all things contrary to nature.

The extremes, then — I mean God and the world — are wont to lead man away from one another and from the middle, I mean nature.

Ἡ δὲ μεσότης, τούτων 448οὖσα μεθόριος, εἰ αὐτὴν μόνην σκοποῦντα λάβοι τὸν ἄνθρωπον, ἐπίσης τῶν ἄκρων διίστησιν· οὔτε πρὸς τὸν Θεὸν αὐτὸν ἀναδραμεῖν συγχωροῦσα, καὶ πρὸς τὸν κόσμον ἀφιέναι καταπεσεῖν αἰδουμένη. Ἅμα τοίνυν πρός τινα τούτων κινηθῇ κατὰ γνώμην ἐνδιαθέτως ὁ ἄνθρωπος, ἅμα πρὸς αὐτὸν ἐκεῖνον καὶ τὴν ἐνέργειαν ἥμειψε, καὶ τὴν προσηγορίαν μετέβαλε, σαρκικὸς, ἢ ψυχικὸς, ἢ πνευματικὸς προσαγορευόμενος. Ἔργον δὲ καὶ γνώρισμα τοῦ μὲν σαρκικοῦ, τὸ κακῶς μόνον εἰδέναι ποιεῖν. Τοῦ δὲ ψυχικοῦ, τὸ μήτε ποιεῖν βούλεσθαί ποτε, μήτε πάσχειν κακῶς. Τοῦ δὲ πνευματικοῦ, τὸ ποιεῖν μόνον καλῶς βούλεσθαι, καὶ ὑπὲρ ἀρετῆς εἰ συμβαίνει πάσχειν καλῶς, προθύμως καταδέχεσθαι. Εἰ τοίνυν Πνεύματι Θεοῦ ἄγεσθαι ποθεῖς, εὐλογημένε, ὥσπερ οὖν καὶ ποθεῖς, κόσμον καὶ φύσιν σαυτοῦ περίελε· μᾶλλον δὲ τούτων σαυτὸν περίτεμε, καὶ ἀδικεῖσθαι μὴ παραιτήσῃ· ἐμπαιγμούς τε καὶ ὕβρεις φέρειν μὴ ἀπαναίνου· καὶ ἵνα συνελὼν εἴπω, πάσχων κακῶς, τοῦ ποιεῖν καλῶς τοῖς δρῶσι κακῶς, καὶ πάντα προσαφιέναι τὰ δρώμενα, Θεοῦ χάριν καὶ ἀρετῆς, μὴ παύσῃ ποτὲ, κατὰ τὸν εἰπόντα· Ἐάν τις θέλῃ σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Καὶ πάλιν κατὰ τὸν μακάριον Ἀπόστολον, λέγοντα· Λοιδορούμενοι, εὐλογοῦμεν· διωκόμενοι, ἀνεχόμεθα· βλασφημούμενοι, παρακαλοῦμεν. Λοιπὸν εἰ πεισθῆναί μοι βούλοιο, δοῦλε τοῦ Θεοῦ εὐλογημένε, μεγάλην κατάθου χάριν τοῖς θλίψασι· καὶ προσζημιωθῆναι αὐτοῖς εἰ δέον ἐστὶ πάντα, μὴ ἀνανεύσῃς· καὶ μᾶλλον εὐλόγησον λοιδορούμενος· καὶ ἀνάσχου διωκόμενος, καὶ παρακάλεσον βλασφημούμενος, ἵνα μὴ ᾖς σαρκικὸς, ὡς ἀδικεῖν μόνον καὶ εἰδὼς καὶ βουλόμενος· ἢ ψυχικὸς, ὡς ἀδικεῖσθαι μὴ ἀνεχόμενος· ἀλλὰ μᾶλλον πνευματικὸς, τὸ εὖ ποιεῖν μόνον ἑκουσίως καὶ εἰδὼς καὶ ἀσκούμενος· καὶ πάσχειν κακῶς παρὰ τῶν βουλομένων προθύμως ὑπὲρ ἀρετῆς ἐπιστάμενος· ἀφορῶν πρὸς τὸν τῆς σωτηρίας ἡμῶν ἀρχηγὸν Ἰησοῦν· ὃς ἀντὶ πάντων τῶν ἀγαθῶν, ὅσα οὐδέπω τις γνώσει περιλαβεῖν δεδύνηται, πάντα τὰ δεινὰ, ὅσα οὐδεὶς ὑπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑπὲρ τῶν ἁμαρτωλῶν μακροθύμως ὑπέμεινε. Σκοπὸς γὰρ τῷ δοτῆρι τῶν ἐντολῶν, κόσμου καὶ φύσεως ἐλευθερῶσαι τὸν ἄνθρωπον. Καὶ διὰ τοῦτο κατάκριτος, ὁ μὴ πειθόμενος· καὶ μάτην οἱ κατὰ κόσμον πατέρες τὰ ἔκγονα προφασίζονται, καὶ τὰς συνοδίας τῶν τὸν μονήρη βίον ἀσκουμένων οἱ προϊστάμενοι, πρὸς τὸ δεῖν εὐλόγως αὐτοῖς ἀργὰς εἶναι τὰς ἐντολάς. Ὅπερ ὡς ἀληθὲς εἰ δεξοίμεθα, οὐδενὶ τὸ παράπαν ὁ Κύριος γεγραφὼς νόμον σωτηρίας δειχθήσεται. Ψυχικὸν δὲ, καθώς οἶμαι, τὸν φυσικὸν ὁ τῆς Γραφῆς λόγος ἐκάλεσεν ἄνθρωπον· ἐπειδὴ περὶ μόνα, καθὼς φασιν οἱ τὰ τοιαῦτα δεινοὶ, τὰ ψυχούμενα, καὶ ἁπλῶς τὰ ὑπὸ γένεσιν καὶ φθορὰν, ἡ τῆς φύσεως θεωρεῖσθαι πέφυκεν ἰδιότης.

And the middle, 448being the boundary between these, if it takes man looking to it alone, holds him apart equally from the extremes, neither permitting him to run up to God, and ashamed to let him fall down to the world. As soon, then, as man is moved inwardly by inclination toward any one of these, at once he has exchanged his operation for that very one, and changed his appellation, being called carnal, or psychic, or spiritual. And the work and mark of the carnal is to know only how to do evil; of the psychic, neither ever to wish to do evil nor to suffer it; of the spiritual, to wish only to do good, and, if it befall him to suffer evil for virtue's sake, to accept it eagerly. If, then, thou longest to be led by the Spirit of God, blessed one — as indeed thou dost long — strip from thyself the world and nature; or rather, circumcise thyself from these, and do not refuse to be wronged; do not decline to bear mockeries and insults; and, to speak briefly, suffering evil, never cease to do good to those who do evil, and to remit besides all that is done, for the sake of God and of virtue; according to him who said: If any man will go to law with thee and take thy coat, let him have thy cloak also. Matth. v, 40. And again according to the blessed Apostle, who says: Being reviled, we bless; being persecuted, we bear it; being blasphemed, we entreat. I Cor. iv, 12, 13.

Finally, if thou wouldst be persuaded by me, blessed servant of God, lay up great thanks to those who have afflicted thee; and if thou must be mulcted of everything besides by them, do not refuse; and rather bless when reviled, and bear when persecuted, and entreat when blasphemed; that thou mayest not be carnal, as one who both knows and wishes only to do wrong; nor psychic, as one who does not bear to be wronged; but rather spiritual, as one who both knows and practises willingly only to do good, and knows how to suffer evil eagerly for virtue's sake from those who wish it; looking to the author of our salvation, Jesus, who in return for all the good things that no one has yet been able to grasp by knowledge, endured with long-suffering all the terrible things — such as no one has endured — from sinners and on behalf of sinners. For the aim of the giver of the commandments is to free man from the world and nature. And for this reason he who does not obey is condemned; and in vain do fathers in the world plead their offspring, and the superiors the communities of those who practise the solitary life, as though the commandments must reasonably be idle for them. If we were to accept this as true, the Lord will be shown to have written a law of salvation for no one at all. Now the word of Scripture, as I think, has called the natural man psychic, I Cor. ii, 14. since — as those clever in such things say — the property of nature is wont to be contemplated only in things ensouled, and, simply, in the things subject to coming-to-be and corruption.

Ταῦτα δὲ γέγραφα ὑμῖν, δέσποτα, ἐπειδὴ πολὺ διὰ 449τοῦ ὑμετέρου παραναγνωστικοῦ δυσχεραίνοντας ὑμᾶς εὗρον πρὸς τὰ συμβάντα. Ἀλλ᾿ εὔχου δυνατῶς, ὡς δυνατὸς πρὸς τὸν δυνατὸν ἀφιέναι ἁμαρτίας, ὑπὲρ Μαξίμου τοῦ σοῦ καὶ δούλου καὶ μαθητοῦ, τίμιε Πάτερ.

Ι΄ — Τοῦ αὐτοῦ πρὸς Ἰωάννην κουβικουλάριον. Ἐπειδὴ τὴν αἰτίαν δι᾿ ἣν ὑπ᾿ ἀνθρώπων ἀνθρώπους βασιλεύεσθαι ψηφισάμενος ὁ Θεὸς ἐδικαίωσε, μιᾶς καὶ τῆς αὐτῆς πάντων ὑπαρχούσης τῆς φύσεως, καὶ πάντας τῷ κατ᾿ αὐτὴν ἁπλῷ λόγῳ τοὺς μετέχοντας αὐτῆς ὁμοτίμως ἀποφαινούσης, γραφῆναι ὑμῖν ἐκελεύσατε, ἐρῶ κατὰ τὴν ἐμὴν δύναμιν, μηδὲν ἀποκρυπτόμενος, ὧν παρὰ σοφῶν καὶ μακαρίων ἀνδρῶν παρέλαβον· τὰ πολλὰ περικόπτων ὅσα ῥηθῆναι περὶ τούτου διὰ τὸ σύντομον ἐνδέχεται. Λόγος ἀληθής, ὥς φασι, μυστικῶς ὑπαγορεύει, τὸν δεσπόζειν κατὰ χάριν τοῦ πεποιηκότος αὐτὴν Θεοῦ, παντὸς τοῦ ὁρωμένου κόσμου λαχόντα ἄνθρωπον, διὰ τοῦ κατὰ παράχρησιν τρόπου, τῶν ἐμφύτων δυνάμεων τῆς ἐν αὐτῷ νοερᾶς οὐσίας, πρὸς τὰ παρὰ φύσιν τρέψαντα τὰς κινήσεις, ἑαυτῷ τε καὶ τῷ παντὶ τούτῳ κόσμῳ, τὴν κρατοῦσαν νῦν αὐτῶν ἀλλοίωσιν καὶ φθορὰν, κατὰ κρίσιν εἰσενέγκασθαι τοῦ Θεοῦ δικαίαν· ἵνα μὴ πρὸς τὰ παρὰ φύσιν ἀθάνατος ἐπ᾿ ἄπειρον ἡ τῆς ψυχῆς δύναμις αὐτῷ κινουμένῳ φυλάττοιτο· ὅπερ ἐστὶν οὐ μόνον κακίας τὸ ἔσχατον, καὶ τῆς αὐτοῦ τοῦ ἀνθρώπου ἀληθοῦς ὀντότητος ἀρίδηλος ἔκπτωσις, ἀλλὰ καὶ σαφὴς τῆς θείας ἀγαθότητος ἄρνησις. Διὰ τοῦτο ὁ πολύμοχθος οὗτος, καὶ πολυστένακτος τῶν ἀνθρώπων βίος, διὰ τῆς πολλῆς ἀλογίας καὶ ἀταξίας τῆς αὐτὸν τιθηνούσης ὕλης, ἄλλοτε ἄλλως φέρων τε καὶ φερόμενος· καὶ ἀκριβέστερον εἰπεῖν, ἐν τῷ φέρεσθαι φέρων πάντας ἀνθρώπους, τῶν ἐν αὐτῷ δεινῶν μετόχους πάντας καθίστησι· καὶ οὐδένα παντελῶς ἀφίησι τῆς αὐτοῦ ταραχῆς ἐλεύθερον.

I have written these things to you, master, since I found you, 449through your reader, much vexed at what has befallen. But pray mightily, as one mighty, to him who is mighty to forgive sins, for Maximus, thy servant and disciple, honoured Father.

LETTER 10

Of the same, to John the Cubicularius.

Since you have bidden that there be written to you the cause on account of which God, having decreed it, deemed it just that men be ruled as by kings by men — the nature of all being one and the same, and declaring all who share in it equal in honour by the simple principle according to it — I will speak according to my power, hiding nothing of what I received from wise and blessed men, cutting short for brevity's sake the many things that might be said on this. A true account, as they say, mystically suggests that man — who by the grace of God who made him was allotted the lordship of the whole visible world — having turned, by the mode of misuse, the movements of the innate powers of the intellectual essence in him toward what is contrary to nature, brought upon himself and upon this whole world, by the just judgement of God, the alteration and corruption that now holds sway over them; so that the power of the soul might not be kept immortal to infinity for him while he is moved toward what is contrary to nature; which is not only the extreme of vice, and a manifest falling away from the true being of man himself, but also a clear denial of the divine goodness.

For this reason this life of men, full of toil and full of groaning, through the great irrationality and disorder of the matter that nurses it, carrying and being carried now one way, now another — or, to speak more exactly, in being carried carrying all men — makes all men sharers in the terrible things in it, and leaves no one at all free of its turmoil.

Καὶ τοῦτο κατὰ τὸν πρέποντα τῆς τοῦ Θεοῦ σοφίας διετυπώθη λόγον, ἵνα τὸν παρόντα βίον παραλόγως κατὰ διάθεσιν ὑφ᾿ ἡμῶν ἀγαπώμενον, κἂν ὀψέ ποτε τῷ πάσχειν ὑπ᾿ αὐτοῦ κακῶς κατὰ περίστασιν, ὅσον βλάπτειν οἶδεν ἡ πρὸς αὐτὸν φιλία μεταμαθόντες, γνῶμεν ὅτι πολὺ τῆς πρὸς αὐτὸν ἑνώσεως ὁ χωρισμός ἐστιν ἡμῖν χρησιμώτερος· καὶ τὸ πρὸς αὐτὸν μῖσος, κατὰ λόγον ἐνδίκως κυρώσωμεν· καὶ φυγόντες τὴν τῶν ὁρωμένων φύρσιν καὶ ταραχὴν, πρὸς τὴν τῶν νοουμένων εὐσταθῆ ταυτότητα σωφρόνως τὸν πόθον μεταθώμεθα. 452Ἀλλ᾿ ἐπειδὴ καὶ μαστιζόμενοι, καὶ μυρία πάσχοντες δεινὰ, τῆς πρὸς αὐτὸν φιλίας τὸν δεσμὸν λύειν οὐκ ἀνεχόμεθα, κατὰ πρόνοιαν ὡς σοφὸς καὶ ἀγαθὸς, τὸν τῆς βασιλείας τοῖς ἀνθρώποις ὁ Θεὸς διετύπωσε νόμον· τὴν προγνωσθεῖσαν διὰ τὴν ἄνεσιν ἔσεσθαι κατὰ τὸν βίον πολλὴν τῆς κακίας λύσσαν ἀναστέλλων πόρρωθεν· ἵνα μὴ γένωνται κατὰ τοὺς ἰχθύας τῆς θαλάσσης, ἀλλήλων οἱ ἄνθρωποι παραναλώματα· μηδενὸς ἐπιστατοῦντος, καὶ τὴν ἄδικον τοῦ δυνατωτέρου κατὰ τοῦ ὑποβεβηκότος ὁρμὴν κωλύοντος. Διὰ τοῦτο, κατὰ τὸ εἰκὸς, ὡς οἶμαι, βασιλεία τῶν ἀνθρώπων τῷ γένει ἀναγκαίως ἐπεισήχθη· σοφίαν παρὰ Θεοῦ λαβοῦσα, καὶ δυναστείαν· καὶ ἡ ὁμότιμος φύσις εἰς τὸ ἄρχειν καὶ ἄρχεσθαι μερισθῆναι συνεχωρήθη. Ὅπως τῇ μὲν, τάσσῃ τοὺς νομίμως τοῖς θεσμοῖς τῆς φύσεως πειθομένοις· τῇ δὲ, κολάζῃ δικαίως τοὺς εἴκειν τούτοις δι᾿ αὐθάδειαν γνώμης μὴ βουλομένους· καὶ τὴν δικαιοσύνην ἐντεῦθεν πᾶσι χαρίζηται, πόθῳ καὶ φόβῳ βραβευομένην· δι᾿ ἧς τὸ ἀνώμαλον τῆς τοῦ καθ᾿ ἕκαστον γνώμης ἀπογενόμενον, τὸ ἐν πᾶσι τῆς φύσεως ἴσον γαληνόν τε καὶ ἥμερον λαμπρῶς διαδείκνυται. Ὅπερ οὐκ ἂν ἐγεγόνει ποτὲ, μὴ τοῦ φόβου κολάζοντος τὴν ἄφρονα τῶν πολλῶν πρὸς ἀτοπίαν ὁρμὴν, καὶ βίᾳ πρὸς τῶν σωφρόνων δι᾿ ἀπειλῆς ἄγοντος γαληνότητα. Ὃ γὰρ πέφυκε λόγος τοὺς σώφρονας πείθειν ἑκουσίως ἀσπάζεσθαι, τοῦτο στέργειν ὁ φόβος τοὺς ἄφρονας εἴωθεν ἀκουσίως βιάζεσθαι. Διὰ ταύτην ἐγὼ τὴν αἰτίαν τῷ βίῳ τῶν ἀνθρώπων παρεισελθεῖν τὴν βασιλείαν συγχωρηθῆναι μεμάθηκα. καὶ ἀποδέχομαι τὸν λόγον ὡς ἀληθῆ, καὶ τῆς αἰτίας διδάσκαλον. Εἰ δέ τις καὶ ἕτερος ταύτης λόγος καθέστηκεν αἴτιος κατὰ τὴν θείαν Γραφὴν, τοῦτον εἶναι μόνοις ἡγοῦμαι ληπτὸν τοῖς καθαροῖς τὴν διάνοιαν. Πλὴν δ᾿ ὅμως, οὐδ᾿ οὗτος τοῦ σκοποῦ τῆς θείας ὁλοσχερῶς ἀπάδει Γραφῆς. Κἀκείνη γὰρ παραιτησαμένοις ἀνθρώποις τὴν τοῦ Θεοῦ βασιλείαν, συγχωροῦντα τὸν Θεὸν ἀφηγεῖται, κἂν ὑφ᾿ ἑαυτῶν βασιλεύεσθαι· ἵνα μὴ τὸ ἄτακτον τῆς ἀναρχίας πολυαρχίαν ἐργάσηται καὶ στάσιν φθοροποιὸν ἐντεῦθεν τῷ παντὶ γένει τῶν ἀνθρώπων ἐνεργάσηται, μηδενὸς τὴν αὐτῶν ἐπιμέλειαν κατὰ θείαν ψῆφον πεπιστευομένου· καὶ λόγῳ μὲν τάσσοντος τοὺς διὰ λόγου παιδαγωγουμένους πρὸς ἡμερότητα· δυναστείας δὲ φόβῳ κολάζοντος, τοὺς τὴν πονηρίαν τεκταίνοντας· καὶ τὸ ἔμφυτον τῆς γνώσεως ἀγαθὸν γνωμικῶς τοῖς παρὰ φύσιν τρόποις ἐφ᾿ ἑαυτῶν διαφθείροντας. Ὅστις οὖν βασιλέων, τοῦτον οὕτω φυλάξαι τὸν νόμον τῆς βασιλείας ἐσπούδασι, Θεοῦ δεύτερος ἐπὶ γῆς ἀληθῶς ἀναπέφανται, ὡς θείας βουλῆς πιστοτάτας [word?] ὁμενος ὑπουργὸς, καὶ τὸ βασιλεύεσθαι ὑπὸ Θεοῦ, βασιλεύειν ἀνθρώπων δικαίως λαχών.

And this was ordained according to the principle befitting the wisdom of God, so that, as to the present life, unreasonably loved by us in disposition, having learned at last, even late, through suffering evil from it by circumstance, how much the friendship for it knows how to harm, we may know that separation from it is far more useful to us than union with it; and may justly ratify, according to reason, our hatred of it; and, fleeing the commixture and turmoil of the things seen, may soberly transfer our longing to the steadfast identity of the things understood.

452But since, even when scourged, and suffering countless terrible things, we do not endure to loose the bond of friendship for it, God, as wise and good, according to providence ordained for men the law of kingship; checking from afar the great frenzy of vice that he foreknew would arise in life through licence; so that men might not become, like the fish of the sea, the prey of one another, with no one presiding and hindering the unjust impulse of the stronger against the one beneath him. For this reason, as is likely, I think, kingship was of necessity introduced to the race of men, receiving wisdom from God, and might; and the nature equal in honour was permitted to be divided into ruling and being ruled. So that by the one it might marshal those who lawfully obey the ordinances of nature, and by the other justly punish those who are unwilling to yield to these through self-will of inclination; and might thence bestow on all justice, governed by longing and fear; through which, the unevenness of each man's inclination being removed, the equality of nature in all, calm and gentle, is brilliantly displayed. Which would never have come to pass, had not fear punished the senseless impulse of the many toward absurdity, and led them by force through threat toward the calm of the sober. For what reason is of a nature to persuade the sober to embrace willingly, that fear is wont to force the senseless to accept unwillingly.

For this cause I have learned that kingship was permitted to enter the life of men; and I accept the account as true, and as a teacher of the cause. But if there is also some other account standing as cause of it according to divine Scripture, I think it is graspable only by those pure in understanding. Yet even this one does not wholly disagree with the aim of divine Scripture. For it too narrates that God permitted men who had refused the kingship of God to be ruled at least by themselves; so that the disorder of anarchy might not work a rule of many, and thence produce a destructive faction for the whole race of men, there being no one entrusted by divine decree with the care of them — marshalling by reason those who are trained by reason toward gentleness, and punishing by fear of might those who devise wickedness, and who by inclination corrupt in themselves, through modes contrary to nature, the innate good of knowledge.

Whoever of kings, then, has striven to keep this law of kingship so, has truly been shown forth a second to God upon earth, as having become a most faithful minister of the divine counsel, and as having justly obtained, by being ruled by God, to rule over men.

Ὅστις δὲ τοῦτον παρωσάμενος τὸν θεσμὸν, ἑαυτῷ βασιλεύειν πάντως διέγνω, καὶ οὐ Θεῷ, τἀναντία τούτοις εἰκότως ἐργάσηται· τυραννικῶς μὲν ἑαυτοῦ τοὺς 453ἀγαθοὺς ἐκτινάσσων, καὶ πάσης πόρῥω τιθέμενος βουλῆς καὶ δυναστείας· νεωτερικῶς δὲ τοὺς πονηροὺς ἐπισπώμενος, καὶ πάσης αὐτοὺς κυρίους τῆς αὐτοῦ καθιστῶν ἐξουσίας· ὅπερ ἐστὶ τῶν κρατούντων τε καὶ κρατουμένων ἔσχατον ἀπωλείας βάραθρον. Ἡμῖν δὲ δοίη Θεὸς ἑκουσίως ὑπ᾿ αὐτοῦ βασιλεύεσθαι, διὰ τῆς ἐκπληρώσεως τῶν ζωοποιῶν αὐτοῦ ἐντολῶν· καὶ τοὺς κατ᾿ αὐτὸν ἐπὶ γῆς βασιλεύοντας, ἀξίως τιμᾶν, ὡς φύλακας τῶν αὐτοῦ θείων διαταγμάτων.

ΙΑ΄.— Τοῦ αὐτοῦ πρὸς ἡγουμένην Videtur hæc, quam Photius Ἰανίαν appellat., περὶ ἀσκητρίας ἐξελθούσης τῆς. μονῆς, καὶ μετανοησάσης. Οἱ τῆς ἀληθείας κήρυκες, καὶ τῆς θείας χάριτος γενόμενοι λειτουργοί, ὅσοι ἐξ ἀρχῆς μέχρις ἡμῶν κατὰ τοὺς ἑαυτῶν καιροὺς ἕκαστος τὸ σωτήριον ἡμῖν τοῦ Θεοῦ διεσάφησαν θέλημα, φασὶ, μηδὲν οὕτω θεῷ εἶναι φίλον τε καὶ ἐράσμιον, ὡς ἡ ἐκ μετανοίας ἀληθοῦς ἐπ᾿ αὐτὸν τῶν ἀνθρώπων ἐπιστροφή. Ὅπερ μάλιστα τῶν ἄλλων θειότερον ὑπάρχον δεῖξαι βουλόμενος ὁ θεαρχικὸς τοῦ Θεοῦ καὶ Πατρὸς Λόγος· μᾶλλον δὲ καὶ πρῶτον καὶ μόνον τῆς ἀπείρου ἀγαθότητος γνώρισμα, κατά τινα ἄῤῥητον συγκαταβάσεως τρόπον, διὰ σαρκὸς ἡμῖν ὁμιλῆσαι ἠξίωσεν, ἐκεῖνα καὶ δράσας καὶ παθὼν καὶ εἰπών, δι᾿ ὧν ἔδει ἡμᾶς, ἐχθροὺς ὄντας καὶ πολεμίους καταλλαγῆναι τῷ Θεῷ καὶ Πατρὶ, καὶ τῆς μακαρίας ζωῆς ξενωθέντας, πρὸς αὐτὴν πάλιν ἐπαναχθῆναι. Οὐ μόνον γὰρ τοῖς θαύμασι τὰς νόσους ἡμῶν ἰάσατο, καὶ διὰ παθημάτων τὰς ἀσθενείας ἀναλαβὼν, καὶ διὰ θανάτου ἀποδοὺς ὡς ὑπεύθυνος ὁ ἀναμάρτητος τὸ ἡμέτερον ὄφλημα τῶν πολλῶν καὶ φοβερῶν ἡμᾶς ἠλευθέρωσεν ἐγκλημάτων· ἀλλὰ καὶ πολυτρόπως διδάσκων, ἴσους ἑαυτῷ γενέσθαι κατὰ τὴν φιλάνθρωπον ἕξιν, καὶ τὴν εἰς ἀλλήλους τελείαν ἀγάπην, βουλομένους βεβούληται. Διά τοι τοῦτο, Οὐκ ἦλθον καλέσαι δικαίους, ἐβόα, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Καὶ, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. Καὶ, Ζητῆσαι, καὶ σῶσαι τὸ ἀπολωλὸς, ἐληλυθέναι. Καὶ, Πρὸς τὰ πρόβατα, τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ ἀπεστάλθαι. Καὶ τὴν βασιλικὴν ἀνασώσασθαι εἰκόνα, ὑπὸ τὴν δυσωδεστάτην τῶν παθῶν χόπρον γεγενημένην παραγεγονέναι, διὰ τῆς δραχμῆς παραβολικῶς παρηνίξατο. Καὶ, Ἀμὴν λέγω ὑμῖν ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Διὰ τοῦτο τὸν λῃσταῖς περιπεσόντα, καὶ γυμνωθέντα πάσης περιβολῆς, καὶ ταῖς πληγαῖς ἡμιθανῆ γεγενημένον, οἴνῳ καὶ ἐλαίῳ καὶ καταδέσμοις ἀνέῤῥωσε· καὶ ἐπὶ τὸ ἴδιον κτῆνος ἀναβιβάσας, τῷ πανδοχεῖ παρατίθεται· καὶ τὰ πρὸς ἐπιμέλειαν ἀρκοῦντα δοὺς, ἐπηγγείλατο καὶ τὰ προσδαπανώμενα δώσειν ἐπανερχόμενος.

But whoever, thrusting aside this ordinance, has resolved to reign altogether for himself, and not for God, will fittingly work the contrary of these things: tyrannically shaking off from himself 453the good, and putting them far from all counsel and might; and with innovating rashness drawing in the wicked, and making them lords of all his authority; which is the extreme abyss of destruction both for those who hold power and for those held under it. But may God grant us to be ruled willingly by him, through the fulfilment of his life-giving commandments; and to honour worthily those who reign on earth according to him, as guardians of his divine ordinances.

LETTER 11

Of the same, to an abbess, concerning a nun who had left the monastery, and had repented.

The heralds of the truth, and those who became ministers of the divine grace — all who from the beginning up to us, each in his own times, have made plain to us the saving will of God — say that nothing is so dear and lovely to God as the turning of men to him out of true repentance. Wishing to show this as above all others the more divine thing, the thearchic Word of God and the Father — or rather, the first and only mark of the infinite goodness — deigned, according to a certain ineffable mode of condescension, to converse with us through flesh, both doing and suffering and saying those things through which we, being enemies and foes, had to be reconciled to God and the Father, and, having been estranged from the blessed life, to be led back again to it. For not only did he heal our diseases by his wonders, and, taking up our infirmities through sufferings, and through death paying our debt as though liable — he the sinless — free us from our many and fearful charges; but also, teaching in many ways, he has wished that we should, by our own wish, become equal to himself according to the habit of love for man, and in perfect love toward one another.

For this very reason he cried: I came not to call the righteous, but sinners to repentance. Matth. ix, 13. And: They that are strong need not a physician, but they that are sick. ibid. 12. And that he had come to seek and to save that which was lost. And that he had been sent to the sheep that are lost of the house of Israel. And through the drachma he hinted in a parable that he had come to recover the royal image that had fallen under the most foul-smelling dung of the passions. Luc. xv, 8 seqq. And: Amen I say to you that there is joy in heaven and on earth over one sinner that repenteth. ibid. 7. For this reason he restored, with wine and oil and bandages, him who fell among robbers and was stripped of all clothing and left half dead by his wounds; and having set him upon his own beast, he commits him to the innkeeper; and having given what sufficed for his care, he promised to give on his return what should be spent besides. Luc. x, 30 seqq.

Διὰ τοῦτο πρὸς τὴν ἐπιστροφὴν τοῦ ἀσώτου υἱοῦ τὸν πανάγαθον πατέρα ἐπικλιθῆναι φησι, καὶ ἀσπασάμενον 456τὸν πρὸς αὐτὸν διὰ τῆς μετανοίας ἀναδραμόντα, τῷ κάλλει τῆς πατρικῆς πάλιν κατακοσμῆσαι δόξης, οὐδοτιοῦν περὶ τῶν προτέρων μεμψάμενον. Διὰ τοῦτο τὸ τῆς θείας ἑκατοντάδος ἀποφοιτῆσαν πρόβατον, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς πλανώμενον εὑρών, οὐκ ἐλαύνων, οὐδὲ μόχθῳ κατατρίβων πρὸς τὴν μάνδραν ἐπανήγαγε τῶν προβάτων· ἀλλὰ τῶν ὤμων ἐπιθεὶς τῶν ἰδίων, πρὸς τὰ σύννομα συμπαθῶς διεσώσατο. Διὰ τοῦτο, Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι τῇ καρδίᾳ, κἀγὼ ἀναπαύσω ὑμᾶς, ἀνέκραγε. Καὶ, Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς· ζυγὸν λέγων, τὰς ἐντολάς· ἤγουν τὸν εὐαγγελικῶς εὐθυνόμενον βίον· φορτίον δὲ, τὸ δοκοῦν εἶναι τῆς μετανοίας ἐπίπονον· Ὁ γὰρ ζυγός μου, φησὶ, χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν. Καὶ πάλιν θείαν δικαιοσύνην καὶ ἀγαθότητα διδάσκων, παρακελεύεται λέγων· Γίνεσθε ἅγιοι· γίνεσθε τέλειοι· γίνεσθε ἐλεήμονες· γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Καὶ, Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν. Καὶ, Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ὁμοίως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Καὶ τὰ τοιαῦτα. Καὶ ἁπλῶς, ἵνα μὴ τὰ καθ᾿ ἕκαστον λέγων μηκύνω τὴν ἐπιστολὴν, διὰ τοῦτο πόρνας δικαιοῖ μετανοούσας, τελώνας τε προσδέχεται ἐπιστρέφοντας, καὶ τοῦ Εὐαγγελίου καθίστησι κήρυκας. Διὰ τοῦτο ληστὰς ὁμολογοῦντας, καὶ τῷ θανάτῳ ὠνουμένους τὴν σωτηρίαν, διὰ τὸν φόβον συνεπάγεται Alter Reg. cod. συνεπάγεται., καὶ εἰς τὸν παράδεισον ἑαυτῷ συνεισάγει, τῶν μελλόντων ἀγαθῶν πιστούμενος τὰς ἐπαγγελίας. Διὰ τοῦτο διώκτας μαινομένους, σωφρονίζει, διὰ τὸν ζηλον, καὶ ἐθνῶν ἀποστόλους ἀνθ᾿ ἑαυτοῦ χειροτονήσας, προβάλλεται· ἵνα ἡμεῖς μάθωμεν φιλανθρωπίαν καὶ ἡμερότητα· καὶ μήτε ῥαδίως ἑαυτῶν ἀπογινώσκωμεν ἁμαρτάνοντες, καὶ πρὸς τοὺς ἁμαρτάνοντας μὴ μένωμεν ἀσυμπαθεῖς καὶ ἀνάλγητοι· Θεὸν ἔχοντες τῶν γινομένων παράδειγμα. Ἐπειδὴ οὖν ταῦθ᾿ οὕτως ἐπ᾿ αὐτῆς ἔχειν τῆς ἀληθείας, καὶ θέλημα Θεοῦ ὑπάρχειν τὸ πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἐλθεῖν ἀληθείας, ἐδιδάχθημεν· καὶ τῆς πρὸς ἡμᾶς αὐτοῦ θαυμαστῆς διὰ σαρκὸς ἐπιδημίας ἀρχὴν καὶ ὑπόθεσιν μόνην τὴν ἡμῶν σωτηρίαν εἶναι μεμνήμεθα· θαρρῶν αἰτῶ τὴν ὑμετέραν ἁγιωσύνην, αὐτά σοι τὰ ζωοποιὰ παθήματα τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ, οἷς ἐλυτρώθημεν τῆς ἐξουσίας τοῦ σκότους, ἀνθ᾿ ἱκετηρίας προβαλλόμενος.

For this reason he says that the all-good father inclined Luc. xv, 20 seqq. toward the return of the prodigal son, and having embraced 456him who ran back to him through repentance, adorned him again with the beauty of the father's glory, reproaching him in nothing whatever about what had gone before. For this reason, having found the sheep that had strayed from the divine hundred wandering on the mountains and hills, he did not drive it, nor wear it out with toil, as he brought it back to the fold of the sheep; but laying it on his own shoulders, he restored it in sympathy safe to its fellows of the pasture. ibid. 4-7. For this reason he cried aloud: Come unto me, all ye that labour and are heavy laden in heart, and I will give you rest. And: Take my yoke upon you — calling the commandments a yoke, that is, the life directed according to the Gospel; and a burden, what seems to be the toilsomeness of repentance: For my yoke, he says, is kind, and my burden light. Matth. xi, 28. And again, teaching divine justice and goodness, he exhorts, saying: Be holy; be perfect; be merciful; be compassionate, as your heavenly Father. Levit. xi, 44. And: Forgive, and it shall be forgiven you. And: Whatsoever ye would that men should do to you, do ye also to them likewise. Matth. vii, 12. And such things. And, simply, not to lengthen the letter by telling each thing, for this reason he justifies harlots who repent, and receives publicans who turn, and makes them heralds of the Gospel. For this reason he takes along with him robbers who confess, and who buy salvation with death, on account of their fear, and brings them in with himself into paradise, Luc. xxiii, 43. confirming the promises of the good things to come. For this reason he brings persecutors raging in their zeal to soberness, and, having ordained them apostles of the gentiles in his own stead, puts them forward; Act. ix, 1 seqq. so that we may learn love for man and gentleness; and may neither readily despair of ourselves when we sin, nor remain unsympathetic and unfeeling toward those who sin, having God as the pattern of what is done.

Since, then, we have been taught that these things are so in very truth, and that it is the will of God that all men be saved and come to the knowledge of the truth; I Tim. ii, 4. and we remember that the beginning and the only purpose of his wondrous sojourn with us through the flesh is our salvation: I take courage and ask your holiness, putting before thee as a suppliant's branch the very life-giving sufferings of Christ our God and Saviour, by which we were ransomed from the power of darkness.

Πιστεύω γάρ σε γνησίαν οὖσαν μαθῆτιν τοῦ Υἱοῦ τοῦ Θεοῦ, διὰ πάσης τῆς τοῦ βίου ἀγωγῆς, ζῶντα καὶ ἔμπρακτον ἐν ἑαυτῇ φέρειν τὸν διδάσκαλον, ἅτε δὴ ἐκ παιδὸς δι᾿ ὅλου αὐτῷ προσχωρήσασαν· ἵνα καὶ δι᾿ ἐμοῦ μεσίτου τοῦ ταπεινοῦ 457καὶ ἁμαρτωλοῦ, καὶ μηδὲν ἔχοντος τῆς σῆς ἀρετῆς ἐπάξιον, τιμήσῃς τὴν ὑπὲρ ἡμῶν αὐτοῦ φιλάνθρωπον κένωσιν, καὶ προσδέξῃ μετανοοῦσαν, καὶ τοῖς δάκρυσιν ἐκτακεῖσαν τήνδε τὴν ἀδελφήν. Πολλὴ γάρ ἐστὶ καὶ ἄφατος ἡ συντριβὴ τῆς καρδίας αὐτῆς, καὶ τοῦ πνεύματος ἡ ταπείνωσις, ἐπί τε τῇ ἁμαρτίᾳ ᾗ πέπραχε, καὶ τῷ ἀφ᾿ ὑμῶν χωρισμῷ, ὃν πέπονθεν. Μὴ οὖν ἐξουδενώσῃς δούλη Θεοῦ εὐλογημένη, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην, ἣν ὁ Θεὸς οὐκ ἐξουδένωσεν· ἀλλ᾿ οἰκτίρμων καὶ ἐλεήμων, εὔσπλαγχνός τε καὶ συμπαθὴς γενομένη, μίμησαι τὸν δι᾿ ἡμᾶς ἑκουσίως ὑπὲρ φιλανθρωπίας ἀποθανεῖν καταδεξάμενον· καὶ προσδέξασθαι αὐτὴν καὶ ἀσπάσασθαι ἀξίωσον, καὶ κυρῶσαι πρὸς αὐτὴν ἀγάπην ἀνάσχου. Καὶ στήριξον αὐτὴν λόγοις καὶ ἔργοις φιλανθρωπίας καὶ ἡμερότητος, καὶ ἅρπασον τῶν χειρῶν τοῦ τυράννου, καὶ τὰ γενόμενα αὐτῇ συντρίμματα κατάδησον συμπαθῶς· ἵνα μὴ πολὺ καταυχρηθεῖσα τῇ λύπῃ, τῷ τῆς ἀπογνώσεως ἐμπαρῇ σκόλοπι· καὶ ἀπαιτηθῶμεν αἷμα ψυχῆς ἐξ ἡμῶν παραχθείσης· ἢ τό γε ἀληθέστερον εἰπεῖν, προσδοθείσης τῷ ἐχθρῷ τῆς ζωῆς ἡμῶν, πρὸς τὸ ἔχειν ὑφήνιον εἰς ὅπερ ἂν καὶ βούλεται· ἣν ἔδει ζῆν διὰ τῆς ἡμῶν μακροθυμίας καὶ ἡπιότητος· καὶ ἐγκληθῶμεν δικαίως, ὡς τῶν θείων ἀμελήσαντες καὶ θελημάτων καὶ παθημάτων. Ὁμοίως γάρ, κἂν εἰ σκληρὸς ὁ λόγος, ἀλλ᾿ οὖν ἀληθής, τὸ ἀγαθὸν τοῦ Θεοῦ ἀτιμάζουσι θέλημα, καὶ τὴν ὑπὲρ ἡμῶν αὐτοῦ φιλάνθρωπον κένωσιν ἐξουδενοῦσιν, ὅσον τὸ ἐπ᾿ αὐτοῖς, οἵ τε μετανοεῖν οὐκ ἐθέλοντες, καὶ τοὺς μετανοοῦντας μὴ προσδεχόμενοι· ὅτι ἀλλήλων ὀφείλοντες οἰκειοῦσθαι τὰς συμφορὰς, διὰ τὴν ὁμοτιμίαν τῆς φύσεως· οὐδ᾿ αὐτὴν τὴν περὶ ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητα αἰδεσθέντες· εἰ μή τι ἄλλο περὶ τὸ ὁμόφυλον μιμησάμενοι, διεδείχθημεν. Ὡς οὖν γινώσκουσα, δούλη τοῦ Θεοῦ εὐλογημένη, ὅτι ταῖς τῶν ψυχῶν ἡμῶν διαθέσεσιν ἡ θεία δεόντως ἐφαρμόζεται δικαιοσύνη, τοιαύτη ἡμῖν γινομένη, οἵους ἀλλήλοις ἑαυτοὺς πεποιήμεθα· καὶ τοιοῦτον ἡμῖν αὐτοῖς τὸν Θεὸν καθιστῶσα, οἵους φθάσαντες τοῖς ὁμοιοπαθέσιν ἑαυτοὺς διεθήκαμεν, μὴ ἀναβάλῃ προσδέξασθαι ὑπτίαις χερσὶ τὴν σὴν ἱκέτην καὶ δούλην· ἀλλ᾿ ἀμελλητὶ θεομιμήτως διὰ πάσης σπουδῆς ἐπίθες τοῖς ὤμοις τὸ πρόβατον, καὶ πρὸς τὴν ἀσφαλῆ μάνδραν συγκόμισον, καὶ τοῖς λύκοις ἀνάλωτον πρὸς τὸ ἑξῆς διαφύλαξον· ἵνα καὶ αὐτὴ τοιούτου τύχοις τοῦ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος Χριστοῦ καὶ κριτοῦ τῶν ὅλων, κατὰ τὴν αὐτοῦ φοβερὰν καὶ ὑπερένδοξον ἐπιφάνειαν, ἀποδώσοντός σοι ὧν ἔσπειρας τοὺς αἰωνίους καρπούς. Οὗ καὶ ἡμεῖς τύχοιμεν ἵλεω τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπίᾳ· εὐχαῖς καὶ πρεσβείαις τῆς Δεσποίνης ἡμῶν, τῆς πανενδόξου Θεοτόκου, καὶ πάντων τῶν ἁγίων αὐτοῦ.

For I believe that thou, being a genuine disciple of the Son of God, bearest the teacher in thyself living and active through all the conduct of thy life, inasmuch as thou hast gone over to him wholly from childhood; so that, through me too, the lowly mediator, 457and a sinner, and having nothing worthy of thy virtue, thou mayest honour his loving-kindly self-emptying on our behalf, and receive this sister who repents and is melted in tears. For great and unspeakable is the contrition of her heart and the humility of her spirit, both for the sin she has committed and for the separation from you that she has suffered. Do not then, blessed handmaid of God, set at nought a heart broken and humbled, which God has not set at nought; Psal. l, 19. but becoming compassionate and merciful, tender-hearted and sympathetic, imitate him who for our sake consented willingly, out of love for man, to die; and deign to receive her and embrace her, and endure to confirm thy love toward her. II Cor. ii, 8. And strengthen her with words and works of love for man and gentleness, and snatch her out of the hands of the tyrant, and bind up with sympathy the bruises that have come to her; Psal. cxlvi, 3. lest, much weighed down[?] by grief, she be impaled upon the stake of despair; and the blood of a soul overlooked by us be required of us — or rather, to speak more truly, of a soul handed over to the enemy of our life, for him to have her under his rein for whatever he wishes; a soul which ought to live through our long-suffering and mildness; and we be justly accused, as having neglected the divine wills and sufferings. For alike — even if the saying is hard, yet it is true — they dishonour the good will of God, and set at nought his loving-kindly self-emptying on our behalf, so far as in them lies, both those who will not repent and those who do not receive the penitent; because, though we ought to make one another's misfortunes our own on account of the equality of honour of nature, we have been shown not to have reverenced even the very goodness of God toward us, if we have not imitated it at least toward our own kind.

As one, then, who knows, blessed handmaid of God, that the divine justice is fittingly fitted to the dispositions of our souls, becoming toward us such as we have made ourselves toward one another, and rendering God to us such as we have first disposed ourselves toward those of like passions with us, do not delay to receive with outstretched hands thy suppliant and handmaid; but without delay, in imitation of God, with all diligence lay the sheep upon thy shoulders, and carry her to the safe fold, and keep her henceforth beyond the capture of the wolves; so that thou too mayest obtain such a God and Saviour Christ, loving man, the Judge of all, at his fearful and all-glorious appearing, rendering to thee the everlasting fruits of what thou hast sown. Whom may we too find gracious, by his grace and love for man; by the prayers and intercessions of our Lady, the all-glorious Theotokos, and of all his saints.

Ἀμήν.

460ΙΒ΄. Τοῦ αὐτοῦ, πρὸς Ἰωάννην κοιβικουλάριον, Περὶ τῶν ὀρθῶν τῆς Ἐκκλησίας τοῦ Θεοῦ δογμάτων· καὶ κατὰ Σευήρου τοῦ αἱρετικοῦ. Καλῶς ἔχειν λογισάμενος, μηδὲν ὑμῖν τῶν εἰς ἐμὲ ἐρχομένων περὶ ὑμῶν αὐτῶν, θεοφύλακτοι, ἀναγγείλαι ὑποστείλασθαι · τοῦτο γὰρ κελεύει ὁ ἡμέτερος τῆς ἀληθοῦς ἀγάπης νόμος καὶ νομοθέτης καὶ αὐτοαγάπη Χριστός · δι᾿ ἑαυτῶν ἀλλήλους ἡμᾶς οἰκειοῦσθαι διδάσκων · τὸ παρὸν τῆς ἐπιστολῆς γράμμα πεποίημαι · δηλῶν, ὡς κατὰ τὸν Νοέμβριον μῆνα τῆς ἐνεστώσης πεντεκαιδεκάτης ἐπινεμήσεως, κατέλαβε τὰ ἐνταῦθα Θεόδωρός τις τοὔνομα καγκελλάριος · εὐγενὴς ὄντως, καὶ τρόπων ἐλευθερίας οὐχ ἀμοιρῶν, ὡς ἐμέ γε ἐκ τῶν ὁρωμένων στοχάσασθαι δυνατόν, γράμμα ἐπιφερόμενος παρὰ τῆς καινῆς ἡμῶν δεσποίνης τῆς θεοφυλάκτου Πατρικίας, ὡς ἔλεγε κεχαραγμένον, πρὸς τὸν εὐλογημένον δοῦλον τοῦ Θεοῦ Fr. τοῦ Χριστοῦ., τὸν ἐνταῦθα πανεύφημον ἔπαρχον · χάριν τοῦ ἀπολυθῆναι τὰς οἰκούσας ἐνταῦθα μοναζούσας · τῆς τε μονῆς τῆς ἀμμᾶς Ἰωαννίας, τῆς ἀπὸ Ἀλεξανδρείας, καὶ τῆς ἐπιλεγόμενης μονῆς τῶν Σακερδῶτος, τῆς Σευήρου οὔσας αἱρέσεως · τοῦ τοιαύτη χρησαμένου κατὰ τῆς ἀληθείας μανίᾳ τε ψεύδους καὶ περιουσίᾳ, ὡς καὶ μέχρι τῆς σήμερον τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ διοχλῆσαι ἀρκεῖν. Οὐδενὶ δὲ ἄλλῳ ἀπ᾿ οὐδενὸς ἑτέρου τὸ σύνολον τῶν ὑπουργεῖν ἐκεῖσε ἀποταγέντων τῇ θεοφυλάκτῳ Πατρικίᾳ ἀρχόντων, οὐδ᾿ ἕως συλλαβῆς ψιλῆς διεκόμισεν. Ὅθεν κἀγὼ σὺν πολλοῖς ἄλλοις ἐθαύμασα, τίς, ἐν ἐμαυτῶ διαπορῶν, ὁ λόγος καθ᾿ ὃν οὐδέν μοι δι᾿ αὐτοῦ ἠξίωσε δηλῶσαι ὁ θεοφύλακτός μου δεσπότης · καὶ πολύν, ὡς εἰκός, ὅπερ φιλεῖ συμβαίνειν ἐν τοῖς τοιούτοις, ὡς ἴστε, δέσποτα, τοῖς πιστοῖς λαοῖς γαγγυσμὸν ἐποίησε τὸ τοιοῦτον γράμμα · καὶ τὸ περὶ τὴν δέσποιναν ἡμῶν τὴν πανεύφημον Πατρικίαν παρὰ τῇ καθολικῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ σέβας μικροῦ ἐμείωσε · καὶ πάντας τοὺς ταύτην οἰκοῦντας τὴν Ἄφρων χώραν, προλήψεσι χρησταῖς περὶ αὐτῆς ἤδη προκατειλημμένους διέσεισεν, εἰ μὴ πρεπούσῃ τῇ αὐτοῦ συνέσει μεθόδῳ χρησάμενος ὁ λεχθεὶς πανεύφημος ἔπαρχος, ψευδὲς εἶναι τὸ γράμμα καὶ νόθον πανταχοῦ διεφήμισε · καὶ ἀγανακτεῖν κατὰ τοῦ καγχελλαρίου προσεποιήσατο, καὶ τοῖς ἀνασυρεῖσι τῶν αἱρετικῶν προφάσει τοῦ τοιούτου γράμματος, τῶν τε ἀπὸ Ἀλεξανδρείας καὶ Συρίας δεόντως ἐχρήσατο · τοὺς μὲν φυλακαῖς, τοὺς δὲ καὶ πληγαῖς παιδεύσας, μὴ ὑβρίζειν λέγων τὰς προλήψεις τῆς δεσποίνης ἡμῶν τῆς Πατρικίας.

Amen.

460LETTER 12

Of the same, to John the Cubicularius, on the right doctrines of the Church of God; and against Severus the heretic.

Having reckoned it well not to hold back from announcing to you anything of what comes to me concerning yourselves, God-guarded ones — for this is what our law and lawgiver of true love, Love-itself, Christ, commands, teaching us to make one another our own through ourselves — I have made the present writing of a letter, to make known that in the month of November of the present fifteenth indiction there arrived here a certain Theodore by name, a cancellarius — well-born indeed, and not without share in liberality of manners, so far as I at least can conjecture from what is seen — bearing a letter from our common mistress, the God-guarded Patricia, inscribed, as he said, to the blessed servant of God, the all-praised prefect here, for the release of the nuns living here, both of the monastery of amma Joannia, the one from Alexandria, and of the monastery called "of the Sacerdos", who are of the heresy of Severus — Severus, who used against the truth such madness and abundance of falsehood as to suffice to trouble the holy Church of God even to this day. But to no one else, from no other at all of the officials assigned to serve the God-guarded Patricia there, did he bring so much as a bare syllable. Whence I too, with many others, wondered, puzzling within myself what the reason was for which my God-guarded master did not deign to make anything known to me through him. And much murmuring, as was likely — the thing that is wont to happen in such cases, as you know, master — did that letter cause among the faithful peoples; and it all but diminished the reverence in the catholic Church of God toward our mistress, the all-praised Patricia; and it would have shaken all who inhabit this country of the Africans, who had already been possessed by good preconceptions about her, had not the said all-praised prefect, using a method befitting his understanding, published everywhere that the letter was false and spurious, and pretended to be indignant against the cancellarius, and dealt as was fitting with those of the heretics, both from Alexandria and from Syria, who had been brought into the open on the pretext of such a letter: some he chastised with prisons, some also with blows, saying they were not to outrage the preconceptions of our mistress Patricia.

Ἰσχυρίζοντό γὰρ ἀναιδῶς, ἐρειδόμενοι, ὡς εἶπον, τῷ γράμματι, χαίρειν αὐτὴν τοῖς αὐτῶν δόγμασι · καὶ 461πᾶσι λέγειν οὐ παρῃτοῦντο ψευδόμενοι, ὧν καὶ Θωμᾶς ὁ λεγόμενος αὐτῶν ἐπίσκοπος, τῶν ἐπ᾿ ἀδείας πρὸς αὐτὴν παραγινομένων, καὶ μεγάλως παρ᾿ αὐτῆς τιμωμένων εἷς ὢν τυγχάνει· ὅπερ πάντων μάλιστα τοὺς πάντας ἐτάραξέ τε καὶ ἐσκανδάλισεν. Ὥστε κἀμὲ ἐξ ἀνάγκης τότε κληθέντα ἀπελθεῖν, ἐλέγξαι τε τοὺς τοῦτο εἰπεῖν τολμήσαντας κατὰ πρόσωπον, καὶ τοὺς ἀκούσαντας πεῖσαι, ὡς οὐδαμῶς χάριτι τοῦ Σωτῆρος Χριστοῦ ἢ αὐτή, ἢ ὁ ἐν ἁγίοις γενόμενος αὐτῆς σύμβιος καθοτιοῦν αἱρετικοῖς προσπεπόνθασιν. Ὁμοίως δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἐνταῦθα ἐπιξενουμένων εὐλαβεστάτων μοναχῶν, καὶ μάλιστα οἱ εὐλογημένοι δοῦλοι τοῦ Θεοῦ καὶ Πατέρες ἡμῶν, οἱ ἐπίκλην Εὐκρατάδης τὰ αὐτὰ λέγοντες, τοὺς πολλοὺς ἐποίουν τῆς τοιαύτης ψευδοῦς ὑπονοίας ἐκτός. Καὶ ἁπλῶς εἰπεῖν, διὰ παντὸς τρόπου ἐλήλυθεν ὁ εἰρημένος πανεύφημος ἀνήρ, παντὸς μώμου καθαρὰν αὐτὴν ἀποδεῖξαι, καὶ πιστὴν τῷ Θεῷ, καὶ τιμίαν οὖσαν φανερῶσαι τοῖς πᾶσι προθέμενος. Ἐγὼ δὲ οὔπω τῆς ἐπὶ τοῦτο ἀμφιβολίας ἐλεύθερος γέγονα, ὁ μάλιστα τὰ ὑμέτερα οἰκειούμενος, ὁ μικρὸς καὶ οὐδενὸς ἄξιος, τῶν μεγάλων καὶ τῆς θείας ἠξιωμένων χάριτος· ἀσχάλλων ἔτι περὶ τούτου, καὶ οὐχ ἔχων τί κρίνας ψηφίζομαι. Τὴν τε γὰρ κοινὴν ἡμῶν δέσποιναν τὴν πανεύφημον Πατρικίαν ἐπὶ τῆς ἀρραγοῦς τῆς πίστεως πέτρας βεβηκυῖαν ἐκ προγόνων εἰδὼς, καὶ μηδὲν ἄλλο σχεδὸν ἀναπνεῖν δεδιδαγμένην, ἢ τὴν ὀρθὴν εἰς Θεὸν πίστιν, τὴν κατὰ τὴν τοῦ Θεοῦ καθολικὴν Ἐκκλησίαν κηρυττομένην, πιστεύειν οὐχ ἔχω αὐτῆς ὑπάρχειν τὸ γράμμα. Καὶ πάλιν ὁρῶν ὅρκοις φρικτοῖς πιστούμενον τὸν εἰρημένον καγκελλάριον, καὶ ἐπὶ τούτῳ καὶ μόνον παρ᾿ αὐτῆς πεπέμφθαι ἐνταῦθα διαβεβαιούμενον, φοβερὸν ἡγοῦμαι τὸ μὴ πιστεύειν· καὶ μέσος εἰμὶ δύο λογισμῶν ἑστὼς μεθόριος, οὐκ ἔχων τὸν νικῶντα εὑρεῖν, καὶ πρὸς ἑαυτὸν τῆς ψυχῆς ἐπισπᾶσθαι δυνάμενον τὴν συγκατάθεσιν. Πλήν, δέσποτά μου εὐλογημένε, ἵνα τἀληθὲς εἴπω, καὶ πᾶν ὃ κρίνειν δεδύνημαι ἐξαγορεύσω· καὶ δέξασθέ με ἐκ πολλοῦ πόνου ψυχῆς διὰ τὴν πρὸς ὑμᾶς ἀγάπην τολμηρῶς παρρησιαζόμενον· εἰ τῷ ὄντι βουλήσει καὶ γνώμῃ τῶν θεοφυλάκτων ὑμῶν, τὸ ὑπὲρ τῶν εἰρημένων αἱρετικῶν γυναικῶν γράμμα παρ᾿ αὐτῆς γεγένηται· ὅπερ θαυμάζω, οὐκ ἀποδέχομαι· οὐκ ἔξω βάρους εἶναι ὑμᾶς τεκμαιρόμενος. Ἀκούω γὰρ τῆς θείας διδασκούσης Γραφῆς, ὡς Ἰωσαφὰτ ὁ εὐσεβὴς ἐκεῖνος καὶ πιστὸς τῆς Ἰουδαίας γενόμενος βασιλεὺς, τῷ Ἀχαὰβ βασιλεῖ τοῦ Ἰσραὴλ, πολλοῖς ῥερυπωμένος εἰδωλολατρείας μολυσμοῖς, κατὰ τῆς Συρίας ποτὲ κινήσαντι πόλεμον συμμαχήσας, ἠγανακτήθη τε καὶ ἐνεγκλήθη ὑπὸ τοῦ Θεοῦ, πρὸς αὐτὸν οὕτω διὰ τοῦ προφήτου φήσαντος· Εἰ ἀνθρώπῳ μισουμένῳ μοι, καὶ ἐχθραίνοντι, Κυρίῳ τῷ Θεῷ σὺ βοηθεῖς;

For they insisted shamelessly, relying, as I said, on the letter, that she rejoiced in their doctrines; and 461they did not refuse, lying, to say it to all. Of whom Thomas also, their so-called bishop, happens to be one of those who come to her with free access and are greatly honoured by her — which above all troubled and scandalized everyone. So that I too, of necessity, being summoned then, went off, and refuted to their face those who had dared to say this, and persuaded those who had heard that by no means, by the grace of the Saviour Christ, had either she, or her consort who is now among the saints, been attached in any way whatever to heretics. And likewise many others of the most devout monks sojourning here, and especially the blessed servants of God and our Fathers, those surnamed the Eucratades, saying the same things, put the many outside such false suspicion. And, to speak simply, the said all-praised man went every way, having proposed to show her pure of every blame, and to make her manifest to all as faithful to God and honoured.

But I have not yet become free of the uncertainty over this — I who above all make your affairs my own, the small and worthy of nothing, the affairs of you who are great and have been counted worthy of divine grace — still distressed about it, and not having anything I can judge and vote for. For knowing our common mistress, the all-praised Patricia, to have stood from her forebears on the unbroken rock of the faith, and to have been taught to breathe almost nothing else than the right faith toward God, the faith preached in the catholic Church of God, I cannot believe the letter to be hers. And again, seeing the said cancellarius pledging himself with dreadful oaths, and affirming that he had been sent here by her for this and this alone, I count it a fearful thing not to believe; and I stand in the middle, on the border between two thoughts, unable to find the one that prevails and can draw the soul's assent to itself. However, my blessed master, that I may speak the truth and declare all that I have been able to judge — and receive me, speaking out boldly from much pain of soul because of my love toward you — if indeed the letter on behalf of the said heretical women has come from her by the wish and inclination of you, the God-guarded — which I wonder at, and do not accept — I judge you not to be outside the weight of it.

Εἰ δὲ ἄλλοις ἴσως ὑποθεμένοις τοῦτο πεισθεῖσα πεποίηκεν, οὐδ᾿ οὕτως τῷ γενομένῳ προστίθεμαι Fr. προστίθημι., 464τὸν Ῥοβοὰμ ἐκεῖνον τὸν τοῦ μεγάλου Σολομῶντος υἱὸν ἐνθυμούμενος, τὸν διὰ τοῦ προκρῖναι τῆς τῶν πρεσβυτέρων βουλῆς τὴν τῶν νεωτέρων, τὸ πλεῖστον τῆς ἑαυτοῦ βασιλείας ὑποτεμόμενον· ἅμα δὲ καὶ κανονικοῖς πράγμασι ἐγχειρεῖν οἷς μὴ θέμις, ἀπώμοτον γινώσκων, καὶ μάλιστα γυναιξὶν, αἷς τὸ σιωπᾶν ἀναπνοῆς προσφορώτερον ὁ θεῖος ἀπεφήνατο λόγος. Οὐ δεῖ οὖν αἱρετικοῖς καθ᾿ οἷον δήποτε τρόπον, ὡς αἱρετικοῖς, βοηθεῖν, εἰ καὶ πᾶσι πάντα μετελθεῖν ἀδεῶς ἐπετέτραπτο· διά τε τὰς εἰρημένας αἰτίας, ἵνα μὴ τῷ Θεῷ προσκρούοντες λάθωμεν· καὶ τὸ μὴ καλὸν εἶναι διδόναι αὐτοῖς ἄδειαν ἐμπομπεύειν τῷ οἰκείῳ ψεύδει, καὶ ἀνασείεσθαι κατὰ τῆς εὐσεβείας· ἵνα μὴ δι᾿ ἡμῶν ἐμφανισθέντες, ὄφεως δίκην, τῶν ἀφελεστέρων τινὰς ἀπάτης δήγματι δυνηθῶσι τῆς κατὰ τὴν πίστιν ἀσφαλοῦς βάσεως κατασεῖσαι· καὶ εὑρεθῶμεν καὶ ἡμεῖς, ὡς οὐ θέλομεν, τῆς ὑπὲρ τούτου ἐπηρτημένης αὐτοῖς συμμετέχοντες δίκης. Οὕτω γὰρ καταρχὰς τῇ συνήθει χρησάμενος καὶ περὶ αὐτὰς συμπαθείᾳ ὁ πανεύφημος ἔπαρχος, ὡς καὶ πολλοῦ χρυσίου ἄξιον οἶκον αὐταῖς δωρήσασθαι πρὸς καταμονὴν μετὰ τῆς λοιπῆς τῶν χρειῶν δαψιλοῦς ἐπιδόσεως· ὡς ηὗρε Fr. εὗρε. τῇ οἰήσει τῆς ὑπερηφανίας τυφωθείσας αὐτὰς, ἀπετράπη. Εὐθὺς γὰρ, ὥσπερ ἐξ ἐπιτάγματος, τοῦ συνάγειν ἥρξαντο, καὶ ὑποσύρειν πιστῶν θυγατέρας· κρύπτειν τε καὶ ἀρνεῖσθαι τοὺς γονέας, ἐφ᾿ ἱκανὸν αὐτὰς ἐπιζητοῦντας χρόνον· καὶ ἱλασμοὺς, καὶ παραβαπτίσματα ποιεῖν τολμᾶν· καὶ διὰ πολλῆς πολλάκις ἐλθὼν πρὸς αὐτὰς παρακλήσεως ταῦτα μαθὼν, καὶ τῶν μὲν τοιούτων παύσασθαι πραγμάτων, ἑνωθῆναι δὲ τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ ἐπὶ πολὺ παραινέσας, καὶ μηδὲν ἀνύσας· τέλος, ὡς μέγα εἶδε καὶ ἄσχετον ἤδη γινόμενον τὸ κακὸν, καὶ τοὺς δήμους τῶν πιστῶν ὑπολαλοῦντας τὰ γινόμενα, φοβηθεὶς μή τι εἰς αὐτὰς ἄτακτον προέλθοι, θυμῷ ζέσαντος ἐπ᾿ αὐταῖς τοῦ πιστοῦ πλήθους τῶν Ῥωμαίων, μηδ᾿ αὐτῆς ψιλῆς ὀνομασίας τῶν αἱρετικῶν ἀνεχομένου, βουλῆς καὶ γνώμης περὶ τούτου γενέσθαι βασιλικῆς πρέπον καὶ ἔννομον ἡγησάμενος, πάντα δι᾿ ἀναφορᾶς, ἅμα τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ, καὶ τοῖς ἐνδοξοτάτοις τῶν ἐνταῦθα λογάσι, τῷ εὐσεβεστάτῳ ἡμῶν βασιλεῖ, καὶ τοῖς ἁγιωτάτοις πατριάρχαις, τῷ τε Ῥώμης καὶ τῷ Κωνσταντινουπόλεως ἀνήγαγε.

For I hear the divine Scripture teaching how Jehoshaphat, that pious and faithful king of Judaea, having allied himself with Ahab king of Israel, befouled with many defilements of idolatry, when Ahab once moved war against Syria, was the object of God's indignation and was charged by God, who spoke thus to him through the prophet: Dost thou help a man hated by me, and hostile to the Lord God? And if she did this persuaded by others, who perhaps suggested it, not even so do I side with what was done, 464calling to mind that Rehoboam, son of the great Solomon, who by preferring the counsel of the younger men to that of the elders cut away the greater part of his own kingdom; III Reg. xii, 13. and at the same time knowing that to lay hands on canonical matters is forbidden to those for whom it is not lawful, and especially to women, for whom the divine word has declared silence more fitting than breath. I Cor. xiv, 34.

One must not, then, help heretics in any mode whatever, as heretics, even if it had been permitted to all to pursue all things without fear: both for the reasons stated, lest we strike against God unawares; and because it is not good to give them licence to parade in their own falsehood and to rise up against piety — lest, being brought into the light through us, like a serpent they should be able with the bite of deceit to shake some of the simpler from the safe footing of the faith, and we too be found, as we do not wish, sharing in the judgement that hangs over them for this. For thus at first the all-praised prefect, using his accustomed compassion toward them as well, went so far as to make them a gift of a house worth much gold for their dwelling, with a lavish supply besides of the rest of their needs; when he found them puffed up with the conceit of pride, he turned away. For at once, as if by a command, they began to gather, and to draw away the daughters of the faithful; to hide them and deny them to their parents, who sought them for a long time; and to dare to perform expiations and counterfeit baptisms. And having learned these things, he came to them often with much entreaty, and exhorted them at length to cease from such doings and to be united to the holy Church of God, and achieved nothing. At last, when he saw the evil now becoming great and unchecked, and the peoples of the faithful murmuring at what was happening, fearing lest something disorderly should befall them — the faithful multitude of the Romans seething with anger against them, and not bearing even the bare naming of the heretics — he judged it fitting and lawful that there should be an imperial counsel and inclination on this matter, and referred everything by report, together with the most holy archbishop and the most glorious notables here, to our most pious emperor and to the most holy patriarchs, of Rome and of Constantinople.

Καὶ δὴ γαληνὸν τοῦ πιστοτάτου ἡμῶν βασιλέως, καὶ ἱερὸν τῶν μακαριωτάτων πατριαρχῶν δεξάμενος γράμμα, παρακελευόμενον πάντας μὲν αἱρετικοὺς τῆς χώρας ἐλαύνεσθαι, τοὺς τῇ ἰδίᾳ κακοδοξίᾳ ἐμμένοντας· τὰς δὲ εἰρημένας γυναῖκας βουλομένας μὲν τῇ ἁγίᾳ καὶ ἀχράντῳ καὶ ζωοποιῷ κοινωνίᾳ τῆς καθολικῆς Ἐκκλησίας προσελθεῖν, ἔχειν τὰ ἴδια κοινόβια ἀπαρεγχείρητα· ἀνανευούσας δὲ τῇ τε ἀληθείᾳ, καὶ τῷ βασιλικῷ εἴκειν μὴ πειθομένας θεσπίσματι, διηνεκῶς ἐν τοῖς τῶν ὀρθοδόξων ἀσκητηρίοις κατὰ μίαν διηρῆσθαι, καὶ τὰ πράγματα αὐτῶν κατὰ τὸν νόμον, οἷς μάλιστα 465θαῤῥοῦσαι τοὺς αὐτὰς πλανῶντας δαψιλῶς παρέτρεφον, τῷ δημοσίῳ προσχωρηθῆναι ταμείῳ· ἐποίησε πάντα σπουδαίως καθὼς ἐκελεύσθη. Πάντας μὲν χάριτι Χριστοῦ πείσας τοὺς ἀπὸ Συρίας αἱρετικούς, Αἰγύπτου τε καὶ Ἀλεξανδρείας καὶ Λιβύης, προσελθεῖν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ· τῶν δὲ εἰρημένων γυναικῶν, τὰς μὲν ἀπὸ τῆς μονῆς τῶν Σακερδῶτος, ἀφρόνως πρὸς τὴν κέλευσιν τοῦ εὐσεβοῦς δεσπότου διὰ τὴν σύντροφον ὑπερηφανίαν ἐνεχθείσας, διανείμας εἰς τὰ εὐαγῆ τῶν ὀρθοδόξων ἀσκητήρια, πληρώσεως ἕνεκεν τῶν εὐσεβῶς κεκελευσμένων, καὶ τὰς μὲν παρακλήσει, τὰς δὲ καὶ ὑποπτώσει, καὶ πάντα πάσαις διὰ τὸν Θεὸν γενόμενος· ὀψέ ποτε τὸ δέον μεταμαθούσας, ἑνωθῆναι τῇ τοῦ Θεοῦ καθολικῇ Ἐκκλησίᾳ πείσας, σὺν ἄλλοις πολλοῖς κοινοβίοις· τὰς δὲ τῆς ἀμμᾶς Ἰωαννίας, ἐμφρόνως μάλα γε εἰκότως, διὰ τὴν προλάμπουσαν τῶν ἐκκλησιαστικῶν δαγμάτων ἀλήθειαν, μετὰ πάσης χαρᾶς προσελθούσας, ἀποκατέστησεν πᾶσί τε καὶ πάσαις τὰ ἴδια μοναστήρια· μισθὸν ἐπάξιον τῆς αὐτοῦ περὶ τὰ θεῖα μεγαλοφυΐας εὑράμενος, τὸ καὶ ἀποστολικοῖς κοσμηθῆναι χαρίσμασι, καὶ στόμα Κυρίου γνήσιον χρηματίσαι, κατὰ τὸ φάσκον θεῖον λόγιον, Ἐὰν ἐξαγάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Μᾶλλον δὲ τῆς μενούσης αὐτὸν θείας ἀμοιβῆς προοίμιον, καὶ τῆς σὺν Χριστῷ δόξης ἀῤῥαβῶνα πιστότατον, τοῦτο τὸ μέγα καὶ θαυμαστὸν ἔργον κομισάμενος. Οὐ θέλων δὲ τοὺς αἱρετικοὺς θλίβεσθαι, οὐδὲ χαίρων τῇ κακώσει αὐτῶν, γράφω ταῦτα, μὴ γένοιτο, ἀλλὰ τῇ ἐπιστροφῇ μᾶλλον χαίρων καὶ συναγαλλόμενος. Τί γὰρ τοῖς πιστοῖς τερπνότερον, τοῦ θεᾶσθαι τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένα, συναγόμενα εἰς ἕν. Οὔτε ὑμῖν τοῦ φιλανθρώπου τὸ ἀπηνὲς παραινῶν προτιθέναι· μὴ οὕτω μανείην· ἀλλὰ μετὰ προσεχείας καὶ δοκιμασίας ποιεῖν τε καὶ ἐνεργεῖν τὰ καλὰ εἰς πάντας ἀνθρώπους, καὶ πᾶσι πάντα γινομένους, καθὼς ἕκαστος ἐπιδεῖται Fr. et Venet. ἐπι[?δ[?]ξ[?]ται (the word is broken into dots and cannot be read letter by letter; apparently a form of ἐπιδέχεται / ἐπιδίδοται)] ὑμῶν, παρακαλῶν· πρὸς μόνον τὸ καθοτιοῦν αἱρετικοῖς συνάρασθαι εἰς σύστασιν τῆς φρενοβλαβοῦς αὐτῶν δόξης, σκληροὺς παντελῶς εἶναι ὑμᾶς καὶ ἀμειλίκτους βούλομαί τε καὶ εὔχομαι. Μισανθρωπίαν γὰρ ὁρίζομαι ἔγωγε, καὶ ἀγάπης θείας χωρισμὸν, τὸ τῇ πλάνῃ πειρᾶσθαι διδόναι ἰσχὺν εἰς περισσοτέραν τῶν αὐτῇ προκατειλημμένων φθορὰν.

Ἔκθεσις ὀρθῆς ὁμολογίας. Πρὸ δὲ πάντων καὶ ἐπὶ πᾶσι, νήφειν τε καὶ ἀγρυπνεῖν καὶ παρατηρεῖσθαι τῶν κλεπτῶν τὰς ἐφόδους, ἵνα μὴ συληθέντες ὑπ᾿ αὐτῶν λάθωμεν· φυλάξομεν δὲ μᾶλλον τὸ μέγα καὶ πρῶτον τῆς σωτηρίας ἡμῶν φάρμακον· τὴν καλὴν λέγω τῆς πίστεως κληρονομίαν· ὁμολογοῦντες ψυχῇ τε καὶ στόματι μετὰ παῤῥησίας, ὡς οἱ Πατέρες ἡμᾶς ἐδίδαξαν.

And indeed, having received the serene letter of our most faithful emperor and the sacred letter of the most blessed patriarchs, ordering that all heretics who remained in their own wrong belief be driven from the country; and that the said women, if they were willing to come over to the holy and spotless and life-giving communion of the catholic Church, should keep their own coenobia untouched; but if they refused the truth and would not be persuaded to yield to the imperial decree, should be divided one by one, permanently, among the monasteries of the orthodox; and that their property, according to the law — 465the property on which above all they relied in lavishly maintaining those who led them astray — be made over to the public treasury: he did all zealously, as he was commanded. All the heretics from Syria, Egypt, Alexandria and Libya he persuaded, by the grace of Christ, to come over to the holy Church of God. Of the said women, those from the monastery of the Sacerdos, who had borne themselves senselessly toward the command of the pious master through their ingrained pride, he distributed among the hallowed monasteries of the orthodox, to fulfil what had been piously commanded; and some by entreaty, others also by falling at their feet, and becoming all things to all women for God's sake, he persuaded them — when at long last they had learned better what was right — to be united to the catholic Church of God, together with many other coenobia. Those of amma Joannia, who came over wisely, and very fittingly, with all joy, because of the truth of the Church's doctrines shining out before them, he restored, and to all, men and women, their own monasteries — having found a reward worthy of his greatness of nature in divine things: to be adorned with apostolic gifts of grace, and to be styled the genuine mouth of the Lord, according to the divine oracle that says, If thou bring forth the precious from the worthless, thou shalt be as my mouth. Jerem. xv, 19. Or rather, he obtained this great and wonderful work as a prelude of the divine recompense that awaits him, and a most faithful earnest of the glory with Christ.

Not that I write this wishing the heretics to be afflicted, or rejoicing in their ill-treatment — God forbid! — but rather rejoicing and exulting together at their return. For what is more delightful to the faithful than to behold the children of God that were scattered gathered into one? Joan. xi, 52. Nor am I exhorting you to set the harsh before the humane — may I not be so mad! — but urging you to do and to operate good things toward all men with attentiveness and testing, and to become all things to all, as each has need of you; only toward joining in any way whatever with heretics for the establishment of their deranged opinion do I wish and pray that you be wholly hard and implacable. For I, for my part, define it as misanthropy and separation from divine love to try to give strength to error, to the greater corruption of those already possessed by it.

Exposition of the right confession.

But before all and over all, we must be sober and keep vigil and watch for the assaults of the thieves, lest we be despoiled by them unawares; and let us rather guard the great and first medicine of our salvation — I mean the fair inheritance of the faith — confessing it with soul and mouth, with boldness, as the Fathers taught us.

Οἵτινες τοῖς ἐξ 468ἀρχῆς αὐτόπταις καὶ ὑπηρέταις γενομένοις τοῦ Λόγου ἑπόμενοι, τὸν ἕνα τῆς ἁγίας καὶ ὁμοουσίου, ἀχράντου τε καὶ μακαρίας Τριάδος τὸν Υἱὸν τοῦ Θεοῦ Θεὸν Λόγον τὸ ἀπαύγασμα τῆς δόξης· καὶ χαρακτήρα τῆς πατρικῆς ὑποστάσεως, τὸν πάσης ὁρατῆς τε καὶ ἀοράτου κτίσεως δημιουργὸν, τὸν ἄπειρον, τὸν ἀόριστον, τὸν ἀόρατον, τὸν ἀκατάληπτον, τὸν ἀπερινόητον, τὸν πάντα μόνῃ ῥοπῇ τοῦ θελήματος καὶ ποιήσαντα καὶ συνέχοντα · τὸν ἀγαθότητι ἄμετρον, ἔφασαν ἐνανθρωπῆσαι δι᾿ ἡμᾶς, καὶ σαρκωθῆναι ἐκ τῆς ἁγίας πανενδόξου ἀειπαρθένου Μαρίας, τῆς κυρίως καὶ κατ᾿ ἀλήθειαν Θεοτόκου · σάρκα ἐξ αὐτῆς ἑνώσαντα ἑαυτῷ καθ᾿ ὑπόστασιν τὴν ἡμῖν ὁμοούσιον, ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ οὐδ᾿ ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ προϋποστᾶσαν, ἀλλ᾿ ἐν αὐτῷ τῷ Θεῷ καὶ Λόγῳ, καὶ τὸ εἶναι καὶ τὸ ὑποστῆναι λαβοῦσαν · καὶ τέλειον ὄντα Θεὸν γενέσθαι τέλειον ἄνθρωπον · μήτε τὸ Θεὸς εἶναι ἀποθέμενον διὰ τὸ γενέσθαι ἄνθρωπον, ὅπερ οὐχ ἦν · μήτε κωλυθέντα γενέσθαι ὅπερ οὐχ ἦν, ἄνθρωπον, διὰ τὸ μεμενηκέναι ὅπερ ἦν καὶ ἔστι, Θεός · ἀλλὰ τοῦτο ὄντα, κἀκεῖνο γενέσθαι, ἑκάτερόν τε ἐπαληθεύοντα, τὸ θεῖον ὁμοῦ καὶ ἀνθρώπινον πιστοῦσθαι θαύμασι θείοις καὶ παθήμασιν ἀνθρωπίνοις καὶ κατὰ μὲν τὴν ἑαυτοῦ πρὸς τὸν Πατέρα φύσιν τε καὶ οὐσίαν, ἄκτιστον, ἀόρατον, ἀπερίγραφον, ἀναλλοίωτον, ἄτρεπτον, ἀπαθῆ, ἄφθαρτον, ἀθάνατον, δημιουργὸν τῶν ἀπάντων · κατὰ δὲ τὴν τῆς σαρκὸς αὐτοῦ φύσιν καὶ ὑμετέραν, τὸν αὐτὸν κτιστὸν, παθητὸν, περιγραπτὸν, χωρητὸν, θνητόν · τὸν αὐτὸν μὲν, οὐ κατὰ τὸ αὐτὸ δὲ, διὰ τὰ ἐξ ὧν καὶ ἐν οἷς τὸ εἶναι ἔχει · ὁμοούσιον τὸν αὐτὸν τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα · διπλοῦν τὴν φύσιν, ἤτοι τὴν οὐσίαν · διὰ τὸ μεσίτην ὄντα Θεοῦ καὶ ἀνθρώπων, δεῖν κυρίως ἀποσώζειν τὴν πρὸς τὰ μεσιτευόμενα φυσικὴν οἰκειότητα, τῷ ὑπάρχειν ἀμφότερα · ὅπως αὐτῇ τῇ ἀληθείᾳ ἐν ἑαυτῷ καὶ δι᾿ ἑαυτοῦ, συνάψας τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, τὴν ὑλικὴν τῶν ἀνθρώπων φύσιν, τὴν ἐκ τῆς ἁμαρτίας πολεμωθεῖσαν, τῷ Θεῷ καὶ Πατρὶ προσαγαγὼν σωθεῖσαν, φιλωθεῖσάν τε καὶ θεωθεῖσαν · οὐχ οὐσίας ταυτότητι, ἀλλὰ δυνάμει ἀρρήτῳ τῆς ἐνανθρωπήσεως · θείας κοινωνοὺς φύσεως, διὰ τῆς ἐξ ἡμῶν ἁγίας αὐτοῦ σαρκὸς, ὡς ἀπαρχῆς καὶ ἡμᾶς ἀπεργάσηται.

They, following those who 468from the beginning were eyewitnesses and ministers of the Word, Luc. i, 2. said that the one of the holy and consubstantial, spotless and blessed Trinity, the Son of God, God the Word, the radiance of the glory and the impress of the Father's hypostasis, Hebr. i, 3. the Creator of all creation visible and invisible, the infinite, the unbounded, the invisible, the incomprehensible, the inconceivable, who both made and holds together all things by the sole nod of his will, he who is measureless in goodness, became man for us, and was incarnate of the holy, all-glorious, ever-virgin Mary, who is properly and in truth Theotokos; having united to himself according to hypostasis flesh from her, consubstantial with us, animated with a rational and intellectual soul, which did not pre-subsist even for the twinkling of an eye, but received both its being and its subsisting in God the Word himself; and that, being perfect God, he became perfect man: neither having put off being God because of becoming man, which he was not, nor having been hindered from becoming what he was not, man, because of having remained what he was and is, God; but, being this, he became that too, and, verifying each, confirmed the divine together with the human by divine miracles and human sufferings; and that according to his own nature and essence, the one he shares with the Father, he is uncreated, invisible, uncircumscribed, unalterable, unchangeable, impassible, incorruptible, immortal, Creator of all things; but according to the nature of his flesh, which is ours, the same is created, passible, circumscribed, containable, mortal: the same, but not in the same respect, because of the things from which and in which he has his being; consubstantial, the same, with God and Father according to the Godhead, and consubstantial, the same, with us according to the manhood; double in nature, that is, in essence, because, being mediator of God and men, I Tim. ii, 5. he must properly preserve the natural kinship toward the parties mediated, by being both; so that in very truth, in himself and through himself, having joined the earthly to the heavenly, and having brought to the God and Father the material nature of men, which had been set at war by sin, saved, befriended and deified — not by identity of essence, but by the ineffable power of the becoming man — he might make us too partakers of the divine nature, II Petr. i, 4. through his holy flesh from us, as through a first-fruits.

Διὸ καὶ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτὸς, πράγματι καὶ οὐ κλήσει μόνῃ ὑπάρχων γινώσκεται · οὐ διπλοῦν δὲ τὴν ὑπόστασιν, ἤτοι τὸ πρόσωπον · διὰ τὸ ἕνα καὶ τὸν αὐτὸν, καὶ πρὸ σαρκὸς εἶναι, καὶ μετὰ σαρκὸς μεμενηκέναι · μηδὲ μιᾶς γενομένης προσθήκης τῇ ἁγίᾳ Τριάδι, ἢ ὑφαιρέσεως, ἐκ τῆς τοῦ Λόγου σαρκώσεως · τὸν αὐτὸν παθόντα μὲν σαρκὶ ὑπὲρ ἡμῶν · διὰ παντὸς δὲ τὸν αὐτὸν θεότητι ὄντα ἀπαθῆ καὶ διαμένοντα · ὥστε καὶ τὴν σωτηρίαν εἶναι τὴν ἡμετέραν ἐν τῷ θανάτῳ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ · ὢ τοῦ παραδόξου καὶ ἀνεκφράστου μυστηρίου ! καὶ τὴν θεικὴν τῆς οὐσίας αὐτοῦ πρὸς τὸν Πατέρα δόξαν τε καὶ ταυτότητα, διηνεκῶς μένειν ἀνελάττωτον.

469Περὶ διαφορᾶς· καὶ πῶς εὐσεβῶς δεῖ δύο φύσεις ὁμολογεῖν ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν. Τούτων οὕτω σοφῶς κατὰ τὴν ὑγιῆ ἔννοιαν· τοῖς ἱεροῖς τῆς Ἐκκλησίας διδασκάλοις διηγορευμένων, εὐσεβὲς πάντως ἐστὶν, αὐτοῖς καὶ ἡμᾶς ἑπομένους, ὁμολογεῖν δύο μὲν φύσεις ἀνομοίους κατὰ τὴν οὐσίαν εἶναι, τὰς συνελθούσας πρὸς τὴν ἄρρητον ἕνωσιν· ἀσυγχύτους δὲ ταύτας μεμενηκέναι δοξάζειν, καὶ μετὰ τὸ ἑνωθῆναι· τοῦ ἀσυγχύτους αὐτὰς μεμενηκέναι λέγειν, οὐ διαίρεσιν τὴν οἱανοῦν παρεισἄγοντος· μὴ γένοιτο πώποτε! ἀλλὰ τὴν διαφορὰν ἄτρεπτον μένειν σημαίνοντος. Οὔτε γὰρ ταὐτόν ἐστι διαφορὰ καὶ διαίρεσις. Διαφορὰ μὲν γάρ ἐστι λόγος, καθ᾿ ὃν ἀλλήλων διαφέρει τὰ ὑποκείμενα· καὶ τοῦ, πῶς εἶναι δηλοτικός· τουτέστι, τὸ εἶναι τὴν σάρκα τῇ φύσει καὶ τῇ οὐσίᾳ, ὅπερ ἐστί· καὶ τὸ εἶναι πάλιν τὸν Θεὸν Λόγον τῇ φύσει καὶ τῇ οὐσίᾳ, ὅπερ ἐστίν. Διαίρεσις δέ ἐστι, τομὴ διαμπάξ, ἤτοι δι᾿ ὅλου τὰ ὑποκείμενα τέμνουσα, καὶ ἰδίᾳ καὶ ἀνὰ μέρος καὶ καθ᾿ ἑαυτὰ ὑφεστῶτα, καὶ ἀλλήλων κεχωρισμένα τιθεῖσα. Εἰ τοίνυν ὁ τοιοῦτος λόγος καὶ μετὰ τὴν ἕνωσιν σώζεται, ὁ μὴ τετράφθαι δεικνὺς εἰς σάρκα τὸν Λόγον, καὶ τὴν σάρκα τοῦ κατὰ φύσιν ὅρου μὴ ἐκστᾶσαν· ἀλλ᾿ ἑκάτερον καθὸ πέφυκε κατ᾿ οὐσίαν μεμενηκέναι πιστούμενος, εἰ καὶ γέγονεν ἕνωσις· πῶς οὐ δίκαιον πάντως τὴν τῶν συνελθουσῶν φύσεων διαφορὰν ὁμολογεῖν καὶ μετὰ τὴν ἕνωσιν σώζεσθαι; Εἰ δὲ τοῦτο οὐκ ἀμφιβέβληται, ὡς αὐτὴν ἔχων μάρτυρα πιστὴν τὴν ἀλήθειαν, φανερὸν ὑπάρχει πᾶσι καὶ εὔδηλον, ὡς τὰ συνελθόντα μένει ἀσύγχυτα· μήτε τῆς θεότητος εἰς σάρκα τραπείσης, μήτε τῆς σαρκὸς εἰς θεότητος φύσιν μεταβληθείσης. Ποῖος οὖν λοιπὸν ὑπολέλειπται λόγος, εἰ φόβῳ Θεοῦ ἄγεσθαι πάντες ἄνθρωποι, καὶ πανταχοῦ τὴν ἀλήθειαν αὐτὴν τῶν θείων δογμάτων κανόνα, καὶ οὐχὶ τὴν ἑαυτῶν πταιστὴν ὑπόνοιαν ἔχειν βουληθῶμεν, ὁ ἀποδεῖξαι δυνάμενος, ὡς οὐχ εὔλογον ὁμολογεῖν τὰ σῳζόμενα.

Ἑτέρως περὶ τῶν αὐτῶν. Πρὸς τούτοις δὲ πᾶσι, τοὺς λόγους τῶν συνελθόντων σῳζομένους ἀεὶ οἱ Πατέρες διδάσκουσιν· αὐτὰ δὲ ταῦτα τὰ συνελθόντα, πρὸς ἓν ἄμφω συντελεῖν πρόσωπον τοῦ Υἱοῦ καὶ μίαν ὑπόστασιν. Εἰ δὲ τοῦτο, πῶς οὐ χρεὼν πάλιν κατὰ τοὺς Πατέρας, διὰ μὲν τοῦ εἰδέναι σῳζομένους τοὺς λόγους, τὴν διαφορὰν λέγειν· καὶ μετὰ τὴν ἕνωσιν σῴζεσθαι ἐν ἰδιότητι τῇ κατὰ φύσιν τῶν συνελθόντων ἑκάτερον· διὰ δὲ τοῦ ὁμολογεῖν ὡς πρὸς ἓν ἄμφω συντελοῦσι πρόσωπον τοῦ Υἱοῦ καὶ μίαν ὑπόστασιν, ἀκριβῶς γινώσκωσιν ὡς ἀδιαίρετα ταῦτα πεφύκασιν.

Wherefore the same is known to be God and man together, in reality and not in name only; but not double in hypostasis, that is, in person, because he is one and the same both before the flesh and has remained so with the flesh, no addition having been made to the holy Trinity, nor subtraction, by the incarnation of the Word; the same having suffered in the flesh for us, but the same remaining always impassible in Godhead; so that our salvation also is in the death of the only-begotten Son of God — O the paradoxical and inexpressible mystery! — and the divine glory and identity of his essence toward the Father remains perpetually undiminished.

469On difference; and how one must piously confess two natures in Christ after the union.

These things having been so wisely declared, according to the sound sense, by the sacred teachers of the Church, it is altogether pious that we too, following them, should confess that the natures that came together into the ineffable union are two, unlike according to essence; and should hold that these have remained unconfused even after being united — the saying that they have remained unconfused not bringing in any division whatever (may it never be!), but signifying that the difference remains unchanged. For difference and division are not the same. Difference is the principle according to which the subjects differ from one another, and is indicative of the "how they are": that is, that the flesh is by nature and essence what it is, and again that God the Word is by nature and essence what he is. Division is a cut right through, that is, one that cuts the subjects through the whole, and sets them as subsisting privately and part by part and by themselves, and separated from one another. If then such a principle is preserved even after the union — the one that shows that the Word was not changed into flesh, and that the flesh did not depart from the definition that belongs to it according to nature, but confirms that each has remained what it is by nature according to essence, even though a union has come about — how is it not altogether just to confess that the difference of the natures that came together is preserved even after the union? And if this is not in doubt, as having the truth itself as faithful witness, it is manifest to all and plain that the things that came together remain unconfused, neither the Godhead having been changed into flesh, nor the flesh having been altered into the nature of Godhead. What account, then, remains that can demonstrate that it is not reasonable to confess the things that are preserved — if all of us men wish to be led by the fear of God, and everywhere to hold the truth itself as the rule of the divine doctrines, and not our own fallible surmise?

Otherwise, on the same.

Besides all these, the Fathers teach that the principles of the things that came together are always preserved, while these very things that came together both concur in one person of the Son and one hypostasis. If so, how is it not needful again, according to the Fathers, through knowing that the principles are preserved, to speak of the difference, and to say that each of the things that came together is preserved after the union in the property that is according to nature; and, through confessing that both concur in one person of the Son and one hypostasis, to know exactly that these are by nature undivided?

Ὅτι δὲ ἡ τῶν 472συνελθόντων διαφορὰ, καὶ αὐτὰ δὲ ταῦτα τὰ συνελθόντα σώζεται μετὰ τὴν ἕνωσιν, πάσης τροπῆς ἐκτὸς καὶ συγχύσεως, ὁ ἁγιώτατος τῆς Ἐκκλησίας φωστὴρ Κύριλλος, ᾧ καὶ προστεθῆσθαι περισσῶς ὑποκρίνονται οἱ τῇ ἁγίᾳ τοῦ Θεοῦ διακενῆς πολεμοῦντες Ἐκκλησίᾳ, ἀρκέσει μαρτυρῶν ἐν μὲν τῷ δευτέρῳ κατὰ τῶν Νεστορίου δυσφημιῶν τόμῳ, γράφων τάδε· « Παρενηνεγμένου γε μὴν εἰς μέσον ἡμῖν μυστηρίου τοῦ κατὰ Χριστὸν, ὁ τῆς ἑνώσεως λόγος, οὐχ ἀγνοεῖ μὲν τὴν διαφορὰν, ἐξίστησι δὲ τὴν διαίρεσιν· οὐ συγχέων ἢ ἀνακιρνῶν τὰς φύσεις· ἀλλ᾿ ὅτι σαρκὸς καὶ αἵματος μετεσχηκὼς ὁ τοῦ Θεοῦ Λόγος, εἷς δὴ πάλιν καὶ ὁ αὐτὸς Υἱὸς νοεῖται καὶ ὀνομάζεται. » Ἐν δὲ τῇ Πρὸς Ἀνδρέαν τὸν μεμψάμενον τὸ τρίτον τῶν κεφαλαίων ἀπολογίᾳ, οὕτω λέγων· « Ἀμοιρήσεις δ᾿ ἂν καὶ μώμου παντὸς, τὸ εἰδέναι τυχὸν, ὡς ἑτέρα μέν ἐστι καὶ κατὰ φύσιν ἰδίαν ἡ σάρξ, παρά γε τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον· ἕτερος δ᾿ αὖ, κατά γε τὸν τῆς ἰδίας φύσεως Λόγον ὁ μονογενής. Ἀλλ᾿ οὐ τὸ εἰδέναι ταῦτα, μερίζειν ἐστὶ τὰς φύσεις μετὰ τὴν ἕνωσιν. » Ἰδοὺ καὶ τὸ μετὰ τὴν ἕνωσιν σαφῶς τέθειται τῷ μεγάλῳ Κυρίλλῳ, εὐσεβῶς τοῖς πιστοῖς καὶ νοούμενον κατ᾿ αὐτῶν καὶ λεγόμενον. Τὸ γὰρ μηδαμῶς τι βεβλάφθαι τὸν τοῦ εἶναι τῶν ἑνωθέντων λόγον ἐκ τῆς ἑνώσεως, δηλοῖ, καὶ τὸ μὴ θατέρῳ θάτερον φυρῆναι, διὰ τὸ ἐπ᾿ ἀμφοῖν κατὰ τὴν ὑπόστασιν ἕν· σῴζεσθαι δὲ μᾶλλον καὶ μένειν, καθ᾿ ὃ ἑκάτερον εἶναι τῇ οὐσίᾳ πέφυκεν. Τοῦτο γὰρ καὶ ὁ σοφὸς ἐπιστάμενος Κύριλλος, διαρρήδην φησί· « Μήτε συγκεχύσθαι ἀλλήλαις τὰς φύσεις, τῷ πρὸς μίαν συντελεῖν ὑπόστασιν τοῦ Υἱοῦ· μήτε διῃρῆσθαι ἀλλήλων, τῷ ἕτερον καὶ ἕτερον (κατὰ τὴν οὐσίαν δηλονότι) εἶναί τε καὶ μένειν καὶ νοεῖσθαι μετὰ τὴν ἕνωσιν· » καὶ ἑκάστην μετὰ τῆς φυσικῆς ἰδιότητος καὶ διαφορᾶς· καθ᾿ ἣν ὅ τε Λόγος Θεός ἐστι κατὰ φύσιν, καὶ οὐ σάρξ· εἰ καὶ οἰκείαν ἐποίησατο τὴν σάρκα οἰκονομικῶς· καὶ ἡ σάρξ σάρξ ἐστι κατὰ φύσιν, οὐ Θεὸς, εἰ καὶ ἰδία γέγονε τοῦ Θεοῦ Λόγου διὰ τὴν ἕνωσιν. Πῶς οὖν οὐκ ἀναγκαῖον, εὐσεβές τε καὶ πρέπον, κατὰ τὴν τῶν Πατέρων διδασκαλίαν, λέγοντες τὴν διαφορὰν μετὰ τὴν ἕνωσιν σώζεσθαι· καὶ τὰς δύο φύσεις εἶναί τε καὶ σώζεσθαι ἐν τῷ ἑνὶ Χριστῷ, ἐξ ὧν καὶ ἔστι, δοξάζειν μετὰ τὴν ἕνωσιν, ὧν ἡ διαφορά; τοσαῦτα γινώσκοντας καὶ τὰ συνελθόντα πρὸς τὴν ἀδιάσπαστον ἕνωσιν, καθοτιοῦν τροπὴν εἰς ἀλλήλα ἢ μεταβολὴν εὖ δεξάμενα; Πᾶσα γάρ πως ἀνάγκη τινῶν διαφερόντων εἶναι πᾶσαν διαφοράν· καὶ ὅπου νοεῖσθαι εἶναι διαφορὰν δυνατὸν, ἐκεῖ ὑπάρχειν πάντως καὶ τὰ διαφέροντα.

That the difference of the things that came together, 472and these very things that came together, are preserved after the union, beyond all change and confusion, the most holy luminary of the Church, Cyril — to whom those who wage war in vain against the holy Church of God pretend to be excessively attached — will suffice as witness: in the second tome against the blasphemies of Nestorius, writing this: « But the mystery that is in Christ having been brought into the midst before us, the principle of the union does not ignore the difference, but sets the division aside; not confusing or mixing the natures, but because the Word of God, having partaken of flesh and blood, is again understood and named one and the same Son »; and in the Apology to Andrew, who had found fault with the third of the chapters, speaking thus: « Thou wouldst be free of all blame in knowing, perhaps, that the flesh is other, according to its own nature, than the Word who sprang from God the Father, and that the Only-begotten, again, is other according to the principle of his own nature. But to know these things is not to partition the natures after the union. » Behold, "after the union" too has been clearly set down by the great Cyril, being both understood and said piously by the faithful according to him. For it shows that the principle of the being of the things united has in no way been harmed by the union, and that the one has not been commixed with the other because of the one-according-to-hypostasis in both, but rather that they are preserved and remain according to what each is by nature to be in essence. For the wise Cyril too, knowing this, says expressly: « The natures are neither confused with one another, by concurring in one hypostasis of the Son, nor divided from one another, by being other and other (in essence, that is), and remaining and being understood so after the union »; and each with its natural property and difference, according to which the Word is God by nature, and not flesh, even though he made the flesh his own by way of economy; and the flesh is flesh by nature, not God, even though it has become the Word of God's own through the union.

How then is it not necessary, and pious and fitting, according to the teaching of the Fathers, that we who say the difference is preserved after the union should hold that the two natures — of which the difference is, from which he also is — both are and are preserved in the one Christ after the union, knowing too that the things that came together into the indissoluble union are so many, and did not receive any change whatever into one another, or alteration? For there is every necessity, somehow, that every difference be of some things that differ; and where difference can be understood to be, there the things that differ are altogether present.

Συνεισαγωγικὰ γὰρ ἀλλήλων τρόπον τινὰ τὰ τοιαῦτα ὄντα τυγχάνει· 473ὥσπερ τὰ αἴτια καὶ τὰ αιτιατά, ὡς πρός τι ἐπὶ τῆς αὐτῆς οὐσίας νοούμενα. Εἰ γὰρ ποιητικόν ἐστι τῆς ἐν Χριστῷ διαφορᾶς τὸ ἑτεροούσιον τῶν ἐξ ὧν συνἐστηκεν, ὡς αἴτιον· πάντως καὶ ἡ διαφορὰ δηλωτικὴ τυγχάνει ὡς αἰτιατὸν τῆς τῶν ἑνωθέντων φυσικῆς ἑτερότητος ὡς ἰδίας αἰτίας. Συνεισάγεσθαι γὰρ, ὡς εἴρηται, ἀλλήλοις τὰ τοιαῦτα πέφυκε· καὶ λεγομένου θατέρου, ἀνάγκη πάντως ὁμολογεῖν καὶ τὸ ἕτερον· καὶ ἀναιρουμένου πάλιν ἑνὸς, μηδὲ τὸ ἕτερον εἶναι λέγειν ἀκόλουθον. Δεῖ οὖν καὶ δύο λέγειν, ἵνα μὴ ψιλὴν τὴν διαφορὰν εἰσάγωμεν· καὶ ἐπὶ τούτῳ καὶ μόνῳ κεχρῆσθαι τῷ ἀριθμῷ, πρὸς δήλωσιν τοῦ μεμενηκέναι τῶν συνελθόντων τὴν διαφορὰν, ὡς σωζομένων μετὰ τὴν ἕνωσιν, καὶ οὐ διῃρημένων· πρὸς τῷ καὶ ῥᾷον εἶναι καὶ ἀληθὲς, ἐκ τῆς τῶν πραγμάτων μᾶλλον σημαντικῆς προφορᾶς δείκνυσθαι τὴν διαφορὰν, ἢ ἐκ μόνης τῆς φωνῆς διάφορα πιστοῦσθαι εἶναι τὰ πράγματα.

Ὅτι ἀριθμὸς οὔτε διαιρεῖ, οὔτε διαιρεῖται· οὔτε διαίρεσιν εἰσάγει κατὰ τὸν ἴδιον λόγον τὸ σύνολον οἷς ἐπιλέγεται. Εἰ δέ τινες τοῦ ἀληθοῦς τὸ δόξαν προτιμῶντες, φασὶ τὸν ἀριθμὸν διαιρετικὸν εἶναι ἢ διαιρετόν. ἢ διαιρέσεως Edita Gregor. τῆς φύσεως. εἰσαγωγικόν· καὶ διὰ τοῦτο τὸν οὐκ ὄντα φοβούμενοι φόβον, δύο φύσεις ἐπὶ Χριστοῦ τὰς συνελθούσας σώζεσθαι λέγειν παραιτοῦνται μετὰ τὴν ἕνωσιν, ἵνα μὴ τομὴ καὶ μερισμὸς τῷ μυστηρίῳ τῆς ἐνανθρωπήσεως παρεισκρίνηται, οὐ συνορῶ τίς ὁ λόγος αὐτοῖς τῆς περὶ τοῦτο συνέσεως. Ἢ γὰρ σοφωτέρους ἐν τούτῳ τῶν χρησαμένων τῇ τοιαύτῃ φωνῇ ἁγίων Πατέρων, καὶ διαίρεσιν οὐδεμίαν ὑποπτευσάντων ἑαυτοὺς ἀποφαίνουσιν· ὡς δή τι πνευματικώτερον αὐτῶν τοῖς θείοις ἐμβατεύειν δύνασθαι ἀπατώμενοι, ἢ τοὺς τῶν ὄντων καθ᾿ ἑαυτοὺς διασκεπτόμενοι λόγους, τῇ περὶ τὸ δόξαν οἰήσει φυσώμενοι, τὸ ἀληθὲς αὐτοὺς διαλαθὸν οὐκ ἐπέγνωσαν. Ἐπεὶ τίς ἀγνοεῖ τῶν ὁποσοῦν τὰ θεῖα τῶν Πατέρων ἠσκημένων διδάγματα, ὅτι πᾶς ἀριθμὸς κατὰ τὸν μέγαν καὶ θεοφόρον Γρηγόριον Orat. 36, quæ est 4 De theol. p. 602., τοῦ ποσοῦ τῶν ὑποκειμένων ἐστὶ δηλωτικὸς, ἀλλ᾿ οὐ τῆς διαιρέσεως τῶν πραγμάτων, καθὰ τούτοις δοκεῖ; Πῶς γὰρ ἂν καὶ διαιρεῖν δυνήσηται, ἡδέως ἂν αὐτοὺς ἠρόμην, τὸ κατ᾿ οὐσίαν μὴ ὑφεστώς; οὐσίας γὰρ ὑφεστώσης, τὸ, τί δρᾷν πεφυκέναι περί τι ἕτερον δύνασθαι. Πῶς δὲ καὶ διαιρεθήσεται, τὸ πάσχειν μὴ δυνάμενον κατὰ τὸν ἴδιον λόγον; Συμβεβηκότος γὰρ, ἤτοι ποιότητος τοῦτο ὑπάρχειν. Ἴδιον, οἱ περὶ ταῦτα δεινοὶ ἀπεφήναντο, τῶν ἐν ὑποκειμένῳ εἶναι λεγομένων. Εἰ δὲ οὔτε διαιρεῖν, οὔτε διαιρεῖσθαι κατὰ τὸν ἴδιον λόγον ὁ ἀριθμὸς δύναται.

For such things happen to be, in a certain mode, co-introductive of one another, 473as are causes and effects, being understood as relatives in the same essence. For if the being of other essence of the things of which he is constituted is productive, as cause, of the difference in Christ, then the difference too is altogether indicative, as effect, of the natural otherness of the things united, as of its own cause. For such things are by nature, as has been said, introduced together with one another: when the one is said, it is altogether necessary to confess the other too; and when one, again, is taken away, it follows to say that the other is not either. One must therefore also say two, that we may not introduce a bare difference; and use number for this and for this alone, to indicate that the difference of the things that came together has remained, as of things preserved after the union and not divided; besides its being both easier and true that the difference be shown from an utterance that rather signifies the things, than that the things be confirmed to be different from the word alone.

That number neither divides nor is divided, nor, by its own principle, introduces division at all into the things of which it is said.

But if some, preferring opinion to what is true, say that number is divisive, or divisible, or introductive of division, and for this reason, fearing a fear where there is none, Psal. xiii, 5. refuse to say that two natures, the ones that came together, are preserved in Christ after the union, lest cut and partition be smuggled into the mystery of the becoming man, I do not see what account they have of their understanding on this point. For either they declare themselves wiser in this than the holy Fathers who used such a word and suspected no division — deceived, as though they could intrude upon divine things more spiritually than they; or, examining the principles of beings by themselves, puffed up with the conceit of their opinion, they have not recognized the truth, which has escaped them. For who, of those trained even a little in the divine teachings of the Fathers, does not know that every number, according to the great and God-bearing Gregory, is indicative of the quantity of the subjects, and not of the division of the things, as these suppose? For how could it divide — I would gladly ask them — that which does not subsist according to essence? For it belongs to an essence that subsists to be by nature able to do something about something else. And how will that be divided which cannot by its own principle suffer? For this, those skilled in these matters have declared, belongs to an accident, that is, a quality, as proper to the things said to be in a subject.

Οὔτε γὰρ ποιεῖν πέφυκεν, οὐσίας γάρ· οὔτε πάσχειν, συμβεβηκότος γάρ· οὔτε διαίρεσιν ἑαυτῷ συνεισάγειν ἐξ ἀνάγκης 476δυνήσηται τῶν πραγμάτων, ὡς ἔχουσι πρὸ τοῦ ἀριθμοῦ φύσεώς τε καὶ θέσεως, καὶ τῆς πρὸς ἄλληλα σχέσεως, μενόντων ἀραρότων καὶ μετὰ τὸ ἀριθμηθῆναι, οὐδὲν διὰ τὸν ἀριθμὸν τὸ σύνολον παθόντων καινοπρεπές. Δέκα γὰρ ἀνθρώπους φέρε εἰπεῖν, ἢ εἴ τι ἄλλο τῶν καθ᾿ αὑτὰ ὑφεστώτων λέγοντες, καὶ ποσὸν διῃρημένον σημαίνοντες · οὐ τὸ καθ᾿ αὐτοὺς εἶναι, καὶ ἀλλήλων διωρίσθαι ταῖς ὑποστάσεσι διὰ τοῦ ἀριθμοῦ τότε εἰληφέναι γινώσκομεν· ἀλλ᾿ αὐτοὺς δι᾿ ἑαυτοὺς καὶ οὐ διὰ τὸν ἀριθμὸν τοῦτο ὄντας, καὶ τοσούτους, οὐ τῇ διαιρέσει · τῷ δὲ ποσῷ διὰ τοῦ ἀριθμοῦ ἐδηλώσαμεν. Καὶ πάλιν λίθον λέγοντες δίχροον ἢ πεντάχροον, καὶ ὅσα συνεχοῦς ὑπάρχει ποσοῦ, οὐ διαιροῦμεν εἰς λίθους δύο ἢ πέντε τὸν ἕνα λίθον · οὔτε ἀλλήλων τὰ ἐν αὐτῷ χρώματα τέμνομεν, ἀλλὰ περὶ αὐτὸν καὶ ἐν αὐτῷ ὡς ὑποκειμένῳ ἀσυγχύτως τοσαῦτα ὄντα σημαίνομεν · μηδεμιᾶς γενομένης, ἢ συμβῆναι δυναμένης τῷ λίθῳ τομῆς ἢ διαιρέσεως, ἐκ τοῦ περὶ αὐτὸν ἀριθμηθέντος συνεχοῦς τῶν χρωμάτων ποσοῦ · ὥσπερ οὐδὲ τοῖς χρώμασι συγχύσεως ἢ φύρσεως ἐκ τοῦ περὶ τὸν λίθον ὑποκειμένου ἑνός. Καὶ γὰρ τὸ μοναδικὸν τῷ ὑποκειμένῳ ἔχων ὁ λίθος, καὶ τὸ περὶ αὐτὸν τῶν χριωμάτων ἀδιαιρέτως κεκτημένος δείκνυται ποσόν. Ὁμοίως δὲ καὶ τὰ αὐτοῦ τοῦ λίθου χρώματα, ὡς τῷ ποιῷ ἀλλήλων διαφέροντα, τὸ ποσὸν κεκτημένα τὸ πρὸς ἓν πάλιν συντελεῖν κατὰ σύνθεσιν τοῦ λίθου ὑποκείμενον, τὸ μοναδικὸν ἀσυγχύτως ἔχουσε, καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς λίθος, μήτε τῷ ποσῷ τῶν χρωμάτων διῃρημένος, μήτε τῷ μοναδικῷ τοῦ ὑποκειμένου συγκεχυμένος. Διαφόρους δὲ λόγους κεκτημένην ἔχων τὴν ὕπαρξιν, κατ᾿ ἄλλον μὲν, ἀριθμὸν ἐπιδέχεται · κατ᾿ ἄλλον δὲ, τοῦτον οὐ προσίεται. Πᾶς οὖν ἀριθμὸς οὐ τῆς σχέσεως αὐτῆς τῶν πραγμάτων διαιρέσεώς φημι καὶ συνεχείας · ἀλλὰ τῆς ποσότητος ὧν τυγχάνει δηλωτικὸς, τὸν τοῦ πόσον εἶναι τὸ ποσὸν, ἀλλ᾿ οὐ τοῦ πῶς ὑπάρχειν λόγον εἰσάγων. Πῶς γὰρ ἂν καὶ συνεισάγειν ἑαυτῷ δυνήσηται τὰς σχέσεις τῶν πραγμάτων, καὶ πρὸ αὐτοῦ οὔσας, καὶ ἄνευ αὐτοῦ γνωσθῆναι δυναμένας, καὶ μηδεμίαν πρὸς αὐτὰς ἔχων οἰκειότητος ἔμφασιν, μέσῳ τῷ ποσῷ αὐτῶν διειργόμενος; Πλῆθος γὰρ ἀνθρώπων ὁρῶντες, ἢ ἵππων, ἢ βοῶν, καὶ ὅσα τοιαῦτα · τὸ μὲν καθ᾿ αὑτοὺς ὑπάρχειν, καὶ ταῖς ὑποστάσεσιν ἰδικῶς διῃρῆσθαι ἕκαστον, καὶ τοῦ ἀριθμοῦ χωρὶς, ὡς προεῖπον, τοῦτο ὄντας γινώσκομεν · πρὸς δήλωσιν δὲ τῆς τούτων ποσότητος τοῦ ἀριθμοῦ χρῄζοντες, τῆς σχέσεως οὐδαμῶς αὐτὸν τιθέμεθα αἴτιον · ὅτι μηδὲ πρὸς τὸ γνῶναι αὐτὴν παντελῶς αὐτοῦ δεδεήμεθα.

But if number can neither divide nor be divided according to its own principle — for it is not of a nature to act, since that is of essence; nor to suffer, since that is of accident — neither will it be able of necessity to introduce with itself 476a division of the things: which, as they stand before number in nature and position and in their relation to one another, remain fitted together even after being numbered, having suffered nothing at all novel because of number. For when we say ten men, say, or anything else of the things that subsist by themselves, and signify a divided quantity, we do not know that they have then received through number their being by themselves and their being marked off from one another by their hypostases; but we have indicated through number that they are this through themselves and not through number, and that they are so many — not by division, but by quantity. And again, when we say a stone is two-coloured or five-coloured, and whatever is of continuous quantity, we do not divide the one stone into two or five stones, nor do we cut the colours in it from one another, but we signify that so many are about it and in it, as in a subject, without confusion; no cut or division having come about, or being able to befall the stone, from the continuous quantity of the colours numbered about it; just as no confusion or commixture befalls the colours either from the one subject, the stone, about which they are. For the stone, having singleness in its subject, is shown also to possess without division the quantity of the colours about it. And likewise the colours of the stone itself, as differing from one another in quality, possessing quantity, have the singleness without confusion by concurring again by composition into the one subject of the stone; and the stone is one and the same, neither divided by the quantity of the colours, nor confused by the singleness of the subject. And having its existence possessed of different principles, according to one it admits number, according to the other it does not accept it. Every number, then, is indicative not of the relation itself of the things — division, I mean, and continuity — but of the quantity of the things of which it is the number, introducing the principle of how much the quantity is, and not of how it exists. For how could it introduce with itself the relations of the things, which are both before it and can be known without it, when it has no reflection of kinship toward them, being kept apart from them by their quantity in between? For seeing a multitude of men, or of horses, or of oxen, and suchlike, we know that they exist by themselves and that each is specifically divided by hypostases, and that they are this, as I said before, without number; but needing number to indicate their quantity, we in no way make it the cause of the relation, since we have no need of it at all even to know the relation.

Καὶ πάλιν ἢ λίθον ἢ ἄνθος ἢ ζῶον πολυχρώματον θεώμενοι, καὶ ὅσα τούτοις ὅμοια · πρὸς μὲν τὸ ποικίλως αὐτὰ κεχρῶσθαι εἰδέναι, οὐδαμῶς ἀριθμὸν παραλαμβάνομεν · πρὸς δὲ τὸ γνῶναι ἐθέλειν τὴν τῶν ἐν αὐτοῖς χρωμάτων ποσότητα, χρῄζειν αὐτοῦ οὐκ ἀρνούμεθα.

477Πῶς εὐσεβῶς πρὸς δήλωσιν τῆς διαφορᾶς ὁ ἀριθμὸς παραλαμβάνεται. Ὥστε οὐ τὸ πόσον εἶναι τὸ ποσὸν δηλοῦν ποιεῖ ἢ εἰσάγει διαίρεσιν· ἀλλὰ ποσὸν μὲν δηλοῖ, διαφορὰν δὲ εἰσάγει. Ὥσπερ γὰρ πᾶσα διαφορὰ ποσοῦ τινος ἀριθμὸν ἐπιδεχομένου ἐστὶ δηλωτική, τὸν τοῦ πῶς εἶναι λόγον εἰσάγουσα· τὸ γὰρ ἄποσὸν, καὶ ἀδιάφορον πάντως, ὡς ἁπλοῦν τῇ οὐσίᾳ καὶ τῇ ποιότητι· οὕτω καὶ πᾶς ἀριθμὸς ποσοῦ τινων διαφερόντων, κατὰ τὸν τοῦ πῶς εἶναι, ἢ τὸν τοῦ πῶς ὑφεστάναι λόγον ὑπάρχων δηλωτικὸς, τῆς διαφορᾶς τῶν ὑποκειμένων, καὶ οὐ τῆς σχέσεώς ἐστιν εἰσαγωγικός. Ὅτι δὲ ταῦθ᾿ οὕτως ἐπ᾿ αὐτῆς ἔχει τῆς ἀληθείας, καὶ ὅτι πᾶς ἀριθμὸς διαφορᾶς καὶ οὐ διαιρέσεώς ἐστι δηλωτικὸς, μαρτυρεῖ τῷ λόγῳ πάλιν ὁ ἁγιώτατος Κύριλλος ἐν τῇ πρὸς Εὐλόγιον ἐπιστολῇ, γράφων οὕτως ἐπὶ λέξεως· « Οὕτω καὶ ἐπὶ Νεστορίου, κἂν λέγῃ δύο φύσεις, τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου· ἀλλ᾿ οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ᾿ ἡμῶν. Ἡμεῖς γὰρ ἑνώσαντες ταῦτα, ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν· καὶ λοιπὸν, μίαν τὴν τοῦ Υἱοῦ φύσιν σεσαρκωμένην. » Ὡσανεὶ ἔλεγεν, Ἡμεῖς τὴν τοῦ μυστηρίου διασκοποῦντες πάνσοφον οἰκονομίαν· ὅτ᾿ ἂν μὲν σώζεσθαι δεικνύναι βουλώμεθα τῶν συνελθόντων τὴν διαφορὰν μετὰ τὴν ἕνωσιν, δύο κατὰ τοῦτο καὶ μόνον τὰς φύσεις λέγομεν· κατὰ μόνην τὴν θεωρίαν, πρὸς δήλωσιν τῆς διαφορᾶς, τὸν ἀριθμὸν παραλαμβάνοντες· ὅτ᾿ ἂν δὲ τὸν ἄρρητον τοῦ μυστηρίου διακριβῶμεν τῆς ἑνώσεως τρόπον, μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην φαμέν. Τοῦτο γὰρ, ὡς οἶμαι, αὐτῷ βούλεται δηλοῦν, τὸ « Ἡμεῖς δὲ ἑνώσαντες αὐτὰ, ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν· καὶ λοιπὸν, μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην. » Τουτέστιν, ἡμεῖς ὁμολογοῦντες τὴν ἕνωσιν, καὶ τὸν αὐτῆς ἀκριβῶς μετ᾿ εὐσεβείας διαρθροῦντες τρόπον, οὐ κεχρήμεθα τῇ σημαντικῇ φωνῇ τῆς διαφορᾶς πρὸς δήλωσιν τῆς ἑνώσεως· ἀλλὰ τὴν μὲν ἐπὶ τῆς διαφορᾶς, τὴν δὲ ἐπὶ τῆς ἑνώσεως προσφόρως ἐκλαμβάνοντες, ἀσύγχυτον φυλάττομεν τῶν σημαινομένων τὸν νοῦν. Ὡς λοιπὸν ἐντεῦθεν εἶναι δῆλον, ὅτι κοινὸν αὐτῷ καὶ Νεστορίῳ τὸ λέγειν δύο φύσεις, μέχρι τοῦ γινώσκειν τὴν διαφοράν. Οὐκέτι δὲ κοινὸν ἦν, τὸ καὶ τὴν ἕνωσιν ὁμολογεῖν, τῷ λέγειν, « Ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον, καὶ μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην· » ὅπερ Νεστόριος εἰπεῖν οὐ κατεδέχετο.

And again, beholding a stone or a flower or an animal of many colours, and things like these, we in no way take up number to know that they are variously coloured; but to wish to know the quantity of the colours in them, we do not deny that we need it.

477How number is piously taken up to indicate the difference.

So it is not that, in indicating how much the quantity is, number makes or introduces division; rather, it indicates quantity and introduces difference. For just as every difference is indicative of some quantity admitting number, introducing the principle of the how-of-being — for what is without quantity is altogether without difference too, as simple in essence and in quality — so too every number of a quantity of some things that differ, being indicative according to the principle of how they are, or of how they subsist, is introductive of the difference of the subjects, and not of the relation. And that this is so in the very truth, and that every number is indicative of difference and not of division, the most holy Cyril again bears witness to the account in the letter to Eulogius, writing thus, word for word: « So too in the case of Nestorius: even if he says two natures, signifying the difference of the flesh and of God the Word, yet he no longer confesses the union with us. For we, having united these, confess one Christ, one Son, one Lord; and thereafter, one incarnate nature of the Son. » As if he were saying: We, examining the all-wise economy of the mystery, when we wish to show that the difference of the things that came together is preserved after the union, say two natures in this respect and only in this, taking up number in contemplation alone, to indicate the difference; but when we set out precisely the ineffable mode of the union of the mystery, we say one incarnate nature of God the Word. For this, as I think, is what he means to show by « But we, having united them, confess one Christ, one Son, one Lord; and thereafter one incarnate nature of the Word. » That is: we, confessing the union, and articulating its mode exactly and with piety, do not use the word that signifies the difference to indicate the union; but, taking the one fittingly of the difference and the other of the union, we keep unconfused the sense of the things signified. So that it is plain from this that saying two natures was common to him and to Nestorius, so far as knowing the difference goes; but it was no longer common to confess the union too, by saying « one Christ, one Son, one Lord, and one incarnate nature of the Word », which Nestorius would not consent to say. For saying, « So too in the case of Nestorius, even if he says two natures, signifying the difference of the flesh and of God the Word, yet he no longer confesses the union with us », means nothing other than this: that Nestorius confesses the difference with us, by saying two natures; but no longer confesses the union with us, not saying « one Christ, one Son, one Lord, and one incarnate nature of the Word ».

Τὸ γὰρ φάσκειν, « Οὕτω καὶ ἐπὶ Νεστορίου, κἂν λέγῃ δύο φύσεις, τὴν διαφορὰν σημαίνων τῆς σαρκὸς καὶ τοῦ Θεοῦ Λόγου· ἀλλ᾿ οὐκέτι τὴν ἕνωσιν ὁμολογεῖ μεθ᾿ ἡμῶν· » οὐχ ἄλλο ἢ τοῦτο βούλεται δηλοῦν, ὅτι Νεστόριος, τὴν μὲν διαφορὰν μεθ᾿ ἡμῶν ὁμολογεῖ, διὰ τοῦ λέγειν δύο φύσεις· τὴν δὲ ἕνωσιν οὐκέτι μεθ᾿ ἡμῶν ὁμολογεῖ, μὴ λέγων « Ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον, καὶ μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην. » Καὶ σαφὲς τοῦτο καθέστηκε τοῖς τοῦ καλοῦ ἐρασταῖς, καὶ τὸ ἀληθὲς ἀγαπᾶν ἐσπουδακόσιν, ἐκ τοῦ μηδαμοῦ φαίνεσθαι τὸν διδάσκαλον, ἢ κωλύοντα λέγειν δύο φύσεις μετὰ τὴν ἕνωσιν· ἀλλὰ διαιρεῖν τὰς φύσεις μετὰ

480τὴν ἕνωσιν· ἢ ἀνηρῆσθαι διδάσκοντα τὴν διαφορὰν τῶν συνελθόντων μετὰ τὴν ἕνωσιν· ὡς ἔστιν ἐκ μυρίων αὐτοῦ συγγραμμάτων καταμαθεῖν. Εἰ τοίνυν ἀεὶ μὲν ἡ ἕνωσις ἔστηκεν. ἀεὶ δὲ καὶ τὰ ἑνωθέντα μένει ἀσύγχυτα· ἀεὶ δὲ καὶ ἡ τῶν ἑνωθέντων σώζεται διαφορὰ, δι᾿ ἣν ὁ ἀριθμὸς παρελήφθη κατὰ τοὺς Πατέρας· πῶς οὐκ ἀνάγκη, εἴπερ ἄρα ἀεὶ ἡ ἕνωσις καὶ τὰ ἑνωθέντα, καὶ ἡ τούτων διαφορὰ ἔστηκε καὶ μένει καὶ σώζεται, καὶ δύο φύσεις εὐσεβῶς λέγειν ἐπὶ δηλώσει τῆς τῶν συνελθόντων διαφορᾶς, καὶ πάλιν μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην ὁμολογεῖν, πρὸς ἔνδειξιν τῆς καθ᾿ ὑπόστασιν ἑνώσεως, μηδ᾿ ἑτέρας τῶν φωνῶν, τούτων δηλονότι, διὰ τῆς ἑτέρας ἀναιρουμένης, ὡς δοκεῖ τισιν ὑπόθεσιν σοφίας ποιουμένη; τὸ ἄσοφον· ἵνα μὴ σύγχυσις ἢ διαίρεσις παρεισάγηται ; Σιωπῶντες γὰρ τὴν προσφόρως δηλοῦσαν τὴν διαφορὰν φωνήν, τῇ συγχύσει χώραν ἔχειν παρέχομεν· μὴ λέγοντες δὲ πάλιν τὴν τῆς ἑνώσεως σημαντικὴν, πῶς τὴν διαίρεσιν τροπώσασθαι οὐ γινώσκομεν; ἀλλ᾿ ἐπὶ τοῦ αὐτοῦ Χριστοῦ ἀεὶ μὲν κειμένων καὶ λεγομένων εὐσεβῶς· οὐ κατὰ τὸ αὐτὸ δὲ, ὅτι μηδὲ τὰ σημαινόμενα ἀλλήλοις ταὐτά. Οὐ γὰρ ταὐτὸν διαφορὰ καὶ ἕνωσις· εἰ καὶ περὶ τὸν αὐτὸν, καὶ τοῦ αὐτοῦ καὶ εἰσὶ καὶ λέγονται· ἑτέρα γὰρ τούτων τῆς ἑτέρας κεχωρισμένως ἐκφωνουμένη, ἀτελής τέ ἐστιν, ὅσον πρὸς δήλωσιν τοῦ ὅλου μυστηρίου, μὴ συνεπαγομένη τὴν ἄλλην συνήγορον, καὶ τὸ ὕποπτον ἔχουσα δεικνυται· ἡ μὲν διαιρέσεως, διὰ Νεστόριον τὸν ἀρνούμενον τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν, καὶ κρατεῖσθαι σαρκὶ τὸν ἀπερίγραφον εὐδοκῆσαι δι᾿ ἡμᾶς ὁμολογεῖν οὐκ ἀνεχόμενον· ἡ δὲ συγχύσεως, διὰ Ἀπολινάριον καὶ Εὐτυχέα, τοὺς ἀρνουμένους τὴν διαφορὰν τῶν συνελθόντων μετὰ τὴν ἕνωσιν· καὶ τὸν ἀόρατον αἰσθήσει ὑποπεσεῖν ἡμετέρᾳ, διὰ τὴν φυσικὴν ἰδιότητα τῆς ἐξ ἡμῶν ἁγίας αὐτοῦ σαρκὸς ἀνασχέσθαι ὁμολογεῖν αἰσχυνομένους. Δεῖ οὖν, ὡς εἴρηται, τοὺς ἀληθῶς εὐσεβεῖν βουλομένους, καὶ μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην ὁμολογεῖν, ἵνα διὰ τούτου ἡ ἄκρα δειχθῇ ἕνωσις· καὶ δύο πάλιν φύσεις λέγειν, ἵνα ἡ διαφορὰ τῶν συνελθόντων καὶ ἀσυγχύτως σωζομένων μετὰ τὴν ἕνωσιν δηλωθῇ· καὶ πρὸς τοῦτο καὶ μόνον τὸν ἀριθμὸν παραλαμβάνειν. Δι᾿ ἄλλης γὰρ, ὡς εἰκὸς, φωνῆς δηλοῦσθαι τὴν διαφορὰν οἱ Πατέρες οὐκ ἐδοκίμασαν.

And this is made clear to the lovers of the good, and to those who have been zealous to love the truth, from the teacher's appearing nowhere either forbidding to say two natures after the union — but rather to divide the natures after

480the union — or teaching that the difference of the things that came together has been abolished after the union, as one can learn from countless of his writings.

If then the union always stands, and the things united always remain unconfused, and the difference of the things united, on account of which number was taken up according to the Fathers, is always preserved, how is it not necessary — if indeed the union and the things united and their difference always stand and remain and are preserved — both to say two natures piously, to indicate the difference of the things that came together, and again to confess one incarnate nature of God the Word, to show the union according to hypostasis: neither of the expressions (these, that is) being abolished by the other, as it seems to some who make unwisdom a ground of wisdom, lest confusion or division be brought in? For if we keep silent about the expression that fittingly indicates the difference, we give confusion room to hold its place; and if, again, we do not say the expression that signifies the union, how are we not ignorant of how to put division to flight? But both are always set down and piously said of the same Christ, though not in the same respect, since the things signified are not the same as one another either. For difference and union are not the same, even if they both are and are said about the same and of the same. For either of these, uttered separately from the other, is both incomplete, so far as indicating the whole mystery goes, not bringing along the other as its advocate, and is shown to carry suspicion: the one of division, because of Nestorius, who denies the union according to hypostasis and does not bear to confess that the uncircumscribed was pleased for our sake to be held by flesh; the other of confusion, because of Apollinarius and Eutyches, who deny the difference of the things that came together after the union, and are ashamed to confess that the invisible endured to fall under our sense because of the natural property of his holy flesh from us.

So, as has been said, those who wish to be truly pious must both confess one incarnate nature of God the Word, that through this the utmost union may be shown, and again say two natures, that the difference of the things that came together, and are preserved without confusion after the union, may be indicated; and take up number for this and this alone. For the Fathers did not, it seems, approve that the difference be indicated by any other expression.

Εἰ δέ τις ἐφ᾿ ἑαυτῷ πεποιθὼς ᾖ, καὶ δύναται ἁρμοδιωτέραν πρὸς τὴν ταύτης δήλωσιν ἐπινοῆσαι φωνην, 481μὴ φθονείτω ἡμῖν τῆς ὠφελείας. καὶ οὐδ᾿ ἡμεῖς φθονήσομεν αὐτῷ τῆς παιδεύσεως, ἵνα μὴ λέγω τῆς θρασύτητος.

Πῶς χρὴ νοεῖν τὴν κειμένην ῥῆσιν εἰς τὴν πρὸς Σούκενσον ἐπιστολὴν τοῦ ἁγίου Κυρίλλου· καὶ ὅτι οὐ μάχεται ἡ. Ἐν δύο, φωνή, τοῖς λέγουσι μίαν τοῦ Λόγου φύσιν σεσαρκωμένην· εἰ μὴ κατὰ τὸ Νεστορίῳ δοκοῦν ἀσεβῶς λαμβανομένη. Εἰ δὲ φαῖεν, ἀλλ᾿ οὐδὲν ἧττον μάχεσθαι τὸ πρόβλημα τῶν δύο λεγόντων φύσεις ἡνωμένας ἀδιαιρέτως μετὰ τὴν ἕνωσιν, τοῖς μίαν λέγουσι τοῦ Λόγου φύσιν σεσαρκωμένην· ὡς ἐν τῷ πρὸς Σούκενσον δευτέρῳ ὑπομνηστικῷ ὁ ἅγιος ὑποτίθεται Κύριλλος· φανερῶς τοῦτο εἶναι ἢ ἀγνοούντων ἢ κακουργούντων τὰς τῶν Πατέρων τίθεμαι φωνάς· καὶ τὸ πρὸς τὴν ἀλήθειαν διαμάχεσθαι, τοῦ πρὸς αὐτὴν σπένδεσθαι λυσιτελέστερον ψηφιζομένων. Ἔδει γὰρ αὐτοὺς γινώσκοντας, ὡς καὶ ὑπὲρ ψιλῆς ἐννοίας ἀποδώσομεν λόγον τῷ δικαίῳ τῶν ἡμετέρων Κριτῇ, συνετῶς μετὰ τοῦ φόβου τοῦ Θεοῦ, τοῖς Πατρικοῖς ἐντυγχάνοντας συγγράμμασι, σπεύδειν μὴ ποιεῖσθαι ὑπόθεσιν μάχης καὶ διαστάσεως, τὰ τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν διδάσκοντα ῥήματα. Τίνι γὰρ οὐκ ἔστι καταφανὲς τῷ ὁπωσοῦν ἐπισκήπτοντι, ὡς οὐχ ἁπλῶς φαίνεται τὴν τοιαύτην ἀπαγορεύων φωνὴν ὁ μακάριος Κύριλλος, ἀλλὰ κατὰ τὴν Νεστορίου κακόνοιαν προσφερομένην, σχετικὴν φάσκοντος γεγενῆσθαι τὴν ἕνωσιν, ὡς αὐτὸς ἑαυτῷ Κύριλλος ὁ μακάριος μαρτυρῶν δείκνυται ἐπὶ τέλει τῆς αὐτῆς ἐπιστολῆς, καὶ τοῖς ἄγαν φιλονείκοις τὸν ἑαυτοῦ σκοπὸν ποιούμενος φανερόν, οὕτω λέγων· « Τὸ δὲ ἀδιαιρέτως προστεθὲν, δοκεῖ πως παρ᾿ ἡμῖν ὀρθῆς δόξης εἶναι σημαντικόν. Αὐτοὶ δὲ οὐχ οὕτω νοοῦσι. Τὸ γὰρ ἀδιαίρετον παρ᾿ αὐτοῖς, κατὰ τὰς Νεστορίου κενοφωνίας, καθ᾿ ἕτερον λαμβάνεται τρόπον. Φασὶ γὰρ, ὅτι τῇ ἰσοτιμίᾳ, τῇ ταυτοβουλίᾳ, τῇ αὐθεντείᾳ ἀδιαίρετός ἐστι τοῦ Θεοῦ Λόγου ὁ ἐν ᾧ κατῴκησεν ἄνθρωπος. Ὥστε οὐχ ἁπλῶς τὰς λέξεις προφέρουσιν, ἀλλὰ μετά τινος δόλου καὶ κακουργίας Videtur Max. hic agnovisse finem epistolæ ; videnturque sequentia aliunde assuta esse.. » Ἰδοὺ σαφῶς διττὸν ὑπάρχειν τὸν τοῦ ἀδιαιρέτου τρόπον ὑπέθετο ὁ θαυμαστὸς οὗτος διδάσκαλος· τὸν μὲν, τὴν καθ᾿ ὑπόστασιν σημαίνοντα ἕνωσιν· ὃν καὶ ἀσπαζόμενος, ὀρθῆς δόξης εἶναί φησι σημαντικόν· τὸν δὲ, μόνης τῆς κατὰ σχέσιν συναφείας δηλωτικὸν, ὃν καὶ ἀποστρέφεται· καὶ τοῖς πιστοῖς τοῦτο αὐτὸ ποιεῖν παραινεῖ, ἐκ τῆς κατὰ τὴν λέξιν ὁμοίας προφορᾶς, πολλάκις τὸν τῆς αἱρετικῆς δυσσεβείας ἰὸν τοῖς ἀκεραιοτέροις λεληθότως ἐμβάλλειν δυνάμενον.

But if anyone trusts in himself and can devise an expression more fitting for indicating it, 481let him not grudge us the benefit; and neither shall we grudge him the instruction — not to say the rashness.

How one must understand the saying set in the letter of Saint Cyril to Succensus; and that the expression «in two» does not conflict with those who say one incarnate nature of the Word, unless it is taken impiously, in the sense Nestorius held.

But if they should say that the proposition of those who say two natures united without division after the union conflicts none the less with those who say one incarnate nature of the Word, as Saint Cyril supposes in the second memorandum to Succensus, I set this down as plainly the part of men who either do not know or who maliciously twist the words of the Fathers, and who reckon it more profitable to fight against the truth than to make peace with it. For they ought, knowing that we shall render account even for a bare thought to the just Judge of our affairs, reading the Fathers' writings with understanding and with the fear of God, to hasten not to make the words that teach peace and concord a ground of battle and dissension. For to whom that looks into it in any way at all is it not evident that the blessed Cyril does not appear to forbid such an expression simply, but as put forward according to the ill sense of Nestorius, who says that the union came about relationally — as the blessed Cyril himself is shown to bear witness to himself at the end of the same letter, making his aim plain to the overly contentious, saying thus: « The addition "without division" seems somehow, with us, to be significative of right belief. But they do not understand it so. For "the undivided" with them is taken in another mode, according to the empty phrases of Nestorius. For they say that the man in whom he dwelt is undivided from God the Word by equality of honour, by identity of counsel, by authority. So that they do not put forward the words simply, but with a certain guile and malice. » Behold, this wonderful teacher clearly supposed the mode of "the undivided" to be twofold: the one signifying the union according to hypostasis, which he also embraces, and says is significative of right belief; the other indicative of a conjunction by relation alone, which he also turns away from, and exhorts the faithful to do this very thing, since from the likeness of utterance in the word it can often slip the poison of heretical impiety unnoticed into the more guileless.

Ὅθεν παρ᾿ ἑαυτῷ μὲν, τὸ δύο λέγειν ἀδιαιρέτως, ὀρθόδοξον τίθεται· ἐπειδὴ αὐτὸς καθ᾿ ὑπόστασιν εἶναι τὴν ἕνωσιν ἔλεγε· παρὰ δὲ τῶν κατὰ Νεστόριον 484προφερομένην, ὕποπτον ποιεῖται τὴν φωνὴν τοῦ ἀδιαιρέτου, ἐπειδὴ κατὰ μόνην τὴν σχετικὴν συνάφειαν τὴν ἕνωσιν γεγενῆσθαι ἐδόξαζον. Καθ᾿ ὑπόστασιν μὲν οὖν ἕνωσίς ἐστι κατὰ τοὺς Πατέρας, ἡ τῶν ἑτεροουσίων εἰς μίαν ὑπόστασιν σύνοδος, θατέρου τῶν κατ᾿ αὐτὴν συγκειμένων, πρὸς τὸ ἕτερον τὴν φυσικὴν ἰδιότητα ἀνόθευτόν τε καὶ ἀμετάβλητον ἔχουσα καὶ ἀδιαίρετον. Σχετικὴ δὲ ἕνωσίς ἐστιν, ἡ τῶν καθ᾿ αὐτοὺς ἰδικῶς ἐν μονάσι προσωπικαῖς ὑφεστώτων ἴση θελήματος κίνησις καὶ γνωμικῆς ταυτότητος ἀπαραλλαξία. Ὁ τοίνυν ὁμολογῶν τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν, κἂν λέγῃ δύο φύσεις ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν ἡνωμένας ἀδιαιρέτως, ἑνώσει δηλονότι τῇ καθ᾿ ὑπόστασιν, τῆς ἀληθείας καθοτιοῦν οὐ διαμαρτάνει. Τὰ γὰρ ἐξ ὧν σύγκειται ὁ Χριστὸς ἀσύγχυτα μεμενηκέναι διὰ τὴν σῳζομένην διαφορὰν κατὰ τοὺς Πατέρας ὁμολογεῖ· τοῦ καθ᾿ ὑπόστασιν ἑνὸς οὐδαμῶς τὰ τῷ φυσικῷ λόγῳ ἀλλήλων διαφέροντα ἐκτὸς εἶναι, καὶ χωρὶς καθ᾿ οἱονδήποτε τρόπον γινώσκειν δυνάμενος. Ὁ δὲ τὴν κατὰ σχέσιν πρεσβεύων ἕνωσιν, κἂν εἰ μυριάκις λέγοι τὸ ἀδιαίρετον, τὸ ἐπίψογον κέκτηται· κατά τινα γὰρ ἀγαπητικὴν συνδιάθεσιν ἡνῶσθαι, καὶ τὸ ἀδιαίρετον ἔχειν λέγει τὰ σημαινόμενα· οὐδαμῶς μίαν ὑπόστασιν εἶναι τὸν Θεὸν Λόγον μετὰ τῆς ἐξ ἡμῶν ἰδίας αὐτοῦ ἐμψύχου τε καὶ ἔννου σαρκὸς εἰπεῖν οἷός τε ὤν. Ἐκ δύο γὰρ ὑποστάσεων ἰδικῶν τῶν πρὸς τὰ ὁμοειδῆ ἄτομα ἰδικῷ λόγῳ μεμερισμένων, μίαν γενέσθαι ὑπόστασιν, ἀμήχανον. Ὥστε οὐχ ἁπλῶς διαβάλλει καὶ ἀποπέμπεται ὁ ἅγιος Πατὴρ ἡμῶν Κύριλλος, τὸ λέγειν δύο φύσεις ἡνωμένας ἀδιαιρέτως μετὰ τὴν ἕνωσιν, ἀλλὰ τὴν σημαινομένην διὰ τῆς τοιαύτης φωνῆς τῶν κακῶς χρησαμένων ἔννοιαν.

Whence, with himself, he sets down saying two without division as orthodox, since he himself said the union was according to hypostasis; but as 484put forward by the followers of Nestorius, he makes the word "undivided" suspect, since they held that the union came about according to the relational conjunction alone.

Union according to hypostasis, then, according to the Fathers, is the concourse of things of other essence into one hypostasis, holding the natural property of each of the things composed in it, relative to the other, unadulterated and unaltered and undivided. Relational union is the equal movement of will and the invariance of the identity of inclination of those who subsist by themselves, specifically, in personal monads. He then who confesses the union according to hypostasis, even if he says two natures in Christ after the union, united without division — by the union, that is, according to hypostasis — in no way whatever misses the truth. For he confesses that the things of which Christ is composed have remained unconfused, because of the difference preserved according to the Fathers, being able in no way to know the things that differ from one another by natural principle as outside the one according to hypostasis, and apart, in any mode whatever. But he who champions the union by relation, even if he says "the undivided" ten thousand times, carries the blame: for he says the things signified are united, and have undividedness, by a certain loving co-disposition, being in no way able to say that God the Word, with his own animate and intelligent flesh from us, is one hypostasis. For that one hypostasis should come to be from two specific hypostases, partitioned by a specific principle from the individuals of the same species, is impossible. So our holy Father Cyril does not simply slander and dismiss saying two natures united without division after the union, but the sense signified by such an expression in those who use it badly.

If then it has been shown — even if moderately, yet, to speak for myself, sufficiently, as far as was possible to signify by letter, both from the holy Fathers and from the sequence of common notions — that number can neither make nor suffer nor introduce division of any kind, but simply indicates how many things are, and does not touch their relation, however they may happen to stand: what suspicion of cut or division remains for those who rebel against the holy Church of God and cut themselves off at random from the common body — not doing more than suffering, being pitiably deadened and corrupted by the separation, and preparing for themselves the penalty, so far as concerns the indignity to the body of Christ — so that on this account, at least, they should refuse the right and pious confession of the faith?

Εἰ τοίνυν δέδεικται, κἂν εἰ μετρίως, πλὴν ὅτι γε κατ᾿ ἐμὲ εἰπεῖν, ἀρκούντως, ὡς δι᾿ ἐπιστολῆς σημᾶναι ἦν δυνατὸν, ἔκ τε τῶν ἁγίων Πατέρων, καὶ τῆς τῶν κοινῶν ἐννοιῶν ἀκολουθίας, ὡς τὴν οἱανοῦν διαίρεσιν, οὔτε ποιεῖν, οὔτε πάσχειν, οὔτε εἰσάγειν ὁ ἀριθμὸς δύναται, ἀλλ᾿ ἁπλῶς μὲν δηλοῖ τὰ πόσα· τῆς δὲ σχέσεως, ὡς δ᾿ ἂν ἔχοντα τύχωσιν, οὐ προσάπτεται· ποία λοιπὸν ὑπολέλειπται τομῆς ὑπόνοια, ἢ διαιρέσεως, τοῖς πρὸς τὴν ἁγίαν τοῦ Θεοῦ στασιάζουσιν Ἐκκλησίαν, καὶ εἰκῇ τοῦ κοινοῦ σώματος αὐτοὺς ἀποτέμνουσιν· οὐ μᾶλλον δρῶντες, ἢ πάσχοντες τῷ χωρισμῷ ἐλεεινῶς νεκρούμενοι καὶ φθειρόμενοι· καὶ τὴν ὅσον ἐπὶ τῇ ἀπρεπείᾳ τοῦ σώματος τοῦ Χριστοῦ, δίκην ἑαυτοῖς ἑτοιμάζοντες· ὥστε παραιτεῖσθαι τούτου γε ἕνεκεν τὴν ὀρθὴν καὶ εὐσεβῆ τῆς πίστεως ὁμολογίαν· εἰ μὴ ἄρα ἐν προσχήματι εὐλαβείας, τοῦ μὴ τεμεῖν δόξαι τὴν ἕνωσιν, τὴν σύγχυσιν 485ἀσπαζόμενοι, τὸ μὴ ἁλῶναι ἐπ᾿ ἀσεβεῖ δόξῃ, ὡς πανοῦργοι τεχνάζονται.

Ὅτι πραγμάτων, ἤγουν οὐσιῶν ἐπὶ Χριστοῦ ἡ διαφορὰ, ἀλλ᾿ οὐ ποιοτήτων· καὶ ὅτι πᾶσα διαφορὰ, ἐξ ἀνάγκης ἑαυτῇ συνεισάγει τὴν ὧν εἶναι λέγεται πάντως ποσότητα· ἡ δὲ ποσότης, τὸν ἑαυτῆς σημαντικὸν ἀριθμὸν. κἄν τε συνεχής ἐστιν ἡ ποσότης, κἄν τε διῃρημένη. Ἔδει γὰρ αὐτοὺς, εἴπερ ἀληθῶς τοῦτο μὴ ἦν, μηδὲ τὴν διαφορὰν ψιλῇ καὶ μόνῃ τῇ προφορᾷ, ὡς κατὰ μηδενὸς κειμένην, πρὸς ἐξαπάτην τῶν ἀφελεστέρων εἰρωνευτικῶς προφέρουσι, μὴ παραιτεῖσθαι λέγειν, τίνα καὶ πόσα τὰ διαφέροντα τυγχάνει ὄντα, ὧν εἶναι τὴν διαφορὰν ὁμολογοῦσιν. Εἰ γὰρ σώζεσθαι μετὰ τὴν ἕνωσιν τὰ ἐξ ὧν ἡ ἕνωσις πιστεύουσιν, δύο πάντως τὰ σωζόμενα ὁμολογήσαιεν ἄν. Τοσαῦτα γὰρ καὶ τὰ συνελθόντα πρὸς ἕνωσιν τὴν ἀδιάσπαστον, τὴν οἱανοῦν τροπὴν ἢ σύγχυσιν, ἢ μείωσιν, ἢ συναίρεσιν, ἢ μεταβολὴν τὴν εἰς ἄλληλα, ἐκ τῆς ἑνώσεως οὐ δεξάμενα. Νυνὶ δὲ τοῦτο μὴ δοξάζοντες, ὡς ἠρνημένοι τὰς φύσεις μετὰ τὴν ἕνωσιν σώζεσθαι, ὑπευθύνους ἑαυτοὺς ἐλέγχοις πεποίηνται, κἂν μὴ βούλωνται, μόνῃ ποιότητι λέγοντες τὴν διαφορὰν σώζεσθαι, τῶν πραγμάτων χωρίς· ὅπερ ἀνθρώπων προδήλως παιζόντων ἐστί· καὶ τὸ μὴ γελᾶσθαι ὡς εἰκὸς ὕβριν λογιζομένων, καὶ σαφῶς κενούντων τὸ Εὐαγγέλιον, ἄνευ οὐσιῶν ὑποκειμένων, εἶναι ποιότητας δύνασθαι νομοθετούντων, καὶ ποσοῦ χωρὶς, ἐπιγνωσθῆναι διαφορὰν ὑποτιθεμένων. Ἠγνόησαν γὰρ, ὡς ἔοικεν, οἱ σοφώτατοι, ὅτι πᾶσα ποιότης ὑποκειμένης πάντως οὐσίας ἐστὶ, περὶ ἣν καὶ θεωρεῖται καὶ λέγεται, τὸ καθ᾿ αὐτὴν εἶναι οὐδαμῶς ἔχουσα· καὶ πᾶσα διαφορὰ, τῆς ἄλλων πρὸς ἄλλα κατὰ τὸν τοῦ πῶς εἶναι λόγον ἀνομοιότητός τε καὶ ἑτερότητος οὖσα δηλωτικὴ, τὸ ποσὸν τῶν διαφερόντων πραγμάτων συνεισάγειν ἑαυτῇ πέφυκεν, εἴτε οὐσιῶν, εἴτε ποιοτήτων, εἴτε ἰδιοτήτων. Καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, παντὸς ἑτέρου τινὸς, τῶν ὅσα διαφέρειν ἀλλήλων ὑπολαβόντες εἴποιεν εἶναι διαφορὰν, πάντως ἐν ποσῷ τὰ διαφέροντα θεωρήσαντες, εἴτε αἰσθήσει, εἴτε νοήσει τὴν διαφορὰν ἐγνώρισαν. Ἄνευ γὰρ ποσοῦ δύνασθαι διαβεβαιοῦσθαι δεικνύναι διαφορὰν, ἀνένδεκτον. Ἐπειδὴ τὰ μὴ ἀλλήλοις πάντη ταυτὰ, ἕνα καὶ τὸν αὐτὸν τοῦ εἶναι οὐδαμῶς ἐπιδέξηται λόγον. Οὐσίας γὰρ ἤτοι φύσεως, φέρε εἰπεῖν, πρὸς οὐσίαν, ἢ ποιότητος πρὸς ποιότητα, ἢ ἰδιότητος πρὸς ἰδιότητα, ἢ καὶ εἴ τι ἕτερον, τῶν ὅσα μὴ πάντη ταυτόν· τὰ πάντη γὰρ ἀλλήλοις ταυτὰ, καὶ διαφορᾶς ἀνεπίδεκτα, ἕνα καὶ τὸν αὐτὸν τοῦ πῶς εἶναι λόγον, οὐδέποτε λέγειν δυνάμεθα. Τὸ δὲ, ἕνα καὶ τὸν αὐτὸν ἐπὶ πάντων θεωρεῖσθαι λόγον κατὰ τὸ αὐτὸ μὴ δύνασθαι τὴν διαφορὰν ποιῆσαν, ἓν καὶ ἀλλήλοις ταὐτὸν ἐκεῖνα, ὧν ὁ τοῦ εἶναι διάφορος, καὶ οὐχ ὁ αὐτὸς λόγος μὴ δύνασθαι ὑπάρχειν εἰκότως παρίστησιν.

Unless indeed, under a pretext of reverence, lest they seem to cut the union, embracing 485confusion, they contrive like knaves not to be caught in impious belief.

That in Christ the difference is of things, that is, of essences, and not of qualities; and that every difference of necessity introduces with itself the quantity, altogether, of the things it is said to be of; and the quantity, the number that signifies it, whether the quantity is continuous or divided.

For they ought — if this were truly not so, and they were not putting forward the difference by bare and sole utterance, as though it were predicated of nothing, ironically, to deceive the simpler — not to refuse to say what and how many the different things are of which they confess the difference to be. For if they believe that the things from which the union is are preserved after the union, they would altogether confess two things preserved. For so many too are the things that came together into the indissoluble union, having received from the union no change whatever, or confusion, or diminution, or coalescence, or alteration into one another. But as it is, not holding this, as men who have denied that the natures are preserved after the union, they have made themselves liable to refutation, even if they do not wish it, saying that the difference is preserved in quality alone, apart from the things — which is plainly the part of men at play, and of men who, as is likely, count it an insult not to be laughed at, and who clearly empty the Gospel, legislating that qualities can be without underlying essences, and supposing that difference can be recognized without quantity. For the most wise, it seems, did not know that every quality is altogether of an underlying essence, about which it is both contemplated and said, having in no way being by itself; and that every difference, being indicative of the unlikeness and otherness of some things toward others according to the principle of how they are, is by nature such as to introduce with itself the quantity of the things that differ, whether essences, or qualities, or properties. And simply, to speak in sum, of anything else whatever, of all the things they would suppose to differ from one another and say there is a difference, they have recognized the difference, by sense or by intellection, by contemplating the things that differ altogether in quantity. For to affirm that one can show difference without quantity is inadmissible: since things that are not in every way the same as one another will in no way admit one and the same principle of being. For of essence, or nature, say, toward essence, or of quality toward quality, or of property toward property, or of anything else whatever of the things that are not in every way the same — for things in every way the same as one another do not admit difference either — we can never say one and the same principle of the how-of-being. And that one and the same principle cannot be contemplated in all in the same respect — which is what made the difference — reasonably establishes that those things cannot be one and the same as one another whose principle of being is different and not the same.

Ἄλλο δὲ ἄλλου, ἢ ἄλλων ἄλλα διαφέρειν λέγοντες, πολλὰ, ἢ τοὐλάχιστον δύο καὶ οὐχ ἓν σημαίνομεν· εἰ καὶ ἄλλως, καὶ καθ᾿ ἕτερον τρόπον τε καὶ λόγον, ἑνὸς εἶναι, καὶ ἓν δύνασθαι λέγομὲν· 488ὡς ἑνὸς πυρὸς, αἱ περὶ αὐτὸ ποιότητες καὶ ἰδιότητες, καὶ ἑνὸς Χριστοῦ, αἱ φύσεις ἐξ ὧν καὶ ἐν αἷς συνεστὼς γνωρίζεται· καὶ ἑνὸς ἀνθρώπου, τὰ ἐξ ὧν συνετέθη καὶ ἐν οἷς ὑπάρχων γινώσκεται. Ἓν δὲ τῇ ὑποστάσει, ἐπί τε Χριστοῦ, καὶ τοῦ καθ᾿ ἡμᾶς ἀνθρώπου· ἤτοι τῷ ἐκ τούτων ὡς μερῶν ὅλῳ, ὡς πληρεστάτους ἄμφω ἐπιδεχομένῳ κυρίως τοὺς τοῦ εἶναι τῶν μερῶν διαφόρους λόγους· ἀλλ᾿ οὐ τῇ φύσει καὶ τῇ οὐσίᾳ ἓν, ὅτι μηδὲ ἀλλήλων τὰ μέρη τὸν τοῦ εἶναι ἐπιδέχεται λόγον, ἢ ἐπ᾿ ἀμφοῖν ἡμεῖς τὸν αὐτὸν τοῦ εἶναι λόγον εἰδέναι δυνάμεθα. Οὐχ ὁ αὐτὸς γὰρ θεότητος καὶ ἀνθρωπότητος λόγος· ὥσπερ οὐδὲ ψυχῆς καὶ σώματος, ὡς πᾶσιν εὔδηλον. Διὸ οὐχ ἓν τῇ φύσει, οὐδὲ μίαν ἁπλῶς ἢ σύνθετον φύσιν τὸν Χριστὸν εἶναι, πώποτε ὁ τῆς ἀληθείας ὡρίσατο λόγος. Οὔτε γὰρ οὐσίας ἤτοι φύσεως δηλωτικὸν ὡς εἴδους τὸ Χριστὸς ὄνομα ὑπάρχει, τῶν κατὰ πολλῶν καὶ διαφερόντων ταῖς ὑποστάσεσι κατηγορουμένων ἀτόμων, καθὼς φησιν ἐν τοῖς σχολίοις ὁ μακάριος Κύριλλος Non occurrunt in Cyrilli Schol. quæ exstant. Urget passim similia utraque epistol. ad Succens. Vide Damasc. l. iii, c. 5., « Ὅτι τὸ Χριστὸς ὄνομα, οὔτε ὅρου δύναμιν ἔχει, οὔτε μὴν τὴν τινος οὐσίαν δηλοῖ· ὑποστάσεως δὲ τῆς τοῦ Λόγου ἐν προσλήμματι δηλονότι σαρκὸς νοερὰν ἐχούσης ψυχὴν νοουμένης. » Ἀλλ᾿ οὐδὲ τὸν ἄνθρωπον μίαν φύσιν τὴν ἐκ ψυχῆς καὶ σώματος· ὡς τῆς αὐτῆς τῇ ψυχῇ οὐσίας ὄντος τοῦ σώματος· ἀλλὰ τὴν ὡς ἐν εἴδει· πρὸς μὲν τὰ ἄλλα κατὰ τὴν συστατικὴν διαφορὰν τεμνομένην εἴδη· κατὰ δὲ τῶν ὑπ᾿ αὐτὴν ὡς εἶδος καὶ ὑπ᾿ αὐτῆς περιεχομένων ἀτόμων ἴσως κατηγορουμένην. Καὶ οὐ διὰ τοῦτο τὸ εἶναι δύο κατὰ τὸν οὐσιώδη λόγον τὴν ψυχὴν καὶ τὸ σῶμα ὡς ψυχὴν καὶ σῶμα· καὶ ἄλλην καὶ ἄλλην οὐσίαν κατὰ τὸν τοῦ εἶναι λόγον· τὰ ἐξ ὧν, καὶ ἐν οἷς, καὶ ἃ ὑπάρχει ὁ ἄνθρωπος ἀπηγόρευσεν.

Ὅτι ἀσεβές ἐστι τὸ λέγειν μίαν σύνθετον φύσιν τὸν Χριστὸν, καὶ τῇ ἀληθείᾳ μαχόμενον. Πᾶσα γὰρ σύνθετος φύσις, ἑαυτῇ τε καὶ ἀλλήλοις κατ᾿ αὐτὴν τὴν εἰς τὸ εἶναι γένεσιν ἔχουσα τὰ ἴδια μέρη ὁμόχρονα, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, καὶ εἰς συμπλήρωσιν τῆς τοῦ παντὸς διακοσμήσεως, παρὰ τῆς τὸ πᾶν συστησαμένης, καὶ εἰς τὸ εἶναι συνεχούσης δυνάμεως παρηγμένα, ἀλλήλοις εἰκότως ἐξ ἀνάγκης τὰ ἴδια μέρη περιεχόμενα κέκτηται· ὡς ἐπί τε τοῦ ἀνθρώπου ἔχει, καὶ τῶν ἄλλων ὅσα συνθέτου εἶναι ἔλαχον φύσεως.

And in saying that one thing differs from another, or some things from others, we signify many, or at the least two, and not one; even if in another way, and according to another mode and principle, we say they are of one, and can be one: 488as the qualities and properties about it are of one fire, and the natures from which and in which he is known to be constituted are of one Christ, and the things from which he was composed, and in which he is known to exist, are of one man. And one in hypostasis, in the case both of Christ and of the man as we are — that is, in the whole made of these as of parts, as receiving properly, both, the different principles of being of the parts in their fullness; but not one in nature and essence, since the parts do not receive the principle of being of one another, nor can we know the same principle of being in both. For the principle of Godhead and of manhood is not the same, just as neither is that of soul and body, as is plain to all. Wherefore the principle of truth has never defined Christ to be one in nature, nor simply one, or composite, nature. For the name Christ is not indicative of essence or nature, as of a species predicated of many individuals differing in their hypostases; as the blessed Cyril says in the Scholia: « That the name Christ neither has the force of a definition, nor indeed shows the essence of anything; but of the hypostasis of the Word, understood, that is, in the assumption of flesh having an intellectual soul. » Nor has it defined man as one nature, the one from soul and body, as though the body were of the same essence as the soul; but as one in species: cut off from the other species by the constitutive difference, and predicated equally of the individuals under it as a species and contained by it.

Τῆς ψυχῆς ἀκουσίως τε κρατούσης τὸ σῶμα, καὶ ὑπ᾿ αὐτοῦ κρατουμένης, καὶ ζωὴν ἀπροαιρέτως αὐτῷ, κατ᾿ αὐτὴν μόνον τὸ ἐν αὐτῷ εἶναι παρεχούσης, καὶ πάθους καὶ ἄλγους φυσικῶς μεταλαμβανούσης διὰ τὴν ἐγκειμένην αὐτῇ τούτων δεκτικὴν δύναμιν· κἂν εἰ τὰ μά-

489λιστά τινες τῶν κατὰ τὴν Ἐκκλησίαν ἀληθῶν περὶ ψυχῆς δογμάτων ἀποσφαλέντες, προῦπάρχειν Ἑλληνικῶς, ἢ μεθυπάρχειν Ἰουδαϊκῶς τοῦ ἰδίου σώματός τὴν ψυχὴν τερατευόμενοι, καὶ ἀρχὴν οὐ καλὴν οὐδὲ θεοφιλῆ, τῆς τῶν ὁρατῶν δημιουργίας προκαθηγεῖσθαι ὑποτιθέμενοι Primum error est Orig. desumptus ex Platonis Timæo ; alterum probant fere Peripatetici, nec se Maximi rationibus putant admodum premi., ἀντιπαθῶς πρὸς τὸν τοιοῦτον διάκεινται λόγον· ὧν διελέγξαι τὰ περὶ τούτου σαθρὰ, καὶ ἀπηχῆ προβλήματα, οὐ τοῦ παρόντος εἶναι καιροῦ τε καὶ λόγου κρίνας, ἐπὶ τὸ προκείμενον ἐπανελεύσομαι. Οὕτω τοίνυν, καθὰ πρόκειται, πάσης συνθέτου ἐχούσης φύσεως, οὐκ ἄν τις τολμήσαιέ ποτε τῶν εὐσεβῶς περὶ τῶν θείων φρονεῖν ἐγνωκότων, μίαν εἶναι σύνθετον φύσιν εἰπεῖν τὸν Χριστὸν, ἵνα μὴ ἐξ ἀνάγκης εἱρμῷ τινι φυσικῷ καὶ ἀκολουθίᾳ τὰ τοιαῦτα λέγειν ἐξελόμενος, κτιστὸν ὅλον καὶ ἐξ οὐκ ὄντων, περιγραπτόν τε καὶ παθητὸν, καὶ τῷ Πατρὶ οὐχ ὁμοούσιον· καὶ ἢ συναΐδιον τῷ Λόγῳ τὴν σάρκα, ἢ ὁμόχρονον τῇ σαρκὶ τὸν Λόγον ὄντα ὑποτιθέμενος· τοιοῦτος γὰρ ὁ πάσης συνθέτου φύσεως λόγος· φοβερῶν ἑαυτὸν καταστήσει ἐγκλημάτων ὑπεύθυνον. Τὸ γὰρ συνθέτου φύσεως ὑπάρχον, καὶ σύνθετον κατὰ φύσιν δηλονότι ἐστί. Τὸ δὲ κατὰ φύσιν σύνθετον, τῷ κατὰ φύσιν ἁπλῷ οὐκ ἂν εἴη ποτὲ ὁμοφυὲς καὶ ὁμοούσιον. Οὐ θέμις οὖν μίαν τὸν Χριστὸν λέγειν σύνθετον φύσιν τοὺς εὐσεβεῖς, οὐ μόνον διὰ τὴν συναγομένην ἐκ τῆς τοιαύτης φωνῆς ἀτοπίαν· ἀλλ᾿ ὅτι καὶ μηδεὶς τῶν θεοκρίτων Πατέρων τοῦτο πώποτε εἰρηκὼς ἀναπέφανται· ὑπόστασιν δὲ μᾶλλον Χριστοῦ σύνθετον μίαν ὁμολογεῖν, καὶ δύο φύσεις, ἵνα καὶ τῷ Πατρὶ ὁμοούσιος καὶ ὁμοφυὴς κατὰ τὴν θεότητα γινώσκηται, καὶ ἡμῖν ὁμοούσιος καὶ ὁμοφυὴς κατὰ σάρκα ὁ αὐτὸς γνωρίζηται· καὶ εἷς καὶ ὁ αὐτὸς πρός τε τὸν Πατέρα καὶ ἡμᾶς, ὡς μεσίτης Θεοῦ καὶ ἀνθρώπων ὑπάρχων πιστεύηται.

Περὶ ὑποστάσεως συνθέτου. Εἰ δὲ ὅτι καὶ πᾶσα ὑπόστασις σύνθετος ἑαυτῇ τε καὶ ἀλλήλοις τὰ ἴδια μέρη ὁμόχρονα ἔχουσα δείκνυται· ὑπόστασιν δὲ σύνθετον εἶναι λέγειν τὸν Χριστὸν οὐκ ἀρνούμεθα, εἴποιεν καὶ ἡμᾶς οἱ ἀντιλέγοντες, μὴ δύνασθαι τὴν ἐπὶ τούτῳ μομφὴν ἐκτινάξασθαι, ὡς τοῖς ἰδίοις ἑαλωκότας λόγοις. Φαμὲν ἀληθῶς οὕτως ἔχειν, εἴπερ σύνθετον εἶναι ὡς εἶδος αὐτῆς κατηγορούμενον ἔχουσαν ὑπετιθέμεθα.

And it has not, on that account, forbidden that soul and body, as soul and body, be two according to the essential principle, and other and other essence according to the principle of being — the things from which, and in which, and which man is.

That it is impious, and in conflict with the truth, to say that Christ is one composite nature.

For every composite nature, having its own parts contemporaneous with itself and with one another in its very coming-to-be into being, and brought forth from not-being into being, and to the completion of the ordering of the universe, by the power that constituted the universe and holds it together in being, has its own parts, of necessity and fittingly, contained by one another: as is the case with man, and with the other things that have had the lot of being of composite nature — the soul both holding the body involuntarily and being held by it, and supplying life to it without choice, by the mere fact of its being in it, and partaking naturally of passion and hurt because of the power receptive of these that lies in it — even if the

489…especially certain of those who, having strayed from the true doctrines of the Church concerning the soul — telling the marvel that the soul pre-exists its own body, in the Greek manner, or exists after it, in the Jewish manner, and supposing a beginning neither good nor God-pleasing to precede the fashioning of visible things — are disposed in antipathy toward such an account; whose unsound and discordant problems on this head I have judged it not to belong to the present occasion and discourse to refute, and I shall return to what lies before us.

Since, then, as has been set out, every composite nature is so disposed, none of those who have learned to think piously about divine things would ever dare to say that Christ is one composite nature; lest, choosing to say such things, by a certain natural train and consequence of necessity — supposing him wholly created and from things that are not, circumscribed and passible, and not consubstantial with the Father; and either the flesh coeternal with the Word, or the Word, being of one time with the flesh, for such is the principle of every composite nature — he should make himself liable to fearful charges. For what is of a composite nature is also, clearly, composite according to nature. And what is composite according to nature could never be connatural and consubstantial with what is simple according to nature. It is not right, then, for the pious to say that Christ is one composite nature, not only because of the absurdity that is gathered from such an expression, but because none of the God-chosen Fathers has ever been shown to have said this; but rather to confess one composite hypostasis of Christ, and two natures; so that he may be known as consubstantial and connatural with the Father according to the Godhead, and the same be recognized as consubstantial and connatural with us according to the flesh; and that one and the same, toward both the Father and us, be believed to be mediator of God and men.

On composite hypostasis.

But if those who speak against us should say that we too — since every composite hypostasis is shown to have its own parts of one time both with itself and with one another, and we do not deny saying that Christ is a composite hypostasis — cannot shake off the reproach on this point, as caught by our own words: we say it would truly be so, if we supposed it to be composite as having a species predicated of it.

Νυνὶ δὲ τοῦτο μὴ λέγοντες, οὐδαμῶς τὴν οἱανοῦν ἔχομεν μομφὴν, σαφῶς γινώσκοντες μὴ δι᾿ ἑαυτὴν σύνθετον εἶναι πᾶσαν σύνθετον ὑπόστασιν, τὴν ὑπό τι τελοῦσαν εἶδος· ἀλλὰ διὰ τὴν φύσιν τὴν περιέχουσαν, ὅτ᾿ ἂν σύνθετος ᾖ, καὶ τὸ κατηγορούμενον εἶδος ὑφ᾿ ὃ ἀνάγεσθαι πέφυκεν· ὡς τοῦ μερικοῦ, ἤτουν ἰδικοῦ ὅλον ἔχοντος ἐν ἑαυτῷ τὸ καθόλου, ἤτοι τὸ κοινὸν καὶ γενικὸν, πληρέστατον· τοῦ δὲ ἰδίου τὸ σύνολον λόγου τῷ γενικῷ μεταδιδόντος οὐδέν· ὅπερ ἐπὶ Χριστοῦ οὐδεὶς οὐδαμῶς τῶν ἀνέκαθεν μέχρις ἡμῶν 492γενομένων τοῦ λόγου τῆς θείας ὑφηγητῶν φωνῶν ἀνηγόρευται· ἐφ᾿ οὗ οὔτε γένος, οὔτε εἶδος, ὡς Χριστοῦ κατηγορούμενον εὑρεῖν τις δυνήσεται. Οὐ γὰρ φύσεως λόγῳ πρὸς ἡμᾶς διὰ σαρκὸς ὁ θεαρχικὸς ἐπεδήμησε Λόγος· ἀλλὰ τρόπῳ οἰκονομίας ἀνελλιπῶς ἑαυτῷ καθ᾿ ὑπόστασιν ἑνώσας, τὴν ἡμετέραν ἀνεκαίνισε φύσιν. Ὥστε οὐδὲν τῆς πολλῆς αὐτῶν περινοίας, ἵνα τῆς μικρῷ ᾿πρόσθεν τῶν ἐξητασμένων ἀκολουθίας λαβώμεθα, ἀπώναντο, πάλιν εἰς τὸ ποσὸν ὅπερ πεφεύγασι, περιτραπέντος αὐτοῖς τοῦ σοφοῦ. ὡς μὴ δυναμένοις οὐδ᾿ αὐτὴν τὴν ἐν τῷ ποιῷ διαφορὰν ἄνευ ποσοῦ εἶναι, λέγειν. Ἀνάγκη γὰρ πᾶσι πολλὰς εἶναι· ἢ τὸ μέτριον δύο, ὡς προείρηται, τὰς ποιότητας, ὧν τὴν διαφορὰν εἶναι ὑπολαμβάνουσι. Μόνην γὰρ ποιότητα πρὸς ἄλλην παντελῶς ἀμιγῶς ἔχουσαν πρὸς ἑαυτὴν διαφέρειν, οὐκ ἄν τις νοῦν ἔχων εἴποι ποτέ. Λοιπὸν οὖν, ἢ καὶ αὐτῆς παύσωνται τῆς ψιλῆς διαφορᾶς, ποσοῦ πάντως τινῶν διαφερόντων δηλωτικὴν αὐτὴν οὖσαν μαθόντες· ἢ σὺν ἡμῖν τῆς ἀληθείας τὴν ὁμολογίαν καταδεξάσθωσαν, τῷ λόγῳ τῆς διαφορᾶς καὶ μόνον, πρὸς γνῶσιν τοῦ ἀσύγχυτα μεμενηκέναι τὰ συνελθόντα, τὸν ἀριθμὸν εὐσεβῶς κατὰ τοὺς Πατέρας παραλαμβάνουσιν. Ἐπείτοιγε εἰπάτωσαν ἡμῖν ἀγαπητικῶς ἐρέσθαι βουλομένοις, εἴπερ ἔνεστιν αὐτοῖς λόγος σοφίας οὐκ ἀγεννής, πῶς δύο μὲν τὰ συνδεδραμηκότα πρὸς ἕνωσιν λέγοντες, ταῦτα δὲ αὐτὰ μεμενηκέναι ἀσύγχυτα καὶ μετὰ τὴν ἕνωσιν οὐκ ἀρνούμενοι· ὡς μηδ᾿ ἑτέρου τοῦ κατὰ φύσιν ὅρου τε καὶ λόγου ἐκστάντος· κἂν εἰ πρὸς ἓν ἄμφω συντελοῦσι πρόσωπον τοῦ Υἱοῦ καὶ μίαν ὑπόστασιν· δύο τὰ καὶ κατ᾿ αὐτοὺς σωζόμενα, ὥς φασιν, εἴπερ ἀληθεύουσιν, οὐχ ὁμολογοῦσι· καὶ τίς αὐτοῖς τῆς μειώσεως ὁ λόγος, καὶ δι᾿ ἥντινα τὴν αἰτίαν, καὶ πῶς ἄμφω αἱ φύσεις μία γεγόνασιν; Ἢ εἴπερ μειώσεως καθαρὰ διέμεινεν ἡ ἕνωσις, τίς ὁ τοῦ μὴ λέγεσθαι τὰ ἀμειώτως σωζόμενα λόγος· καὶ στέργομεν εὐπειθῶς τῆς μιᾶς τὴν στέρησιν· καὶ θαυμάζομεν αὐτῶν τῆς εὐπαιδείας τὸ εὔτονον, ὡς μόνων τῆς τῶν ἀρρήτων γνώσεως ἐκφανθέντων ἡμῖν χωρητικῶν. Ἀλλ᾿ οὐ δυνήσονται πώποτε τὸν τοῦτο πείθοντα παραστῆσαι λόγον.

Ἐπίλυσις σύντομος τῆς Σευήρου ἀπορίας κατὰ τῆς, Ἐν δύο, φωνῆς. Κἂν εἰ τὰ μάλιστα ἐπ᾿ ἐκεῖνο καταφεύγωσι τελευταῖον, τὸ σαθρὸν καὶ διάκενον Σευήρου εὕρημα, τὸ πάνυ παρ᾿ αὐτοῦ ὥσπερ τι σοφὸν πανταχοῦ φερόμενον καὶ ᾀδόμενον, φάσκοντες γελοῖον εἶναι, ἐκ δύο φύσεων δύο φύσεις ἐκ τῆς ἑνώσεως πάλιν ἀναδειχθῆναι λέγειν· ὥσπερ λήμματι παρ᾿ ἡμῶν δοθέντι τὰ εἰκότα ἐπισυνάγοντες. Τίνος γὰρ ἤκουσαν τῶν τὰ θεῖα τῆς Ἐκκλησίας πεπαιδευμένων δόγματα, ὡς ἡ ἕνωσις ἐκ δύο φύσεων δύο ἀπετέλεσε φύσεις; Ἀλλ᾿ οὐδαμῶς ἀκηκοέναι εἰπεῖν δυνήσονται ἀληθείας φροντίζοντες.

But as it is, not saying this, we incur no reproach of any kind whatever, knowing clearly that every composite hypostasis that falls under some species is composite not on its own account, but on account of the nature that contains it, when that nature is composite, and of the predicated species under which it is naturally brought; since the particular, that is the specific, holds in itself the universal — that is, the common and generic — whole and most fully, while the proper imparts nothing at all of its own principle to the generic: which, in the case of Christ, no one at all of those who from of old down to us 492have been expounders of the sense of the divine sayings has ever proclaimed; in whose case no one will be able to find either genus or species as predicated of Christ. For not by the principle of nature did the thearchic Word sojourn among us through flesh; but by a mode of economy, having united our nature to himself according to hypostasis without deficiency, he renewed it. So they have profited nothing from their great cleverness — to take up the sequence of what was examined a little before — since the clever device has turned back upon them again into the quantity they fled, so that they cannot say that even the difference in quality itself is without quantity. For it is altogether necessary that the qualities whose difference they suppose there to be be many, or at the least two, as has been said before. For that a single quality, holding itself altogether unmixed with respect to another, differs from itself, no one who has a mind would ever say.

It remains, then, either that they desist even from bare difference itself, having learned that it is certainly indicative of a quantity of certain things that differ; or that they accept along with us the confession of the truth — with us who, by the principle of the difference and of it only, for the knowledge that the things which came together have remained unconfused, piously take up the number in accordance with the Fathers. Otherwise, let them tell us, who wish lovingly to ask — if there is in them a word of wisdom not ignoble — how, saying that the things which ran together into union are two, and not denying that these same have remained unconfused even after the union, as neither has departed from its natural definition and principle, even if both together make up one person of the Son and one hypostasis, they do not confess as two the things that are preserved even by their own account, as they say, if they speak the truth? And what is their account of the diminution, and for what cause, and how have both the natures become one? Or, if the union has remained pure of diminution, what is the account of the things preserved without diminution not being spoken of? Then we readily acquiesce in the privation of the one, and admire the vigour of their erudition, as of those alone shown to us capable of the knowledge of things unspeakable. But they will never be able to produce the argument that persuades of this.

A concise solution of Severus's difficulty against the expression "In two".

Even if, above all, they flee at last to that unsound and empty invention of Severus — the one he carries about everywhere and sings as something clever — saying that it is ridiculous to say that from two natures two natures are again displayed from the union, drawing the likely conclusions as from a premise granted by us: from whom of those instructed in the divine doctrines of the Church did they hear that the union from two natures produced two natures? But they will by no means be able to say that they have heard it, if they care for truth.

Λέγομεν δὲ ἐκ δύο φύσεων τὴν ἕνωσιν γεγενῆσθαι· μίαν δὲ τὴν ἐξ αὐτῶν ὑποστασιν 493ἐκτετελέσθαι τοῦ Χριστοῦ σύνθετον, ἐκείνας αὐτὰς τὰς ἐξ ὧν συνετέθη φύσεις, ὡς ὅλον ἴδια μέρη ἀνελλιπῶς μετὰ τῶν φυσικῶν ἰδιωμάτων, καὶ ἀτρέπτως φυλάττουσάν τε καὶ διασῴζουσαν· καὶ ἐν αὐταῖς φυλαττομένην καὶ σῳζομένην ὡς ὅλον ἐν μέρεσιν. Ἐκ δύο οὖν φύσεων, οὐ δύο φύσεις, ἀλλὰ μίαν ὑπόστασιν λέγομεν Χριστὸν σύνθετον· τούτων ὡς ἰδίων μερῶν· περιεκτικὴν τῶν φύσεων, καὶ ταύτας ὡς ἴδια καὶ συμπληρωτικὰ μέρη περιέχουσαν· καὶ ἐν αὐταῖς ὡς ἐν μέρεσι καὶ οὖσαν καὶ γνωριζομένην. Ἕως γὰρ ἂν ἀσύγχυτα τὰ συνελθόντα μεμενηκέναι πιστεύηται, ἀεὶ δὲ μένει ἀσύγχυτα, τοῦ μὴ δύο εἶναι κατὰ τὸ πεφυκέναι εἶναι, ὅπερ ἑκάτερον κατ᾿ οὐσίαν εἶναι πέφυκεν· ὥσπερ οὖν καὶ τοῦ ἓν εἶναι ταῦτα τῷ κατὰ τὴν ὑπόστασιν λόγῳ, ἕως ἂν ἡ ἕνωσις ᾖ· ἀεὶ δέ ἐστι κατὰ τὴν εὐσεβῆ τῶν πιστῶν ὁμολογίαν, ἀδύνατον. Διὸ ἓν καὶ δύο τὸ αὐτὸ λέγοντες, οὐ κατὰ τὸ αὐτὸ φαμὲν ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ἀμφότερα· κατ᾿ ἄλλο δὲ καὶ ἄλλο. Οἷον κατὰ μὲν τὸν τῆς φύσεως λόγον, τῶν ἐξ ὧν ἡ ἕνωσις, τὸ δύο. Οὐ γὰρ ταὐτὸν κατὰ τὴν φύσιν τῇ ἰδίᾳ σαρκὶ τὸν Θεὸν Λόγον γινώσκομεν· κατὰ δὲ τὸν τῆς ὑποστάσεως λόγον, τὸ ἕν· ταὐτὸν γὰρ τὸν Θεὸν Λόγον τῇ ἰδίᾳ σαρκὶ κατὰ τὴν ὑπόστασιν ἐπιστάμεθα. Οὔτε οὖν τὰς φύσεις ἀφρόνως εἰς μίαν συναλείφομεν φύσιν, τῷ ἀνῃρῆσθαι λέγειν ἐπὶ Χριστοῦ τὴν φυσικὴν διαφορὰν, ἵνα μὴ τροπὴν τοῦ Λόγου καὶ τῆς σαρκὸς εἰσαγάγωμεν· οὔτε εἰς δύο πάλιν ἰδιοσυστάτους μανικῶς διαιροῦμεν, τῷ καὶ κατὰ τὸν τῆς ὑποστάσεως λόγον τιθέναι διαφορὰν, ἵνα μὴ τὴν ἡμῶν αὐτῶν ἀρνώμεθα σωτηρίαν· ὥσπερ οἱ ἐκ διαμέτρου πρὸς ἀλλήλους μερισάμενοι τὴν ἀσέβειαν, Ἀπολινάριος ἅμα Εὐτυχεῖ, καὶ Νεστόριος ποιήσαντες· οἱ μὲν φυσικὴν διαφορὰν ἐπὶ Χριστοῦ οὐκ εἰδότες· ὁ δὲ πρὸς ταύτῃ καὶ προσωπικὴν προσεπάγων, τῆς ἀληθείας ἐξέπεσαν. Ἀλλ᾿ εἰδότες καὶ ἐν τῇ καθ᾿ ὑπόστασιν ἑνώσει τὴν φυσικὴν ἰδιότητα ἄτρεπτον, καὶ τὴν σύγχυσιν ὁμοίως καὶ τὴν διαίρεσιν ἀποστρεφόμεθα· μήτε τὴν ἕνωσιν σύγχυσιν, ὡς ἀγνοοῦντες τὰ ἑνωθέντα· μήτε διαίρεσιν τὴν διαφορὰν, ὡς καθ᾿ αὑτὰ ὑφεστάναι μεμερισμένως εἰδότες τὰ διαφέροντα, ἐργαζόμενοι. Τοῦτο μὲν οὖν, ὡς οἶμαι, καὶ ὁ μέγας Θεολόγος Γρηγόριος διδάσκων φαίνεται ἐν τῷ μεγάλῳ ἀπολογητικῷ, «Ἓν ἐξ ἀμφοῖν λέγων, καὶ δι᾿ ἑνὸς ἀμφότερα· » ὡσανεὶ Ἔλεγεν, Ὥσπερ γὰρ ἓν ἐξ ἀμφοῖν, τουτέστιν ἐκ δύο φύσεων τὸ ἕν, ὡς ὅλον ἐκ μερῶν κατὰ τὸν τῆς ὑποστάσεως λόγον· οὕτω καὶ διὰ τοῦ καθ᾿ ὑπόστασιν ἑνὸς, ὡς ὅλου, ἀμφότερα τῷ κατὰ φύσιν λόγῳ τὰ μέρη, τουτέστι τὰ δύο.

We say that the union came to be from two natures; but that the one 493hypostasis of Christ brought to completion from them is composite, keeping and preserving those very natures from which it was composed — as a whole its own parts — without deficiency, with their natural idioms, and without change; and kept and preserved in them, as a whole in parts. From two natures, then, we say that Christ is not two natures, but one composite hypostasis; of these as of its own parts; comprehensive of the natures, and containing these as its own and completing parts; and in them, as in parts, both being and being recognized. For as long as the things which came together are believed to have remained unconfused — and they remain unconfused always — it is impossible for them not to be two in respect of their naturally being what each naturally is according to essence; just as, then, for these not to be one by the principle of the hypostasis, as long as the union exists — and it exists always, according to the pious confession of the faithful — is also impossible.

Therefore, saying that the same is one and two, we do not say both of the same and one thing in the same respect, but in one respect and in another. For instance, according to the principle of the nature of the things from which the union is, the "two": for we do not know God the Word to be the same as his own flesh according to nature; but according to the principle of the hypostasis, the "one": for we know God the Word to be the same as his own flesh according to hypostasis. Neither, then, do we senselessly fuse the natures into one nature, by saying that the natural difference in Christ has been abolished, lest we introduce a change of the Word and of the flesh; nor again do we madly divide them into two self-subsistent beings, by positing a difference also according to the principle of the hypostasis, lest we deny our own salvation: as did those who, from diametrically opposite sides, parted the impiety between them, Apollinarius together with Eutyches, and Nestorius — the former, not knowing a natural difference in Christ; the latter, adding to it a personal one as well — and fell from the truth. But knowing that even in the union according to hypostasis the natural property is unchangeable, we turn away from confusion and from division alike, making neither the union confusion, as though ignorant of the things united, nor the difference division, as though knowing the things that differ to subsist by themselves in partition.

This, then, as I think, the great Theologian Gregory too appears to teach in the great Apologetic, saying «One from both, and both through one»; as though he said: For just as one from both — that is, from two natures the one, as a whole from parts, according to the principle of the hypostasis — so also through the one according to hypostasis, as through a whole, both, by the principle of nature, the parts: that is, the two.

Ὅπερ ἐν τῷ δευτέρῳ περὶ Υἱοῦ λόγῳ Orat. 36, quæ est 4 de theologia, p. 512 ed. Billii. τρανότερον διεξιών, φησὶν, «Εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ᾿ οὐ 496τῇ φύσει, τῇ δὲ συνόδῳ. » Τοῦτο δὲ αὐτὸ καὶ ὁ μαχάριος Κύριλλος ἐν τοῖς πρὸς Σούκενσον γράμμασι Epist. 2 ad Succens., p. 145. δείκνυται φρονῶν, ἐν οἷς ἐπὶ τοῦ κατὰ τὸν ἄνθρωπον παραδείγματός φησιν· « Ὥστε τὰ δύο μηκέτι μὲν εἶναι δύο, δι᾿ ἀμφοῖν δὲ τὸ ἓν ἀποτελεῖσθαι ζῶον· » μονονουχὶ ἐν τούτοις διαρρήδην βοῶν, Ὅτι τὰ ἐξ ὧν ἡ σύνθεσις ἐπί τε τοῦ καθ᾿ ἡμᾶς ἀνθρώπου, τοῦ ἐκ ψυχῆς καὶ σώματος· ἐπί τε τοῦ κατὰ Χριστὸν μυστηρίου, τοῦ ἐκ θεότητος καὶ ἀνθρωπότητος, τὸ εἶναι μὲν δύο κατὰ τὸν οὐσιώδη λόγον οὐκ ἀνήρηται· ἐπεὶ, οὐδὲ ἑτερουσία ἔτι μένει. Τὸ δὲ καθ᾿ αὑτὰ ἐν μονάδι καὶ μονάδι ἰδιοσυστάτως εἶναι δύο, παντελῶς ὁ τῆς εὐσεβείας οὐ παραδέχεται λόγος· ἵνα μὴ τὸν ἕνα ἄνθρωπον ἤτοι ζῶον, εἰς ἀνθρώπους ἢ ζῶα δύο μερίζωμεν· καὶ τὸν ἕνα Χριστὸν εἰς δύο Χριστούς, ἢ δύο Υἱούς. Εἰ γὰρ μὴ τοῦτο πανταχοῦ καὶ νοεῖν καὶ φρονεῖν καὶ διδάσκειν καλῶς ἔγνω ὁ μακάριος Κύριλλος, οὐκ ἂν τὴν τῶν φύσεων διαφορὰν μὴ ἀνῃρῆσθαι διὰ τὴν ἕνωσιν ἔφασκεν· οὐκ ἂν ἄλλο καὶ ἄλλο, καὶ ἕτερον καὶ ἕτερον, καὶ τοῦτο κἀκεῖνο, καὶ ἄμφω τὸν ἕνα Χριστὸν, καὶ ἀσυγχύτους μεμενηκέναι τὰς φύσεις ἐδίδασκεν. Οὐκ ἂν μὴ μεταπεφοιτηκέναι εἰς τὴν τῆς σαρκὸς φύσιν τὸν Λόγον, ἢ τὴν σάρκα εἰς τὴν αὐτοῦ τοῦ Λόγου φύσιν μὴ μεταβληθῆναι ἐδόξαζεν. Οὐκ ἂν τὰς εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνὰς τοὺς θεηγόρους ἄνδρας ἐγίνωσκε, τὰς μὲν κοινοποιοῦντας, ὡς ἐφ᾿ ἑνὸς προσώπου· τὰς δὲ διαιροῦντας, ὡς ἐπὶ δύο φύσεων. Οὐκ ἂν τὸ ὅλον, τουτέστι τὸν Χριστὸν, μίαν εἶναι φύσιν λέγειν παρῃτεῖτο, εἴπερ εὐσεβὲς τοῦτο ἠπίστατο. Οὐκ ἂν ὡρίζετο μηδὲν ἄλλο τὴν ἀνθρωπίαν εἶναι φύσιν, πλὴν σαρκὸς νοερῶς ἐψυχωμένης· διὰ τούτου τελείαν εἶναι διαβεβαιούμενος ἐν Χριστῷ καὶ τὴν φύσιν τῆς ἀνθρωπότητος. Οὐκ ἂν διὰ τοῦ ἐπάγειν τὸ Σεσαρκωμένην, τῆς καθ᾿ ἡμᾶς οὐσίας τὴν δήλωσιν εἰσκομίζεσθαι ἔφασκεν. Οὐκ ἂν ὀρθῆς δόξης εἶναι σημαντικὸν, τὸ λέγειν δύο φύσεις ἡνωμένας ἀδιαιρέτως, ὅτ᾿ ἂν μὴ κατὰ τὸν Νεστορίῳ δοκοῦντα τρόπον κακούργως προφέρηται ἡ φωνὴ, διωρίζετο. Οὐκ ἂν τοιαῦτα, ἀλλὰ μυρία λέγων, ὡς τοῖς φιλοπόνοις δῆλον ἐκ τῶν αὐτοῦ συγγραμάτων. ἐφαίνετο. Πόθεν οὖν, κἀκ τίνων τῶν διδασκάλων, τὰς ἐπὶ Χριστοῦ, ἐξ ὧν καὶ ἔστι, σῳζομένας μετὰ τὴν ἕνωσιν καὶ κατ᾿ αὐτοὺς, ὡς φασι, δύο φύσεις, μὴ δεῖν εὐσεβῶς ὁμολογεῖσθαι παρὰ τῶν πιστῶν παραστήσουσιν; Οὐδεὶς γὰρ οὐδαμῶς τῶν ἐγκρίτων διδασκάλων τοῦτο θεσπίσας εὑρίσκεται· τοὐναντίον μὲν οὖν πάντες καὶ εἶπον, καὶ λέγειν τοὺς πιστοὺς διὰ τῶν ἰδίων ἐδίδαξαν φωνῶν· εἰ μὴ ἄρα συνήθως ἐκ καρδίας πλασάμενοι τὰ δοκοῦντα, ὡς ἑνὸς τῶν Πατέρων ἀπάτης ἕνεκεν τῶν ἀκεραιοτέρων, τὸ πλάσμα προβάλλοιντο.

Which, going through it more clearly in the second oration on the Son, he says: «For even if the combination is one, yet not 496in nature, but in concourse.» And this very thing the blessed Cyril too is shown to think in his letters to Succensus, in which, on the example of man, he says: «So that the two are no longer two, but through both the one living being is brought to completion»; all but crying out explicitly in these words that, for the things from which the composition is — both in the man that we are, who is from soul and body, and in the mystery of Christ, which is from Godhead and manhood — their being two according to the essential principle has not been abolished; since otherwise not even otherness of essence would still remain. But that they are two by themselves, in monad and monad, self-subsistently, the principle of piety does not admit at all; lest we divide the one man, or living being, into two men or living beings, and the one Christ into two Christs, or two Sons. For if the blessed Cyril had not known well to think and to hold and to teach this everywhere, he would not have said that the difference of the natures was not abolished through the union; he would not have taught that the one Christ is one thing and another, and other and other, and this and that, and both, and that the natures have remained unconfused. He would not have held that the Word did not pass over into the nature of the flesh, or that the flesh was not converted into the nature of the Word himself. He would not have known that the God-speaking men make the evangelical and apostolic sayings about the Lord some common, as of one person, and others divided, as of two natures. He would not have declined to say that the whole, that is Christ, is one nature, if he had known this to be pious. He would not have defined human nature as nothing other than flesh intellectually ensouled, affirming through this that the nature of manhood too is perfect in Christ. He would not have said that by adding "Incarnate" the signification of our essence is brought in. He would not have determined that to say two natures united without division is significant of right belief, when the expression is not mischievously put forward in the mode Nestorius held. He would not have been seen saying such things — no, countless others — as is clear to the diligent from his writings.

Whence, then, and from which of the teachers, will they demonstrate that the natures in Christ, from which he also is — preserved after the union, as they say, even by their own account — ought not to be piously confessed by the faithful as two natures? For no one at all of the approved teachers is found to have decreed this; on the contrary, all both said it, and taught the faithful through their own words to say it; unless indeed, fashioning from their heart, as is their custom, what seems good to them, they should put forward the fiction as from one of the Fathers, for the deception of the more simple.

Ἀλλ᾿ οὗτοι, ὡς ἔοικεν, αἰσχύνην ἡγούμενον τὸ πείθεσθαι, καὶ τὴν εἰς πλανήσαντας αὐτοὺς ἐξ ἀρχῆς ἀνθρώπους προσπάθειαν τῆς θείας ἀγάπης 497προκρίνοντες, καὶ τοῦ εὐσεβεῖν τὸ φιλόνεικον προτιμῶντες, καὶ τοῦ τιμᾶσθαι ὡς ἱερεῖς παρὰ τῶν ἀνθρώπων, οἷς τὴν ἀπάτην διὰ τοῦ καθ᾿ ἡμῶν ψεύδεσθαι τὰ μὴ ὄντα προσάγουσι· καὶ τῶν κακῶν κακοῦ ἀντιλαβεῖν, τῆς ἀπάτης λέγω μισθὸν τὰ φθειρόμενα, τὴν παρὰ τοῦ Θεοῦ ἐπὶ τῇ ὁμονοίᾳ τῆς πίστεως ἀποδοχήν τε καὶ τιμὴν κατωτέραν ποιούμενοι, τοῦ πολεμεῖν τῇ ἀληθείᾳ, καὶ ἀφιστᾶν αὐτῆς ἐπιχειρεῖν, οὐ παύονται ὅσους ἂν δύνανται. Διὸ παρακαλῶ ὑμᾶς ἐγὼ ὁ ἐλάχιστος, τέκνα ὄντας γνήσια τῆς ἁγίας ἀποστολικῆς Ἐκκλησίας, ἐν ᾗ φωτισθέντες διὰ τῆς τοῦ θείου λουτροῦ ἀναγεννήσεως, υἱοθετηθῆναι Θεῷ ἐν Πνεύματι ἠξιώθητε, στέλλεσθαι ἀπὸ τῶν τοιούτων, μνημονεύοντας τοῦ ἁγίου Ἀποστόλου Παύλου γράφοντος Ῥωμαίοις τὸν τρόπον τοῦτον· Παρακαλῶ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχήν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ᾿ αὐτῶν. Οἱ γὰρ, τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Καὶ πάλιν περὶ τούτων αὐτῶν, ταραχὰς τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ κινεῖν εἰθισμένων Κορινθίοις ἐπιστέλλοντος τάδε· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς Ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαῦμα· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης· ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν. Τούτων δὲ αὐτῶν τὸ τῆς γνώμης δολερὸν, καὶ τοῦ τρόπου τὸ ὑπόκλοπον ἐν Εὐαγγελίοις, γὰρ ὁ Κύριος αἰνιττόμενος προανεφώνησε, τοὺς πιστοὺς οἷον ἀσφαλιζόμενος, λέγων· Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων· ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Περὶ τούτων δὲ αὐτῶν καὶ ὁ ἅγιος Εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ πρώτῃ αὐτοῦ καθολικῇ, νηφαλαιοτέρους τοὺς εὐσεβεῖς ἐργαζόμενος, φησίν, Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύητε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ εἰσιν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ. Πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστι. Καὶ πᾶν πνεῦμα ὃ οὐχ ὁμολογεῖ Κύριον Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι, τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται· καὶ νῦν ἐν τῷ κόσμῳ ἐστίν.

But these men, as it seems, deeming it a shame to be persuaded, and preferring their attachment to the men who deceived them from the beginning 497to the divine love, and honouring contentiousness above piety, make the acceptance and honour from God for the concord of the faith lower than being honoured as priests by men — to whom they bring the deception by lying against us of things that are not — and than receiving evil in return for evils, I mean the perishable things as the wage of deception; and they do not cease from warring against the truth and attempting to draw away from it as many as they can.

Therefore I, the least, exhort you — being genuine children of the holy apostolic Church, in which, illumined through the regeneration of the divine washing, you were deemed worthy to be adopted to God in the Spirit — to withdraw from such men, remembering the holy Apostle Paul writing to the Romans in this manner: I exhort you, brethren, to watch those who make the dissensions and the stumbling-blocks contrary to the teaching which you learned, and turn away from them. For such men do not serve our Lord Christ, but their own belly; and through fair speech and blessing they deceive the hearts of the innocent. Rom. xvi, 17, 18. And again, concerning these same men, accustomed to stir up troubles in the Church of God, writing to the Corinthians thus: For such are false apostles, deceitful workers, transforming themselves into Apostles of Christ. And no marvel; for Satan himself is transformed into an angel of light. It is no great thing, then, if his ministers also are transformed as ministers of righteousness; whose end shall be according to their works. II Cor. xi, 13-15. And the deceitfulness of the inclination of these very men, and the stealth of their manner, the Lord in the Gospels, hinting at it, proclaimed beforehand, as it were securing the faithful, saying: Beware of the false prophets, who come to you in sheep's clothing, but inwardly are ravening wolves. By their fruits you shall know them. Matth. vii, 15, 16. And concerning these very men the holy Evangelist John too, in his first catholic epistle, making the pious more sober, says: Beloved, believe not every spirit, but test the spirits, whether they are of God; for many false prophets have gone out into the world. Hereby know the Spirit of God: every spirit that confesses Jesus Christ come in the flesh is of God. And every spirit that does not confess the Lord Jesus Christ to have come in the flesh is not of God; and this is that of the Antichrist, of which you have heard that it comes, and even now is in the world. I Joan. iv, 1-3.

Τούτων ἀεὶ μνημονεύοντας τῶν λόγων, αἰτούμενος ὑμᾶς, εὐλογημένοι, τῆς εὐσεβείας, ἧς οὐδὲν ἀνθρώποις πρὸς τὸ φιλιωθῆναι Θεῷ οἰκειότερον, διὰ πάσης προσοχῆς καὶ ἐπιμελείας ἔχεσθαι βούλομαι πάντας πάσῃ δυνάμει ἀποστρεφομένους, τοὺς μὴ δεχομένους τὰ εὐσεβῆ τῆς Ἐκκλησίας καὶ σωτήρια δόγματα· καὶ μάλιστα μαθόντας τῆς τοῦ Ἀντιχρίστου διδασκαλίας εἶναι, Τὸ μὴ ἐν σαρκὶ ὁμολογεῖν τὸν Κύριον

500ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστὸν, ὡς ὁ μέγας εὐαγγελιστὴς διαρρήδην βοᾷ Ἰωάννης· ὅπερ οἱ νῦν τῇ τοῦ Θεοῦ πολεμοῦντες Ἐκκλησίᾳ προφανῶς κατηγέλλουσι, τὴν φύσιν τῆς σαρκὸς ἀπαρνούμενοι, τῷ μὴ ὁμολογεῖν ἐν Χριστῷ σώζεσθαί τε καὶ εἶναι αὐτὴν ἀνέχεσθαι· καὶ οὔτε φρίττουσι, τὸ ἐλεεινότερον, ἢ θρασύτερον, εἰπεῖν οἰκειότερον, τῆς Θεῷ ἀντικειμένης δόξης κήρυκας ἑαυτοὺς προβαλλόμενοι. Ἀλλ᾿ οὗτοι μὲν οὕτω διακεῖσθαι ἐπισφαλῶς κατὰ τὴν πίστιν προελόμενοι, ἄξιον τῆς αὑτῶν δρέπονται ἀνοίας καρπῶν· τὸ παρὰ πᾶσιν εὐφώρατον κεκτῆσθαι τῆς δυσσεβείας ἔλεγχον.

Ἔκθεσις σύντομος τῆς ἐνδοχῆς τῶν ὀρθῶς ἐπὶ Χριστοῦ κατὰ τὴν καθολικὴν Ἐκκλησίαν ὁμολογουμένων τῆς πίστεως φωνῶν. Ἡμεῖς δὲ σὺν Θεῷ φάναι· οἱ τὴν θείαν καὶ καθαρὰν τῆς ἐκκλησιαστικῆς διδασκαλίας πόαν νεμόμενοι, ἀκαθαίρετον ἔχοντες τῆς εὐσεβείας τὸ κλέος, πάσας εὐσεβῶς τὰς εὐσεβεῖς ἐπὶ Χριστοῦ τῶν Πατέρων φωνὰς, ὁμολογεῖν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων παρρησιαζόμεθα, μετ᾿ εὐσεβοῦς ἑκάστην ἐννοίας καὶ λογισμοῦ τοῦ πρέποντος ἐκλαμβάνοντες· καθὼς ἄνωθεν καὶ ἀπ᾿ ἀρχῆς διὰ τῶν γενομένων λειτουργῶν τῆς χάριτος, τὸν σωτήριον τῆς πίστεως κατηχήθημεν λόγον, Ὁμολογοῦμεν τοίνυν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ δύο μὲν φύσεων, ὡς ἐκ θεότητος καὶ ἀνθρωπότητος συγκείμενον· ἐν δύο δὲ φύσεσιν, ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι ὄντα γνώσκοντες. Ὥσπερ γὰρ ἐκ δύο φύσεων λέγοντες, τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος αὐτὸν εἶναι δοξάζομεν· οὕτω καὶ ἐν δύο φύσεσι λέγοντες, τὸ ἐν θεότητι καὶ ἀνθρωπότητι εἰκότως αὐτὸν ὑπάρχειν σημαίνομεν· ὡς μηδεμιᾶς κεχωρισμένον μετὰ τὴν ἕνωσιν τῶν ἐξ ὧν συνέστηκε φύσεων, ἀλλ᾿ ἐν αὐταῖς, ἐξ ὧν καὶ ἐστιν ἀεὶ, καὶ ὄντα καὶ γνωριζόμενον. Δύο δὲ φύσεις καθ᾿ ὑπόστασιν ἡνωμένας ἀδιαιρέτως πάλιν αὐτὸν ὁμολογοῦμεν, ὡς Θεὸν ἀληθῶς τὸν αὐτὸν ὄντα καὶ ἄνθρωπον, αὐτοῖς ἐπαληθεύοντα τοῖς πράγμασι τὰ ὀνόματα πιστεύοντες. Ὡς γὰρ Υἱὸν Θεοῦ καὶ Θεὸν φύσει αὐτὸν καὶ ἀληθείᾳ, καὶ ὄντα καὶ λεγόμενον πιστεύομεν, διὰ τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα τῆς οὐσίας ταυτότητα· οὕτω καὶ Υἱὸν ἀνθρώπου, καὶ ἄνθρωπον γενόμενον εἶναί τε καὶ λέγεσθαι αὐτὸν φύσει καὶ ἀληθείᾳ φαμὲν, διὰ τὴν πρὸς τὴν τεκοῦσαν αὐτὴν φυσικὴν κατὰ σάρκα συγγένειαν. Εἰ γὰρ μὴ δύο φύσεις αὐτὸν, ὡς Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον ὁμολογήσομεν, ἐκ ψιλῶν ὀνομάτων καὶ οὐχὶ πραγμάτων συντεθεῖσθαι αὐτὸν λέγοντες ἐλεγχθησόμεθα· καὶ οὐκ ὄντα κατ᾿ ἀλήθειαν, ὅπερ εἶναι διὰ τῶν ὀνομάτων σημαίνεται. Ὡς καὶ μηδὲν εἶναι λοιπὸν δύνασθαι, κατ᾿ αὐτοὺς ἐκείνους εἰπεῖν ὑποτίθεσθαι τὸν βλασφημεῖν προαιρούμενον, τὸ ἡμῖν προσκυνούμενόν τε καὶ λατρευόμενον, ὅπερ πάσης ἀσεβείας ὑπερβολὴν ὑπερβέβηκε.

Remembering these words always, I ask you, blessed ones — I wish you all to hold fast, with all attention and care, to piety, than which nothing is more proper to men for being made friends with God; turning away with all strength from those who do not accept the pious and saving doctrines of the Church; and above all, having learned that it is of the teaching of the Antichrist not to confess in the flesh our Lord

500and God Jesus Christ, as the great evangelist John explicitly cries out; I Joan. iv, 3. which those who now war against the Church of God openly proclaim, denying the nature of the flesh by not enduring to confess that it is preserved and exists in Christ; and thus they do not shudder — the more pitiable thing, or, to say it more properly, the bolder — at putting themselves forward as heralds of the opinion opposed to God. But these men, having chosen to be so dangerously disposed in respect of the faith, reap a fruit worthy of their own folly: to have acquired a refutation of their impiety that is easily detected by all.

A concise exposition of the acceptance of the expressions of the faith that are rightly confessed concerning Christ according to the catholic Church.

But we — with God be it said — who feed on the divine and pure pasture of the ecclesiastical teaching, having the glory of piety unassailable, make bold to confess before God and men, piously, all the pious expressions of the Fathers concerning Christ, receiving each with pious intention and fitting reasoning; just as from above and from the beginning, through those who became ministers of grace, we were catechized in the saving word of the faith. We confess, then, our Lord Jesus Christ from two natures, as composed of Godhead and manhood; and in two natures, knowing him as being in Godhead and manhood. For just as, saying "from two natures", we hold that he is from Godhead and manhood, so also, saying "in two natures", we fittingly signify that he exists in Godhead and manhood; as being separated, after the union, from none of the natures of which he is constituted, but both being and being known in them, from which he also always is. And again we confess him two natures united according to hypostasis without division, believing the same to be truly God and man, and that he verifies the names by the very realities. For as we believe him both to be and to be called Son of God and God by nature and in truth, because of the identity of essence with the God and Father, so also we say that he both is and is called Son of man, and man become, by nature and in truth, because of the natural kinship according to the flesh with her who bore him. For if we do not confess him two natures, as at once God and man, we shall be convicted of saying that he is composed of bare names and not of realities, and is not in truth that which is signified through the names to be. So that — by those very men's account — he who chooses to blaspheme could at last suppose, so to say, that what is worshipped and adored by us is nothing: which has passed beyond every excess of impiety.

Διόπερ μὴ ὑπαχθῆναι βλασφημίας ἐγκλήματι 501φυλαττόμενοι, οὐ παυόμεθα ὁμολογοῦντες τὸν Χριστὸν ἐκ δύο φύσεων, ὡς ἐκ θεότητος, καθὼς εἴρηται, καὶ ἀνθρωπότητος· καὶ ἐν δύο φύσεσιν, ὡς ἐν θεότητι. καὶ ἀνθρωπότητι· καὶ δύο φύσεις, ὡς Θεόν τε ὁμοῦ τὸν αὐτὸν ὄντα, καὶ ἄνθρωπον πιστεύοντες· ὅτι μὴ ἐκ τούτων μόνον, ἀλλὰ καὶ ταῦτα· οὐδὲ ταῦτα μόνον, ἀλλὰ καὶ ἐν τούτοις, ὡς ἐκ μερῶν ὅλον, καὶ ὅλον ἐν μέρεσι· καὶ διὰ τῶν μερῶν ὅλον ὄντα γινώσκοντες. Εἰ γὰρ αὐτὸς τοῖς οὖσι τὸ εἶναι δούς, καὶ τὴν πρὸς διαμονὴν ἐχαρίσατο δύναμιν, πρὸς τὸ μὴ φύρεσθαι ἀλλήλοις τὰ εἴδη καὶ μεταβάλλειν εἰς ἄλληλα, ἀλλὰ μένειν ἕκαστα καθ᾿ ὃν παρ᾿ αὐτοῦ γεγένηνται λόγον· ὥστε δύνασθαι ἐκ τῆς κατὰ τὴν φυσικὴν ἑκάστων ἰδιότητα παγιότητος, τὸν πάνσοφον καὶ ἐπιστήμονα τοῦ παντὸς γενεσιουργὸν καὶ ταξιάρχην, τοὺς τῶν θείων ἐπιμελεῖς φιλοθεάμονας, ὡς ἐφικτόν, ἐννοεῖν· πολλῷ μᾶλλον ἐν ἑαυτῷ τὴν ἑαυτοῦ ἀπειροδύναμον πιστώσηται δύναμιν· ὅπερ ἦν διαμένων, καὶ γενόμενος ὅπερ οὐκ ἦν· καὶ ὅπερ γέγονεν οὐκ ἀρνούμενος μετὰ τοῦ μένειν ὅπερ ἦν, τῷ ὑπάρχειν ἀνελλιπῶς τε καὶ ἀτρέπτως ἀμφότερα. Καὶ μίαν δὲ τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, σαρκὶ ψυχὴν ἐχούσῃ τὴν νοερὰν τε καὶ λογικὴν λέγομεν εὐσεβῶς, διὰ τοῦ ἐπάγειν τὸ Σεσαρκωμένην, τῆς καθ᾿ ἡμᾶς οὐσίας τὴν δήλωσιν εἰσκομίζοντες. Περίφρασις γάρ ἐστιν ἐν ταυτῷ καθ᾿ ἕνωσιν, δι᾿ ὀνόματος καὶ ὅρου τὰς δύο φύσεις ἐμφαίνουσα· ὀνόματος μέν, Τῆς μιᾶς τοῦ Λόγου φύσεως, τῆς τὸ κοινὸν τῆς οὐσίας μετὰ τοῦ ἰδίου τῆς ὑποστάσεως σημαινούσης· ὅρου δὲ τῆς ἀνθρωπίνης, ὡς αὐτός φησιν ὁ διδάσκαλος Cyrill. epist. 2 ad Sucens. p. 145.· Τί γάρ ἐστιν ἀνθρωπότητος φύσις, πλὴν ὅτι σὰρξ ἐψυχωμένη νοερῶς. Ὥστε ὁ λέγων μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, μετὰ σαρκὸς ἐμψύχου εἶναι τὸν Θεὸν Λόγον δηλοῖ, ἕτερόν τι πάντως κατὰ τὴν οὐσίαν παρὰ τὸν Θεὸν Λόγον οὖσαν τὴν σάρκα νοῶν, ὅ γε ἀληθὴς τῆς εὐσεβείας μαθητὴς καὶ ἀνόθευτος. Καὶ τὴν καθ᾿ ὑπόστασιν δὲ λέγοντες ἕνωσιν, εἰς μίαν ὑπόστασιν τῶν φύσεων γεγενῆσθαι τὴν ἕνωσιν νοοῦμέν τε καὶ ὁμολογοῦμεν· ὡς μηδεμιᾶς καθ᾿ ἑαυτὴν τὸ σύνολον ἢ οὔσης, ἢ νοουμένης, ἀλλὰ μετὰ τῆς συγκειμένης καὶ συμπεφυκυίας· οὐδ᾿ ἂν πάλιν κατὰ τὸν οὐσιώδη λόγον πρὸς τὴν ἄλλην φυρείσης, ἢ καθ᾿ ὁτιοῦν τῆς φυσικῆς τελειότητος παθούσης ἐκ τῆς ἑνώσεως μείωσιν.

Wherefore, guarding ourselves 501against being brought under a charge of blasphemy, we do not cease confessing Christ from two natures, as from Godhead, as has been said, and manhood; and in two natures, as in Godhead and manhood; and two natures, as believing the same to be at once God and man; since we know him to be not only from these, but also these; nor these only, but also in these; as a whole from parts, and a whole in parts; and being a whole through the parts. For if he who gave being to the things that are also granted them the power for permanence, so that the species should not be commixed with one another nor be converted into one another, but each remain according to the principle by which it has come to be from him — so that, from the stability of the natural property of each, those who love contemplation and are diligent about divine things may conceive, as far as is attainable, the all-wise and knowing Maker and Marshal of the universe — much more would he confirm in himself his own infinitely powerful power: remaining what he was, and becoming what he was not; and not denying what he became, together with remaining what he was, by being both without deficiency and without change.

And we say piously also one nature of God the Word incarnate — incarnate in flesh having the intellectual and rational soul — bringing in, by adding "Incarnate", the signification of our essence. For it is a periphrasis that shows in one and the same, by way of union, the two natures, through a name and a definition: through a name, "the one nature of the Word", which signifies the common of the essence together with the proper of the hypostasis; through a definition, the human nature, as the teacher himself says: «For what is the nature of manhood, except that it is flesh intellectually ensouled?» So that he who says "one nature of God the Word incarnate" shows that God the Word is with ensouled flesh, understanding the flesh to be something certainly other according to essence than God the Word — he, at least, who is the true and unadulterated disciple of piety. And saying "the union according to hypostasis", we both understand and confess that the union of the natures has come to be into one hypostasis; so that neither is or is understood at all by itself, but with the one compounded and grown together with it; nor again is it commixed with the other according to the essential principle, or has it suffered from the union, in any respect whatever, diminution of its natural perfection.

Καὶ πάλιν τὴν φυσικὴν ἕνωσιν ἀντὶ τοῦ ἀληθῆ λέγειν ὁμολογοῦμεν, καθὼς ὁ ἅγιος αὐτὸς Κύριλλος ταύτας τὰς φωνὰς καὶ εἶπε καὶ ἐξηγήσατο· καὶ οὐ πρὸς ἀναίρεσιν τῶν ἐξ ὧν ἐστὶν ὁ Χριστὸς δύο φύσεων μετὰ τὴν ἕνωσιν, ἢ μιᾶς αὐτῶν, καθὼς Ἀπολινάριος, Εὐτυχής τε καὶ Σεύηρος, Σίμωνι μάγῳ, Οὐαλεντίνῳ τε καὶ Μάνεντι ἀκολουθήσαντες ἐκδεδώκασιν, ὡς ἔστι τοῖς βουλομένοις εὐχερές, ἐκ τῶν Σευήρου αὐτοῦ συγγραμμάτων πρὸς τοὺς ὀνομασθέντας ἀσεβεῖς ἄνδρας, κατὰ τὴν συμφωνίαν τῶν λόγων, τὴν τῶν δογμάτων κατιδεῖν 504ταυτότητα. Ὡσαύτως δὲ τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τὰς δύο γεννήσεις φαμέν, τήν τε ἐκ Θεοῦ Πατρὸς πρὸ αἰώνων, καὶ τὴν δι᾿ ἡμᾶς ἐπ᾿ ἐσχάτων τῶν χρόνων ἐκ τῆς ἁγίας Παρθένου γεγενημένην· τοῦ αὐτοῦ ὁμοίως τά τε θαύματα καὶ τὰ πάθη δοξάζομεν. Ὁμολογοῦμεν δὲ καὶ τὴν ἁγίαν πανένδοξον Παρθένον κυρίως καὶ κατὰ ἀλήθειαν Θεοτόκον· ὡς οὐχί τινος ἀνθρώπου ψιλοῦ, κἂν ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ δίχα τῆς πρὸς τὸν Λόγον ἑνώσεως προδιαπλασθέντος, καὶ ἐκ προκοπῆς ἔργων καὶ ἐκ τῆς εἰς ἀρετὴν ἀκρότητος θεωθέντος γεγενημένην μητέρα· ἀλλ᾿ ὡς αὐτοῦ ἀληθῶς τοῦ Θεοῦ Λόγου, τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ἐξ αὐτῆς κατὰ σύλληψιν ἀρρήτον σαρκωθέντος, καὶ τελείως ἐνανθρωπήσαντος. Ταύτας οὕτω τοὺς ἰδίους ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία τὰς φωνὰς εὐσεβῶς καὶ λέγειν καὶ νοεῖν διδάξασα, τῷ θείῳ καὶ λαμπρῷ τῆς γνώσεως φωτὶ φυλάττεσθαι ἐνεχείρισε· παρακαλοῦσα διά τε Προφητῶν καὶ Ἀποστόλων, καὶ αὐτοῦ τοῦ τοῖς ἰδίοις παθήμασιν αὐτὴν συμπηξαμένου τε καὶ ἁρμοσαμένου Χριστοῦ, πρόσφορόν τε καὶ πρέποντα τῷ μεγάλῳ τῆς πίστεως ἐπαγγέλματι βίον ἀναλαβεῖν· Σκοποῦντας τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον· καὶ εἰς αὐτὸ ἀγρυπνοῦντας. Οὐχ ἧττον γὰρ εὐσεβοῦς πίστεως ἀρίστης χρήζειν ἐδιδάχθημεν πολιτείας πρὸς τὸ τυχεῖν τῆς αἰωνίου ζωῆς· μήπως τῷ θεμελίῳ τῆς πίστεως τὰ μὴ ἐπιβάλλοντα ἐποικοδομήσαντες, διὰ πονηρῶν ἐπιτηδευμάτων, ὡς τὴν κλῆσιν, καὶ τὴν χάριν τῆς υἱοθεσίας ὑβρίσαντες, ἀντὶ χαρᾶς καὶ δόξης ἀτελευτήτου, αἰωνίου πυρὸς ὑποδίκους ἑαυτοὺς καταστήσωμεν. Πολλὰς οὖν ὁρῶντες ὁδοὺς ἀρετῶν, εὐλογημένοι, καὶ τῆς μακαρίας Χριστοῦ καλλονῆς σώφρονες ἐρασταί, παρὰ τοῦ Κυρίου τῶν ὅλων τοῖς ἀνθρώποις δεδωρημένας, ἕνα τε τὸν σκοπὸν ἐχούσας, καὶ πρὸς ἓν τὰς πάσας τέλος καταντώσας εἰς σωτηρίαν, μὴ ἀμελήσωμεν τῆς ἑαυτῶν σωτηρίας, μηδὲ προώμεθα τὸν καιρὸν τὸν ἐπὶ μετανοίᾳ ἡμῖν δεδομένον, οὗ πάλιν ἐπιτυχεῖν ἀμήχανον. Ἀλλὰ πρὶν πορευθῆναι, καθά πού φησιν ὁ μέγας Ἰώβ, ὅθεν οὐκ ἀναστρέψομεν, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν, σπουδάσωμεν τὸν Θεὸν ἱλεώσασθαι κατὰ τὴν ἑαυτοῦ ἕκαστος δύναμιν. Πρὸς γὰρ τὸ ποικίλον καὶ διάφορον τῶν καταστάσεων τῶν ψυχῶν ἡμῶν, ὡς ἀγαθὸς, πολλὰς εἰκότως εἶναι καὶ τὰς ὁδοὺς πρὸς τὰς αἰωνίους μονὰς ἀγούσας τοὺς δι᾿ αὐτῶν ὁδεύοντας ἀμέμπτως πεποίηκεν, ὅπως τὴν ἑαυτῷ πρόσφορον ἐπιλεξάμενος ἕκαστος, καὶ τὸν δρόμον τοῦ βίου δι᾿ αὐτῆς ποιησάμενος, τὸν ἐν οὐρανοῖς κατ᾿ ἐλπίδας προκείμενον πανένδοξον καταλήψοιτο χῶρον. Τοίγαροῦν καθὼς ἔχομεν δυνάμεως συνεργείᾳ καὶ χάριτι Χριστοῦ, τῶν καθηκόντων ἁψώμεθα.

And again we confess "the natural union" in the sense of saying "true", just as the holy Cyril himself both said and explained these expressions; and not for the destruction, after the union, of the two natures from which Christ is, or of one of them, as Apollinarius, Eutyches and Severus, following Simon Magus, Valentinus and Manes, have set it forth; as it is easy for those who wish to see, from the writings of Severus himself, through the agreement of the words, the 504identity of his doctrines with those of the impious men named.

Likewise we say that the two births are of the same one Christ: the one from God the Father before the ages, and the one that came to be for us in the last times from the holy Virgin; and likewise we glorify as of the same both the miracles and the passions. We confess also the holy all-glorious Virgin properly and in truth Theotokos, as having become mother not of some mere man — even if formed beforehand, as in the twinkling of an eye, apart from the union with the Word, and deified by progress of works and by the summit of virtue — but truly of God the Word himself, the one of the holy Trinity, incarnate from her by an ineffable conception, and perfectly become man.

These expressions, then, the holy Church of God, having taught her own piously both to say and to understand, has entrusted to be guarded by the divine and bright light of knowledge; exhorting, through both Prophets and Apostles, and through Christ himself, who by his own sufferings fastened her together and fitted her, to take up a life suited and fitting to the great profession of faith: Considering what is the will of God, the good and acceptable and perfect; and keeping watch unto it. For we have been taught that we need the best conduct no less than pious faith for attaining everlasting life; lest, building on the foundation of the faith things that do not belong to it, by wicked practices, as having outraged the calling and the grace of the adoption, we make ourselves liable, instead of joy and endless glory, to everlasting fire.

Seeing, then, many ways of virtues, you blessed ones and sober lovers of the blessed beauty of Christ — ways given to men by the Lord of all, having one goal, and all arriving at one end, unto salvation — let us not neglect our own salvation, nor let slip the time given us for repentance, which it is impossible to attain again. But before we go, as the great Job says somewhere, whence we shall not return, to a land dark and gloomy, to a land of everlasting darkness, where there is no light, nor to see the life of mortals, let us be eager to propitiate God, each according to his own power. For in view of the variety and difference of the states of our souls, he, as good, has fittingly made many also the ways that lead those who travel by them blamelessly to the everlasting mansions; so that each, choosing the one suited to himself, and running the course of his life by it, may attain the all-glorious place laid up in the heavens according to our hopes.

Therefore, as we have power, by the co-operation and grace of Christ, let us lay hold of our duties.

Ἐπικουφίσωμεν συμπαθῶς τοῦ πένητος τὴν συμφορὰν, καὶ μετριωτέραν αὐτῷ καταστῆσαι τὴν ἔνδειαν μὴ 505ἀμελήσωμεν. Τῶν γυμνῶν περιστεῖλαι τὴν γύμνωσιν, τὸ δοθὲν ἡμῖν αἰδούμενοι τῆς ἀφθαρσίας ἔνδυμα μὴ ἀναβαλώμεθα. Τοῖς ἐν κακώσει φρουρᾶς τρυχομένοις καὶ ἀσθενείᾳ σώματος, καὶ βάρει ξενητείας πιεζομένοις συναλγήσωμεν, καὶ τὰ δυσχερῆ τῶν ἄλλων οἰκειοῦσθαι σπουδάσωμεν; ἵνα τὸν Τὰς ἀσθενείας ἡμῶν ἀναλαβόντα, καὶ τὰς νόσους βαστάσαντα, περὶ τὸ ὁμόφυλον μιμησάμενοι, καὶ τὴν αὐτοῦ δι᾿ ἡμᾶς φιλάνθρωπον κένωσιν τοῖς ἔργοις τιμήσαντες, τῆς αὐτοῦ καὶ ἡμεῖς ἄξιοι γενέσθαι δυνηθῶμεν ἐπόπται δόξης καὶ μέτοχοι· μὴ δόξης ἕνεκεν τῆς παρὰ τῶν ἀνθρώπων ταῦτα ἐπιτηδευόντες, ἧς μετὰ τὴν παροῦσαν ζωὴν ὑφέστηκε πρὸς ἀποδοχῆς λόγον, οὐδέν· ἀλλ᾿ ὅλου Θεοῦ τῇ ἀληθείᾳ γενόμενοι, καὶ ὡς αὐτὸν πάντα πᾶσι καὶ ὄντα καὶ γινόμενον διὰ τῆς εἰς ἀλλήλους φιλανθρωπίας θεραπεύοντες, πάντα καὶ λέγωμεν καὶ πράττωμεν, δι᾿ ὧν αὐτῷ εὐαρεστήσομεν.

Let us lighten with compassion the misfortune of the poor man, and let us not 505neglect to make his want more moderate. Let us not put off covering the nakedness of the naked, revering the garment of incorruption given to us. Let us suffer with those worn down in the affliction of prison and in weakness of body, and pressed down by the burden of exile, and let us be eager to make the hardships of others our own; so that, imitating, toward our own kind, him who Took our infirmities and bore our diseases, Matth. viii, 17; Isa. liii, 4. and honouring by our works his self-emptying, in love for man, for our sake, we too may be able to become worthy beholders and sharers of his glory; not practising these things for the sake of the glory from men, of which, after the present life, nothing subsists toward the reckoning of acceptance; but becoming wholly God's in truth, and serving him, as one who both is and becomes all things to all, I Cor. ix, 22. through love for man toward one another, let us both say and do all things by which we shall please him. For thus, by progress in virtue little by little, we shall be able — with God be it said — at some time also fittingly to pursue the divine philosophy, and to be transferred to the life above, having despised all things on earth; considering it better and more honourable to hold the last rank with God than to bear the first things of those on earth with the king below: in which, beginning to converse with ourselves, and having accustomed the senses of the soul, quietly, in stillness, to see creation wisely, we shall carry off the greatest gain — to be well guided through the turmoil and instability of visible things to the things that stand and are not moved; and not to remain among them, nor to endure being held fast in them; from which, hating the disorder of the one and longing for the firm footing of the other, we shall call on abyss with abyss; Psal. xli, 8. perceiving, through the mighty works in visible things, the principles in intelligible things, as far as is attainable to men; and thus, simply, through speechlessness, peering into the inmost sanctuary of the sanctuaries, we shall come to know our own worthlessness, being mystically taught through the oracles of the Spirit how, being earth and ashes, Gen. xviii, 27. we lay claim to divine glory, by the grace of him who was well pleased; and into what kind of blessedness what is by nature worthless and contemptible is refashioned. And thus, struck with amazement at the spectacles of the infinite, we shall gather humility, the strong safeguard of the virtues, God's greatest and first gift, which is the fruit of the true philosophy; through which, mortifying the causes of the passions — I mean the senses — together with the kindred affinity of sensible things toward them, we cut ourselves off from the world altogether, so as to be able to apply ourselves to intelligible things with an undisturbed eye of the soul.

Οὕτω γὰρ ταῖς κατὰ μέρους εἰς ἀρετὴν προκοπαῖς, καὶ τὴν θείαν ποτὲ μετελθεῖν δεόντως φιλοσοφίαν, σὺν Θεῷ φᾶναι δυνησόμεθα· καὶ πρὸς τὸν ἄνω βίον μεθαρμοσθῆναι, πάντων καταφρονήσαντες τῶν ἐπὶ γῆς· κρεῖττον καὶ τιμιώτερον τὴν ἐσχάτην ἔχειν παρὰ Θεῷ μᾶλλον ἡγούμενοι τάξιν, ἢ παρὰ τῷ κάτω βασιλεῖ τὰ πρῶτα φέρειν τῶν ἐπὶ γῆς Id Maximus ipse complevit, spreta aula monachum professus.,· καθ᾿ ἣν ἑαυτοῖς προσλαβεῖν ἀρχόμενοι, καὶ καθ᾿ ἡσυχίαν ἠρέμα τὰ τῆς ψυχῆς αἰσθητήρια ἐμφρόνως ὁρᾶν τὴν κτίσιν ἐθίσαντες, κέρδος μέγιστον ἀπενεγκώμεθα, τὸ καλῶς ὁδηγηθῆναι διὰ τῆς τῶν ὁρατῶν ταραχῆς καὶ ἀστασίας, ἐπὶ τὰ ἑστῶτα καὶ μὴ κινούμενα· ἀλλὰ μὴ ἐναπομένειν αὐτοῖς, καὶ ἐνεσχεθῆναι ἀνέχεσθαι· ἐξ οὗ, τῶν μὲν τὸ ἄτακτον μισήσαντες· τῶν δὲ τὸ βάσιμον ποθήσαντες, ἀβύσσῳ ἄβυσσον ἐπικαλεσόμεθα· διὰ τῶν ἐν τοῖς ὁρατοῖς μεγαλούργῶν, τοὺς ἐν τοῖς νοητοῖς ὡς ἐφικτὸν ἀνθρώποις κατανοοῦντες λόγους· καὶ οὕτως ἀτεχνῶς δι᾿ ἀφθεγξίας τῷ ἀδύτῳ τῶν ἀδύτων παρακύψαντες, τὸ ἑαυτῶν εὐτελὲς ἐπιγνωσόμεθα, διδασκόμενοι μυστικῶς διὰ τῶν λογίων τοῦ Πνεύματος, πῶς ὄντες γῆ καὶ σποδός, θείας μεταποιούμεθα δόξης, τῇ τοῦ εὐδοκήσαντος χάριτι· καὶ τὸ τῇ φύσει εὐτελὲς καὶ ἀπόπτυστον, πρὸς ποίαν μετασκευάζεται μακαριότητα· καὶ οὕτω τοῖς τοῦ ἀπείρου καταπλαγέντες θεάμασι, τὸ ἰσχυρὸν φυλακτήριον τῶν ἀρετῶν, λέγω δὴ τὴν ταπείνωσιν, Θεοῦ δῶρον μέγιστον καὶ πρῶτον, τῆς ἀληθοῦς φιλοσοφίας καρπὸν οὖσαν, δρεψόμεθα· δι᾿ ἧς νεκροῦντες τῶν παθῶν τὰ αἴτια, φημὶ δὴ τὰς αἰσθήσεις, μετὰ τῆς πρὸς αὐτὰς τῶν αἰσθητῶν συγγενοῦς οἰκειότητος, κόσμου παντελῶς ἑαυτοὺς ἀποτέμνομεν· ὥστε ἀνεπιθολώτῳ ψυχῆς ὄμματι ἐπιβάλλειν δύνασθαι τοῖς νοητοῖς· ἐξ ὧν, ἢ μεθ᾿ ἃ, τὴν ψυχὴν ἤδη ἀληθῶς τῇ ταπεινώσει ποιωθεῖσαν, καὶ λοιπὸν ἱκανὴν γενομένην θείας ἐμφάσεως δέξασθαι εἰκόνα, παραλαβοῦσα ἡ θεία ἀγάπη, φίλους ἡμᾶς ἀντὶ δούλων ἐργάζεται· τὸ τοῦ νόμου κεφάλαιον, τὸ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ 508ὕλης τῆς ψυχῆς σου, καὶ τὰ ἑξῆς, χαριζομένη, ἐν τῷ μηδεμίαν τῶν ἐν ἡμῖν νοερῶν δυνάμεων πρὸς ἄλλο τι παντελῶς, ἢ πρὸς Θεὸν ἀῤῥενωπῶς συγχωρεῖν ἀνατείνεσθαι. Ἀγωνισώμεθα οὖν ὡς καιρὸν ἔχομεν τὸν προτεθέντα ἡμῖν παρὰ τοῦ Θεοῦ, τῆς εὐσεβοῦς καὶ Χριστιανικῆς ἐπαγγελίας σκοπὸν εἰς ἔργον ἀγαγεῖν. Ὅτι δ᾿ Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, τοὺς ἀφανεῖς τυράννους καὶ πολεμίους, οὐκ ἐν τῷ φανερῷ συγκροτοῦντας τὰς μάχας, ἀλλ᾿ ἐν τῷ κρυπτῷ τῆς καρδίας τοὺς πολέμους συμπλέκοντας, Ἀναλάβωμεν τὴν πανοπλίαν τοῦ Θεοῦ, ὡς ὁ θεῖος ἡμῖν παρακελεύεται ἀπόστολος, ἵνα δυνηθῶμεν ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι· καὶ περιζωσάμενοι τὴν ὀσφὺν ἐν τῇ ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, ἐν ᾧ πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθήσεται. Προσκαρτερήσωμεν διὰ πάσης προσευχῆς καὶ δεήσεως, καὶ τὴν μάχαιραν τοῦ πνεύματος δέξασθαι, ὅ ἐστι ῥῆμα Θεοῦ, τὸ διαιροῦν, ἵνα συνελὼν εἴπω, τῶν κρειττόνων τὰ χείρονα, καὶ διδάσκον τοὺς εὐσεβεῖς τὴν πρέπουσαν Χριστιανοῖς ἀγωγήν, ὅπερ τελείας ἔργον ἐστὶ διακρίσεως· ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν· σώματος παιδαγωγίαν· φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα· ὀργῆς ἀφανισμόν, ὥς πού Exhort. ad baptismum. Edita, δουλαγωγίαν pro παιδαγωγίαν. φησιν ὁ μέγας Βασίλειος· νοῦ πρὸς Θεὸν ἀνάπτησιν, καὶ τοῖς πειρασμοῖς, φυλακῆς χάριν τῶν τιμίων, ἀνταγωνίζεσθαι· προστιθέναι ἀγγαρευομένους· μὴ δικάζεσθαι ἀποστερουμένους· μίσους ἀγάπην ἀντιμετρεῖν· ἀνοχὴν διωγμοῖς ἐξισοῦν· βλασφημίαις παράκλησιν· νεκρωθῆναι τῇ ἁμαρτίᾳ· συσταυρωθῆναι Χριστῷ· ὅλην μεταθέσθαι πρὸς Θεὸν ἀσχέτως τὴν ἀγάπην. Ταῦτα γέγραφα, Δέσποτά μου εὐλογημένε, οὐχ ἀγνοῶν ὑμῶν τὸ στερέωμα τῆς ἐν Χριστῷ πίστεως, καὶ τὴν ἐν αὐτῷ αὐξανομένην διὰ τῶν ἐντολῶν σεμνότητα· ἀλλ᾿ εἰδέναι ὑμᾶς βουλόμενος, ὁποῖον καὶ ὁπόσον ἔχω περὶ ὑμῶν ἀγῶνα, διὰ μερίμνης ἀεί μου ἐκκαίοντα τὴν καρδίαν· καὶ παρατηρεῖσθαι νηφαλαιότερον παρακαλῶ τοὺς τῶν αἱρέσεων προμάχους· ἵνα μή τις αὐτῶν παραλογισάμενος ὑμᾶς ἐν πειθανολογίᾳ Alii communius, πιθανολογ. ψεύδους, τὸ ἐν ὑμῖν διαυγὲς καὶ ζωτικὸν τῆς πίστεως νάμα τοῖς ἰδίοις τῶν ἀσεβῶν δογμάτων ἐπιθολῶσαι ῥύποις δυνηθῇ, ὅπερ μὴ γένοιτο. Ξίφος γὰρ δίστομον καὶ ξυρὸν ἠκονημένον τὴν γλῶσσαν κέκτηνται, ψυχὰς σφάζουσαν, καὶ εἰς πέταυρον ᾅδου, καὶ βάραθρον σκότους παραπέμπουσαν, καὶ τῆς ἐν Χριστῷ ζωῆς διὰ τῆς ἠπατημένης αὐτῶν χρηστολογίας ἀποστεροῦσαν.

Out of which, or after which, the divine love, taking over the soul, now truly qualified by humility and henceforth become capable of receiving the image of the divine reflection, makes us friends instead of servants, bestowing the summary of the law, the: Thou shalt love the Lord thy God with all thy heart, and with 508all thy soul, and so on, Matth. xxii, 37. in permitting none of the intellectual powers in us to reach out at all to anything else than, manfully, to God.

Let us strive, then, while we have the time set before us by God, Galat. vi, 10. to bring to work the goal of the pious and Christian profession. And since Our wrestling is not against blood and flesh, but against the principalities, against the powers, against the world-rulers of the darkness of this age — the unseen tyrants and enemies, who do not join battle in the open, but entwine their wars in the hidden place of the heart — Let us take up the whole armour of God, as the divine Apostle exhorts us, that we may be able to withstand in the evil day, and having accomplished all, to stand; and having girded our loins in truth, and having put on the breastplate of righteousness, in which all the fiery darts of the evil one shall be quenched. Ephes. vi, 12. Let us persevere in all prayer and supplication, and receive the sword of the Spirit, which is the word of God, which divides — to put it briefly — the worse from the better, and teaches the pious the conduct fitting for Christians, which is the work of perfect discernment: exactness of the eyes, continence of the tongue, discipline of the body, a lowly mind, purity of thought, the abolition of anger, as the great Basil says somewhere; the mind's flight up to God; and to struggle against temptations for the guarding of precious things; to add more when pressed into service; not to go to law when robbed; to measure out love in return for hatred; to match endurance to persecutions; entreaty to blasphemies; to die to sin; to be crucified with Christ; to transfer love wholly to God, without relation.

These things I have written, my blessed master, not being ignorant of your firmness of faith in Christ, and the dignity growing in him through the commandments; but wishing you to know of what kind and how great a struggle I have for you, ever burning up my heart with care; and I exhort you to watch the champions of the heresies more soberly, lest any of them, having beguiled you with the persuasive speech of falsehood, should be able to muddy the clear and living stream of the faith in you with the filth proper to the impious doctrines — which may it not be. For they possess a tongue that is a two-edged sword and a sharpened razor, slaughtering souls, and sending them on to the trap of Hades and the pit of darkness, and depriving them of the life in Christ through their deluded fair speech.

Αὐτὸς δὲ ὁ 509Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ καὶ Πατρὸς μονογενὴς Υἱὸς καὶ Λόγος, ὁ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως ποιητὴς, ὁ τὸν ὑπὲρ ἡμῶν διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, καθὼς αὐτὸς ηὐδόκησε, καταδεξάμενος θάνατον· καὶ ῥυσάμενος ἡμᾶς τῷ ἰδίῳ αἵματι τῆς ἐξουσίας τοῦ σκότους· αὐτὸς κρατήσαι τῆς χειρὸς ὑμῶν τῆς δεξιᾶς, καὶ ὁδηγῆσαι ὑμᾶς εἰς τὸν φόβον αὐτοῦ, καὶ πληρώσαι τῆς ἐπιγνώσεως τοῦ θελήματος αὐτοῦ, ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ· καὶ ἀξίως ἑαυτοῦ περιπατῆσαι πείσειεν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντας, καὶ αὐξανομένους ἐν ἐπιγνώσει τῆς ἀληθείας αὐτοῦ, καὶ πάσῃ δυνάμει δυναμώσαι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν οἰκοδομὴν Forte ὑπομονήν, patientiam. καὶ μακροθυμίαν· καὶ μετὰ χαρᾶς καὶ εὐχαριστίας συναθλοῦντες τῷ εὐαγγελίῳ τῆς χάριτος αὐτοῦ τηρήσας, ἀξιώσαι τῆς μερίδος τῶν ἁγίων ἐν τῷ φωτὶ, εὐχαῖς καὶ ἱκεσίαις τῆς πανενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων. Ἀμήν.

ΙΓ΄. — Τοῦ αὐτοῦ πρὸς Πέτρον Ἰλλούστριον Λόγος ἐπιτόμιος κατὰ τῶν Σευήρου δογμάτων. Ἔδειξεν ὡς ἀληθῶς ὁ εὐλογημένος μου δεσπότης, ὡς οὐδὲν δύναται πρὸς μείωσιν τῆς ἀγάπης πνευματικῆς, τὸ ἀλλήλων ἀπεῖναι σωματικῶς· τοὺς κατὰ Θεὸν δι᾿ ἀγάπης νοερῶς ἀλλήλοις συνηρμοσμένους· μὴ ἀπαξιώσας διὰ τῶν τιμίων αὐτοῦ συλλαβῶν ἐπισκέψασθαί με τὸν ταπεινὸν καὶ ἁμαρτωλὸν, καὶ μηδὲν ἔχοντα τῆς αὐτοῦ ἀγάπης ἐπάξιον. Ἄσπερ δεξάμενος, ὥσπερ αὐτὸν παρόντα τῷ πνεύματι γεγηθὼς περιλαβὼν ἠσπασάμην, καὶ τῷ μόνῳ Θεῷ καὶ Σωτῆρι τῶν ὅλων Χριστῷ συνήθως ηὐχαρίστησα, γνοὺς μετὰ σωτηρίας αὐτὸν τὴν ὑγρὰν κέλευθον ἐξηνυκέναι· Ἡδὺς γὰρ ὄντως καὶ παρὼν ὁ εὐλογημένος μου δεσπότης, καὶ ἀπὼν, οὐχ ἧττον τοῦ παρεῖναι πᾶσίν ἐστιν ἐπέραστος, διὰ τὴν ἐπιλάμπουσαν αὐτῷ χάριν τῆς πτωχείας τοῦ ἁγίου Πνεύματος· δι᾿ ἣν ναὸς ἅγιος εἰς κατοικητήριον Θεοῦ ἐν πνεύματι γίνεται, πᾶς ὁ ταύτης ὡς Θεοῦ τῆς ἀρετῆς γνησίως μεταποιούμενος, τοῦ ταπεινώσαντος ἑαυτὸν μέχρι δούλου μορφῆς, καὶ ἔργῳ καὶ λόγῳ τοῖς ἀνθρώποις αὐτὴν ἐν ἑαυτῷ παραδείξαντος· ὅνπερ μιμούμενος ὁ εὐλογημένος μου δεσπότης, ἐνδιαθέτως καὶ αὐτὸς ἐκτήσατο τὴν πραότητά τε καὶ τὴν ταπείνωσιν. Τὴν πραότητα μὲν, ἵνα τὰς ἐμπαθεῖς τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας κατασβέσας κινήσεις, Θεῷ γένηται καὶ ἀνθρώποις εὐάρεστος.

But 509our Lord and God Jesus Christ himself, the only-begotten Son and Word of God and the Father, the Maker of all creation visible and invisible, who for his unspeakable love for man, as he himself was well pleased, accepted death for us, and rescued us by his own blood from the power of darkness: may he himself hold your right hand, and guide you into his fear, and fill you with the knowledge of his will in all wisdom and spiritual understanding; and persuade you to walk worthily of him, bearing fruit in every good work, and growing in the knowledge of his truth; and strengthen you with all power, according to the might of his glory, unto all edification and long-suffering; and, keeping you striving together, with joy and thanksgiving, for the gospel of his grace, deem you worthy of the portion of the saints in light, ibid. 9-12. by the prayers and supplications of our all-glorious Lady, the Theotokos and ever-virgin Mary, and of all the saints. Amen.

LETTER 13

Of the same, to Peter the illustris: a concise discourse against the doctrines of Severus.

My blessed master has truly shown that bodily absence from one another can do nothing toward the diminution of spiritual love, for those who are intellectually fitted to one another through love according to God; not having disdained to visit, through his precious syllables, me, the lowly and sinner, who has nothing worthy of his love. Which having received, I embraced and greeted them rejoicing, as if he himself were present in the spirit, and gave thanks, as is my custom, to the only God and Saviour of all, Christ, having learned that he had accomplished the watery way in safety. For truly sweet is my blessed master when present, and when absent, no less than when present, he is lovable to all, because of the grace of the poverty of the Holy Spirit Matth. v, 3. that shines upon him; through which everyone who genuinely lays claim to this, as the virtue of God, becomes a holy temple for a dwelling of God in the Spirit — of him who humbled himself unto the form of a servant, and by work and word showed it in himself to men: whom imitating, my blessed master too has inwardly acquired both meekness and humility. Meekness, that, quenching the passionate movements of anger and desire, he may become well-pleasing to God and men.

Ἡ πραότης γὰρ οὐδὲν ἕτερον οὖσα καθέστηκεν, ἢ θυμοῦ καὶ ἐπιθυμίας παντελὴς; 512πρὸς τὰ παρὰ φύσιν ἀκινησία· καθ᾿ ἣν φανερὸν τὸ Θεῖον τοῖς ἔχουσι γίνεται Θέλημα. Φησὶ γὰρ ψάλλων ὁ μέγας Δαβὶδ, Ὁδηγήσει πραεῖς ἐν κρίσει· διδάξει πραεῖς ὁδοὺς αὐτοῦ. Τὴν καὶ ταπείνωσιν, ἵνα τῆς ὑπερηφανίας ἐκτεμὼν τὰ πωρώματα, εὐχάριστός τε τῷ Θεῷ γένηται, καὶ πᾶσιν ἀνθρώποις εὐπρόσιτος. Ταπείνωσις γάρ ἐστιν, ἡ ἑκάστου πρὸς τὸν Θεὸν κατὰ παράθεσιν ἐκ παραλλήλου τῆς ὑπερεχούσης καὶ ποιητικῆς αἰτίας ἐπίγνωσις· καθ᾿ ἣν ἡ πρὸς ἀλλήλους τῶν ἀνθρώπων γίνεσθαι πέφυκεν συνδιάθεσις, καὶ ἡ τῶν πλημμελημάτων δίδοσθαι τοῖς ὀφείλουσιν ἄφεσις. Ἴδε γὰρ, φησὶν ὁ αὐτὸς μέγας πάλιν Δαβὶδ, τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Οὕτω μὲν οὖν ἔχοντα περὶ τὸν βίον τὸν εὐλογημένον μου δεσπότην, ἐν τῷ στερεώματι τῆς εἰς Χριστὸν πίστεως, φερωνύμως ἀσάλευτον εὔχομαι διαφυλαχθῆναι, καὶ πάσης αἱρετικῆς τρικυμίας ἀνώτερον, ὡς γνήσιον τέκνον τῆς ἁγίας τοῦ Θεοῦ καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· τεθεμελιωμένον ἐπὶ τῆς εὐσεβοῦς ὁμολογίας· καθ᾿ ἧς οὐδὲν τὸ παράπαν ἰσχύουσιν, ἀνοιγόμενα καθάπερ ᾅδου πύλαι, τὰ πονηρὰ τῶν αἱρετικῶν στόματα. Περὶ γὰρ τῶν νόθων, καὶ νόθως ἐκ τῆς ἀγριελαίας παρενκεντρισθέντων εἰς τὴν καλλιέλαιον ἐγίνωσκον, καὶ πρὶν γράψαι τοὺς εὐλογημένους ὑμᾶς, ὅτι κατὰ τὸν προφητικὸν λόγον· Ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον, τῆς κατὰ τὴν πίστιν αὐτῶν ἀηδείας λέγω τὸ δυσωδες ἔχουσιν ἐπιστρέψαι· οἷα δὴ Σίμωνες δεύτεροι, καὶ Δήμαντες καὶ Ἑρμογένεις, προκρίνειν ἑλόμενοι τῆς ἀληθείας τὸ ψεῦδος· καὶ μηδὲν ἀδικοῦντες, ὡς οἴονται, τῇ ἀποστασίᾳ τοὺς κήρυκας τῆς εὐσεβείας, ἢ βλαπτόμενοι μᾶλλον ἐνδίκως τῇ στερήσει τῆς χάριτος· καὶ οὐδὲ τὸν νῦν αἰῶνα, δι᾿ ὃν τῆς ἀληθείας ἀπέστησαν, ἔχειν καταθυμίως δυνάμενοι, κατὰ φύσιν ἄστατον ὄντα καὶ εὐαλλοίωτον, καὶ ἀεὶ παρατρέχοντα τοὺς κρατεῖν νομίζοντας Ἀηδὴς γὰρ ὄντως ὑπάρχει καὶ δυσωδίας μεστὸς, καὶ πάσης χάριτος ἔρημος, πᾶς λόγος, μὴ σώζεσθαι πρεσβεύων κατὰ φύσιν ἐν τῷ ἑνὶ Χριστῷ τὰ ἐξ ὧν Χριστὸς μετὰ τὴν ἄφραστον ἕνωσιν· ἀλλ᾿ οἷον ἀρνούμενος τὴν ὅλην τοῦ Θεοῦ περὶ τὸν ἄνθρωπον οἰκονομίαν, καὶ περιτέμνων τοῦ Λόγου τοῦ Θεοῦ τὸ προσειλημμένον, ἐκ τῆς ἀχράντου καὶ ἁγίας πανενδόξου Παρθένου καὶ κατὰ ἀλήθειαν Θεοτόκου, σῶμα λογικὸν ἐμψυχωμένον.

For meekness is nothing other than 512a complete immobility of anger and desire toward what is contrary to nature; by which the divine will becomes manifest to those who have it. For the great David, singing psalms, says: He will guide the meek in judgement; he will teach the meek his ways. Psal. xxiv, 9. And humility, that, cutting out the callosities of pride, he may become both grateful to God and approachable to all men. For humility is each one's recognition, by juxtaposition with God side by side, of the transcendent and productive cause; by which the co-disposition of men toward one another naturally comes to be, and the remission of offences is given to those who owe. For see, says the same great David again, my humility and my toil, and forgive all my sins. ibid. 18.

Being thus, then, in regard to life, my blessed master I pray may be preserved in the firmness of faith in Christ, unshaken as his name declares, and above every heretical billow, as a genuine child of the holy catholic and apostolic Church of God; founded upon the pious confession, against which the wicked mouths of the heretics, opened like the gates of Hades, have no strength at all. For concerning the bastards, and those bastardly grafted in from the wild olive into the good olive, I knew, even before you blessed ones wrote, that, according to the prophetic word, As a dog to its own vomit, Prov. xxvi, 11. they are bound to return — I mean to the stench of the loathsomeness of their faith; as second Simons, and Demases and Hermogeneses, having chosen to prefer falsehood to truth; and, as they think, wronging the heralds of piety in no way by their apostasy, but rather being justly harmed themselves by the deprivation of grace; and not even able to have to their heart's content the present age, for whose sake they departed from the truth, since it is by nature unstable and easily altered, and ever runs past those who think they hold it.

For truly loathsome and full of stench, and empty of all grace, is every account that does not maintain that the things from which Christ is are preserved according to nature in the one Christ after the ineffable union; but as it were denies the whole economy of God concerning man, and cuts off from the Word of God what was assumed from the immaculate and holy all-glorious Virgin and in truth Theotokos: a rational, ensouled body.

Περιτέμνει γὰρ ἀληθῶς τῷ πράγματι, κἂν δοκῇ πως ψιλῶς ὁμολογεῖν τῷ στόματι πρὸς τὴν τῶν ἀκουόντων ἐξαπάτην, καὶ παντελῶς ἀρνεῖται τὴν σάρκωσιν, ὁ μετὰ τὴν ἕνωσιν μὴ λέγων εἶναι, σώζεσθαί τε καὶ λέγεσθαι τῆς σαρκὸς τὴν φύσιν, ἀσυγχύτως τε καὶ ἀδιαιρέτως ἡνωμένην τῷ Θεῷ Λόγῳ καθ᾿ ὑπόστασιν, προφάσει δῆθεν εὐλαβείας, τοῦ μὴ τεμεῖν δόξαι διὰ τοῦ ἀριθμοῦ τὴν ἕνωσιν, αὐτὴν κυρίως εἰπεῖν, τὴν πᾶσαν τῶν ἐξ ὧν 513ἐστιν ὁ Χριστὸς φύσεων, μετὰ τὴν ἕνωσιν σαφῶς ἀρνούμενος ὕπαρξιν.

Περὶ ἀριθμοῦ φυσικωτέρα διάληψις. Τοῦτο δὲ πάσχουσιν, ὡς ἔοικε, παρὰ τὸ ἀγνοεῖν αὐτούς, ὅτι πᾶς ἀριθμὸς οὔτε διαιρεῖ κατὰ τὸν ἴδιον λόγον, οὔτε διαιρεῖται· οὔτε διαιρέσεως, οὔτε μὴν ἑνώσεως παντελῶς ἐστι ποιητικός. Ποιεῖν γὰρ ἢ πάσχειν οὐ πέφυκε, μὴ ὑπάρχων οὐσία ἢ συμβεβηκὸς· περὶ ἃ τὸ ποιεῖν τε καὶ πάσχειν ἐστίν· ἀλλὰ μόνον δηλωτικὸς τοῦ ποσοῦ τῶν ὑποκειμένων πραγμάτων, ὡς δ᾿ ἂν κατὰ τὴν σχέσιν ἔχοντα τύχωσιν· εἴτε ἡνωμένα, εἴτε διακεκριμένα. Οἷον, ἵν᾿ εἴπω τι θαρρήσας, ὄνομα ποσοῦ, χωρὶς τῆς ἐπ᾿ αὐτῷ σχέσεως σημαντικόν. Οὔτε γὰρ τὴν τῶν ὄντων ἐξ ἀνάγκης φυσικὴν ὁ ἀριθμὸς ποιεῖται διάκρισιν, ἢ ποσότητα· οὔτε τῶν συνημμένων κατὰ τὸ αὐτὸ εἶδος ἀφ᾿ ἑαυτοῦ ἐργάζεται τὴν συνέχειαν· οὔτε μὴν καθ᾿ ὅλου τινός ἐστι χαρακτηριστικὸς ἰδιότητος τῶν ὑπὸ τὸ αὐτὸ εἶδος πρὸς ἄλληλα τοῖς συμβεβηκόσι διακεκριμένων ἀτόμων. Ταῦτα γὰρ ποιεῖν τῆς θείας σοφίας τε καὶ δυνάμεως καθέστηκεν ἴδιον, τῆς τὸ πᾶν συστησαμένης, καὶ ἀσύγχυτον διατηρούσης ἕκαστον, τοῖς περὶ τὸ πᾶν κατὰ φύσιν τῶν ὄντων διορισμοῖς· ἀλλὰ μόνον, ὡς ἔφην, τοῦ ἁπλῶς, ἀλλ᾿ οὐ τοῦ πῶς τῶν πραγμάτων ποσοῦ ποιεῖται δήλωσιν, καθάπερ τι ὄνομα ποσοῦ προσφυές.

Περὶ διαφορᾶς, καὶ ποσότητος ἀκριβέστερον, καὶ τῆς αὐτῶν εὐσεβοῦς ὁμολογίας. Εἰ τοίνυν κατὰ τοὺς Πατέρας, ὁ ἀριθμὸς τοῦ ποσοῦ τῶν πραγμάτων, ἀλλ᾿ οὐ τῆς σχέσεώς ἐστι δηλωτικός· πᾶν δὲ ποσὸν ἑτερότητι φυσικῇ θεωρούμενον, διαφορὰν πάντως ἐπιδέχεται· διαφορὰν δὲ λέγουσιν ἐπὶ Χριστοῦ φυσικὴν μετὰ τὴν ἕνωσιν καὶ οἱ τῇ ἀληθείᾳ μαχόμενοι· καὶ τὸ ποσὸν τῶν διαφερόντων, οὗ χωρὶς ἀμήχανον εἶναι διαφορὰν μετὰ τοῦ δηλοῦντος αὐτὸ ἀριθμοῦ· οὗ χωρὶς ποσὸν καθ᾿ ὅλου γνωσθῆναι ἀδύνατον, λέγειν αὐτοὺς ἀνάγκη μετὰ τὴν ἕνωσιν· εἴπερ κατὰ τὴν εὔτακτον ἀκολουθίαν, εὐσυνάρτητον τὸν τοῦ οἰκείου δόγματος ἀποδεῖξαι βούλονται λόγον. Εἰ δὲ τὸ ποσὸν τῶν σωζομένων ἐν Χριστῷ φύσεων ἀρνοῦνται μετὰ τὴν ἕνωσιν, μηδὲ τὴν διαφορὰν λέγειν τολμάτωσαν, τῶν ἐξ ὧν ὁ Χριστὸς ἐστι φύσεων μετὰ τὴν ἕνωσιν· γινώσκοντες ὅτι πᾶν εἴ τι καθ᾿ ὁτιοῦν ἔχει διαφορὰν, ἓν κατὰ πάντα λόγον τε καὶ τρόπον εἶναι οὐ δύναται. Τὸ δὲ μὴ δυνάμενον εἶναι κατὰ πάντα λόγον τε καὶ τρόπον ἕν, δηλονότι κατά τινα λόγον τε καὶ τρόπον, δύο τὸ ἐλάχιστόν ἐστιν ἢ πλείονα. Οὐκοῦν ἐν Χριστῷ μετὰ τὴν ἕνωσιν λέγοντας εἶναι διαφορὰν, ἓν κατὰ πάντα λόγον τε καὶ τρόπον τὸν Χριστὸν εἶναι μετὰ τὴν ἕνωσιν λέγειν οὐ δύνανται. Εἰ δὲ μὴ κατὰ πάντα καὶ λόγον καὶ τρόπον ἕν ἐστιν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν· δηλονότι κατά τινα λόγον τε καὶ τρόπον, δύο πάντως ἐστὶν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν.

For truly he cuts it off in fact, even if he seems somehow barely to confess it with the mouth, for the deception of the hearers, and he denies the incarnation altogether, who does not say that after the union the nature of the flesh is, is preserved and is spoken of, united without confusion and without division to God the Word according to hypostasis — on the pretext, forsooth, of reverence, lest he seem to cut the union by the number — clearly denying, after the union, the whole existence itself, to speak properly, of the natures from which 513Christ is.

A more natural treatment of number.

And they suffer this, as it seems, from not knowing that every number, by its own principle, neither divides nor is divided, nor is it at all productive either of division or of union. For it is not of a nature to act or to be acted upon, not being an essence or an accident, about which acting and being acted upon are; but only indicative of the quantity of the subject things, however they may happen to be disposed according to relation, whether united or distinguished. It is, for instance — if I may make bold to say something — a name of quantity, significative without the relation that attaches to it. For neither does number of necessity make the natural distinction of beings, or their quantity; nor does it of itself produce the continuity of things conjoined according to the same species; nor indeed is it universally characteristic of any property of the individuals under the same species that are distinguished from one another by accidents. For to do these things is proper to the divine wisdom and power, which constituted the universe and keeps each thing unconfused by the natural boundaries of the beings throughout the universe; but only, as I said, does number make an indication of the quantity of things simply, and not of their how, as a name fitted to quantity.

On difference and quantity more exactly, and on their pious confession.

If, then, according to the Fathers, number is indicative of the quantity of things but not of their relation; and every quantity contemplated in natural otherness certainly admits difference; and those too who fight against the truth say there is a natural difference in Christ after the union: then they must also say, after the union, the quantity of the things that differ — without which it is impossible for difference to be — together with the number that indicates it, without which it is impossible for quantity to be known at all; if they wish to show the account of their own doctrine coherent according to well-ordered sequence. But if they deny the quantity of the natures preserved in Christ after the union, let them not dare to speak even of the difference of the natures from which Christ is after the union; knowing that whatever has difference in any respect whatever cannot be one according to every principle and mode. And what cannot be one according to every principle and mode is clearly, according to some principle and mode, two at the least, or more. Therefore those who say there is difference in Christ after the union cannot say that Christ is one according to every principle and mode after the union. But if Christ is not one according to every principle and mode after the union, clearly, according to some principle and mode, Christ is certainly two after the union.

Εἰ δὲ κατά τινα λόγον τε καὶ τρόπον δύο ἐστὶν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, διὰ τὴν ἐν αὐτῷ τῶν ἐξ ὧν καὶ ἐν αἷς ἐστι φύσεων διαφορὰν, ὡς ἔδειξεν ὁ λόγος, δῆλον 516ὡς ἀσεβοῦσι διακενῆς, οἱ τὴν μὲν διαφορὰν τῶν ἐξ ὧν ἐστι φύσεων ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν λέγοντες, αὐτὰς δὲ τὰς φύσεις, ὧν ἡ διαφορά, προφανῶς ἀναιροῦντες τῇ σιωπῇ μετὰ τὴν ἕνωσιν· ἀναίρεσις γὰρ ἐστιν ἀληθῶς ἡ τῶν ὄντων καὶ σῳζομένων ἐξάρνησις. Ἢ γὰρ οὐκ ἀνῄρηνται κατ᾿ αὐτοὺς αἱ φύσεις μετὰ τὴν ἕνωσιν, καὶ εἰσὶ καὶ σώζονται, καὶ δίκαιόν ἐστιν αὐτὰς σῳζομένας ὁμολογεῖσθαι μετὰ τὴν ἕνωσιν· ἢ εἴπερ μὴ δίκαιόν ἐστιν αὐτὰς ὁμολογεῖσθαι μετὰ τὴν ἕνωσιν, μήτε εἶναι, μήτε σώζεσθαι λέγειν αὐτὰς ἐν Χριστῷ δίκαιόν ἐστι κατ᾿ αὐτούς, καὶ ἀνῄρηνται. Ὃ γὰρ μὴ δίκαιόν ἐστι πάντως ὀνομάζεσθαι, μηδὲ τὸ παράπαν ὑπάρχειν, πολλῷ κρεῖττόν ἐστιν ὡς οἶμαι καὶ δικαιότερον, λέγειν· ἢ πείσωσιν ἡμᾶς λόγῳ, πῶς ἐστι δίκαιον ἐν Χριστῷ μὴ ὁμολογεῖσθαι τὰ ἐξ ὧν ὁ Χριστὸς, ὄντα τε καὶ σῳζόμενα μετὰ τὴν ἕνωσιν, χωρὶς τῆς οἱασοῦν τροπῆς καὶ ἀλλοιώσεως, καὶ τῆς εἰς ἄλληλα κατὰ τὸν οὐσιώδη λόγον μεταβολῆς· καὶ στέργομεν εὐπειθῶς τῆς τῶν σῳζομένων ἐν Χριστῷ καὶ ὄντων ὁμολογίας τὴν στέρησιν. Ὥσπερ δὲ κατὰ πάντα λόγον τε καὶ τρόπον ἓν οὐκ ἔστιν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, οὕτω πάλιν κατὰ πάντα λόγον τε καὶ τρόπον οὐκ ἔστιν ὁ Χριστὸς δύο μετὰ τὴν ἕνωσιν. Εἰ δὲ μὴ κατὰ πάντα λόγον τε καὶ τρόπον ἐστὶν ὁ Χριστὸς δύο μετὰ τὴν ἕνωσιν· πάντως κατά τινὰ λόγον τε καὶ τρόπον, διὰ τὴν ὑποστατικὴν ταυτότητα, ἤγουν τὴν μίαν ὑπόστασιν, καθ᾿ ἣν διαφορὰν ἔχειν οὐ δύναται, ἓν ἐστιν ὁ Χριστός. Ἐπεὶ οὖν κατ᾿ ἄλλον καὶ ἄλλον λόγον τε καὶ τρόπον, ἓν καὶ δύο ἐστὶν ὁ αὐτὸς, ἀναγκαῖον σκοπῆσαι, κατὰ ποῖον καὶ ποῖον λόγον ἓν ἐστιν ὁ αὐτὸς καὶ δύο.

Ὅτι βλάσφημον τὸ λέγειν τὸν Χριστὸν μίαν ἁπλῶς φύσιν. Εἰ μὲν οὖν κατὰ τὸν τῆς φύσεως λόγον ἓν αὐτὸν εἶναι φήσουσι, μίαν φύσιν ἁπλῶς χωρὶς τῆς οἱασδήποτε διαφορᾶς δηλονότι κατ᾿ αὐτοὺς ἔσται τὸ ὅλον. Εἰ δὲ τοῦτο λέγειν αὐτοῖς συγχωρήσομεν, οὐχ ἔσται Θεὸς κατ᾿ αὐτούς, οὔτε μὴν ἄνθρωπος ὁ Χριστός· οὔτε κτίσμα παντελῶς, οὔτε κτίστης. Ἡ γὰρ ἁπλῶς λεγομένη φύσις, οὐδ᾿ ἑτέρου τούτων καθάπαξ τὴν οἱανοῦν ἐπιδέχεται σημασίαν. Εἰ δὲ τὴν πρόδηλον φεύγοντες ἀτοπίαν εἴποιεν, μίαν μὲν, σύνθετον δὲ τὸν Χριστὸν εἶναι φύσιν, ἠγνόησαν ὡς ἀληθῶς. πῶς ὁ τῆς ἀσεβείας ζόφος πρὸς τὴν ἐσχάτην αὐτοὺς ἀπεώσατο πλάνην.

Περὶ συνθέτου φύσεως ἀκριβέστερον, καὶ τοῦ κατ᾿ αὐτὴν λόγου· καὶ ὡς ἀσεβοῦσιν οἱ λέγοντες τὸν Χριστὸν μίαν σύνθετον φύσιν.

And if Christ is two according to some principle and mode after the union, because of the difference in him of the natures from which and in which he is, as the argument has shown, it is clear 516that they are impious to no purpose who say the difference of the natures from which Christ is after the union, but plainly destroy by silence, after the union, the natures themselves whose difference it is: for the denial of the things that are and are preserved is truly destruction. For either, by their account, the natures have not been destroyed after the union, and they both are and are preserved, and it is just that they be confessed as preserved after the union; or, if it is not just that they be confessed after the union, it is just, by their account, to say that they neither are nor are preserved in Christ, and they have been destroyed. For what it is not just at all to name, it is much better, as I think, and more just, to say does not exist at all either. Or let them persuade us by argument how it is just that the things from which Christ is, which are and are preserved after the union without any change and alteration whatever, and without conversion into one another according to the essential principle, should not be confessed in Christ; and we readily acquiesce in the privation of the confession of the things preserved and being in Christ.

And just as Christ is not one according to every principle and mode after the union, so again Christ is not two according to every principle and mode after the union. And if Christ is not two according to every principle and mode after the union, then certainly according to some principle and mode — because of the hypostatic identity, that is, the one hypostasis, according to which he cannot have difference — Christ is one. Since, then, the same is one and two according to one principle and mode and another, it is necessary to consider according to what principle, and according to what, the same is one and two.

That it is blasphemous to say that Christ is simply one nature.

If, then, they will say that he is one according to the principle of nature, the whole will clearly, by their account, be one nature simply, without any difference whatever. And if we allow them to say this, Christ will be, by their account, neither God nor indeed man, neither creature at all nor Creator. For a nature spoken of simply admits, once for all, no signification whatever of either of these.

Πᾶσα γὰρ σύνθετος φύσις, πρῶτον μὲν ἀπροαί-

517ρετον ἔχει τὴν πρὸς ἄλληλα τῶν μερῶν κατὰ τὴν σύνθεσιν σύνοδον. Ἔπειτα δὲ καὶ ἀλλήλοις ὁμόχρονα τὰ μέρη, καὶ ἑαυτῇ κέκτηται, κατὰ τὴν εἰς τὸ εἶναι γένεσιν συνυπάρχοντα, μηδετέρου μέρους θατέρου χρονικῶς προϋπάρχοντος. Πρὸς ἔτι γε μὴν καὶ εἰς συμπλήρωσιν τῆς τὸ πᾶν μεγαλοφυῶς ὑπογραφούσης ὁλότητος γινώσκεται πεποιημένη· ὧν οὐδὲν ἐπὶ Χριστοῦ παντελῶς θεωραῖται τοῖς εὐσεβεῖν βουλομένοις· ἵνα μὴ τὴν πρὸς τὴν σάρκα τοῦ Λόγου σύνοδον ἀκούσιον ποιώμεθα, καὶ ἀπροαίρετον· καὶ ἢ τῇ σαρκὶ τὸν Θεὸν Λόγον, κατὰ τὴν πρὸς τὸ εἶναι γένεσιν ὁμόχρονον, ἢ τὴν σάρκα τῷ Λόγῳ κατὰ τὴν ἄναρχον ὕπαρξιν συναΐδιον· ἢ καὶ μηδὲν ἔχειν πλέον τῶν λοιπῶν κατὰ τὴν καθ᾿ ὅλου φύσιν θεωρουμένων εἰδῶν, ὡς μέρος εἰς συμπλήρωσιν τοῦ παντὸς κατὰ τὰ λοιπὰ εἴδη, παρὰ τῆς τὸ πᾶν συστησαμένης δυνάμεως παρηγμένον τὸν Χριστὸν διοριζόμεθα. Οὗτος γὰρ πάσης συνθέτου φύσεως ὅρος τε καὶ λόγος καὶ νόμος, καθὼς ἡ τῆς ἀληθείας δύναμις, καὶ ὁ τῆς λογικῆς ἀκολουθίας δρόμος ποδηγεῖ λέγειν τοὺς μετὰ συνέσεως τὴν τῶν ὄντων ποιουμένους διάσκεψιν. Καὶ τίς ἔτι τῆς τῶν εὐσεβῶν εἶναι δυνήσεται μοίρας, οὕτω φρονῶν περὶ τοῦ Θεοῦ καὶ Λόγου, τοῦ πρὸ πάντων ὑπάρχοντος τῶν αἰώνων· μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ποιητοῦ τῶν αἰώνων, καὶ κατὰ θέλησιν ἑκούσιον ποιησαμένου πρὸς ἡμᾶς τοὺς ἀνθρώπους καὶ αὐθαίρετον τὴν κένωσιν· καὶ εἰς διόρθωσιν καὶ ἀνακαινισμὸν, ἀλλ᾿ οὐχ εἰς συμπλήρωσιν τοῦ παντὸς, ἐνανθρωπήσαντος. Τρόπῳ γὰρ οἰκονομίας, ἀλλ᾿ οὐ νόμῳ φύσεως, ἀρρήτως ὁ τοῦ Θεοῦ πρὸς ἀνθρώπους διὰ σαρκὸς ἐπεδήμησε Λόγος. Οὐκοῦν οὐκ ἔστι σύνθετος φύσις ὁ Χριστὸς, κατὰ τὴν καινοτομίαν τῶν κενούντων τὸ Εὐαγγέλιον· τῷ νόμῳ τῆς συνθέτου φύσεως, κατὰ τὸν εἰς τὸ εἶναι τρόπον, παντάπασιν ὑπάρχων ἀδούλωτος· ἀλλ᾿ ὑπόστασις σύνθετος, τὴν οἱανοῦν κατ᾿ εἶδος σύνθετον φύσιν αὐτῆς κατηγορουμένην οὐκ ἔχουσα· ὃ καὶ παράδοξον, ὑπόστασιν σύνθετον θεᾶσθαι, χωρὶς τῆς κατ᾿ εἶδος αὐτῆς κατηγορουμένης συνθέτου φύσεως. Εἰ δὲ κατ᾿ αὐτοὺς ἐκείνους ὁ Χριστὸς σύνθετός ἐστι φύσις, ἡ θαυμαστὴ τῶν Σευήρου λόγων ἀκρόπολις, ἢ γενικὴ πάντως ἐστὶ, ἢ μοναδική. Τούτων γὰρ ἄλλην ἐπινοῆσαι μέσην ἀμήχανον. Καὶ εἰ μὲν γενικὴ φύσις ἐστὶν ὁ Χριστὸς, κατὰ πολλῶν ἔσται δηλονότι καὶ διαφερόντων τῷ ἀριθμῷ κατηγορούμενος· καὶ κατ᾿ ἐπίνοιαν ἔσται μόνην, ἐν οἷς τὴν ὕπαρξιν ἔχει· καὶ οὐ καθ᾿ ἑαυτὸν ἐν ἰδίᾳ τινὶ ὑποστάσει γνωριζόμενος· χωρὶς τῶν ἐπιθεωρουμένων τοῖς ὑπ᾿ αὐτὸν ἀτόμοις συμβεβηκότων. Τοιοῦτος γὰρ ὁ πάσης γενικῆς φύσεως ὅρος τε καὶ λόγος· καὶ εἰσήχθη πλῆθος ἡμῖν Χριστῶν ἀνθ᾿ ἑνὸς, κατὰ μηδένα τρόπον τὴν οἱανοῦν ἐχόντων πρὸς τὸν Θεὸν, ἢ τοὺς ἀνθρώπους ταυτότητα, διὰ τὴν Σευήρου κατὰ τῆς ἀληθείας περιττὴν καὶ ἀκάθεκτον μανίαν.

But if, fleeing the manifest absurdity, they should say that Christ is one nature, but composite, they have truly not known how the gloom of impiety has thrust them into the last error.

On composite nature more exactly, and on the principle of it; and that those who say that Christ is one composite nature are impious.

For every composite nature, first, …

517…has without choice the concourse of its parts with one another in the composition.

Then, too, it possesses its parts contemporaneous with one another and with itself, co-existing according to their coming-to-be into being, neither part pre-existing the other in time.

And further still, it is known to have been made for the completion of the totality that magnificently outlines the universe; none of which is at all contemplated in Christ by those who wish to be pious; lest we make the concourse of the Word with the flesh involuntary and without choice; and define either God the Word as contemporaneous with the flesh according to the coming-to-be into being, or the flesh as co-eternal with the Word according to his existence without beginning; or else define Christ as having nothing more than the remaining species contemplated according to universal nature, as brought forth as a part, like the remaining species, for the completion of the universe, by the power that constituted the universe. For this is the definition and principle and law of every composite nature, as the power of truth and the course of logical sequence guide those who make their examination of the things that are with understanding to say. And who will any longer be able to be of the portion of the pious, thinking so about God and Word — him who exists before all the ages; or rather, to speak more properly, the Maker of the ages, who by volition made his self-emptying toward us men voluntary and self-chosen, and became man for the setting-right and renewal, and not for the completion, of the universe? For by a mode of economy, and not by a law of nature, the Word of God ineffably sojourned among men through flesh. Christ, then, is not a composite nature, according to the innovation of those who empty the Gospel, being altogether unenslaved to the law of composite nature as to the mode of coming into being; but a composite hypostasis, which has no composite nature whatever predicated of it by species: which is indeed paradoxical, to behold a composite hypostasis without the composite nature predicated of it by species.

But if, according to those very men, Christ is a composite nature — the wonderful acropolis of Severus's arguments — it is altogether either generic or singular. For to conceive another between these is impossible. And if Christ is a generic nature, he will clearly be predicated of many things, and of things differing in number; and he will be in thought alone, in those in which he has his existence, and not known by himself in some hypostasis of his own, apart from the accidents contemplated in addition in the individuals under him. For such is the definition and principle of every generic nature; and a multitude of Christs has been brought in upon us instead of one, having in no mode any identity whatever with God or with men, through Severus's excessive and unrestrained madness against the truth.

Εἰ δὲ μοναδικὴ φύσις ἐστὶν ὁ Χριστὸς, ἵνα παρῶμεν λέγειν ὡς οὐδαμῶς ἐστι τὸ σύνολον φύσις ἑνὶ προσώπῳ περιγεγραμμένη· κἂν εἰ τὰ μάλιστα τὸν μυθευόμενον 520ὄρνιθα τὸν φοίνικα, καθάπερ τι μέγα καὶ ἄμαχον παράδειγμα τῆς ἑαυτῆς δόξης συστατικὸν, τελευταῖον προβάλλωνται· πρὸς ὃ καὶ λέγειν τι δέδοικα, μήπως καὶ ἀνοίας παρὰ τοῖς συνετοῖς ὀφλήσω γέλωτα, τὸν μῦθον δεῖξαι μῦθον πειρώμενος. Εἰ γὰρ ὄρνις ἐστὶν ὁ φοίνιξ, καὶ ζῶον πάντως ἐστίν. Εἰ δὲ ζῶον, πρῶτον μὲν οὐ πάντη μοναδικὸν καθὸ ζῶον. Ἔπειτα δὲ, εἴπερ ζῶον, καὶ σῶμα ἔμψυχον αἰσθητικόν. Εἰ δὲ σῶμα ἔμψυχον αἰσθητικόν ἐστιν ὁ φοίνιξ; καὶ ὑπὸ γένεσίν ἐστι δηλονότι καὶ φθοράν. Αὐτοὺς ἐρωτήσωμεν τοὺς σοφοὺς τῶν ὄντων θεάμονας, εἰ δυνατόν ἐστί τι τῶν ὑπὸ γένεσιν καὶ φθορὰν ἐμψύχων καὶ αἰσθητικῶν σωμάτων, μοναδικῆς ὑπάρχειν καθ᾿ ὑπόστασιν, φύσεως· ὧν ἡ ἐξ ἀλλήλων κατ᾿ εἶδος διαδοχὴ, ἀρίδηλος χαρακτὴρ τοῦ εἶναι καὶ ὅρος ἐστί. Καθάπερ καὶ ἡ θεία Γραφὴ μαρτύρεται, τὸ βέβαιον δι᾿ ἑαυτῆς τῷ λόγῳ παρεχομένη, τῷ μεγάλῳ Νῶε τὸν Θεὸν εἰσηγουμένη ταῦτα προστάσσοντα. Καὶ εἰπεν ὁ Θεὸς τῷ Νῶε, Εἴσελθε σὺ, καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ. Ἀπὸ δὲ πάντων τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ, ἄρσεν καὶ θῆλυ· ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ ὄντων καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ· καὶ ἀπὸ πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν, ἑπτὰ ἑπτὰ, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν μὴ καθαρῶν, δύο δύο, ἄρσεν καὶ θῆλυ, διαστρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. Οἷς, εἴπερ ὡς πτηνὸν ζῶον ὁ φοίνιξ ἐστὶν ἐναρίθμιος, μοναδικῆς καθ᾿ ὑπόστασιν φύσεως οὐκ ἔστι κατὰ τὴν θείαν ἀπόφασιν, ἵνα ταῦτα καθὼς ἔφην μὴ λέγωμεν· οὐ γὰρ φίλον ἡμῖν ὑπὲρ τῶν οὐκ ἀναγκαίων τὸ μάχεσθαι· πᾶσιν εὔδηλόν ἐστι, ὡς εἴπερ μοναδικὴ φύσις ἐστὶν ὁ Χριστὸς, οὔτε τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν, οὔτε τοῖς ἀνθρώποις. Τὸ γὰρ πάντη κατὰ τὴν φύσιν μοναδικὸν, τῆς πρὸς ὁτιοῦν ἄλλο παντελῶς ἠλλοτρίωται φυσικῆς συγγενείας.

But if Christ is a singular nature — to pass over saying that there is in no way at all a nature circumscribed by one person, even if they put forward, as a last resort, the fabled bird, 520the phoenix, as something great and unassailable, an example establishing their own opinion; against which I am even afraid to say anything, lest among the understanding I incur the laughter that folly earns, trying to show the myth to be a myth. For if the phoenix is a bird, it is altogether also an animal. And if an animal, first, it is not wholly singular, inasmuch as it is an animal. Then, if an animal, it is also an ensouled, sentient body. And if the phoenix is an ensouled, sentient body, it is clearly also subject to coming-to-be and corruption. Let us ask the wise beholders of the things that are themselves whether it is possible for any of the ensouled and sentient bodies subject to coming-to-be and corruption to be of a nature singular according to hypostasis — bodies whose succession from one another according to species is the conspicuous character and definition of their being. As the divine Scripture also testifies, furnishing of itself certainty to the account, when it introduces God commanding these things to the great Noah: And God said to Noah, Enter thou and all thy house into the ark, for I have seen thee righteous before me in this generation. And of all the clean cattle bring in to thee seven and seven, male and female; and of the cattle that are not clean, two and two, male and female; and of all the clean birds of heaven, seven and seven, male and female, and of all the birds of heaven that are not clean, two and two, male and female, to keep seed alive upon all the earth. Gen. vii, 1-3. Among which, if the phoenix, as a winged animal, is numbered, it is not of a nature singular according to hypostasis, by the divine declaration. But, as I said, let us not say these things — for to fight over things not necessary is not dear to us: it is plain to all that, if Christ is a singular nature, he is consubstantial neither with God and Father nor with men. For what is wholly singular according to nature is altogether estranged from natural kinship with anything else whatever.

Εἰ δὲ κατ᾿ αὐτοὺς ἐκείνους, ὡς ἔδειξεν ὁ λόγος, πάντη κατὰ τὴν φύσιν ὁ Χριστὸς πάντων ἠλλοτρίωται τῶν ὄντων· αὐτοὺς εἰπεῖν προτρεψόμεθα τοὺς καινοὺς δογματιστὰς, τί ὄντα κατὰ τὴν φύσιν, καὶ ποίῳ λόγῳ σέβουσι τὸν Χριστὸν, τὸν μηδὲν ὅσον ἐπὶ ταῖς αὐτῶν ὑποθήκαις τῶν λόγων, ὄντα παο᾿ αὐτῶν βλασφημούμενον. 521Εἰ τοίνυν μέγας καὶ φοβερὸς ἐξ ἀνάγκης ἕπεται κίνδυνος, κατὰ τὴν ἀποδοθεῖσαν τοῦ λόγου δύναμιν, τοῖς λέγουσιν ἓν κατὰ τὴν φύσιν εἶναι τὸν Χριστὸν, ἤγουν μίαν φύσιν, εἴτε ἁπλῶς λεγομένην, εἴτε σύνθετον· καὶ ταύτην εἴτε γενικὴν ἤγουν κοινὴν, εἴτε μοναδικὴν ἤγουν ἰδικήν· πάσῃ φυλακῇ τὰς ἑαυτῶν καρδίας τῆς τοιαύτης δόξης τηρήσωμεν καθαράς, ἵνα καὶ τῆς ἐπ᾿ αὐτῇ μελλούσης ἀπειλῆς ἐλευθεριωθῶμεν. Καὶ τὸ μὲν δύο ἐπὶ Χριστοῦ κατὰ τὸν τῆς φυσικῆς ἑτερότητος λόγον, ἤγουν διαφορᾶς τῶν ἐξ ὧν ἐστι φύσεων σωζομένων καὶ μετὰ τὴν ἕνωσιν, ὡς ἐν ὅλῳ μερῶν, εὐσεβῶς ὁμολογήσωμεν· καθ᾿ ὃν οὐδέποτε τὰ μέρη φυσικῶς ἀλλήλοις συμπίπτουσιν, ἕως ἑκάτερον τὸν οἰκεῖον τῆς φύσεως πρὸς τὸ ἕτερον διαφυλάττει λόγον ἀλώβητον· τὸ δὲ ἓν κατὰ τὸν τῆς ὑποστατικῆς ταυτότητος λόγον, καθ᾿ ὃν οὐδεμίαν τὸ σύνολον πρὸς ἑαυτὸν ὁ Χριστὸς ὡς ὅλον τὴν ἐκ διαφορᾶς διάκρισιν, ἤγουν μερισμὸν ἐπιδέχεται· ἕως μία καὶ πρὸ σαρκὸς, καὶ μετὰ σάρκωσιν ὑπόστασις ὑπάρχων πιστεύεται· καὶ εἷς τῆς ἁγίας καὶ βασιλικῆς Τριάδος προσκυνεῖται παρ᾿ ἡμῶν καὶ δοξάζεται. Μοναδικὴ γὰρ τοῦ Χριστοῦ ἡ ὑπόστασις, ὡς ὅλον, μηδενὶ λόγῳ κατὰ τὴν χαρακτηριστικὴν αὐτῆς ἰδιώτητα τοῖς ἄκροις ἐπιμεριζομένη, καθ᾿ ἣν αὐτῶν ἀφορίζεται. Ἄκρα δὲ νῦν λέγω, τὸν Θεὸν καὶ Πατέρα, ἐξ οὗ πρὸ τῶν αἰώνων ὁ Χριστὸς γεγέννηται θεϊκῶς· καὶ τὴν ἁγίαν πανένδοξον Παρθένον καὶ Μητέρα, ἐξ ἧς ὁ αὐτὸς ἀνθρωπίνως γεγέννηται δι᾿ ἡμᾶς, τῇ πρὸς ἄμφω τὰ ἄκρα τῶν ἰδίων μερῶν οἰκειότητι, φυλάττουσα τὴν κατ᾿ οὐσίαν ἀμειώτως ταυτότητα· οἷς μέρεσι τὸν τῆς διαφορᾶς ὁ Χριστὸς ἐπιδεχόμενος λόγον, τῆς οἰκείας οὐχ ἐξίσταται μοναδικῆς ὑποστάσεως. Πᾶσα γὰρ ὁλότης, καὶ μάλιστα κατὰ σύνθεσιν, ἐκ διαφόρων θεωρουμένη, τῆς οἰκείας ὑποστάσεως μοναδικῶς φυλάττουσα τὴν ταυτότητα, καὶ τὴν πρὸς ἄλληλα τῶν οἰκείων μερῶν ἀσύγχυτον ἔχει διαφορὰν, καθ᾿ ἣν τὸν ἑκατέρου μέρους πρὸς θάτερον κατ᾿ οὐσίαν διασώζει λόγον ἀνόθευτον.

But if, according to those very men, as the account has shown, Christ is wholly estranged according to nature from all the things that are, we shall urge the new dogmatists themselves to say what he is according to nature, and on what account they worship Christ, who, so far as the premises of their arguments go, is blasphemed by them as being nothing.

521If, then, a great and fearful danger of necessity follows, according to the force of the account rendered, for those who say that Christ is one according to nature, that is, one nature, whether called simple or composite, and this either generic, that is, common, or singular, that is, specific, let us with all vigilance keep our hearts pure of such an opinion, that we may also be set free from the threat that awaits it. And let us piously confess the "two" in Christ according to the principle of natural otherness, that is, of the difference of the natures from which he is, preserved even after the union, as of parts in a whole; according to which the parts never naturally coincide with one another, so long as each keeps unimpaired its own principle of nature relative to the other; and the "one" according to the principle of hypostatic identity, according to which Christ, as a whole, admits no distinction at all from difference with respect to himself, that is, no partition, so long as he is believed to be one hypostasis both before the flesh and after the incarnation, and is worshipped and glorified by us as one of the holy and royal Trinity. For Christ's hypostasis is singular, as a whole, divided out to the extremes on no account, according to its characteristic property, by which it is marked off from them. By extremes I now mean God and Father, from whom Christ has been begotten divinely before the ages, and the holy, all-glorious Virgin and Mother, from whom the same has been born humanly for our sake — the hypostasis keeping undiminished, by the kinship of its own parts with both the extremes, the identity according to essence; in which parts Christ, admitting the principle of difference, does not depart from his own singular hypostasis. For every totality, and especially one by composition, contemplated from different things, while singularly keeping the identity of its own hypostasis, also has the unconfused difference of its own parts with one another, according to which it preserves unadulterated the principle according to essence of each part relative to the other. And likewise the parts too, in their composition with one another, keeping pure and undiminished the principle according to nature, have the unitary, undistinguished identity of their own totality, according to which they singularly keep wholly undivided the principle according to hypostasis.

Ὡσαύτως δὲ καὶ τὰ μέρη κατὰ τὴν πρὸς ἄλληλα σύνθεσιν, ἀκραιφνῆ καὶ ἀμείωτον τὸν κατὰ φύσιν λόγον φυλάττοντα, τὴν ἑνικὴν τῆς οἰκείας ὁλότητος ἀδιάκριτον ἔχει ταυτότητα· καθ᾿ ἣν μοναδικῶς τὸν καθ᾿ ὑπόστασιν διαφυλάττει λόγον παντελῶς ἀδιαίρετον. Εἰ τοίνυν, καθὼς ἔδειξεν σὺν ἀληθείᾳ τρέχων ὁ λόγος, ἀσεβὲς πάντη καθέστηκεν ἐπὶ Χριστοῦ τῷ κατὰ φύσιν λόγῳ θεσπίζειν κεῖσθαι τὸ ἕν, ὥσπερ καὶ τὸ ἔμπαλιν τῷ καθ᾿ ὑπόστασιν λόγῳ τὰ δύο· τὸ μὲν γὰρ τῆς Ἀπολιναρίου δυσωδίας ἐστὶν ἴδιον, συναλείφοντός τε καὶ συγχέοντος εἰς μίαν φύσιν τὰς φύσεις, καὶ ἀδιάγνωστον πάντη ποιοῦντος τὴν οἰκον· μίαν· μηδεμίαν κυρίως εἶναι τιθεμένου φύσιν μετὰ τὴν ἕνωσιν. 524Φεύγει γὰρ εἶναι ὅπερ ἐστὶ, τούτων ἑκάτερον εἰς ἄλληλα μεταχωροῦντα καὶ μεταπίπτοντα. Τὸ δὲ τῆς Ἰουδαϊκῆς Νεστορίου φρενοβλαβείας, τὴν μίαν ὑπόστασιν εἰς ὑποστάσεις δύο μερίζοντος, καὶ τὴν ὅλην οἰκονομίαν ἀρνουμένου, τὸ σαρκὶ καθ᾿ ὑπόστασιν οὐσιωδῶς τὸν Θεὸν Λόγον ἑνωθῆναι λέγειν παραιτουμένου· ἡμεῖς ὀρθῶς τε καὶ προσφυῶς χρησώμεθα τῷ λόγῳ, πρὸς τὸ εὐθὲς μεταβάλλοντες τῶν διεστραμμένων τὰς φωνάς· καὶ τὸ μὲν δύο, κατὰ τὸν τῆς φυσικῆς ἑτερότητος ἤγουν διαφορᾶς λόγον· τὸ δὲ ἓν, κατὰ τὸν τῆς ὑποστάσεως λόγον· ἵνα καὶ τὸ διάφορον τῶν ἐξ ὧν ὁ Χριστός ἐστι φύσεων, ἐν Χριστῷ μετὰ τὴν ἕνωσιν διατηρῆται· καὶ τὸ ταυτὸν καὶ μοναδικὸν τῆς ὑποστάσεως τοῦ σαρκωθέντος Θεοῦ Λόγου ὡσαύτως ἀπλήθυντον διασώζηται. Ἡ γὰρ ἀντάλληλος τῶν πραγμάτων δεῖξίς τε καὶ ὁμολογία, τῶν ὑποκειμένων κατὰ τοὺς αἱρετικοὺς ἀφανισμὸν ἀπεργάζεται· οὐχ ἀνεχομένης τῆς ἀληθείας τὰς κυρίας παντάπασι τῶν πραγμάτων συγχωρεῖν εἰς ἀλλήλας ἀμείβεσθαι προσηγορίας. Διὰ τοῦτο δύο φύσεις ὁμολογοῦμεν τὸν Χριστὸν, ὡς ἔφην, κατὰ τὸν τῆς διαφορᾶς λόγον τῶν ἐξ ὧν ἐστι φύσεων καὶ μετὰ τὴν ἕνωσιν ἐν αὐτῷ σωζομένων· ὡς Θεὸν τὸν αὐτὸν ὄντα καὶ ἄνθρωπον μετὰ τὴν ἕνωσιν.

Ὅτι ὁ λέγων Θεὸν καὶ ἄνθρωπον τὸν Χριστὸν μετὰ τὴν ἕνωσιν, συνομολογεῖ τοῖς ὀνόμασι τὰς φύσεις ἐξ ἀνάγκης μετὰ τὴν ἕνωσιν, ὀρθῶς πιστεύειν προηρημένος. Εἰ γὰρ Θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, κατὰ τὴν κοινὴν ὁμολογίαν, δηλονότι τὰ πράγματα τοῖς ὀνόμασιν ἔχων, ἐπαληθεύει μετὰ τὴν ἕνωσιν. Τὰ γὰρ πράγματα προεπινοοῦνται τῶν οἰκείων ὀνομάτων· καὶ οὐδ᾿ ἂν εἶναι δυνηθείη πώποτε χωρὶς τοῦ πράγματος ὄνομα, τοῦ παρέχοντος δι᾿ ἑαυτοῦ τῷ ὀνόματι θέσιν, καὶ ἀντιλαμβάνοντος δήλωσιν. Εἰ δὲ τὰ πράγματα, ὧν εἰσι τὰ ὀνόματα, οὐχ ἔχει κατὰ τὴν ἕνωσιν ὁ Χριστὸς, ψιλὰς κατ᾿ αὐτοὺς, ὡς μετὰ μηδενὸς κειμένας ἔχων δειχθήσεται τὰς προσηγορίας, καὶ πραγμάτων ἐρήμους· καὶ ἔσται Θεὸς καὶ ἄνθρωπος μόνον ὀνόματι κατ᾿ αὐτοὺς ὁ Χριστὸς, καὶ οὐ πράγματι· οὐ τί γένοιτ᾿ ἂν ἀθεώτερον; Εἰ δὲ τοσοῦτον μανῆναι παραιτούμενοι, φαῖεν μὴ ἐρήμους εἶναι πραγμάτων ἐπὶ Χριστοῦ τὰς προσηγορίας μετὰ τὴν ἕνωσιν· ὥσπερ οὐ παραιτοῦνται λέγειν τὰς δύο τοῦ Χριστοῦ μετὰ τὴν ἕνωσιν προσηγορίας, οὕτω καὶ τὰς δύο φύσεις τοῦ Χριστοῦ, ἐξ ὧν καὶ ἐν αἷς συνέστηκε λεγέτωσαν μετὰ τὴν ἕνωσιν, ὧν καὶ προσηγορίαι· εἴπερ κατ᾿ ἀλήθειαν πιστῶς ὁμολογοῦσι σώζεσθαι πραγματιωδῶς κατὰ φύσιν τὰ ἐνωθέντα μετὰ τὴν ἕνωσιν.

Περὶ τῆς Ἐν δύο φωνῆς· καὶ περὶ τῆς μιᾶς τοῦ Λόγου φύσεως σεσαρκωμένης εὐσεβὴς ὁμολογία κατὰ τοὺς Πατέρας· καὶ ἄρνησις τῆς μιᾶς συνθέτου φύσεως. Καὶ πάλιν ἐν δύο φύσεσιν ἀδιαιρέτως τὸν αὐτὸν ὄντα πιστεύομεν, ὡς ἐν θεότητι καὶ ἀνθρωπότητι.

If, then, as the account, running with truth, has shown, it is altogether impious in Christ to decree that the "one" lies in the principle according to nature, as, conversely, the "two" in the principle according to hypostasis — for the one is proper to the stench of Apollinarius, who smears together and confounds the natures into one nature, and makes the economy wholly indiscernible, positing that properly no nature exists after the union. 524For each of these escapes being what it is, as they pass over and fall into one another. And the other is proper to the Jewish derangement of Nestorius, who partitions the one hypostasis into two hypostases, and denies the whole economy, refusing to say that God the Word was united to flesh according to hypostasis, essentially. We, for our part, let us use our speech rightly and fittingly, turning the expressions of the perverse to what is straight: the "two" according to the principle of natural otherness, that is, of difference; the "one" according to the principle of the hypostasis; that both the differentness of the natures from which Christ is may be kept in Christ after the union, and the sameness and singleness of the hypostasis of God the Word incarnate may likewise be preserved unmultiplied. For the reciprocal indication and confession of the realities, as the heretics have it, works the obliteration of the subjects; since the truth does not at all endure to allow the proper appellations of the realities to be exchanged for one another. For this reason we confess Christ two natures, as I said, according to the principle of the difference of the natures from which he is, preserved in him even after the union, as being the same God and man after the union.

That he who calls Christ God and man after the union, having chosen to believe rightly, of necessity confesses together with the names the natures after the union.

For if Christ is God and man after the union, according to the common confession, clearly, having the realities, he makes the names true after the union. For realities are conceived before their own names; and there could never at any time be a name without the reality, which of itself provides the name with its imposition and receives in return its signification. But if Christ does not have in the union the realities of which the names are, he will be shown, on their account, to have the appellations bare, as lying with nothing, and empty of realities; and Christ will be, according to them, God and man in name only, and not in reality: than which what could be more godless? But if, refusing to be so mad, they should say that in Christ the appellations are not empty of realities after the union, then, just as they do not refuse to speak of the two appellations of Christ after the union, so let them also speak, after the union, of the two natures of Christ, from which and in which he subsists, of which the appellations also are — if in truth they faithfully confess that the things united are preserved after the union really, according to nature.

On the expression "In two"; and on the one nature of the Word incarnate, a pious confession according to the Fathers; and a denial of the one composite nature.

And again we believe the same to be in two natures without division, as in Godhead and manhood.

Ὥσπερ γὰρ ἐκ δύο φύσεων λέγοντες τὸν Χριστὸν, ἐκ θεότητος καὶ ἀνθρωπότητος ὄντα νοοῦμεν, ὡς ἐκ μερῶν ὅλον· οὕτω καὶ ἐν δύο φύσεσι λέγοντες με-

525τὰ τὴν ἕνωσιν, ἐν θεότητι καὶ ἀνθρωπότητι ὄντα πιστεύομεν, ὡς ὅλον ἐν μέρεσι. Μέρη δὲ Χριστοῦ ἡ θεότης αὐτοῦ καὶ ἡ ἀνθρωπότης ἐστὶν, ἐξ ὧν καὶ ἐν αἷς ὑφέστηκε. Καὶ αὖθις μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην σαρκὶ, νοεράν τε καὶ λογικὴν ἐχούσῃ ψυχὴν πιστεύειν, λέγειν τε καὶ κηρύττειν ἐδιδάχθημεν, κατὰ τὸν ἅγιον Κύριλλον· διὰ τοῦ σεσαρκωμένην εἰπεῖν, τῆς καθ᾿ ἡμᾶς φύσεως εἰσκεκομισμένην νοοῦντες τὴν οὐσίαν. Καὶ πάλιν τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τά τε θαύματα καὶ τὰ πάθη, καὶ τοῦ αὐτοῦ τὰς δύο γεννήσεις, τήν τε προαιώνιον ἀσωμάτως ἐκ τοῦ Πατρὸς, καὶ τὴν χρονικὴν ἐκ Μητρὸς καὶ Παρθένου σωματικῶς δι᾿ ἡμᾶς γεγεννημένην. Διὸ μάλιστα καὶ κατὰ ἀλήθειαν κυρίως Θεοτόκον αὐτὴν ὁμολογοῦμεν, ὡς τὸν ἐκ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων Θεὸν Λόγον, ἐπ᾿ ἐσχάτων τῶν χρόνων ἐξ αὐτῆς σαρκιωθέντα γεννήσασαν. Μίαν δὲ φύσιν σύνθετον τὸν Χριστὸν παντελῶς παραιτούμεθα λέγειν· οὐ μόνον διὰ τὰς εἰρημένας αἰτίας, ἀλλ᾿ ὅτι καὶ μηδεὶς καθ᾿ ὅλου τῶν ἐγκρίτων Πατέρων πέφανται μέχρι τῆς Fr. μέχρι τοῦ. δεῦρο ταύτην εἰρηκὼς τὴν φωνήν· καὶ ὡς προδήλως Ἀπολιναρίου τοῦ αἱρετικοῦ, καὶ τῶν αὐτοῦ φοιτητῶν ὑπάρχουσαν γέννημα· ὧν ἀποδεξάμενος Σεύηρος τὴν πλάνην, εἰκότως καὶ ταῖς φωναῖς καλλωπίζεται. Οὐ γὰρ φυσικὴ μονὰς κατὰ σύνθεσίν ἐστιν ὁ Χριστὸς κατ᾿ Ἀπολινάριον καὶ Σεύηρον, ἕως σωζομένην διαφυλάττει τῶν ἐξ ὧν ἐστι φύσεων καὶ μετὰ τὴν ἕνωσιν ἀσύγχυτον τὴν ἑτερότητα. Οὔτε μὴν ὑποστατικὴ δυὰς κατὰ Νεστόριον, ἕως μὴ καθ᾿ ἑαυτὰ τὰ συνελθόντα καὶ ἀλλήλων διακεκριμένα παντελῶς ὑφεστήκασι· καὶ ἕως εἷς ἐστιν ὁ σαρκωθεὶς Θεὸς Λόγος καὶ μετὰ τὴν σάρκωσιν, καὶ μὴ προϋποστᾶσαν τῷ οἰκείῳ λόγῳ τῆς φύσεως, τὴν ἑνωθεῖσαν αὐτῷ λογικῶς τε καὶ νοερῶς ἐψυχωμένην σάρκα προσέλαβεν· ἀλλ᾿ ὑπόστασις μία σύνθετος κατὰ τοὺς Πατέρας, καθ᾿ ἣν ὅλος τε Θεός ἐστιν ὁ αὐτὸς καὶ εἷς τῆς ἁγίας καὶ πανευφήμου Τριάδος μετὰ τῆς ἀνθρωπότητος διὰ τὴν θεότητα, καὶ ὅλος ἄνθρωπος ὁ αὐτὸς, καὶ εἷς τῶν ἀνθρώπων μετὰ τῆς θεότητος διὰ τὴν ἀνθρωπότητα.

Περὶ ὑποστάσεως συνθέτου φυσικωτέρα διάληψις· καὶ ἀπόδειξις ἀκριβὴς τοῦ μὴ τοῖς αὐτοῖς περιπίπτειν ἀτοπήμασι, τοὺς ὁμολογοῦντας μίαν σύνθετον ὑπόστασιν τὸν Χριστὸν, τοῖς μίαν αὐτὸν λέγουσι σύνθετον φύσιν. Εἰ δὲ ὅτι καὶ πᾶσα σύνθετος ὑπόστασις ἀλλήλοις ὁμόχρονα κέκτηται τὰ μέρη, νομίζοι τις τὴν αὐτὴν ἀτοπίαν συνάγεσθαι, καὶ τοῖς λέγουσι μίαν τὸν Χριστὸν εἶναι σύνθετον ὑπόστασιν, οὐκ ὀρθῶς κατὰ τὸν ἐμὸν ὁ τοιοῦτος ὑπολαμβάνει λόγον.

For just as, saying that Christ is from two natures, we understand him to be from Godhead and manhood, as a whole from parts, so too, saying "in two natures" after…

525…the union, we believe him to be in Godhead and manhood, as a whole in parts. Now the parts of Christ are his Godhead and his manhood, from which and in which he subsists. And again we have been taught to believe, to say and to proclaim one nature of God the Word incarnate, in flesh having an intellectual and rational soul, according to the holy Cyril; understanding, by the saying "incarnate", that the essence of our nature has been brought in. And again, of one and the same Christ both the miracles and the passions; and of the same the two births, the one before the ages, bodilessly, from the Father, and the one in time, bodily, from a Mother and Virgin, accomplished for our sake. Therefore above all, and in truth, we confess her properly Theotokos, as having given birth to God the Word, begotten of the Father before all the ages, incarnate from her in the last times.

But we altogether refuse to say that Christ is one composite nature: not only for the reasons stated, but because no one at all of the approved Fathers has appeared up to now to have spoken this expression, and as being manifestly the offspring of Apollinarius the heretic and of his disciples; whose error Severus having accepted, he fittingly also decks himself out in their expressions. For Christ is not a natural monad by composition, as Apollinarius and Severus have it, so long as he keeps preserved, even after the union, the unconfused otherness of the natures from which he is. Nor yet a hypostatic dyad, as Nestorius has it, so long as the things that came together do not subsist by themselves and wholly distinguished from one another; and so long as God the Word incarnate is one even after the incarnation, and assumed the flesh united to him, rationally and intellectually ensouled, which had not pre-subsisted by the proper principle of its nature; but one composite hypostasis, according to the Fathers, according to which the same is both wholly God, and one of the holy and all-praised Trinity, with the manhood, because of the Godhead; and the same wholly man, and one of men, with the Godhead, because of the manhood.

On the composite hypostasis, a more natural treatment; and an exact demonstration that those who confess Christ one composite hypostasis do not fall into the same absurdities as those who call him one composite nature.

But if anyone should think that, because every composite hypostasis too possesses its parts contemporaneous with one another, the same absurdity is concluded also for those who say that Christ is one composite hypostasis, such a one, by my account, does not suppose rightly.

Οὐ γὰρ ἁπλῶς πᾶσα σύνθετος ὑπόστασις ἀλλήλοις ὁμόχρονα κατὰ τὴν γένεσιν ἔχει τὰ μέρη· ἀλλ᾿ ἡ ὑπὸ φύσιν σύνθετον δηλονότι τελοῦσα, καὶ εἶδος ἔχουσα τοιοῦτον αὐτῆς κατηγορούμενον· ἥτις τῷ κοινῷ καὶ καθ᾿ ὅλου τῆς κατηγορουμένης οὐσίας ἤτοι φύσεως, τὸ 528ἄθροισμα τῶν περὶ αὐτὴν ἰδιωμάτων συμπεπλεγμένον ἔχουσα, φύσις ἐστὶν, ἤγουν μετὰ ἰδιωμάτων. Εἰ οὖν σύνθετος ἡ ὑφ᾿ ἣν τελεῖ φύσις ἐστὶ καὶ τὸ κατηγορούμενον εἶδος, καὶ αὐτὴν σύνθετον εἶναι πάντως ἀνάγκη, καὶ ἀλλήλοις ὁμόχρονα κεκτῆσθαι τὰ μέρη, διὰ τὴν κατηγορουμένην αὐτῆς οὐσίαν, ἤγουν φύσιν, οὕτως ὑπάρχουσαν, ὡς τὴν αὐτὴν οὖσαν τῷ εἴδει χωρὶς τῶν ἀφοριστικῶν αὐτῆς γνωρισμάτων. Ὥσπερ γὰρ τὴν ἁπλῶς λεγομένην ὑπόστασιν ὁρίζοντές φαμεν, Ὑπόστασίς ἐστιν οὐσία τις μετὰ ἰδιωμάτων, ἢ, οὐσία τις τῶν καθ᾿ ἕκαστα περιληπτικὴ τῶν ἐν τῷ οἰκείῳ ἀτόμῳ πάντων ἰδιωμάτων· οὕτω τὴν προσδιωρισμένως, ἀλλ᾿ οὐχ ἁπλῶς λεγομένην ὁρίζοντες ὑπόστασιν, λέγομεν, Ὑπόστασις σύνθετός ἐστιν, οὐσία τις σύνθετος μετὰ ἰδιωμάτων· ἢ οὐσία τις σύνθετος τῶν καθ᾿ ἕκαστα περιληπτικὴ τῶν ἐν τῷ οἰκείῳ ἀτόμῳ πάντων ἰδιωμάτων. Τὰ γὰρ κοινῶς ἐν τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος ἀτόμοις θεωρούμενα, τὸ τῆς οὐσίας ἤτοι φύσεως χαρακτηρίζει προηγουμένως ἐν τοῖς ὑπ᾿ αὐτὴν ἀτόμοις γενικόν. Πάντων δὲ κοινὸν τῶν ὑπὸ τὸ σύνθετον εἶδος ἀτόμων τὸ σύνθετον· ἄρα φύσιν ἐν τοῖς ὑπ᾿ αὐτὴν ἀτόμοις σύνθετον προηγουμένως χαρακτηρίζει τὸ σύνθετον, ἀλλ᾿ οὐχ ὑπόστασιν. Ἄλλως τε δὲ πάλιν ἐκ τῶν κοινῶν καὶ καθ᾿ ὅλου πᾶς ἐστιν ὁρισμὸς τῶν ὑπ᾿ αὐτὰ τελούντων ἀτόμων· καὶ ἐκ τῶν γενικῶν πάντα φυσικῶς ἔχει τὴν ἀρχὴν τῆς οἰκείας ὑπογραφῆς τὰ ὑπ᾿ αὐτά· διὰ τὸ σαφὲς εἶναι τὸ τί κυρίως τε καὶ προηγουμένως ἐστὶ τὸ ὁριζόμενον. Εἰ δὲ τοῦτό ἐστιν ἀληθὲς, ὥσπερ οὖν καὶ ἔστιν, δῆλον ὅτι ὁ εἰπὼν σύνθετον ὑπὸ φύσιν ἀναγομένην ὑπόστασιν, τὸ ἐνυπάρχον τῷ κοινῷ τῆς οὐσίας, γενικῶς, τῷ ἀτόμῳ τῆς ὑποστάσεως συνεξέφηνε μετὰ τῶν αὐτὴν ἰδικῶς χαρακτηριζόντων ἰδιωμάτων. Ὥστε ὁ φήσας, ὑπό τινα φύσιν τελοῦσαν ὑπόστασιν σύνθετον, οὐδὲν ἕτερον εἶπεν, ἢ φύσιν ἤγουν οὐσίαν σύνθετον μετὰ ἰδιωμάτων. Εἰ τοίνυν, καθὼς δέδεικται, πᾶσα φύσις σύνθετος ἀπροαίρετον ἔχει τὴν πρὸς ἄλληλα τῶν οἰκείων μερῶν κατὰ τὴν σύνθεσιν σύνοδον, καὶ ἀλλήλοις ὁμόχρονα κέκτηται τὰ μέρη, καὶ εἰς συμπλήρωσιν τῆς τὸ πᾶν κατ᾿ εἶδος ἕκαστον ἐν τοῖς οὖσι θεωρουμένης ὁλότητος γεγένηται· καὶ πᾶσα δηλονότι κατὰ τὸ πεφυκὸς ὑπόστασις τὴν αὐτὴν ἔχει τῷ οἰκείῳ γένει τε καὶ εἴδει ἀπαράλλακτον πρὸς τὸ εἶναι τὴν σύστασιν. Δείξωσιν οὖν ὑπὸ φύσιν σύνθετον τελοῦσαν τὴν τοῦ Χριστοῦ σύνθετον ὑπόστασιν, καὶ ὁμόχρονα κεκτῆσθαι τὰ μέρη συναγαγέτωσαν, καὶ τὴν αὐτὴν δικαίως μέμψιν ἡμῶν κατηγορείτωσαν. Ἕως δ᾿ ἂν τοῦτο μὴ δύνωνται, κατὰ ψάμμου ποιοῦνται τῶν οἰκείων δογμάτων τὰ ἐρείσματα. Ὁ γὰρ τὸν Χριστὸν τούτοις ὑπαγαγεῖν τοῖς προρηθεῖσιν ἀτόποις ἀμαθῶς βιαζόμενος, διὰ τὸ σύνθετον αὐτὸν ὑπόστασιν καὶ εἶναι καὶ παρ᾿ ἡμῶν εὐσεβῶς ὁμολογεῖσθαι, πολὺ τῆς πρὸς τὴν ἀλήθειαν ἀγούσης ὁδοῦ, μᾶλλον δὲ κυριώτερον εἰπεῖν, τῆς ἀληθείας αὐτῆς ἀποπεπλάνηται.

For not simply every composite hypostasis has its parts contemporaneous with one another in coming-to-be, but that which ranks, clearly, under a composite nature, and has such a species predicated of it; which, having 528the aggregate of the idioms about it interwoven with the common and universal of the essence or nature predicated of it, is a nature, that is, with idioms. If, then, the nature under which it ranks, and the species predicated, is composite, it too must altogether be composite, and possess its parts contemporaneous with one another, because of the essence, that is, the nature, predicated of it, which so exists as to be the same as it in species, apart from its distinguishing marks that mark it off. For just as, defining the hypostasis spoken of simply, we say: Hypostasis is an essence with idioms; or, an essence comprehensive of the particulars, of all the idioms in its own individual; so, defining the hypostasis spoken of with a qualification, and not simply, we say: A composite hypostasis is a composite essence with idioms; or, a composite essence comprehensive of the particulars, of all the idioms in its own individual. For what is contemplated in common in the individuals under the same species characterizes primarily the generic of the essence or nature in the individuals under it. But the composite is common to all the individuals under the composite species; therefore the composite primarily characterizes a composite nature in the individuals under it, and not a hypostasis.

And again, besides, every definition of the individuals that rank under them is from the common and universal; and all the things under the generic naturally have from them the beginning of their own description, so that it may be clear what the thing defined properly and primarily is. But if this is true, as indeed it is, it is plain that he who has called composite a hypostasis referred to a nature has declared, together with the individual of the hypostasis, what inheres generically in the common of the essence, with the idioms that characterize it specifically. So that he who has said that a hypostasis ranking under some nature is composite has said nothing other than a composite nature, that is, essence, with idioms. If, then, as has been shown, every composite nature has without choice the concourse of its own parts with one another in the composition, and possesses its parts contemporaneous with one another, and has come to be for the completion of the totality contemplated in the things that are, which makes up the universe species by species; then clearly every hypostasis too, according to what is natural, has a constitution unto being the same as, and invariant with, its own genus and species. Let them show, then, that Christ's composite hypostasis ranks under a composite nature, and let them conclude that it possesses its parts contemporaneous, and let them justly lay the same blame against us. But so long as they cannot do this, they are setting the props of their own doctrines upon sand. For he who ignorantly forces Christ under these aforesaid absurdities, because he both is a composite hypostasis and is piously confessed so by us, has wandered far from the road that leads to the truth — or rather, to speak more properly, from the truth itself.

Τὸ γὰρ μέγα τοῦτο καὶ σεπτὸν τοῦ Χριστοῦ μυστήριον, 529οὔτε ὡς ἄτομον καθ᾿ ὅλου τινὰ καὶ γενικὴν ἔχει τὴν ὡς εἶδος φύσιν αὐτοῦ κατηγορουμένην· οὔτε μὴν αὐτὸ γένος ἐστὶν, ἢ εἶδος τῶν ὑπ᾿ αὐτὸ φυσικῶς ἀτόμων κατηγορούμενον· ὥστε τινὶ δύνασθαι τῶν εἰρημένων ὑπαχθῆναι κανόνων· οἷα μηδὲ τοῖς συνθέτοις κατὰ τὴν πρὸς ἄλληλα σύνοδον, ἴσην καὶ ὁμοίαν ἔχον τὴν τοῦ Θεοῦ Λόγου συνδρομὴν πρὸς τὴν σάρκα κατὰ τὴν σύνθεσιν.

Ὅτι κατὰ πρόσληψιν ἡ πρὸς τὴν σάρκα μόνη τοῦ Λόγου γέγονεν ἕνωσις, ὡς προόντος, καὶ πρὸς ἕνωσιν σαρκὸς κενωθῆναι θελήσαντος. Ἐπὶ γὰρ πάντων καθ᾿ ὅλου τῶν κατὰ φύσιν συνθέτων, οὐχ ἡ τοῦδε πρὸς τόδε κατὰ πρόσληψιν σύνοδος, τὴν τοῦδε τοῦ εἴδους, ὡς ἐκ μερῶν ὅλου ποιεῖται σύστασιν. Ἀλλ᾿ ἡ ἀθρόα τῶν μερῶν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γένεσις, κατὰ τὴν ἅμα τῷ εἶναι πρὸς ἄλληλα σύνοδον, ποιεῖται τοῦ ὅλου τὴν σύνθεσιν. Τὸ δὲ τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ μυστήριον, οὐ κατὰ τοῦτον τὸν τρόπον γέγονεν· ἀλλὰ Θεὸς ὑπάρχων φύσει, καὶ Θεοῦ κατὰ φύσιν Υἱὸς ἁπλοῦς τε καὶ ἀσώματος, καὶ τῷ Πατρὶ συναΐδιος, καὶ πάντων δημιουργὸς τῶν αἰώνων, φιλανθρώπῳ βουλήσει θέλων κατὰ πρόσληψιν σαρκὸς γέγονεν ἄνθρωπος· καὶ δι᾿ ἡμᾶς, ἁπλοῦς κατὰ φύσιν καὶ ἀσώματος, ἐξ ἡμῶν γέγονεν οἰκονομικῶς καθ᾿ ὑπόστασιν σύνθετος καὶ ἐνσώματος, καθά φησιν ἐνθεαστικῶς ὁ ἅγιος καὶ μέγας Ἀρεοπαγίτης Διονύσιος ἐν τῷ πρώτῳ κεφαλαίῳ τῆς Περὶ θείων ὀνομάτων συγγραφῆς Lans. p. 59, Cord. p. 442. Addita vox ἀρρήτως ex textu Dionysii. περὶ τῆς θείας σαρκώσεως οὑτωσὶ διεξιών· « Φιλάνθρωπον δὲ διαφερόντως, ὅτι τοῖς καθ᾿ ἡμᾶς πρὸς ἀλήθειαν ὁλικῶς ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἐκοινώνησεν· ἀνακαλουμένη πρὸς ἑαυτὴν, καὶ ἀνατιθεῖσα τὴν ἀνθρωπίνην ἐσχατιὰν, ἐξ ἧς [ἀρρήτως] ὁ ἁπλοῦς Ἰησοῦς συνετέθη· καὶ παράτασιν εἴληφε χρονικὴν ὁ ἀΐδιος· καὶ εἴσω τῆς καθ᾿ ἡμᾶς γέγονε φύσεως, ὁ πάσης τῆς κατὰ φύσιν τάξεως ὑπερουσίως ἐκβεβηκώς. » Εἰ τοίνυν μὴ κατὰ νόμον καὶ τάξιν τῆς τῶν συνθέτων φύσεως, ἀλλ᾿ ἑτέρῳ παρὰ τὴν φύσιν τῶν συνθέτων θεσμῷ· κατὰ πρόσληψιν γὰρ ἀφράστως ὁ τοῦ Θεοῦ πρὸς τὴν σάρκα συνετέθη Λόγος· ἀλλ᾿ οὐ κατὰ γένεσιν ἅμα τῇ σαρκὶ πρὸς σύνθεσιν τὸ εἶναι λαβὼν, εἰς ὅλου τινὸς κατ᾿ εἶδος συμπλήρωσιν, καθὼς ὁ τῆς ἀληθείας διαπρυσίως πᾶσιν ἐμβοᾷ λόγος· μάτην τοῖς ὑπὸ φύσιν θεσμοῖς ὑπαγαγεῖν ἀθέσμως ἐπιχειροῦσιν οἱ ἀμαθεῖς τὴν πάντα φύσεως ὅρον τε καὶ λόγον ἐκβαίνουσαν σύνθεσιν.

For this great and venerable mystery of Christ 529neither has, as an individual, some universal and generic nature predicated of it as a species; nor indeed is it itself a genus or a species predicated of the individuals naturally under it, so as to be able to be brought under any of the rules stated; inasmuch as it has the concurrence of God the Word with the flesh in the composition not equal and like to that of composite things in their concourse with one another.

That only the union of the Word with the flesh has come about by assumption, since he pre-existed and willed to be emptied unto union with flesh.

For in the case of all things universally that are composite according to nature, it is not the concourse of this with that by assumption that makes the constitution of this species, as of a whole from parts; but the simultaneous coming-to-be of the parts from non-being into being, by their concourse with one another at the same time as their being, makes the composition of the whole. But the mystery of our Lord and God and Saviour Jesus Christ did not come about in this mode; but being God by nature, and by nature Son of God, simple and bodiless, and co-eternal with the Father, and Creator of all the ages, willing, by a wish of love for man, he became man by assumption of flesh; and for our sake, being simple according to nature and bodiless, he became from us, by way of economy, composite according to hypostasis and embodied, as the holy and great Dionysius the Areopagite says, under divine inspiration, in the first chapter of his treatise On the Divine Names, going through the matter of the divine incarnation thus: « And man-loving pre-eminently, in that it has wholly shared, in truth, in what is ours, in one of its hypostases, calling back to itself and raising up the human extremity, from which [ineffably] the simple Jesus was composed; and the eternal has taken on extension in time; and he has come to be within our nature who superessentially transcends every order according to nature. »

If, then, not according to the law and order of the nature of composite things, but by another ordinance, contrary to the nature of composite things — for by assumption the Word of God was inexpressibly composed with the flesh, and not by taking being in a coming-to-be together with the flesh unto composition, for the completion of some whole according to species, as the word of truth piercingly cries out to all — then in vain do the ignorant lawlessly attempt to bring under the ordinances that are under nature the composition that goes beyond every definition and principle of nature.

Διὰ τοῦτο κατὰ πρόσληψιν σαρκὸς ὁ λέγων γενέσθαι τὴν ἐνανθριώπησιν, τήν τε τοῦ Θεοῦ Λόγου προαιώνιον ὕπαρξιν διασώζει, καὶ τὴν ἑκούσιον εὐσεβῶς ὁμολογεῖ καὶ αὐθαίρετον αὐτοῦ κατὰ χρόνον σάρκωσιν· καὶ τὴν διαφορὰν αὐτοῦ τοῦ προσλαβόντος Λόγου, καὶ τῆς προσληφθείσης σαρκὸς ἀσύγχυτον διαφυλάττει καὶ μετὰ 532τὴν ἕνωσιν. Ὁ δὲ μὴ κατὰ πρόσληψιν σαρκὸς ὁμολογῶν ἀτρέπτως ἐνανθρωπῆσαι τὸν τοῦ Θεοῦ Λόγον, οὐδὲν τῶν εἰρημένων κατ᾿ οὐδένα τρόπον ἀληθῶς ὁμολογεῖν δυνήσεται. Πῶς γὰρ εἰ μὴ προϋπῆρχεν ἀνάρχως ὁ Λόγος, κατὰ θέλησιν σάρκα προσέλαβε κατ᾿ οὐσίαν διάφορον; ἐφ᾿ οὗ μάλιστα, καθάπερ οἶμαι, κυρίως ἡ τοῦ ἑτεροφυοῦς λέγεται γεγενῆσθαι κατὰ πρόσληψιν ἕνωσις· ὡς μόνου τε καὶ μόνως ἀπαθῶς τε καὶ ἀληθῶς προσλαβόντος τὸ ἑτεροούσιον, καὶ ἄτρεπτον ἑαυτὸν παντὶ λόγῳ τε καὶ τρόπῳ φυλάξαντος καὶ ἀπλήθυντον, καὶ τὸ προσληφθὲν ἀναλλοίωτον· ὅπερ ἀμήχανον ἐπὶ τῆς γενητῆς γενέσθαι φύσεως· ἐφ᾿ ἧς ἅμα τῇ γενέσει τῶν μερῶν, εἰς ὅλου τινὸς κατ᾿ εἶδος συμπλήρωσιν, κατὰ τὴν ἀθρόαν πρὸς ἄλληλα συνδρομήν, πᾶσα γίνεσθαι πέφυκε σύνθεσις, ἴση κατὰ τὸ ὅλον τὴν πρὸς ἄλληλα τῶν μερῶν ἀναλογίαν φυλάττουσα· καθάπερ ἐφ᾿ ἡμῶν ἔχει, καὶ τῶν ὅσα σύνθετον ἔχειν τὴν κατ᾿ εἶδος ἔλαχον φύσιν. Ἐφ᾿ ἡμῶν γὰρ ἀναλογούσας ἡ ψυχὴ ταῖς οἰκείαις ἐνεργείαις τὰς φυσικὰς ἔχει τοῦ σώματος δυνάμεις, ὡς δεκτικοῦ κατὰ φύσιν ὄντος διὰ τὴν αὐτῆς ἀθρόαν ἅμα τῇ σαρκὶ πρὸς τὸ εἶναι γένεσιν. Ὁ δὲ τοῦ Θεοῦ Λόγος, κατ᾿ οὐδένα λόγον ἢ τρόπον ἀναλογούσας ἔχων ταῖς οἰκείαις κατὰ φύσιν ἐνεργείαις τῆς ὑπ᾿ αὐτοῦ προσληφθείσης φύσεως τὰς δυνάμεις· οὐ γὰρ μετρεῖται φύσει τὸ ὑπὲρ φύσιν· οὐδέ τι τὸ παράπαν ἐν τοῖς οὖσίν ἐστι κατὰ φύσιν αὐτοῦ δεκτικόν. Ἄρα μονώτατος κατὰ πρόσληψιν σαρκὸς λογικῶς τε καὶ νοερῶς ἐψυχωμένης, θέλων ἀρρήτως γέγονεν ἄνθρωπος· ὡς ὢν καὶ προὼν, καὶ πάντα δυνάμενος· τῷ ὑπὲρ φύσιν τρόπῳ τὰς φύσεις καινοτομήσας, ἵνα σώσῃ τὸν ἄνθρωπον. Ταύτην ἔμαθον ἐγὼ τὴν πίστιν, καὶ ἐδιδάχθην ἔκ τε τῶν προαποδημησάντων ἁγίων καὶ μακαρίων Πατέρων ἡμῶν, καὶ ἐκ τῶν νῦν περιόντων, καὶ τοὺς οἴακας τῆς καθολικῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας πεπιστευμένων, καὶ ὀρθῶς πρὸς τὸν λιμένα τοῦ θείου θελήματος αὐτὴν διακυβερνώντων· μεθ᾿ ἧς ταῖς αὐτῶν ἱκεσίαις καὶ ἀπελεύσομαι τὴν παροῦσαν ἀπολιμπάνων ζωήν· ἀντὶ παντὸς ἀξιώματος, ταύτην τῷ Θεῷ προσφέρων τὴν ὁμολογίαν ἄχραντον καὶ ἀμόλυντον, καὶ πάσης αἱρετικῆς ζάλης ὑψηλοτέραν. Βίῳ γὰρ ἔργοις καταγλαϊσμένῳ δικαιοσύνης οὐχ ἔχω καυχᾶσθαι, κατὰ πᾶσάν μου τὴν ἐνθάδε ζωὴν παραβάτης αὐθαίρετος τῶν θείων νόμων γενόμενος.

For this reason he who says that the becoming man came about by assumption of flesh both preserves the existence of God the Word before the ages, and piously confesses his voluntary and self-chosen incarnation in time; and keeps unconfused, even after 532the union, the difference between the Word himself who assumed and the flesh assumed. But he who does not confess that the Word of God became man without change by assumption of flesh will be able in no mode truly to confess any of the things stated. For how, if the Word did not pre-exist without beginning, did he by volition assume flesh different according to essence? — in whose case above all, as I think, the union of what is of another nature is properly said to have come about by assumption; since he alone, and alone in this manner, impassibly and truly assumed what is of another essence, and kept himself unchangeable and unmultiplied in every principle and mode, and what was assumed unalterable: which is impossible to come about in the case of originated nature, in which every composition naturally comes about at the same time as the coming-to-be of the parts, for the completion of some whole according to species, by their simultaneous concurrence with one another, keeping equal, throughout the whole, the proportion of the parts to one another; as is the case with us, and with whatever things have had it as their lot to have a composite nature according to species. For in us the soul has the natural powers of the body proportioned to its own operations, the body being receptive according to nature because of the soul's simultaneous coming-to-be into being together with the flesh. But the Word of God, having in no principle or mode the powers of the nature assumed by him proportioned to his own operations according to nature — for what is above nature is not measured by nature, nor is there anything at all among the things that are receptive of him according to nature — therefore, alone of all, by assumption of flesh rationally and intellectually ensouled, willing, he became man ineffably, as being and pre-being and able for all things, having innovated the natures by the mode above nature, that he might save man.

This faith I have learned, and in it I have been taught, both by our holy and blessed Fathers who have gone before, and by those now living who have been entrusted with the helm of the catholic holy Church of God and steer her rightly to the harbour of the divine will; with which, by their supplications, I shall also depart, leaving the present life, offering to God, in place of every merit, this confession, undefiled and unstained, and higher than every heretical storm. For I cannot boast in a life made splendid with works of righteousness, having become throughout all my life here a self-chosen transgressor of the divine laws.

These things, then, I have written to you, as far as was possible, in summary, my blessed lords, so that you may know, if there is anything useful in what has been written, how you may at least in some measure send away the wolves clothed in the fleece, who terrify with their meaningless barking the divine and gentle sheep of Christ's holy flock, and may not be swept away by the falsehood that maliciously feigns truth.

Καὶ ταῦτα μὲν ὑμῖν, ὡς οἷόν τε ἦν, ἐπιτόμως ἐγὼ γέγραφα, κύριοί μου εὐλογημένοι, πρὸς τὸ γινώσκειν ὑμᾶς, εἴπερ τι τοῖς γραφεῖσιν ἔνεστι χρήσιμον, πῶς κἂν ποσῶς ἀποπέμπεσθε τοὺς ἠμφιεσμένους τὸ κῴδιον λύκους, ταῖς ἀσήμοις καταπτοοῦντας ὑλακαῖς τὰ θεῖα καὶ ἤπια τῆς ἁγίας τοῦ Χριστοῦ ποίμνης πρόβατα, καὶ μὴ παρασύρεσθε τῷ ψεύδει κακούργως ὑποκρινομένῳ ἀλήθειαν· τὰς δὲ συνηγόρους τῆς ἐκκλησιαστικῆς πίστεως τῶν Πατέρων φωνὰς, τέως οὐχ ἠδυνήθην ἐνθεῖναι τῷ γράμματι, διὰ 533τὴν παρ᾿ ἐμοὶ τῶν βίβλων πολλὴν ἀπορίαν. Αὐτόθι γὰρ τὸν εὐλογημένον μου δεσπότην ἔχετε, Πατέρα τε καὶ διδάσκαλον κύριον ἀββᾶν Σωφρόνιον τὸν ὄντως σώφρονα καὶ σοφὸν τῆς ἀληθείας συνήγορον, καὶ ἀήττητον τῶν θείων δογμάτων ὑπέρμαχον, καὶ ἔργῳ καὶ λόγῳ κατὰ πάσης αἱρέσεως δυνατὸν ἀγωνίζεσθαι, μετὰ πάντων τῶν ἄλλων καλῶν, καὶ πλήθει βίβλων θείων πλουτοῦντα, καὶ τοὺς βουλομένους μανθάνειν τὰ θεῖα προθύμως πλουτίζοντα. Πρὸς αὐτὸν οὖν φοιτῶντες, πᾶσαν τῶν θείων καὶ σωτηρίων δογμάτων, εὖ οἶδα, κομίσεσθε τὴν ὀρθὴν καὶ ἄπταιστον γνῶσιν. Ἔρρωσθε.

ΙΔ΄. — Τοῦ αὐτοῦ, πρὸς τὸν αὐτόν, ἐπιστολὴ δογματική. Ὁ μὲν Θεὸς κατὰ φύσιν ὑπάρχων ἀγαθός, οὐδὲν ὧν ποιεῖν πέφυκεν, ἐστὶ πονηρόν. Ὁ δὲ ἄνθρωπος, ἐπιμελείᾳ γνώμης γινόμενος ἀγαθός, οἷς πέφυκε ποιεῖν ὁ Θεός, ἀεὶ δείκνυται χαίρων. Ἄλλην γὰρ ὁ ἄνθρωπος οὐχ ἔχει τοῦ ἀγαθὸς εἶναι διάγνωσιν, ἢ μόνην τὴν πρὸς τὸ γινόμενον ὑπὸ τοῦ Θεοῦ συνδιάθεσιν. Θεοῦ γὰρ ἴδιον ἡ τῶν ἀγαθῶν ποίησις· ἀνθρώπου δὲ, ἡ πρὸς αὐτὰ συνδιάθεσις. Ἀρετὴ γὰρ ἀνδρός ἐστι, τὸ δεῖξαι τὸ πεποιημένον ὑπὸ τοῦ Θεοῦ διαθέσει γνώμης στεργόμενον. Οὐκοῦν εἴπερ ἀγαθὸν ἅπαν τὸ τὸν Θεὸν ἔχον τῆς οἰκείας γενέσεως αἴτιον, ἀγαθὸν εἰκότως, καὶ τῶν ἀγαθῶν τὸ μέγιστον, ἡ τῶν κατὰ πίστιν διεστηκότων ἕνωσίς ἐστιν, ὅτι Θεοῦ προφανὲς ἔργον καθέστηκεν. Εἰ δὲ τοῦτο πάντως ἐστὶν ἀληθές, οἶδ᾿ ὅτι χαίρετε θεώμενοι τοὺς διεσκορπισμένους συναγομένους εἰς ἕν, ἀγαθοὶ τυγχάνοντες, διὰ τὴν ὑμῶν πρὸς τὰ καλὰ συνδιάθεσιν.

But the sayings of the Fathers that plead for the Church's faith I have not yet been able to put into the letter, because of 533the great want of books with me. For you have there my blessed master, father and teacher, the lord abba Sophronius, truly sober-minded, and a wise advocate of the truth, and an unconquered champion of the divine doctrines, able in deed and word to contend against every heresy, and, with all his other good things, rich in a multitude of divine books, and eagerly enriching those who wish to learn divine things. Resorting to him, then, you will receive, I know well, all the right and unstumbling knowledge of the divine and saving doctrines. Farewell.

LETTER 14

Of the same, to the same, a dogmatic letter.

God, being good according to nature — nothing of what he naturally does is evil. But man, becoming good by diligence of inclination, is always shown rejoicing in the things God naturally does. For man has no other discernment of his being good than only his co-disposition toward what is done by God. For the making of good things is proper to God; to man, the co-disposition toward them. For a man's virtue is to show that what has been made by God is cherished by the disposition of his inclination. So then, if everything that has God as the cause of its own coming-to-be is good, then good, with reason, and the greatest of goods, is the union of those who stood apart in faith, since it is manifestly the work of God. And if this is altogether true, I know that you rejoice, beholding the scattered being gathered into one, being good as you are, through your co-disposition toward what is noble.

Δέξασθαι τοίνυν ὡς ἀγαθοὺς παρακαλῶ τοὺς θεοφυλάκτους ὑμᾶς, τὸν ταύτην μου τὴν μετρίαν ἐπιφερόμενον συλλαβὴν θεοφιλέστατον διάκονον κύριόν 536μου Κοσμᾶν, ἄνδρα καλὸν καὶ συνετὸν, καὶ τοῖς κατὰ Θεὸν ἤθεσιν ὡραϊσμένον, καὶ εἰς τοὺς οἰκείους αὐτὸν κατατάξασθαι φίλους· καὶ εἴπερ γένηται χρεία πρὸς τὸν θεοτίμητον πάπαν ὑπὲρ αὐτοῦ καταθέσθαι παράκλησιν, ἵνα τὸν ἴδιον ἀπολάβῃ βαθμὸν τῆς διακονίας, ἐν ᾗ τεταγμένος ἦν Ἐκκλησίᾳ, μὴ κατοκνῆσαι. Τοσοῦτον γὰρ γνησίως τὸν εὐσεβῆ τῶν θείων τῆς Ἐκκλησίας δογμάτων προσήκατο λόγον, ὥστε καὶ διαπύρως αὐτοῦ ὑπερμάχεσθαι, καὶ τοῦτον εἰδέναι τῆς εὐσεβείας ὅρον τε καὶ θεσμὸν, τὸ μηδὲν ἠρνῆσθαι φρονεῖν ὧν ἐστι· Χριστὸς μετὰ τὴν ἄφραστον ἕνωσιν· Θεὸς ὁμοῦ κατὰ ταύτὸν ἀληθῶς ὁ αὐτὸς ὑπάρχων καὶ ἄνθρωπος. Οὐ γὰρ ἀπέβαλεν ὅπερ ἦν, γενόμενος ἀληθῶς ὅπερ οὐχ ἦν· ἄτρεπτος γάρ. Οὐδ᾿ ἠλλοίωσεν ὅπερ γέγονε, διαμείνας ὅπερ ὑπῆρχε· φιλάνθρωπος γάρ· ἀλλ᾿ ἄμφω φυσικῶς καθ᾿ ὑπόστασιν ὅλος ἐστίν· ὡς εἷς ἐξ ἀμφοῖν, καὶ δι᾿ ἑνὸς ἑαυτοῦ σώζων ἀμφότερα, δίχα τροπῆς καὶ μειώτεως, ὡς αὐτὰ καθ᾿ ἕνωσιν ὧν ἀληθῶς τὴν καθ᾿ ὑπόστασιν. Ἡ γὰρ καθ᾿ ὑπόστασιν ἕνωσις, πρὸς τὴν διαίρεσιν ἔχουσα τὴν ἀντιδιαστολὴν, ἀλλ᾿ οὐ πρὸς τὴν φυσικὴν τῶν κατ᾿ αὐτὴν ἡνωμένων διαφορὰν, τῆς μὲν ποιεῖται τελείαν ἀναίρεσιν, τῆς δὲ παγίαν ἐργάζεται τήρησιν· ἧς ὁ ἀριθμὸς καθέστηκε δήλωσις. Ἐπειδὴ ποσοῦ παντελῶς ἀμοιροῦσαν οὐκ ἄν ποτέ τις διαφορὰν ἐπινοήσειε· κἂν ὁ σοφώτατος ᾖ περὶ λόγους καὶ δυσμαχώτατος. Ἔως γὰρ ἂν τοῦ κατὰ σύνθεσιν ὅλου τὰ μέρη σώζεται δίχα συγχύσεως, ἐξ ὧν τὸ ὅλον συνέστηκεν, ἡ πρὸς ἄλληλα φυσικὴ τῶν καθ᾿ ἕνωσιν σωζομένων τοῦ ὅλου μερῶν, οὐκ ἀγνοεῖται διαφορά. Ἔως δ᾿ ἂν ἐν τῷ ὅλῳ τῆς κατ᾿ οὐσίαν διαφορᾶς τῶν μερῶν ὁ λόγος μένῃ σωζόμενος, ἀγνοεῖσθαι τὸ ποσὸν τῶν κατ᾿ οὐσίαν ἀλλήλων διαφερόντων τοῦ ὅλου μερῶν ἀμήχανον, οὗ ποιεῖσθαι πέφυκεν ὁ ἀριθμὸς δήλωσιν, ἀλλ᾿ οὐ διαίρεσιν ὅτι μὴ τῆς σχέσεως τῶν πραγμάτων, τουτέστιν ἑνώσεως ἢ διαιρέσεως, ἀλλὰ μόνης τῆς ἁπλῶς, ἀλλ᾿ οὐ τῆς πως ποσότητος ὁ ἀριθμὸς ὑπάρχει δηλωτικός. Εἰ δὲ ποσότητος, ἀλλ᾿ οὐχὶ σχέσεως ὁ ἀριθμὸς ποιεῖσθαι πέφυκε δήλωσιν, οὐ διαιρεῖ παντελῶς τὴν ἕνωσιν, ὁ πρὸς μόνην εὐσεβῶς τὴν δήλωσιν τῆς ἐν Χριστῷ σωζομένης τῶν ἐξ ὧν ἐστι φύσεων διαφορᾶς τῷ ἀριθμῷ χρώμενος μετὰ τὴν ἕνωσιν, ἀλλὰ γινώσκει μόνον ἀσυγχύτους μεμενηκέναι τὰς φύσεις μετὰ τὴν ἕνωσιν· ἐξ ὧν ὁ εἷς ὑπάρχει Χριστὸς καὶ Κύριος, καὶ Υἱὸς καὶ Θεὸς, δηλονότι σεσαρκωμένος, καὶ τελείως ἐνανθρωπήσας.

I beg you, then, God-guarded ones, to receive as good men the bearer of this my modest note, the most God-loving deacon, my lord 536Cosmas, a man noble and understanding, and adorned with the manners that are according to God, and to enrol him among your own friends; and, if there should be need to lay a request on his behalf before the God-honoured pope, that he may recover his own rank of the diaconate in the Church in which he had been enrolled, not to shrink from it. For so genuinely has he accepted the pious account of the divine doctrines of the Church, as even to champion it ardently, and to know this as the definition and ordinance of piety: never to have refused to hold any of the things that Christ is after the inexpressible union, being at once, in the same respect, truly the same God and man. For he did not cast off what he was, becoming truly what he was not; for he is unchangeable. Nor did he alter what he became, remaining what he was; for he loves man. But he is wholly both, naturally, according to hypostasis, as one from both, and through his one self preserving both without change and diminution, as being truly these by union — the union according to hypostasis. For the union according to hypostasis, having its contradistinction against division, and not against the natural difference of the things united according to it, makes a complete abolition of the one and works a firm preservation of the other; of which number is the indication. Since no one could ever conceive a difference wholly without share in quantity, even were he the wisest in arguments and the hardest to fight.

For so long as the parts of the whole by composition, from which the whole is constituted, are preserved without confusion, the natural difference to one another of the parts of the whole that are preserved by union is not unknown. And so long as the principle of the difference according to essence of the parts remains preserved in the whole, it is impossible that the quantity of the parts of the whole that differ from one another according to essence should be unknown — of which number naturally makes an indication, and not a division; because number is indicative not of the relation of realities, that is, of union or division, but only of quantity simply, and not of quantity in some manner. But if number naturally makes an indication of quantity and not of relation, he who piously uses number after the union only for the indication of the difference, preserved in Christ, of the natures from which he is, does not divide the union at all, but knows only that the natures have remained unconfused after the union; from which the one Christ and Lord, and Son and God, exists — incarnate, clearly, and perfectly become man.

Διὸ καὶ μίαν φύσιν αὐτοῦ τοῦ Λόγου σεσαρκωμένην, σαρκὶ ψυχὴν ἐχούσῃ τὴν νοεράν τε καὶ λογικὴν πρεσβεύει μετὰ τὴν ἕνωσιν, οὐχ ἀγνοῶν τὴν διαφορὰν, ἀλλ᾿ ἐξιστῶν καὶ οἷον ἔξω τιθεὶς τὴν διαίρεσιν· ἵν᾿ ὁμοῦ τε διὰ τουτωνὶ τῶν φωνῶν, Ἀπολιναρίου 537τὴν σύγχυσιν, καὶ Νεστορίου τὴν διαίρεσιν, τὰ ἐκ διαμέτρου κακὰ, τῆς θείας αὐλῆς ἀπελάσεις· καὶ γένηται καθαρὸς τοῦ μυστηρίου προσκυνητής· ὁμολογῶν τὸν αὐτὸν ἄνωθεν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· καὶ τὸν αὐτὸν κάτωθεν, προσλήψει δηλονότι σαρκὸς, λογικῶς τε καὶ νοερῶς ἐψυχωμένης ἐκ τῆς μητρὸς δι᾿ ἡμᾶς ἐπ᾿ ἐσχάτων γεννηθέντα τῶν χρόνων. Καὶ διὰ τοῦτο κυρίως καὶ κατ᾿ ἀλήθειαν εἶναι Θεοτόκον τὴν ἁγίαν Παρθένον πιστεύων, ὅτι περ αὐτὸν ἀντὶ σπορᾶς συλλαβοῦσα τὸν Λόγον, κεχύηκέ τε καὶ τέτοκεν ἐξ αὐτῆς σαρκωθέντα· τὸν αὐτὸν ἐνεργοῦντα τὰ θαύματα· τὸν αὐτὸν τῆς τῶν ἀγθρωπίνων παθημάτων κατὰ θέλησιν ἀνεχόμενον πείρας, τὸν αὐτὸν σταυρωθέντα, ταφέντα, ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς· ἀναληφθέντα σεσαρκωμένον εἰς οὐρανοὺς, ἐξ ὧν ἄσαρκος πρὸς ἡμᾶς κατελήλυθεν, ὡς οἶδεν αὐτός· ὁ μηδεμίαν ἔχων ὡς Θεὸς κατὰ φύσιν τὴν ἐκ τόπων εἰς τόπους μετάβασιν. Φύσει γὰρ ἄπειρος, καὶ διὰ τοῦτο μηδενὶ τρόπῳ τοῖς οὖσι χωρούμενος, ὡς πάσης περιγραφῆς ὑπάρχων ἐλεύθερος, καὶ φύσει φιλάνθρωπος, καὶ διὰ τοῦτο τῆς ἡμῶν κατὰ θέλησιν σαρκικῆς γεννήσεως ἀνασχόμενος, καὶ χωρητὸς τοῖς ἡμετέροις γενόμενος· τὸν αὐτὸν ἥξοντα μετὰ τῆς ἑαυτοῦ δόξης κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ δικαίαν ἑκάστῳ δοῦναι τὴν κατ᾿ ἀξίαν ἡτοιμασμένων διανομήν. Ταύτην ἀσπασίως προσηκάμενον τὴν ὁμολογίαν τὸν εἰρημένον θεοφιλέστατον κύριον Κοσμᾶν, κἀγὼ προσηκάμην χαίρων, καὶ τῆς ψυχῆς προὐτίμησα τῆς ἐμῆς τὴν ἁπλῆν αὐτοῦ κατὰ Χριστὸν διάθεσιν γνούς· καὶ περὶ ὧν ἠρώτησε δογματικῶν κεφαλαίων Nempe hæc sequens epistola est in qua illa capita., ἔγγραφον δέδωκα αὐτῷ σύντομον τὴν ἀπόκρισιν· ἣν καὶ τοὺς θεοφυλάκτους ὑμᾶς λαβεῖν καὶ γυμνάσαι, τῶν εἰκότων ἐστίν. Ὠφελεῖτε γὰρ αὐτὸν διὰ τῆς ὑμετέρας ἐπὶ τῷ κειμένῳ καλῆς ἐξηγήσεως, ἀναπληροῦντες τῶν διὰ τὴν συντομίαν ἐλλειφθέντων τὸν νοῦν· καὶ ταῦτα μὲν περὶ τούτου. Ὑπομιμνήσκω δὲ τοὺς θεοφυλάκτους ὑμᾶς γρηγορεῖν, καὶ προσεύχεσθαι κατὰ τὴν τοῦ Κυρίου διαταγὴν, ἵνα μὴ ταῖς παγίσι τῶν πανταχόθεν ἡμᾶς περιεστηκότων ἁλῶμεν πειρασμῶν.

Therefore he also upholds after the union one nature of the Word himself incarnate, in flesh having the intellectual and rational soul, not ignoring the difference, but removing and, as it were, setting outside the division; that at once, through these very expressions, he may drive 537the confusion of Apollinarius and the division of Nestorius, evils diametrically opposed, from the divine court, and may become a pure worshipper of the mystery: confessing the same begotten from above, from the Father, before all the ages, and the same born below — by assumption, clearly, of flesh rationally and intellectually ensouled — from his mother, for our sake, in the last times. And for this reason believing the holy Virgin to be properly and in truth Theotokos, since, having conceived the Word himself in place of seed, she both carried and bore him, incarnate from her: the same operating the miracles; the same enduring by volition the experience of human sufferings; the same crucified, buried, risen on the third day according to the Scriptures; taken up incarnate into the heavens, from which, without flesh, he came down to us, as he himself knows; he who, as God according to nature, has no passage from places to places. For by nature he is infinite, and for this reason in no mode contained by the things that are, as being free of all circumscription; and by nature loving to man, and for this reason enduring by volition our fleshly birth, and becoming containable by what is ours: the same who will come with his own glory to judge living and dead, and to give to each the just distribution of the things prepared according to worth.

The aforesaid most God-loving lord Cosmas having gladly accepted this confession, I too accepted him rejoicing, and, having come to know his simple disposition according to Christ, I preferred him to my own soul; and on the dogmatic chapters about which he asked, I have given him a concise answer in writing, which it is fitting that you too, God-guarded ones, should take and exercise. For you benefit him by your fine exposition of the text, filling up the sense of what was left out through brevity. And so much for this.

I remind you, God-guarded ones, to watch and to pray, according to the Lord's command, that we may not be caught in the snares of the temptations that stand around us on every side. Matth. xxvi, 41.

Ἐὰν γὰρ γρηγορῶμεν καὶ νήφωμεν, τοὺς τῶν δαιμόνων οἶδ᾿ ὅτι φυλαττόμεθα δόλους· καὶ ἐὰν προσευχώμεθα, πρὸς τὴν ἡμετέραν βοήθειαν τὴν θείαν ἐπισπώμεθα χάριν, συμμαχοῦσαν ἡμῖν, καὶ πάσης ἡμᾶς ἀποφαίνουσαν νικητὰς ἀντιχειμένης 540δυνάμεως, καὶ ῥυομένην ἡμᾶς πάσης πλάνης καὶ ἀγνωσίας· καὶ μάλιστα νῦν τοῦτο πράττειν ὀφείλομεν· ὅτε καὶ δίχα τῆς ἐντολῆς, γίνεται τῆς ἐπὶ τὸν Θεὸν καταφυγῆς διδάσκαλος ἡ φύσις, λαμβάνουσα σύμβουλον τὴν περίστασιν. Τί γὰρ τῶν νῦν περιεχόντων τὴν οἰκουμένην κακῶν περιστατικώτερον; τί δὲ τοῖς ᾐσθημένοις τῶν γινομένων δεινότερον; τί δὲ τοῖς πάσχουσιν ἐλεεινότερον ἢ φοβερώτερον; Ἔθνος ὁρᾶν ἐρημικόν τε καὶ βάρβαρον, ὡς ἰδίαν γῆν διατρέχον τὴν ἀλλοτρίαν· καὶ θηρσὶν ἀγρίοις καὶ ἀτιθάσσοις, μόνης ἀνθρώπων ἔχουσι ψιλὸν σχῆμα μορφῆς, τὴν ἥμερον πολιτείαν δαπανωμένην· καὶ λαὸν Ἰουδαϊκόν, καὶ ἀνέκαθεν ἀνθρώπων αἵμασι χαίροντα, καὶ μόνην θείαν εὐαρέστησιν εἰδότα τὸν φόνον τοῦ πλάσματος· καὶ διὰ τοῦτο πλέον μαινόμενον, πάντων τῶν ἐπὶ κακίᾳ διαβεβοημένων ἐν τῷ πλούτῳ τῆς πονηρίας γενέσθαι περιφανέστερον· καὶ οἷς Θεὸς ἀπεχθάνεται, Θεὸν θεραπεύειν οἰόμενον· τὸν μόνον πάντων τῶν ἐπὶ γῆς λαῶν ἀπιστότατον· καὶ διὰ τοῦτο πρὸς ὑποδοχὴν τῆς ἀντικειμένης δυνάμεως ἐπιτηδειότατον· προπομπεύοντα, τρόπῳ τε παντὶ καὶ διαθέσει τῆς ἐνδημίας τοῦ πονηροῦ· καὶ δι᾿ ὧν πράττει μηνύοντα τοῦ Ἀντιχρίστου τὴν παρουσίαν, ἐπειδὴ τὴν τοῦ ἀληθῶς Σωτῆρος ἠγνόησεν· τὸν δυσμενῆ καὶ παράνομον, μισάνθρωπόν τε καὶ μισόθεον, καὶ διὰ τοῦτο μᾶλλον μισάνθρωπον, ὅτι μισόθεον, καὶ ταῖς κατὰ τῶν ἁγίων ἐντρυφᾶν ὕβρεσι συγχωρούμενον· ὡς ἐγγὺς οὔσης τῆς ἐκδικήσεως, ἵνα καὶ κολασθῇ δικαιότερον, φανείσης αὐτοῦ διὰ τῶν πραγμάτων τελείως τῆς κατὰ τοῦ Θεοῦ τυραννίδος τε καὶ ἐπαναστάσεως· τὸν τοῦ ψεύδους προστάτην λαὸν, τῆς τε μιαιφονίας δημιουργὸν, καὶ τῆς ἀληθείας ἐχθρόν· τὸν πικρὸν τῆς ἐμῆς πίστεως διώκτην, δι᾿ ἧς ἡ πολύθεος κατελύθη πλάνη, καὶ τῶν δαιμόνων αἱ φάλαγγες ἀπηλάθησαν. Δι᾿ ἧς Πάντα τὰ ἔθνη κεκροτήκασι χεῖρας, κατὰ τὴν προφητείαν, καὶ ἠλάλαξαν τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

For if we watch and are sober, I know that we guard ourselves against the wiles of the demons; and if we pray, we draw the divine grace to our help, fighting alongside us and showing us victors over every opposing power, 540and delivering us from all error and ignorance. And this above all we ought to do now, when, even without the commandment, nature becomes the teacher of refuge in God, taking distress as its counsellor. For what is more distressing than the evils that now encompass the inhabited world? What more dreadful to those who perceive what is happening? What more pitiable or more fearful to those who suffer? To see a nation of the desert and barbarous overrunning another's land as if it were its own; and the gentle commonwealth being consumed by wild and untamed beasts that have only the bare shape of human form; and the Jewish people, rejoicing from of old in the blood of men, and knowing as the only divine good pleasure the murder of the creature; and for this reason raving the more, so as to become more conspicuous in the wealth of wickedness than all those notorious for vice; and thinking to serve God by the things God abhors; the only people of all the peoples on earth most faithless, and for this reason most fit for the reception of the opposing power; going before in procession, in every manner and disposition, of the sojourn of the evil one; and by what it does announcing the coming of the Antichrist, since it failed to know that of him who is truly Saviour; the hostile and lawless, hating man and hating God, and for this reason the more man-hating because God-hating, and permitted to revel in outrages against the saints, since the vengeance is near, that it may be punished the more justly, once its tyranny and insurrection against God have been made perfectly manifest through the facts; the people that is the patron of falsehood, the craftsman of bloodshed and the enemy of truth; the bitter persecutor of my faith, through which the polytheistic error was dissolved and the phalanxes of the demons were driven away. Through which All the nations have clapped their hands, according to the prophecy, and shouted to God with a voice of exultation; for the Lord is most high, fearful, a great King over all the earth. Psal. xlvi, 2, 3.

Ἐγνώσθη μυστικῶς αὐτοῖς διὰ σαρκὸς ἐπιδημήσας ὁ μονογενὴς Υἱός· Κύριος μὲν, ὡς δούλοις ἀρετὴν ἐπιτάσσων τοῖς διὰ πράξεως τῶν ἐντολῶν ἀνεχομένοις· ὕψιστος δὲ, ὡς τῆς ἀληθοῦς γνώσεως χορηγὸς, τοῖς πόθῳ σοφίας διὰ θεωρίας πρὸς τὴν γυμνὴν συμβόλων ἐπειγομένοις τῶν μυστηρίων κατάληψιν· φοβερὸς δὲ, ὡς κριτὴς, καὶ τῶν παραβάσεων ἐκδικητής· βασιλεὺς δὲ, ὡς ἑκάστῳ τῶν κατ᾿ ἀξίαν ἡτοιμασμένων διανομεύς· καὶ 541μέγας ὡς ὑπὲρ φύσιν διὰ τῶν ἐναντίων τὰ ἐναντία ποιῶν· καὶ διὰ πάθους ἀπάθειαν, καὶ διὰ θανάτου ζωὴν δημιουργῶν, καὶ παραδόξῳ δυνάμει ταῖς ἑαυτοῦ κατὰ σάρκα στερήσεσι, τὰς ἀτρέπτους ἕξεις τῶν ἀγαθῶν τῇ φύσει δωρούμενος· καὶ οὐδ᾿ οὕτως ὁ παράφρων αἰσχύνεται λαὸς, καὶ λήγει διώκων πίστιν καὶ ἀρετήν. Ἅπερ σαφῶς διώκει διὰ βασκανίαν· ὡς ἀμφοτέρων ἐκπεπτωκὼς, καὶ οὐκ εἰδὼς ὅτι πέπτωκεν, ἐπ᾿ ἀμφοτέραις χωλαίνων ταῖς ἰγνύαις, καὶ διαναστῆναι τοῦ πτώματος τῆς ἀσεβείας παντελῶς μὴ δυνάμενος, ἢ μὴ βουλόμενος, εἰπεῖν οἰκειότερον· ὡς πίστιν καὶ ἀρετὴν ἀεὶ προδιδοὺς ὑπερηφανίας χάριν καὶ ἡδονῆς, ὡς ἀποστάτης λαὸς καὶ μωρὸς, καὶ ἔθνος ἀπαίδευτον. Αἷς ἐπιμερίσας ἑαυτοῦ τὴν ζωὴν, ὁ ἀποστάτης καὶ πλήρης ἀνομιῶν, τὴν μὲν ἀποστασίας Θεοῦ ποιεῖται μητέρα, τὴν δὲ, μισανθρωπίας δημιουργόν· ἵνα καὶ Θεὸς αὐτῷ καὶ κτίσις ὑβρίζηται· ὁ μὲν καταφρονούμενος, ἡ δὲ, φθειρομένη τοῖς αὐτοῦ μιασμοῖς τῶν ἐπιτηδευμάτων. Τί τούτων, ὡς ἔφην, Χριστιανῶν ὀφθαλμοῖς, ἢ ἀκοαῖς φοβερώτερον; Ἔθνος ἀπηνὲς καὶ ἀλλόκοτον, κατὰ τῆς θείας κληρονομίας ὁρᾷν ἐπανατείνεσθαι χεῖρας συγχωρούμενον. Ἀλλὰ ταῦτα τὸ πλῆθος ὧν ἡμάρτομεν συμβῆναι πεποίηκεν. Οὐ γὰρ ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πεπολιτεύμεθα. Πάντες ἡμάρτομεν, πάντες ἠνομήσαμεν, πάντες ἀφήκαμεν τὴν ὁδὸν τῶν ἐντολῶν τὴν εἰποῦσαν, Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ κατ᾿ ἀλλήλων ἐθηριώθημεν, ἀγνοήσαντες τῆς φιλανθρωπίας τὴν χάριν, καὶ τῶν ὑπὲρ ἡμῶν τοῦ σαρκωθέντος Θεοῦ παθημάτων τὸ μυστήριον· καὶ διωδεύσαμεν τρίβους Apud LXX, [Greek word eroded in the scan, quod forte vitiosum, et factum ex nostro τρίβους, cui consentiunt Latina.] ἀβάτους, τὰς τῶν παθῶν τῆς ἀτιμίας δηλαδὴ σχέσεις τῇ διαθέσει τῆς γνώμης κυρώσαντες. Ἀλλὰ γρηγορήσωμεν καὶ προσευξώμεθα, μήπως πλέον βαρυνθῶσιν αἱ καρδίαι ἡμῶν ἐν κραιπάλῃ καὶ μέθῃ. Κραιπάλη γάρ ἐστιν, ὁ ἐπὶ τῷ λόγῳ τῆς πίστεως ἐν καιροῖς διωγμῶν διασταγμός· μέθη δὲ, ἡ τῶν κατὰ φύσιν ἀποβολὴ λογισμῶν, δι᾿ ὧν ἡ ἀληθὴς γενέσθαι πέφυκε τῶν ὄντων διάγνωσις, ὅτ᾿ ἂν ἐξ ἀτονίας ἐποκλάσῃ ταῖς ἐπηρείαις τῶν πειρασμῶν ἡ ψυχή· καὶ σκοτωθεῖσα, πάθῃ σάλον περὶ τὸν λόγον, ὡς ἔφην, τῆς πίστεως. Ἐὰν γὰρ προσευχώμεθα καὶ γρηγορῶμεν, βεβαιοτέραν μᾶλλον τὴν εἰς τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστὸν πίστιν κατέχομεν, θεωροῦντες, καὶ τῇ πείρᾳ λαμβάνοντες, ὧν προεῖπε τὴν ἔκβασιν· καὶ οὐ ξενιζόμεθα παντελῶς, καὶ σάλον κατὰ ψυχὴν ὑπομένομεν, ὡς παρ᾿ ἐπαγγελίαν πάσχοντες, ἀλλὰ βεβαιοτέραν τὴν πίστιν κατέχομεν, βλέποντες διὰ τῶν πραγμάτων πληρουμένην τοῦ Κυρίου τὴν πρόρρησιν.

The only-begotten Son, sojourning through flesh, was known to them mystically: Lord, as enjoining virtue, as on servants, on those who hold to the commandments through practice; most high, as provider of true knowledge to those who, by longing for wisdom, press on through contemplation to the apprehension of the mysteries bare of symbols; fearful, as judge and avenger of transgressions; king, as distributor to each of the things prepared according to worth; and 541great, as doing contraries through contraries above nature, and fashioning dispassion through passion and life through death, and by a paradoxical power, through his own privations according to the flesh, bestowing on nature the unchangeable habits of good things. And not even so is the senseless people ashamed, and does it cease persecuting faith and virtue. Which it plainly persecutes through envy, as having fallen from both and not knowing that it has fallen, limping on both hams, and wholly unable to rise up from the fall of impiety — or unwilling, to speak more fittingly; as ever betraying faith and virtue for the sake of pride and pleasure, as an apostate and foolish people and an undisciplined nation. Deut. xxxii, 6. Between which having divided his life, the apostate, full of lawless deeds, makes the one the mother of apostasy from God, the other the craftsman of hatred of man; so that both God and creation are outraged by him: the one despised, the other corrupted by the defilements of his practices.

What of these things, as I said, is more fearful to the eyes or ears of Christians? A nation cruel and outlandish, permitted to look on itself lifting up its hands against the divine inheritance. But the multitude of our sins has made these things happen. For we have not lived worthily of the Gospel of Christ. Philipp. i, 27. All of us have sinned, all have done lawlessly, Dan. ix, 5. all have abandoned the way of the commandments that said, I am the way; Joan. xiv, 6. and we have become beasts toward one another, not knowing the grace of love for man, and the mystery of the sufferings of God incarnate for us; and we have travelled pathless tracks, Sap. v, 7. ratifying, that is, by the disposition of our inclination, the relations to the passions of dishonour. Rom. i, 26. But let us watch and pray, lest our hearts be weighed down the more in surfeiting and drunkenness. Luc. xxi, 34. For surfeiting is the doubting about the word of faith in times of persecution; and drunkenness the casting away of the natural thoughts, through which the true discernment of the things that are naturally comes about, whenever from slackness the soul gives way under the assaults of temptations, and, darkened, suffers a tossing about the word, as I said, of faith. For if we pray and watch, we hold the more firmly our faith in our Lord and God Jesus Christ, beholding, and receiving by experience, the outcome of what he foretold; and we are not at all astonished, nor do we undergo a tossing in soul, as suffering contrary to the promise, but we hold the faith more firmly, seeing the Lord's prediction fulfilled through the facts.

Εἰ δὲ βεβαίωσιν πίστεως οἶδε ποιεῖν ἡ τῶν προρρηθέντων ἔκβασις, πλέον διὰ τῶν γινομένων καὶ 544ἡμεῖς τὴν πίστιν ἡμῶν βεβαιώσομεν, ἀληθῆ τὸν εἰρηκότα τυγχάνειν εὑρίσκοντες · καὶ Θεὸν αὐτὸν ὁμολογήσωμεν ἔμπροσθεν τῶν ἀνθρώπων, μηδένα παντελῶς ὑφορώμενοι θάνατον · ἵνα καὶ αὐτὸς ἡμᾶς ἔμπροσθεν τοῦ Πατρὸς ὁμολογήσῃ · καὶ σεσωσμένους διὰ τῆς καλῆς ὁμολογίας προσαγάγῃ, ἧς αὐτὸς εἰς τὴν τῶν ἡμετέρων καλῶν ὑποτύπωσιν ἀπήρξατο · μαρτυρήσας ἐπὶ Ποντίου Πιλάτου, καὶ ὁμολογήσας τὴν καλὴν ὁμολογίαν · ἣν μιμεῖσθαι κατὰ τὴν αὐτοῦ χάριν ἀξιωθείημεν, ὅτ᾿ ἂν καλέσοι καιρός · μὴ προπετῶς ἐπιπηδῶντες τοῖς ὑπὲρ τοῦ λόγου τῆς εὐσεβείας κινδύνοις, ἀλλὰ φεύγοντες ὅση δύναμις τοὺς πειρασμοὺς, φειδοῖ τε τῶν διωκόντων, καὶ τῇ κατ᾿ ἐπίγνωσιν δοκιμασίᾳ τῆς ἐνούσης ἡμῖν φυσικῆς ἀσθενείας · τοὺς νηπιάζοντας παιδαγωγοῦντες, καὶ τὸν καλοῦντα περιμένοντες Λόγον · ὃς ἐν τοῖς νομίμως τοὺς ὑπὲρ εὐσεβείας ὑπερμαχομένοις ἀγῶνας ἀοράτως παραγινόμενος, τὸν τῆς μαρτυρίας διέξεισι δρόμον · ὡς μόνος αἴσθησιν καὶ φύσιν νικῆσαι δυνάμενος · ἐπειδὴ σαφῶς αἰσθήσεως νίκη καὶ φύσεώς ἐστι τὸ μαρτύριον, δι᾿ οὗ πέφυκε νοῦ τε καὶ λόγου γίγνεσθαι κατὰ τῶν παθῶν ἐπανάστασις, καθ᾿ ἣν ὁ τοῦ Θεοῦ βεβαιοῦται πόθος, παραδόξως διὰ θανάτου πείθων τοὺς ἐραστὰς διαβῆναι πρὸς τὸν ποθούμενον · ᾧ παραστῆναι καταξιωθείημεν ταῖς εἰς αὐτὸν ὁμολογίαις ἀστράπτοντες, ἃς καὶ συναπενέγκοιμεν ἑαυτοῖς ἐντεῦθεν ἀπιόντες, καὶ πρὸς τὸν ἀτελεύτητον μεταβαίνοντες κόσμον, εὐχαῖς καὶ πρεσβείαις τῆς παναγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ πάντων τῶν ἁγίων. Ἀμήν.

ΣΧΟΛΙΟΝ.

α΄. Ὁ χρώμενος, φησί, πρὸς μόνην δήλωσιν τῆς διαφορᾶς ἐπὶ Χριστοῦ, τῇ φωνῇ τῶν δύο φύσεων, Ἀπολιναρίῳ μάχεται · καὶ ὁ λέγων πάλιν τὴν φωνὴν τῆς μιᾶς τοῦ Θεοῦ Λόγου φύσεως σεσαρκωμένης, ἐκβάλλει τὴν Νεστορίου διαίρεσιν. Τὰς δύο γὰρ λέγει φωνὰς ὁ φεύγων ἐπ᾿ ἴσης τὴν ἑκατέρου τούτων δυσσέβειαν.

ΙΕ΄. — Τοῦ αὐτοῦ, περὶ κοινοῦ καὶ ἰδίου, τουτἐστιν οὐσίας καὶ ὑποστάσεως, πρὸς Κοσμᾶν τὸν θεοφιλέστατον διάκονον Ἀλεξανδρείας. Τῷ θεοφιλεστάτῳ κυρίῳ Κοσμᾷ διακόνῳ, Μάξιμος ταπεινὸς χαίρειν.

But if the outcome of what was foretold is wont to make a confirmation of faith, the more through what is happening 544we too shall confirm our faith, finding him who spoke to be true; and let us confess him God before men, dreading no death at all, that he too may confess us before the Father, Luc. xii, 8. and bring us, saved, through the good confession, which he himself began as a pattern of our good things, having borne witness before Pontius Pilate and confessed the good confession; I Tim. vi, 12. which may we be counted worthy to imitate, by his grace, whenever the time should call; not rashly leaping upon the dangers for the word of piety, but fleeing temptations as far as we can, both out of sparing for our persecutors and by the testing, according to full knowledge, of the natural weakness present in us; educating those who are infants, and awaiting the Word who calls; who, invisibly present in the contests of those who lawfully fight for piety, runs through the course of martyrdom, as he alone who is able to conquer sense and nature; since martyrdom is plainly a victory over sense and nature, through which there naturally comes about an insurrection of mind and reason against the passions, by which the longing for God is made firm, persuading its lovers, paradoxically, to cross over through death to the one longed for: before whom may we be counted worthy to stand, flashing with our confessions toward him, which may we also carry away with us as we depart hence and pass over to the endless world, by the prayers and intercessions of our all-holy Lady, the Theotokos and ever-virgin Mary, and of all the saints. Amen.

Scholion.

1. He who uses the expression of the two natures, he says, only for the indication of the difference in Christ, fights Apollinarius; and he again who speaks the expression of the one nature of God the Word incarnate casts out the division of Nestorius. For he who flees equally the impiety of each of these speaks the two expressions.

LETTER 15

Of the same, on common and proper, that is, essence and hypostasis, to Cosmas, the most God-beloved deacon of Alexandria.

To the most God-beloved lord Cosmas, deacon, Maximus the lowly, greeting.

Ἐπειδήπερ πολὺς ἡμῖν περὶ τῆς θείας σαρκώσεως κεκίνηται λόγος, αὐτῶν ἁψάμενος τῶν λεπτῶν τῆς εὐσεβείας δογμάτων, ἐξ ὧν λαβόμενος ἀφορμῆς τὴν ἐμὴν ἀπήτησας ταπείνωσιν, εἰπεῖν, ἄνθρωπε τοῦ Θεοῦ, τί τὸ κοινόν ἐστι καὶ καθόλου · καὶ τί τὸ μερικὸν καὶ ἴδιον · ἵν᾿ ἐντεῦθεν ἡμῖν σαφὴς ὁ πᾶς τῆς ἑνώσεως γένηται λόγος · ἐμὸν μὲν οὐδὲν ἐρῶ παντελῶς · ὃ δὲ παρὰ τῶν Πατέρων ἐδιδάχθην, φημὶ, μηδὲν παραμείβων τῆς αὐτῶν ἐπὶ τούτοις διδασκαλίας. 545Κοινὸν μὲν οὖν ἐστι καὶ καθολικὸν, ἤγουν γενικὸν, κατὰ τοὺς Πατέρας, ἡ οὐσία καὶ ἡ φύσις · ταυτὸν γὰρ ἀλλήλαις ταύτας ὑπάρχειν φασίν. Ἴδιον δὲ καὶ μερικὸν, ἡ ὑπόστασις καὶ τὸ πρόσωπόν · ταυτὸν γὰρ ἀλλήλοις κατ᾿ αὐτοὺς ταῦτα τυγχάνουσιν. Καὶ δηλοῖ Τερεντίῳ τάδε γράφων ὁ μέγας Βασίλειος Epist. 349, p. 1130., « Εἰ δὲ δεῖ καὶ ἡμᾶς ἐν βραχεῖ τὸ ἡμῖν δοκοῦν εἰπεῖν, ἐκεῖνο ἐροῦμεν, ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει ἡ οὐσία πρὸς τὴν ὑπόστασιν. Ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει, καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν ὁ δεῖνά ἐστι καὶ ὁ δεῖνα. » Καὶ πάλιν ὁ αὐτὸς πρὸς Ἀμφιλόχιον Epist. 391, pag. 1171. περὶ τῶν τοιούτων διεξιών, τάδε φησίν· « Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφορὰν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθέκαστον. Οἷον, ὡς ἔχει τὸ ζῶον πρὸς τὸν δεῖνα ἄνθρωπον. » Καὶ μεθ᾿ ἕτερα Sic olim de his vocibus mutua fuit digladiatio. Greg. in Athan. · « Οἱ δὲ ταυτὸν λέγοντες οὐσίαν καὶ ὑπόστασιν, ἀναγκάζονται πρόσωπα μόνον ὁμολογεῖν διάφορα. » Καὶ πάλιν κανονικήν τινα διδάσκων ἐπέστελλεν ἑρμηνεύων τὴν τοῦ ὁμοουσίου διάνοιαν · « Αὕτη δὲ ἡ φωνὴ, καὶ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦται. Ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως, καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν · οὐ γὰρ αὐτό τί ἐστιν ὁμοούσιον ἑαυτῷ, ἀλλ᾿ ἕτερον ἑτέρῳ. Ὥστε καλῶς ἔχει, καὶ εὐσεβῶς, τῶν τε ὑποστάσεων τὴν ἰδιότητα διορίζουσα, καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα. » Καὶ πάλιν ἐν τῇ δευτέρᾳ πρὸς Νεοκαισαρεῖς Epist. 64, p. 849. διδάσκει φάσκων· « Καὶ γὰρ εἰδέναι χρὴ, ὅτι ὥσπερ ὁ τὸ κοινὸν τῆς οὐσίας μὴ ὁμολογῶν εἰς πολυθεΐαν ἐκπίπτει · οὕτως ὁ τὰ ἴδια τῶν ὑποστάσεων μὴ διδούς, εἰς τὸν Ἰουδαϊσμὸν ἀποφέρεται. » Καὶ πάλιν ἐν οἷς Εὐστάθιον τὸν Ἀρμένιον ὑπογράψα πεποίηκε, διαρρήδην γράφων φαίνεται Epist. 78, p. 889.. « Προσήκει τοίνυν ἐναργῶς ὁμολογεῖν, ὅτι πιστεύουσι κατὰ τὰ ῥήματα τὰ ὑπὸ τῶν ἡμετέρων Πατέρων ἐκτεθέντα ἐν τῇ Νικαίᾳ, καὶ κατὰ τὴν ὑγιῶς ὑπὸ τῶν ῥημάτων ἐμφερομένην διάνοιαν. Εἰσὶ γάρ τινες, οἱ καὶ ἐν ταύτῃ τῇ πίστει δολοῦντες τὸν λόγον τῆς ἀληθείας, καὶ πρὸς τὸ ἑαυτῶν βούλημα, τὸν νοῦν τῶν ἐν αὐτῇ ῥημάτων ἕλκοντες. Ὅπου γε καὶ Μάρκελλος ἐτόλμησεν ἀσεβῶν εἰς τὴν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ψιλὸν αὐτὸν ἐξηγούμενος λόγον, ἐκεῖθεν προφασίσασθαι τὰς ἀρχὰς εἰληφέναι, τοῦ ὁμοουσίου τὴν διάνοιαν Epist. 300, p. 1070 κακῶς ἐξηγούμενος. Καί τινες τῶν ἀπὸ τῆς δυσσεβείας τοῦ Λίβυος Σαβελλίου ὑπόστασιν καὶ οὐσίαν ταυτὸν εἶναι ὑπολαμβάνοντες, ἐκεῖθεν ἕλκουσι τὰς ἀφορμὰς πρὸς τὴν κατασκευὴν τῆς ἑαυτῶν βλασφημίας, ἐκ τοῦ ἐγγεγράφθαι τῇ πίστει, Ἐὰν δέ τις λέγῃ ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως τὸν Υἱὸν τοῦ Θεοῦ, τοῦτον ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ Ἐκκλησία. Οὐ γὰρ ταυτὸν εἶπον ἐκεῖνοι οὐσίαν καὶ ὑπόστασιν. Εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν ἐδήλουν [ἔννοιαν] αἱ φωναὶ, τίς χρεία ἦν ἑκατέρων ;

Since much discussion has been set in motion among us concerning the divine incarnation, and thou, touching upon the very subtle doctrines of piety themselves and taking occasion from them, didst ask my lowliness to say, man of God, what the common and universal is, and what the particular and proper, so that from this the whole account of the union might become clear to us: I shall say nothing at all of my own; but what I was taught by the Fathers, that I state, altering nothing of their teaching on these matters.

545The common and universal, then, that is the generic, according to the Fathers, is the essence and the nature; for they say that these are the same as each other. The proper and particular is the hypostasis and the person; for according to them these are the same as each other. And the great Basil shows this, writing as follows to Terentius: «But if we too must say briefly what seems right to us, we shall say this: that the ratio which the common has to the proper, this the essence has to the hypostasis. For each of us both partakes of being by the common principle of the essence, and by the idioms about him is such a one or such a one.» And again the same, going through such matters with Amphilochius, says this: «Essence and hypostasis have this difference, which the common has toward what is particular to each. For example, as the living being has toward such a man.» And after other things: «But those who say that essence and hypostasis are the same are compelled to confess only different persons.» And again, teaching a certain canoness, he wrote, interpreting the sense of the homoousion: «And this word also sets right the evil of Sabellius. For it removes the identity of the hypostasis, and introduces the perfect notion of the persons; for a thing is not itself consubstantial with itself, but one thing with another. So that it stands well and piously, both marking off the property of the hypostases and presenting the invariance of the nature.» And again, in the second to the Neocaesareans, he teaches, saying: «For one must also know that, as he who does not confess the common of the essence falls into polytheism, so he who does not grant the proper things of the hypostases is carried away into Judaism.» And again, in what he made Eustathius the Armenian sign, he is seen writing expressly: «It is fitting, then, that they confess plainly that they believe according to the words set forth by our Fathers at Nicaea, and according to the sense soundly conveyed by the words. For there are some who even in this faith falsify the word of truth, and drag the meaning of the words in it toward their own wish. Seeing that Marcellus too, being impious toward the hypostasis of our Lord Jesus Christ and expounding him as a bare word, dared to pretend that he had taken his starting-points from there, expounding badly the sense of the homoousion. And some of those from the impiety of the Libyan Sabellius, supposing hypostasis and essence to be the same, draw from there the occasions for the construction of their own blasphemy, from its being written in the creed: But if anyone says that the Son of God is from another essence or hypostasis, him the holy and catholic Church anathematizes. For they did not say that essence and hypostasis are the same. For if the words signified one and the same meaning, what need was there of each?

Ἀλλὰ δῆλον, ὡς τῶν μὲν ἀρνουμένων τὸ ἐκ τῆς 548οὐσίας In Basilii textu haec paulo pleniora: ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός· ἄλλων δὲ λεγόντων, Οὔτε ἐκ τῆς οὐσίας, ἀλλ᾽ ἐξ ἄλλης. ἄλλων δὲ λεγόντων ἐξ ἄλλης τινὸς ὑποστάσεως· οὕτως ἀμφότερα ὡς ἀλλότρια τοῦ ἐκκλησιαστικοῦ φρονήματος ἀπηγόρευσαν. Ἐπεὶ ὅπου γε τὸ ἑαυτῶν ἐδήλουν φρόνημα, εἶπον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, οὐκέτι προσθέντες τὸ, ἐκ τῆς ὑποστάσεως. Ὥστε ἐκεῖνο μὲν κεῖται ἐπ᾿ ἀναιρέσει τοῦ πονηροῦ φρονήματος· τοῦτο δὲ φανέρωσιν ἔχει τοῦ σωτηρίου δόγματος. » Συνῳδὰ δὲ τούτῳ καὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος ἐν τῷ θεολογικῷ προτέρῳ λόγῳ Orat. 29, quae inscribitur De dogmate; quam forte ideo Maximus appellavit priorem theologicam. τάδε φαίνεται φάσκων· « Μεσότητα δὲ ὅτ᾿ ἂν εἴπω, τὴν ἀλήθειαν λέγω· πρὸς ἣν βλέπειν, καλῶς ἔχει μόνον, καὶ τὴν φαύλην συναίρεσιν παραιτουμένους, καὶ τὴν ἀτοπωτέραν διαίρεσιν· ὡς μήτε εἰς μίαν ὑπόστασιν συναιρεθέντα τὸν λόγον, δέει πολυθεῖας, ψιλὰ ἡμῖν καταλιπεῖν τὰ ὀνόματα, τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὑπολαμβάνουσι. » Καὶ μετ᾿ ὀλίγα πάλιν· « Ἐπειδὴ χρὴ καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν· ἤγουν τρία πρόσωπα, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος. Τηροῖτο δ᾿ ἄν, ὡς ὁ ἐμὸς λόγος, εἷς μὲν Θεὸς, εἷς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων, οὐδὲ συναλειφομένων· αἱ δὲ τρεῖς ὑποστάσεις, μηδεμιᾶς ἐπινοουμένης συναλοιφῆς ἢ ἀναλύσεως ἢ συγχύσεως· ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι᾿ ὧν τὸ ἓν σεμνύνεται πλέον, ἢ καλῶς ἔχει.

But it is clear that, since some denied the "from the 548essence", and others said "from some other hypostasis", they thus forbade both as alien to the ecclesiastical mind. Since, where they made their own mind plain, they said that the Son is from the essence of the Father, no longer adding "from the hypostasis". So that the former is set down for the destruction of the wicked mind; the latter holds the manifestation of the saving doctrine.»

And in concord with this Gregory too, who is named from theology, is seen saying this in the first theological oration: «When I say the mean, I mean the truth; to which alone it is well to look, refusing both the bad contraction and the more absurd division; so that neither, the account being contracted into one hypostasis for fear of polytheism, should we be left with bare names, supposing the same one to be Father and Son and Holy Spirit.» And again, after a little: «Since one must both keep the one God and confess the three hypostases, that is three persons, and each with its property. And the one God would be kept, as my account has it, the Son and the Spirit being referred to one cause, not compounded nor blended together; and the three hypostases, no blending or dissolution or confusion being conceived; lest the whole be destroyed by those things by which the One is extolled more than is fitting. And in respect of the one and selfsame — that I may so name it — motion and purpose of the Godhead, and the identity of the essence.» And again in the Farewell oration: «We believe in Father and Son and Holy Spirit, consubstantial and of one glory, in whom baptism too has its perfecting — thou knowest, who hast been initiated — being a denial of godlessness and a confession of Godhead; and so we are made perfect, recognizing the One in the essence and in the indivisibility of the worship, and the Three in the hypostases, that is persons.» And indeed in the oration on the Lights too the same says this: «When I say God, be ye shone about by one light and by three: three according to the properties, that is hypostases, if anyone likes so to call them, or persons — for we shall not fight about the names, so long as the syllables bear toward the same notion — and one according to the principle of the essence, that is of the Godhead.»

Καὶ κατὰ τὸ ἓν καὶ ταὐτὸν τῆς θεότητος, ἵνα οὕτως ὀνομάσω, κίνημά τε καὶ βούλημα, καὶ τὴν τῆς οὐσίας ταυτότητα. » Καὶ ἐν τῷ Συντακτηρίῳ λόγῳ πάλιν· « Πιστεύομεν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα· ὁμοούσιά τε καὶ ὁμόδοξα, ἐν οἷς καὶ τὸ βάπτισμα τὴν τελείωσιν ἔχει· οἶδας, ὁ μυηθείς, ἄρνησις ὂν ἀθεῖας καὶ ὁμολογία θεότητος· καὶ οὕτω καταρτιζόμεθα, τὸ μὲν ἓν τῇ οὐσίᾳ γνωρίζοντες, καὶ τῷ ἀμερίστῳ τῆς προσκυνήσεως· τὰ δὲ τρία, ταῖς ὑποστάσεσιν, ἤγουν [blotted lead-in, perhaps 'Edita' εἴτουν.] προσώποις. » Καὶ μέντοι κἂν τῷ εἰς τὰ φῶτα λόγῳ ταῦτά φησιν ὁ αὐτὸς, « Θεοῦ δὲ ὅτ᾿ ἂν εἴπω, ἑνὶ φωτὶ περιαστράφθητε, καὶ τρισί· τρισὶ μὲν, κατὰ τὰς ἰδιότητας, ἤγουν ὑποστάσεις, εἴ τινι φίλον καλεῖν, εἴτε πρόσωπα· οὐδὲν γὰρ περὶ τῶν ὀνομάτων ζυγομαχήσομεν, ἕως ἂν πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ φέρωσιν· ἑνὶ δὲ, κατὰ τὸν τῆς οὐσίας λόγον, ἤγουν θεότητος. » Τοσαύτην μὲν οἱ Θεηγόροι Πατέρες ἡμῶν Γρηγόριος καὶ Βασίλειος ὑπάρχουσαν τῶν θείων δογμάτων τὴν συμφωνίαν παρέστησαν, ταυτὸν διαρρήδην εἰπόντες· τῇ μὲν οὐσίᾳ τὴν φύσιν, ὡς κοινὸν καὶ καθόλου· τῇ δὲ ὑποστάσει τὸ πρόσωπον, ὡς ἰδικόν τε καὶ μερικόν· μηδαμῶς 549συμφύραντες τῶν λεγομένων τὴν ἔννοιαν, διὰ τῆς τούτων εἰς ἀλλήλους περιτροπῆς καὶ συγχύσεως. Ὑφ᾿ ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ Πνεύματος ἐνεργηθέντες, τὴν ὀρθὴν τῆς πίστεως τοῖς λαοῖς παραδεδώκασιν ὁμολογίαν. Τούτοις δὲ συμφώνως εὑρήσεις, καὶ πάντας τοὺς κατὰ τὴν χάριν τοῦ Πνεύματος πιστευθέντας τῆς Ἐκκλησίας τοὺς οἴακας, τὸν ὀρθὸν τῆς εὐσεβοῦς πίστεως πρεσβεύσαντας λόγον, καὶ μηδὲν ταύτης τῆς ἐννοίας παντελῶς ἐκτραπέντας.

Κατασκευὴ φυσικωτέρα, παριστῶσα ὡς οὐδὲν τῶν ὄντων ἑτέρῳ ταὐτόν ἐστι κατ᾿ οὐσίαν καὶ ὑπόστασιν· ἀλλὰ τὰ μὲν κατ᾿ οὐσίαν ταὐτὰ ταῖς ὑποστάσεσιν ἕτερα· τὰ δὲ ταὐτὰ καθ᾿ ὑπόστασιν, πάντως κατ᾿ οὐσίαν ἕτερα. Εἰ δὲ ταὐτὸν μὲν οὐσία καὶ φύσις· ταὐτὸν δὲ πρόσωπον καὶ ὑπόστασις, δῆλον ὡς τὰ ἀλλήλοις ὁμοφυῆ καὶ ὁμοούσια, πάντως ἀλλήλοις ἑτεροϋπόστατα. Κατ᾿ ἄμφω γάρ, φημὶ δὴ τὴν φύσιν καὶ τὴν ὑπόστασιν, οὐδὲν ἐν τοῖς οὖσιν ἐστιν ἑτέρῳ ταὐτόν. Διότι τὰ κατὰ μίαν καὶ τὴν αὐτὴν ἀλλήλοις ἡνωμένα φύσιν, ἤγουν οὐσίαν, τουτέστι τὰ τῆς αὐτῆς οὐσίας ὄντα καὶ φύσεως κατὰ μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν ἤγουν πρόσωπον, οὐκ ἂν ἐνωθείη ποτ᾿ ἄν· τουτέστιν ἓν πρόσωπον ἔχειν οὐ δυνήσεται καὶ μίαν ὑπόστασιν· καὶ τὰ κατὰ μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν ἤγουν πρόσωπον ἡνωμένα, κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσίαν, ἤγουν φύσιν οὐκ ἂν συναφθείη ποτ᾿ ἄν· τουτέστι μιᾶς καὶ τῆς αὐτῆς οὐσίας ὄντα καὶ φύσεως, οὐκ ἂν γενόμενα φανείη ποτ᾿ ἄν. Ἀλλὰ τὰ κατὰ μίαν καὶ τὴν αὐτὴν ἡνωμένα φύσιν, ἤγουν οὐσίαν· τουτέστι τὰ μιᾶς καὶ τῆς αὐτῆς οὐσίας ὄντα καὶ φύσεως, ἀλλήλων διακέκριται ταῖς ὑποστάσεσιν, ἤγουν προσώποις, ὡς ἐπ᾿ ἀγγέλων ἔχει καὶ ἀνθρώπων, καὶ πάντων τῶν ἐν εἴδει καὶ γένει θεωρουμένων κτισμάτων. Ἄγγελος γὰρ ἀγγέλου, καὶ ἄνθρωπος ἀνθρώπου, καὶ βοῦς βοός, καὶ κύων κυνὸς διακέκριται κατὰ τὴν ὑπόστασιν, ἀλλ᾿ οὐ κατὰ τὴν φύσιν καὶ τὴν οὐσίαν. Τολμήσει δὲ τὸ μεῖζον ὁ λόγος εἰπεῖν, ὡς οὐδ᾿ ἐπ᾿ αὐτῆς τῆς πρώτης ἀνάρχου τε καὶ ποιητικῆς τῶν ὄντων αἰτίας θεωροῦμεν ταὐτὸν ἀλλήλαις τὴν φύσιν καὶ τὴν ὑπόστασιν· εἴπερ μίαν οὐσίαν καὶ φύσιν θεότητος οἴδαμεν, ἐν τρισὶν ὑπάρχουσαν ὑποστάσεσι διαφερούσαις ἀλλήλων ταῖς ἰδιότησι· καὶ τρεῖς ὑποστάσεις ἐν μιᾷ καὶ τῇ αὐτῇ οὐσίᾳ τε καὶ φύσει τῆς θεότητος. Μονὰς γὰρ ἐν Τριάδι, καὶ ἐν μονάδι Τριάς, ἐστὶν ἡμῖν τὸ προσκυνούμενον· Πατὴρ, καὶ Υἱός, καὶ Πνεῦμα ἅγιον, εἷς Θεός· οὔτε τοῦ Υἱοῦ ὄντος Πατρός, ἀλλ᾿ ὅπερ ὁ Πατήρ· οὔτε τοῦ Πνεύματος ὄντος Υἱοῦ, ἀλλ᾿ ὅπερ ὁ Υἱός· πάντα γὰρ ὅσα ὁ Πατήρ, πλὴν ἀγεννησίας, ἐστὶν ὁ Υἱός (γεννητὸς γάρ), καὶ πάντα ὅσα ὁ Υἱός, πλὴν τῆς γεννήσεως, ἐστὶ τὸ Πνεῦμα ἅγιον (ἐκπορευτὸν γάρ).

So great a concord of the divine doctrines did our God-proclaiming Fathers Gregory and Basil show there to be, saying expressly that the nature is the same as the essence, as common and universal, and the person the same as the hypostasis, as specific and particular; 549in no way commixing the meaning of the terms through their conversion into one another and confusion. For, being operated upon by one and the same Spirit, they delivered to the peoples the right confession of the faith. And in concord with these thou wilt find all those also who by the grace of the Spirit were entrusted with the helm of the Church, upholding the right account of the pious faith and in no way at all turning aside from this meaning.

A more natural demonstration, presenting that none of the things that are is the same as another in essence and hypostasis; but those that are the same in essence are other in their hypostases, and those that are the same in hypostasis are certainly other in essence.

If essence and nature are the same, and person and hypostasis the same, it is clear that things connatural and consubstantial with one another are certainly of other hypostases from one another. For according to both — I mean the nature and the hypostasis — nothing among the things that are is the same as another. Because things united with one another according to one and the same nature, that is essence — that is, things being of the same essence and nature — could never be united according to one and the same hypostasis, that is person; that is, they will not be able to have one person and one hypostasis; and things united according to one and the same hypostasis, that is person, could never be conjoined according to one and the same essence, that is nature; that is, they could never appear having become of one and the same essence and nature. But things united according to one and the same nature, that is essence — that is, things being of one and the same essence and nature — are distinguished from one another by their hypostases, that is persons, as is the case with angels and men and all the creatures contemplated in species and genus. For angel is distinguished from angel, and man from man, and ox from ox, and dog from dog, according to the hypostasis, but not according to the nature and the essence.

And the argument will dare to say the greater thing: that not even in the very first, beginningless and creative cause of the things that are do we contemplate the nature and the hypostasis as the same as each other; if indeed we know one essence and nature of Godhead, existing in three hypostases differing from one another by their properties, and three hypostases in one and the same essence and nature of the Godhead. For Monad in Trinity, and Trinity in Monad, is what is worshipped by us: Father and Son and Holy Spirit, one God; the Son not being Father, but what the Father is; the Spirit not being Son, but what the Son is.

Τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως· καὶ τῆς ἐκπορεύσεως, 552οὐ τεμνουσῶν εἰς τρεῖς ἀνίσους ἢ ἴσας οὐσίας τε καὶ φύσεις τὴν μίαν φύσιν καὶ δύναμιν τῆς ἀφράστου θεότητος· ἀλλὰ τὰ ἐν οἷς, ἢ ἅπερ ἡ μία θεότης ἐστὶν, ἤγουν οὐσία καὶ φύσις, χαρακτηριζουσῶν πρόσωπα· τουτέστιν, ὑποστάσεις· καὶ τὰ κατὰ μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν, ἤγουν πρόςωπον ἡνωμένα, τουτέστι μιᾶς ὑποστάσεως ὄντα, καὶ ἑνὸς συμπληρωτικὰ προσώπου, τῷ λόγῳ τῆς οὐσίας ἤτοι φύσεως διαφέρουσιν· ὡς ἐπὶ ψυχῆς ἀνθρωπίνης ἔχει καὶ σώματος, καὶ τῶν ὅσα καθ᾿ ὑπόστασιν ἐσχήκασι τὴν πρὸς ἄλληλα σύνοδον. Οὐ γὰρ ἀλλήλοις ὁμοούσια ταῦτα τυγχάνουσιν. Τὰ τοίνυν κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσίαν, ἤγουν φύσιν ἡνωμένα, τουτέστι μιᾶς καὶ τῆς αὐτῆς οὐσίας ὄντα καὶ φύσεως, ὁμοούσια μὲν ἀλλήλοις πάντως εἰσὶ, καὶ ἑτεροῦπόστατα· ὁμοούσια μὲν, τῷ λόγῳ τῆς ἀπαραλλάκτως αὐτοῖς ἐν ταυτότητι φυσικῇ ἐνθεωρουμένης οὐσιώδους κοινότητος· καθ᾿ ὃν οὐκ ἔστιν ἄλλος ἄλλου μᾶλλον τοῦθ᾿ ὅπερ ἐστί τε καὶ λέγεται· πάντες δὲ τὸν ἕνα καὶ τὸν αὐτὸν ἐπιδέχονται τῆς οὐσίας ὅρον τε καὶ λόγον. Ἑτεροῦπόστατα δὲ, τῷ λόγῳ τῆς αὐτὰ διακρινούσης προσωπικῆς ἑτερότητος, καθ᾿ ὃν ἄλλος ἄλλου διακέκριται, μὴ συμβαίνοντες ἀλλήλοις τοῖς καθ᾿ ὑπόστασιν χαρακτηριστικοῖς ἰδιώμασιν· ἀλλ᾿ ἕκαστος τῷ κατ᾿ αὐτὸν ἀθροισμῷ τῶν ἰδιωμάτων ἰδικώτατον τῆς οἱκείας καθ᾿ ὑπόστασιν ἐπιφέρεται λόγον· καθ᾿ ὃν τὴν πρὸς τὰ ὁμοφυῆ καὶ ὁμοούσια κοινωνίαν οὐκ ἐπιδέχεται. Τὰ δὲ κατὰ μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν ἤγουν πρόσωπον ἡνωμένα, τουτέστι, τὰ μιᾶς καὶ τῆς αὐτῆς ὄντα συμπληρωτικὰ καθ᾿ ἕνωσιν ὑποστάσεως, ὁμοῦπόστατα μὲν ἀλλήλοις εἰσὶ καὶ ἑτεροούσια. Ὁμοῦπόστατα μὲν, τῷ λόγῳ τῆς καθ᾿ ἕνωσιν ἐξ αὐτῶν συμπληρουμένης προσωπικῆς ἀδιαιρέτου μονάδος· καθ᾿ ὃν τὰ διαιροῦντα θάτερον τῆς κατ᾿ οὐσίαν οἰκείας καινότητος ἰδιώματα, κατὰ τὴν ἅμα τῷ εἶναι πρὸς ἄλληλα σύνοδον, ποιεῖται χαρακτηριστικὰ τῆς ἐξ αὐτῶν συμπληρουμένης μίας ὑποστάσεως· καθ᾿ ἣν ἡ πρὸς ἄλληλα θεωρεῖται ταυτότης, τὴν οἱανοῦν μὴ δεχομένη διαφοράν· ὡς ἐπὶ ψυχῆς ἀνθρωπίνης ἔχει καὶ σώματος. Τὰ γὰρ ἀφορίζοντα τό τινος σῶμα τῶν λοιπῶν σωμάτων, καὶ τὴν τοῦ τινος ψυχὴν τῶν λοιπῶν ψυχῶν ἰδιώματα, συνδραμόντα καθ᾿ ἕνωσιν, χαρακτηρίζει μὲν κατὰ ταὐτὸν ἅμα καὶ ἀφορίζει τῶν λοιπῶν ἀνθρώπων τὴν ἐξ αὐτῶν συμπληρωθεῖσαν ὑπόστασιν, Πέτρου φέρε εἰπεῖν ἢ Παύλου· ἀλλ᾿ οὐ τὴν Πέτρου ἢ Παύλου ψυχὴν ἀπὸ τοῦ οἰκείου σώματος. Ἄμφω γὰρ ἀλλήλοις ταὐτὸν ψυχή τε καὶ σῶμα, τῷ λόγῳ τῆς καθ᾿ ἕνωσιν ἐξ αὐτῶν συμπληρουμένης μιᾶς ὑποστάσεως· ὅτι μὴ καθ᾿ αὐτὰ τούτων ἑκάτερον ὑπέστη θατέρου κεχωρισμένον, πρὸ τῆς ἐξ αὐτῶν εἰς γένεσιν εἴδους συνθέσεως. Ἅμα γὰρ γένεσις, ἅμα σύνθεσις, ἅμα καὶ ἡ κατὰ σύνθεσιν ἐξ αὐτῶν τοῦ εἴδους συμπλήρωσις.

For all that the Father is, save unbegottenness, the Son is (for he is begotten); and all that the Son is, save generation, the Holy Spirit is (for it proceeds): unbegottenness and generation and 552procession not cutting the one nature and power of the ineffable Godhead into three unequal or equal essences and natures, but characterizing the persons, that is the hypostases, in which, or which, the one Godhead is, that is essence and nature. And things united according to one and the same hypostasis, that is person — that is, being of one hypostasis and completive of one person — differ by the principle of the essence, that is nature; as is the case with the human soul and body, and with all things that have had their concourse with one another according to hypostasis. For these are not consubstantial with one another.

Things, then, united according to one and the same essence, that is nature — that is, being of one and the same essence and nature — are certainly consubstantial with one another, and of other hypostases: consubstantial, by the principle of the essential community contemplated in them invariantly in natural identity, according to which one is not more than another that which he is and is called, but all admit the one and same definition and principle of the essence; of other hypostases, by the principle of the personal otherness distinguishing them, according to which one is distinguished from another, not coinciding with one another in the characteristic idioms according to hypostasis, but each, by the aggregate of the idioms about him, bears the most specific principle of his own being according to hypostasis, according to which he does not admit communion with those connatural and consubstantial with him. But things united according to one and the same hypostasis, that is person — that is, being completive of one and the same hypostasis by union — are of one hypostasis with one another, and of other essence: of one hypostasis, by the principle of the personal undivided monad completed from them by union, according to which the idioms that divide each from the community according to essence proper to it are made, at their concourse with one another simultaneous with being, characteristic of the one hypostasis completed from them; according to which their identity toward one another is contemplated, admitting no difference whatsoever; as is the case with the human soul and body. For the idioms that mark off someone's body from the rest of bodies, and someone's soul from the rest of souls, running together by union, characterize and at the same time mark off from the rest of men the hypostasis completed from them — of Peter, say, or of Paul — but not the soul of Peter or Paul from its own body. For both, soul and body, are the same as each other by the principle of the one hypostasis completed from them by union; because neither of them subsisted by itself, separated from the other, before the composition from them toward the coming-to-be of a species. For at once the coming-to-be, at once the composition, at once also the completion of the species from them by composition.

Ἑτεροουσία δὲ, τῷ λόγῳ τῆς πρὸς ἄλληλα φυσικῆς ἑτερότητος· καθ᾿ ἣν οὐδαμῶς ἐπιδέχονται 553κατ᾿ οὐσίαν τοὺς ἀλλήλων ὅρους τε καὶ λόγους· ἀλλ᾿ ἕτερον καὶ ἕτερον ἀποδίδωσι θάτερον τῆς οἰκείας οὐσίας πρὸς τὸν θατέρου λόγον ἀσύμπτωτον· καθ᾿ ὃν τὴν ψυχῆς καὶ σώματος οὐσιώδη σώζοντες διαφορὰν, οὐ συγχέομεν τὴν ἐξ αὐτῶν συμπληρουμένην ὑπόστασιν, τῇ πρὸς θάτερον θατέρου περιτροπῇ τε καὶ μεταβολῇ τῶν ἐξ ὧν συνετέθη μερῶν ἤγουν φύσεων, τὸν ἀφανισμὸν δεχομένην. Εἰ δὲ κατὰ τὴν ἅμα πρὸς εἴδους γένεσιν ψυχῆς τε καὶ σώματος σύνοδον, ὁ τις ἀποτελεῖσθαι πέφυκεν ἄνθρωπος· τῷ μὲν λόγῳ τῆς τῶν οἰκείων μερῶν φυσικῆς κοινότητος, πρὸς ἄλλους ἀνθρώπους σώζων τὸ ὁμοούσιον· τῷ δὲ λόγῳ τῆς τῶν αὐτῶν ἰδιότητος, πρὸς τοὺς ἄλλους φυλάττων ἀνθρώπους τὸ ἑτεροὑπόστατον· ἑνούμενος μὲν τῇ κατὰ φύσιν κοινότητι τῶν οἰκείων μερῶν τοῖς ἄλλοις ἀνθρώποις, πρὸς οὓς μίαν καὶ τὴν αὐτὴν κατ᾿ εἶδος ἐπιφέρεται φύσιν· διαιρούμενος δὲ τῇ καθ᾿ ὑπόστασιν τῶν μερῶν ἰδιότητι τῶν λοιπῶν ἀνθρώπων, πρὸς οὓς ἕτερόν τε κατὰ τὴν ὑπόστασιν καὶ διάφορον ἐπιφέρεται πρόσωπον· ᾧ διακρίνεται λόγῳ τῶν ἄλλων ἀνθρώπων, τὴν ἑνότητα τῆς οἰκείας προσωπικῆς ἀδιαιρέτου μονάδος φυλάττων παντελῶς ἀδιάφορον· καὶ ᾧ τοῖς ἄλλοις ἑνοῦσθαι λόγῳ πέφυκεν ἀνθρώποις, τὴν διαφορὰν τῆς τῶν οἰκείων μερῶν οὐσιώδους ἑτερότητος σώζων ἀσύγχυτον· σαφὴς ἐντεῦθεν ἡμῖν, καὶ μηδὲν ἔχων γριφῶδες ὁ περὶ τῆς σαρκώσεως, ἤγουν ἐνανθρωπήσεως τοῦ ἑνὸς τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς Τριάδος Θεοῦ Λόγου καθέστηκε λόγος.

Ὅτι ὁ Χριστὸς ταῖς μὲν κατ᾿ οὐσίαν τῶν οἰκείων μερῶν πρὸς τὰ ἄκρα κοινότησιν ἑνούμενος, τὴν πρὸς ἄλληλα τῶν μερῶν σωζομένην εἶχε διαφορὰν· ταῖς δὲ τῶν μερῶν ἰδιότησι, τὸ καθ᾿ ὑπόστασιν διεδείκνυ ταυτὸν Fr. διεδείχνυτο αὐτόν. ὡς ὅλου, κοινὸν ἀμφοτέρων.

And of other essence, by the principle of the natural otherness toward one another; according to which they in no way admit 553one another's definitions and principles according to essence; but each renders the principle of its own essence other and other, not coinciding with the principle of the other; according to which, preserving the essential difference of soul and body, we do not confuse the hypostasis completed from them, as though it received annihilation by the conversion and change of one into the other of the parts, that is natures, of which it was composed.

Διδάσκων διαρρήδην ἡμᾶς, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος τέλειος ὑπάρχων κατὰ τὴν φύσιν καὶ τὴν οὐσίαν, καθ᾿ ἣν ταυτόν ἐστι τῷ Πατρὶ καὶ τῷ Πνεύματι καὶ ὁμοούσιος, κατά τε τὸ πρόσωπον καὶ τὴν ὑπόστασιν, καθ᾿ ἣν ἕτερος πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα καθέστηκε, τὴν προσωπικὴν ἀσύγχυτον σώζων διαφορὰν, σαρκωθεὶς ἐκ Πνεύματος ἁγίου, καὶ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τελείως ἐνηνθρώπησεν· τουτέστι, τέλειος γέγονεν ἄνθρωπος, κατὰ πρόσληψιν δηλονότι σαρκὸς, ψυχὴν ἐχούσης νοεράν τε καὶ λογικὴν, ἐν αὐτῷ τὴν τε φύσιν λαβούσης καὶ τὴν ὑπόστασιν· τουτέστι, τὸ εἶναι τε καὶ τὸ ὑφεστάναι, κατ᾿ αὐτὴν ἅμα τοῦ Λόγου τὴν σύλληψιν· ἐπείπερ αὐτὸς ὁ Λόγος ἀντὶ σπορᾶς· μᾶλλον δὲ σπορὰ τῆς οἰκείας θέλων εὑρέθη σαρκώσεως, καὶ γέγονε κατὰ τὴν ὑπόστασιν σύνθετος, ὁ

556κατὰ τὴν φύσιν ἁπλοῦς καὶ ἀσύνθετος· εἷς καὶ ὁ αὐτὸς ἐν τῇ μονιμότητι τῶν ἐξ ὧν συνέστη μερῶν διαμένων ἄτρεπτος, ἀδιαίρετός τε καὶ ἀσύγχυτος· ἵνα ᾖ καθ᾿ ὑπόστασιν μεσίτης τοῖς ἐξ ὧν συνετέθη μέρεσι· τὴν τῶν ἄκρων ἐν ἑαυτῷ συνάπτων διάστασιν· ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ Πνεύματος τὴν φύσιν τὴν ἀνθρωπίνην· ὡς Θεὸς ἀληθῶς κατ᾿ οὐσίαν ὑπάρχων, καὶ ἄνθρωπος ἀληθῶς φύσει κατ᾿ οἰκονομίαν γενόμενος· μήτε τῇ κατὰ φύσιν διαφορᾷ τῶν οἰκείων μερῶν διαιρούμενος, μήτε τῇ καθ᾿ ὑπόστασιν ἑνότητι τῶν αὐτῶν συγχεόμενος· ἀλλὰ τῷ μὲν λόγῳ τῆς κατ᾿ οὐσίαν τῶν ἐξ ὧν συνετέθη μερῶν κοινότητος, Πατρί τε καὶ Μητρὶ κατὰ φύσιν ἑνούμενος, τὴν πρὸς ἄλληλα τῶν ἐξ ὧν συνετέθη μερῶν διεδείκνυτο σώζων διαφοράν· τῷ δὲ λόγῳ τῆς καθ᾿ ὑπόστασιν τῶν οἰκείων μερῶν ἰδιότητος, τῶν ἄκρων Πατρός τέ φημι καὶ Μητρὸς διακρινόμενος, τὸ μοναδικὸν τῆς οἰκείας ὑποστάσεως ἔχων διεφαίνετο παντελῶς ἀδιάφορον, ἐν τῇ πρὸς ἄλληλα κατ᾿ ἄκρον προσωπικῇ ταυτότητι τῶν οἰκείων μερῶν διαπαντὸς ἐνιζόμενον. Ἡ γὰρ κατ᾿ οὐσίαν θατέρου τῶν μερῶν πρὸς τὰ ἄκρα κοινότης, ἐν τῇ ἑνότητι τῆς μιᾶς ὑποστάσεως, ἀσύγχυτον τὸ διάφορον τῆς θατέρου διασώζουσα φύσεως, μίαν ἀμφοτέρων ἐκ τῆς ἑνώσεως τοῖς εὐσεβέσιν οὐκ ἐδίδου γνωρίζεσθαι φύσιν, ἵνα μὴ γένηται παντελῶς κατ᾿ οὐσίαν τῶν μερῶν ἀπογένεσις, ἢ κατὰ σύνθεσιν τῆς ἐξ αὐτῶν τοῦ ὅλου μιᾶς φύσεως γένεσις, οὐκ ἔχουσα πῶς τὴν φυσικὴν πρὸς τὰ μέρη τῶν ἄκρων φυλάξει συγγένειαν, μὴ σῴζουσα τὴν κατ᾿ οὐσίαν πρὸς ἄλληλα τῶν ἐξ ὧν συνετέθη μερῶν διαφορὰν μετὰ τὴν ἕνωσιν· ἀλλ᾿ ὑπόστασιν μίαν παρεῖχεν ὁρᾶν ἐκ τῆς ἑνώσεως σύνθετον, τῇ κατὰ φύσιν τῶν ἐξ ὧν συνετέθη μερῶν ὑπάρξει συντηρουμένην. Ἡ δὲ καθ᾿ ὑπόστασιν θατέρου τῶν ὡς εἰς ὅλου τινὸς τοῦ Χριστοῦ σύνθεσιν μερῶν ἰδιότης, τῷ κατ᾿ οὐσίαν κοινῷ συνεπινοουμένη, γνώρισμα κοινὸν ἀπετέλεσε τῶν μερῶν, τὸ χαρακτηρίζον τὴν ἐξ αὐτῶν συμπληρωθεῖσαν μίαν ὑπόστασιν. Κοινὴν γὰρ σαρκὸς καὶ θεότητος κατὰ τὴν ἄρρητον ἕνωσιν γεγενῆσθαι φαμεν, τὴν ἐξ αὐτῶν συνόδῳ τῇ καθ᾿ ἕνωσιν φυσικὴν, ἤγουν ἀληθῆ τε καὶ πραγματικήν, συμπληρωθεῖσαν τοῦ Χριστοῦ μίαν ὑπόστασιν.

If, then, by the concourse of soul and body simultaneous toward the coming-to-be of a species, the particular man is by nature brought to completion — by the principle of the natural community of his own parts preserving his consubstantiality toward other men; by the principle of their property guarding toward the other men his being of another hypostasis; being united by the community according to nature of his own parts to the other men, toward whom he bears one and the same nature according to species; and being divided by the property of the parts according to hypostasis from the rest of men, toward whom he bears a person other and different according to hypostasis; by which principle he is distinguished from the other men, guarding the unity of his own personal undivided monad wholly without difference; and by which principle he is by nature united to the other men, preserving unconfused the difference of the essential otherness of his own parts — then clear to us from this, and having nothing riddling, has the account become of the incarnation, that is the becoming man, of the one of the holy and consubstantial and worshipful Trinity, God the Word.

That Christ, united to the extremes by the communities according to essence of his own parts, kept the difference of the parts toward one another preserved; and by the properties of the parts showed the identity according to hypostasis, as of a whole, common to both.

Teaching us expressly that the Word of God — being perfect according to the nature and the essence, according to which he is the same as the Father and the Spirit and consubstantial, and according to the person and the hypostasis, according to which he stands other toward the Father and the Spirit, preserving the personal difference unconfused — incarnate of the Holy Spirit and of the holy Theotokos and ever-virgin Mary, perfectly became man; that is, became perfect man, by the assumption, namely, of flesh having a soul intellectual and rational, which received in him both its nature and its hypostasis — that is, its being and its subsisting — at the very moment of the conception of the Word; since the Word himself, in place of seed — or rather as seed of his own incarnation — was found, willing it, and became composite according to hypostasis, he who

556is according to nature simple and incomposite; one and the same, remaining unchangeable, undivided and unconfused in the permanence of the parts of which he was constituted; that he might be, according to hypostasis, mediator to the parts of which he was composed, joining in himself the distance of the extremes, making peace, and reconciling human nature to the God and Father through the Spirit; Ephes. ii, 16. as being truly God according to essence, and having become truly man by nature according to economy; neither divided by the difference according to nature of his own parts, nor confused by the unity according to hypostasis of the same; but, by the principle of the community according to essence of the parts of which he was composed, being united according to nature to Father and Mother, he was shown preserving the difference toward one another of the parts of which he was composed; and, by the principle of the property according to hypostasis of his own parts, being distinguished from the extremes — Father, I mean, and Mother — he appeared having the singleness of his own hypostasis wholly without difference, unified always in the supreme personal identity of his own parts with one another.

For the community according to essence of each of the parts with the extremes, in the unity of the one hypostasis, preserving unconfused the difference of the nature of each, did not allow the pious to recognize one nature of both from the union; lest there come about a total passing-away of the parts according to essence, or, by composition, the coming-to-be of one nature of the whole from them, having no way to guard the natural kinship of the extremes with the parts, not preserving the difference according to essence of the parts of which it was composed toward one another after the union; but it presented to be seen one hypostasis, composite from the union, maintained in the existence according to nature of the parts of which it was composed. And the property according to hypostasis of each of the parts, as toward the composition of some whole, Christ, being conceived together with the common according to essence, effected a common mark of the parts, that which characterizes the one hypostasis completed from them. For we say that the one hypostasis of Christ, completed from them by the concourse by natural union, that is true and real, has become common to flesh and Godhead in the ineffable union.

Φημὶ δὲ κοινήν, ὡς μίαν καὶ τὴν αὐτὴν τῶν μερῶν ἰδικωτάτην ἐκ τῆς ἑνώσεως ἀποφανθεῖσαν ὑπόστασιν· μᾶλλον δὲ μίαν τοῦ Λόγου καὶ τὴν αὐτὴν ὑπάρχουσαν νῦν τε καὶ πρότερον· ἀλλὰ πρότερον μὲν ἀναιτίως, ἁπλῆν τε καὶ ἀσύνθετον· ὕστερον δὲ δι᾿ αἰτίαν προσλήψει σαρκὸς νοερῶς ἐψυχωμένης ἀτρέπτως γενομένην κατ᾿ ἀλήθειαν σύνθετον· καθ᾿ ἣν τῶν ἄκρων, Πατρός τέ φημι καὶ Μητρὸς ἀφοριζόμενος, πρὸς ἑαυτὸν ἥνωται, καθοτιοῦν οὐκ ἔχων διαφυράν· ἵνα μὴ γένηται παντελὴς τῆς καθ᾿ ὑπόστασιν τῶν μερῶν ταυτότητος ἀπογένεσις, ἡ τῆς κατ᾿ αὐτὴν τῶν μερῶν διαφορᾶς γένεσις, εἰς δυάδα προσωπικὴν διαλύουσα τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν· οὐχ 557ἔχουσα πῶς δεῖξαι τὴν πρὸς ἄλληλα τῶν μερῶν προσωπικὴν ταυτότητα σῳζομένην, τῇ καθ᾿ ὑπόστασιν διαφορᾷ πρὸς δυάδα προσώπων μεριζομένην.

Ὅτε τὰ μὲν καθ᾿ ὑπόστασιν κοινὰ τῶν μερῶν, τὸ ὅλον ἤγουν τὸν Χριστὸν ἠφόριζε τῶν ἄκρων· τὰ δὲ κατ᾿ οὐσίαν πρὸς τὰ ἄκρα κοινὰ τῶν μερῶν, ὡς ὅλον συνῆπτε τοῖς ἄκροις οὐσιωδῶς τὸν Χριστόν. Οὐ γὰρ οἷς ἠφορίζετο τῶν λοιπῶν ἀνθρώπων ἰδιώμασιν ἡ σάρξ, τούτοις διετήρει τὴν πρὸς τὸν Λόγον διαφορὰν· οὔτ᾿ ἂν πάλιν, οἷς τοῦ Λόγου διέφερεν ἰδιώμασι, τούτοις καὶ ἡμῶν ἠφορίζετο. Ἀλλ᾿ οἷς πρὸς ἡμᾶς ἠφορίζετο, τούτοις τὴν καθ᾿ ὑπόστασιν πρὸς τὸν Λόγον διέσῳζεν ἕνωσιν, ἤγουν ταυτότητα· καὶ οἷς ἡμῖν ἥνωτο φυσικῶς, τούτοις δηλαδὴ τὴν πρὸς τὸν Λόγον σῳζομένην εἶχεν οὐσιώδη διαφορὰν. Ὥσπερ καὶ ὁ Λόγος, οἷς ἠφορίζετο τοῦ κοινοῦ τῆς Θεότητος ἰδιώμασιν ὡς Υἱὸς καὶ Λόγος, τούτοις πρὸς τὴν σάρκα τὴν καθ᾿ ὑπόστασιν διέσῳζεν ἕνωσιν, ἤγουν ταυτότητα· καὶ οἷς ὡς Θεὸς τὴν πρὸς τὴν σάρκα φυσικὴν ἐτήρει διαφορὰν, τούτοις Πατρί τε καὶ Πνεύματι κατ᾿ οὐσίαν ἑνούμενος ἐπήλλαττε τὴν τε πρὸς ἑαυτὸν καὶ τὰ ἄκρα διαφορὰν καὶ ταυτότητα· κοινότησι μὲν τῶν μερῶν κατὰ φύσιν τοῖς ἄκροις ἑνούμενος, ἰδιότησι δὲ τῶν αὐτῶν, δηλαδὴ μερῶν, καθ᾿ ὑπόστασιν τῶν ἄκρων διακρινόμενος· ἐν μὲν τῇ καθ᾿ ὑπόστασιν ταυτότητι τῶν οἰκείων μερῶν, πρὸς ἑαυτὸν δεικνὺς σῳζομένην τὴν τῶν ἄκρων διαφοράν· ἐν δὲ τῇ τῶν μερῶν κατ᾿ οὐσίαν ἑτερότητι, τὴν πρὸς τὰ μέρη τῶν ἄκρων ταυτότητα φυσικὴν ἐπιφερόμενος. Εἰ δὲ ταῖς μὲν κοινότησι τῶν μερῶν ἥνωτο τοῖς ἄκροις, ταῖς δὲ τῶν μερῶν ἰδιότησιν ἠφορίζετο τῶν ἄκρων· δῆλον ὡς οἷς ἥνωτο τοῖς ἄκροις, τὴν πρὸς ἄλληλα τῶν μερῶν φυσικὴν εἶχε σῳζομένην διαφοράν. Οἷς δὲ διεκρίνετο τῶν ἄκρων, τὴν καθ᾿ ὑπόστασιν τῶν μερῶν εἶχε ταυτότητα διαφαινομένην. Οὐκοῦν ἑκατέρου τῶν ἐξ ὧν συνετέθη μερῶν ὁ Χριστὸς εἶχε, τό τε κοινὸν καὶ τὸ ἰδικόν· τὸ μὲν κοινὸν, ἐν τῷ λόγῳ τῆς κατ᾿ οὐσίαν πρὸς τὰ ἑαυτοῦ μέρη τῶν ἄκρων ταυτότητος καθ᾿ ὃν τὴν πρὸς ἄλληλα τῶν μερῶν καὶ μετὰ τὴν ἕνωσιν σῳζομένην εἶχε διαφοράν· τὸ δὲ ἴδιον, ἐν τῷ λόγῳ τῆς καθ᾿ ὑπόστασιν ταυτότητος τῶν μερῶν, καθ᾿ ὃν ἠφορίζετο τῶν ἄκρων, ἀσύγχυτον τὴν πρὸς αὐτὰ σώζων διακρισιν. Ἡ γὰρ ἀληθὴς καθ᾿ ὑπόστασιν ἕνωσις, ἑκατέρου τῶν εἰς ὅλου τινὸς σύνθεσιν ἀλλήλοις συνερχομένων μερῶν, κατὰ τὴν ἅμα πρὸς ὅλου τινὸς γένεσιν σύνοδον, τὸ ἀφορίζον ἑκάτερον τῆς κατ᾿ οὐσίαν κοινότητος ἰδίωμα, τῷ κοινῷ συμπαραλαβοῦσα, δείκνυσιν ἐνυπόστατον, ἀλλ᾿ οὐχ ὑπόστασιν· ὅτι μὴ καθ᾿ αὑτὸ διωρισμένως ὑπέστη· τῶν ὁμογενῶν, ἢ τοῦ καθ᾿ ἕνωσιν αὐτῷ πρὸς ὅλου τινὸς γένεσιν συνυφεστῶτος ἀφοριζόμενον· ὅπερ ἴδιόν ἐστιν ὑποστάσεως.

And I say common, as the one and same most specific hypostasis of the parts, declared from the union; or rather, as being the one and same hypostasis of the Word, now and before: but before, without cause, simple and incomposite; and afterwards, for a cause, by assumption of flesh intellectually ensouled, become without change truly composite; according to which, marked off from the extremes — Father, I mean, and Mother — he is united to himself, having no difference whatsoever; lest the coming-to-be of a difference of the parts according to it become a total passing-away of the identity of the parts according to hypostasis, dissolving the union according to hypostasis into a personal dyad; 557having no way to show the personal identity of the parts toward one another preserved, being partitioned by the difference according to hypostasis into a dyad of persons.

That the things of the parts common according to hypostasis marked off the whole, that is Christ, from the extremes; but the things of the parts common according to essence with the extremes joined Christ, as a whole, to the extremes essentially.

For it was not by the idioms by which the flesh was marked off from the rest of men that it kept its difference from the Word; nor again would it be by the idioms by which it differed from the Word that it was also marked off from us. But by those by which it was marked off from us, by these it preserved its union according to hypostasis with the Word, that is its identity; and by those by which it was united to us naturally, by these, evidently, it had its essential difference from the Word preserved. Just as the Word too, by the idioms by which he was marked off from the common of the Godhead as Son and Word, by these preserved his union according to hypostasis with the flesh, that is his identity; and by those by which as God he kept the natural difference from the flesh, by these, being united according to essence to the Father and the Spirit, he interchanged the difference and the identity toward himself and the extremes: being united according to nature to the extremes by the communities of the parts, and distinguished according to hypostasis from the extremes by the properties of the same, namely the parts; in the identity according to hypostasis of his own parts showing the difference of the extremes toward himself preserved; and in the otherness according to essence of the parts bearing the natural identity of the extremes with the parts. And if he was united to the extremes by the communities of the parts, and marked off from the extremes by the properties of the parts, it is clear that by those by which he was united to the extremes he had the natural difference of the parts toward one another preserved; and by those by which he was distinguished from the extremes he had the identity according to hypostasis of the parts shining through.

So then Christ had, of each of the parts of which he was composed, both the common and the specific: the common, in the principle of the identity according to essence of the extremes with his own parts, according to which he had the difference of the parts toward one another preserved even after the union; and the proper, in the principle of the identity according to hypostasis of the parts, according to which he was marked off from the extremes, preserving unconfused his distinction from them. For the true union according to hypostasis, of each of the parts coming together with one another into the composition of some whole, at their concourse at once toward the coming-to-be of some whole, taking along with the common the idiom that marks off each from the community according to essence, shows it enhypostatic, but not a hypostasis; because it did not subsist by itself separately, marked off from those of the same genus, or from that which subsists together with it by union toward the coming-to-be of some whole; which is proper to hypostasis.

Τὸ γὰρ καθ᾿ αὑτὸ διωρισμένως συνεστὼς ἐστιν ὑπόστασις· εἴπερ ὑπόστασιν εἶναί φασιν, οὐσίαν μετὰ ἰδιωμάτων, ἀριθμῷ τῶν ὁμογενῶν διαφέρουσαν· ἐνυπόστατον δὲ, τὸ καθ᾿ αὑτὸ μὲν 560οὐδαμῶς ὑφιστάμενον, ἐν ἄλλοις δὲ θεωρούμενον, ὡς εἶδος ἐν τοῖς ὑπ᾿ αὐτὸ ἀτόμοις· ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον· ὅπερ καθ᾿ ὅσον μὲν διαφέρει τοῖς ἀφορίζουσιν αὐτὸ τῶν κατ᾿ οὐσίαν ὁμογενῶν ἰδιώμασι, τοσοῦτον τῷ συγκειμένῳ καθ᾿ ὑπόστασιν ἑνίζεται ταυτιζόμενον. Οὐ γὰρ οἷς ἀφορίζεται τῶν ὁμογενῶν ἰδιώμασι, τούτοις διακρίνεται καὶ τοῦ συγκειμένου καθ᾿ ἕνωσιν καὶ συνυφεστῶτος· ἀλλ᾿ οἷς διενήνοχε τῶν ὁμοουσίων ἀφοριστικοῖς ἰδιώμασι, τούτοις πρὸς τὸ συγκείμενον τὴν καθ᾿ ἕνωσιν φυλάττει ταυτότητα τῆς ὑποστάσεως, ἐν τῷ πάντη μοναδικῷ τοῦ προσώπου συντηρουμένην· ὅπερ ἐπὶ τῆς θείας οἰκονομίας ἤγουν σαρκώσεως ὁ ἀληθὴς πρεσβεύει λόγος. Οἷς γὰρ ἡμῶν ἀφοριζομένη διέφερεν ἡ σὰρξ ἰδιώμασι, τούτοις τὴν πρὸς τὸν Λόγον καθ᾿ ὑπόστασιν εἶχε ταυτότητα· καὶ οἷς ὁ Λόγος Πατρός τε καὶ Πνεύματος διέφερεν ἰδιώμασιν, ὡς Υἱὸς ἀφοριζόμενος, τούτοις τὸ καθ᾿ ὑπόστασιν πρὸς τὴν σάρκα, μοναδικὴν διετήρει σωζόμενον, μηδενὶ λόγῳ παντελῶς διαιρούμενον. Οὐκοῦν οὐχ ὑπόστασις ἡ τοῦ Θεοῦ Λόγου καθέστηκε σάρξ. Οὐδέποτε γὰρ, οὐδ᾿ ὅσον ἐπινοίας ψιλῆς πέφυκε τάχος χωρεῖν, καθ᾿ ἑαυτὴν τὸ παράπαν ὑπέστη τοῖς ἀφορίζουσιν αὐτὴν ἰδιώμασι διωρισμένη τῶν ὁμογενῶν, ἢ πρὸς τὸν συγκείμενον καθ᾿ ὑπόστασιν Λόγον, τοῦ κοινοῦ τὸ ἴδιον ἔχουσα κεχωρισμένον· ἀλλ᾿ ἐνυπόστατος ὡς ἐν αὐτῷ καὶ δι᾿ αὐτὸν λαβοῦσα τοῦ εἶναι τὴν γένεσιν· καὶ αὐτοῦ γενομένη καθ᾿ ἕνωσιν σὰρξ, καὶ πρὸς αὐτὸν καθ᾿ ὑπόστασιν ἑνιζομένη, τῷ λόγῳ τῆς τῶν λοιπῶν ἀνθρώπων ἀφοριζούσης αὐτὴν ἰδιότητος. Καὶ σαφέστερον εἰπεῖν, αὐτοῦ τοῦ Λόγου καθ᾿ ὑπόστασιν ποιουμένη τὸ ἴδιον· ὥς που καὶ τὸ κατ᾿ οὐσίαν κοινὸν, οὗ καὶ σὰρξ ἀληθῶς καθ᾿ ἕνωσιν γέγονεν.

Ὅτι Θεὸς ὑπάρχων τέλειος ὁ Χριστὸς, καὶ ἄνθρωπος τέλειος ὁ αὐτὸς, τῶν ἅπερ ἦν, εἶχε τὸ κοινὸν καὶ τὸ ἴδιον, οἷς πρὸς ἑαυτὸν ἐποιεῖτο τὴν τῶν ἄκρων ἕνωσιν καὶ διάκρισιν· τῇ μὲν πρὸς ἑαυτὸν ἑνώσει τῶν ἄκρων, ἐν ἑαυτῷ σωζομένας τὰς ἐξ ὧν συνετέθη δύο φύσεις πιστούμενος· τῇ δὲ πρὸς ἑαυτὸν διακρίσει τῶν ἄκρων, τὸ μοναδικὸν τῆς οἰκείας παριστὰς ὑποστάσεως. Εἰ γὰρ φύσει Θεὸς ὢν ὁ Λόγος προσλήψει σαρκὸς νοερῶς ἐψυχωμένης δίχα τροπῆς γέγονεν ἄνθρωπος, δῆλον ὡς ἐξ ἀμφοῖν εἷς, καὶ δι᾿ ἑνὸς ἑαυτὸν κατ᾿ ἀλήθειαν ἄμφω πιστούμενος, ἀμφοτέρων εἶχεν ὁ αὐτὸς τό τε κοινὸν, καὶ τὸ ἴδιον· οἷς τὴν πρὸς τὰ ἄκρα ἐποιεῖτο ἕνωσιν καὶ διάκρισιν· τῇ μὲν πρὸς ἄλληλα φυσικῇ διαφορᾷ τῶν οἰκείων μερῶν, κατ᾿ οὐσίαν τοῖς ἄκροις ἑνούμενος· τῇ δὲ τῶν αὐτῶν, δηλονότι μερῶν, ταυτότητι, καθ᾿ ὑπόστασιν, τῶν ἄκρων διακρινόμενος. Εἰ δὲ διαφορὰν εἶχεν ὁ αὐτὸς καὶ ταυτότητα, δῆλον ὡς ἓν καὶ δύο ἦν ὁ αὐτός.

For hypostasis is that which subsists separately by itself; since they say that hypostasis is essence with idioms, differing in number from those of the same genus; and enhypostatic, that which by itself 560in no way subsists, but is contemplated in others, as a species in the individuals under it; or that which is composed with another, different according to essence, toward the coming-to-be of some whole; which, so far as it differs by the idioms that mark it off from those of the same genus according to essence, so far is it unified according to hypostasis with that with which it is composed, being identified with it. For it is not by the idioms by which it is marked off from those of the same genus that it is also distinguished from that with which it is composed by union and which subsists together with it; but by the marking-off idioms by which it differs from the consubstantial, by these it guards toward that with which it is composed the identity of the hypostasis by union, maintained in the wholly singular character of the person; which the true account upholds in the case of the divine economy, that is the incarnation. For by the idioms by which the flesh differed, marked off from us, by these it had its identity according to hypostasis with the Word; and by the idioms by which the Word differed from the Father and the Spirit, being marked off as Son, by these he kept that which is according to hypostasis toward the flesh singular and preserved, divided by no principle whatever.

So then the flesh of God the Word is not a hypostasis. For never — not even for so long as the swiftness of a bare thought is by nature to pass — did it subsist at all by itself, separated from those of the same genus by the idioms that mark it off, or having its proper separated from the common toward the Word with whom it is composed according to hypostasis; but it is enhypostatic, as having received the coming-to-be of its being in him and through him; and having become his flesh by union, and being unified with him according to hypostasis by the principle of the property that marks it off from the rest of men. And, to say it more clearly, it makes its own the proper of the Word himself according to hypostasis; as it does also, it may be, the common according to essence, of which too it has truly become flesh by union.

That Christ, being perfect God, and the same perfect man, had the common and the proper of the things which he was, by which he made toward himself the union and distinction of the extremes: by the union of the extremes toward himself, assuring that the two natures of which he was composed are preserved in himself; and by the distinction of the extremes toward himself, presenting the singleness of his own hypostasis.

For if the Word, being God by nature, by assumption of flesh intellectually ensouled became man without change, it is clear that, being one from both, and through one assuring himself in truth to be both, the same had of both the common and the proper, by which he made the union and distinction toward the extremes: by the natural difference toward one another of his own parts being united according to essence to the extremes; and by the identity of the same, namely the parts, according to hypostasis, being distinguished from the extremes.

Ἓν μὲν, τῷ λόγῳ τῆς οἰκείας κατὰ τὴν ὑπόστασιν ἀδιαιρέτου 561μονάδος · δύο δὲ, τῷ λόγῳ τῆς κατ᾿ οὐσίαν πρὸς ἄλληλα τῶν οἰκείων μερῶν καὶ μετὰ τὴν ἕνωσιν ἑτερότητος. Διαφορὰ γάρ ἐστιν, λόγος καθ᾿ ὃν ἡ πρὸς ἄλληλα τῶν σημαινομένων ἑτερότης σώζεσθαι πέφυκεν, καὶ τοῦ πῶς εἶναι δηλωτικός. Ταυτότης δέ ἐστιν, ἀπαραλλαξία καθ᾿ ἣν ὁ τοῦ σημαινομένου λόγος τὸ πάντη κέκτηται μοναδικὸν, μηδενὶ τρόπῳ διαφορᾶς γνωριζόμενον.

Περὶ διαφορᾶς διάληψις σύντομος, δι᾿ ἧς δείκνυται τὸ κατ᾿ οὐσίαν ποσὸν τῶν ἡνωμένων σῳζόμενον. Εἰ τοίνυν σώζεται μετὰ τὴν ἕνωσιν ἐν Χριστῷ τῶν ἐξ ὧν συνετέθη μερῶν ἡ πρὸς ἄλληλα κατὰ τὴν οὐσίαν διαφορὰ, σαφὴς ὑπάρχει τοῖς εὐσεβοῦσιν ἀπόδειξις, ὡς τὸ κατ᾿ οὐσίαν ποσὸν μεμένηκε τῶν ἡνωμένων ἀμείωτον μετὰ τὴν ἕνωσιν, τὸν ἑκατέρου μέρους πρὸς θάτερον ἐν τῷ κατὰ σύνθεσιν ἐξ αὐτῶν ὅλῳ διασῶζον τῆς οὐσίας ὅρον τε καὶ λόγον ἀσύμπτωτον. Εἰ δὲ καὶ ἡ τοῦ ὅλου πρὸς τὰ οἰκεῖα μέρη, μᾶλλον δὲ φάναι σαφέστερον, ἡ πρὸς ἄλληλα τῶν μερῶν κατὰ τὴν ἐξ αὐτῶν ὅλου σύνθεσιν ὑποστατικὴ διασώζεται ταυτότης · δῆλον ὡς οὐδενὶ τρόπῳ τὰ μέρη κατὰ τὴν ἐξ αὐτῶν συμπληρουμένην μίαν ὑπόστασιν, πρὸς ἄλληλα παντελῶς διαφέρουσι. Καὶ λοιπὸν οὐδεὶς ἐστι λόγος δεῖξαι δυνάμενος, ἢ τὸ κατ᾿ οὐσίαν διάφορον συγχεόμενον, ἢ τὸ καθ᾿ ὑπόστασιν μοναδικὸν διαιρούμενον.

Κατασκευὴ πλατυτέρα τε καὶ φυσικωτέρα περὶ διαφορᾶς καὶ ποσότητος, καὶ τοῦ δηλοῦντος αὐτὰς ἀριθμοῦ. Οὐκοῦν εἴπερ διαφορὰν ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν λέγομεν, πάσῃ δὲ πάντως ἐξ ἀνάγκης διαφορᾷ συνεισάγεσθαι πέφυκε ποσὸν, οὗ δηλωτικὸν τὸν ἀριθμὸν εἶναι γνωρίζομεν, εἰκότως πρὸς δήλωσιν μόνην τῆς τῶν διαφερόντων διαφορᾶς μετὰ τὴν ἕνωσιν τὸν ἀριθμὸν παραλαμβάνοντες, οὐ διαιροῦμεν τῷ ἀριθμῷ τὰ σημαινόμενα παντελῶς, ἀλλὰ δηλοῦμεν σωζομένην τῶν ἡνωμένων τὴν ὕπαρξιν · ὅτι καὶ μόνου ποσοῦ δηλωτικὸς πᾶς εἶναι πέφυκεν ἀριθμὸς, ἀλλ᾿ οὐ διαιρετικός. Τὸ γὰρ μὴ ποιοῦν ἢ πάσχον, πῶς ἂν εἴη τῆς οἱασοῦν σχέσεως κύριον; ἐπειδὴ μόνης οὐσίας ἐστὶ τὸ μὲν ποιεῖν · ὥσπερ καὶ τὸ πάσχειν συμβεβηκότος ἤγουν ποιότητος · ἀφ᾿ ὧν εἶναι, καὶ ἐξ ὧν τὰς σχέσεις, οἱ τῶν τοιούτων γυμνασταὶ λόγων προϊέναι φασίν. Μᾶλλον δὲ σκοποῦσιν ἡμῖν ἀκριβέστερον, οὐδὲ τούτων, οὐσίας τέ φημι καὶ συμβεβηκότος, καθεστήκασιν ἔργον αἱ σχέσεις, ἀλλὰ τῆς πάντων ποιητικῆς αἰτίας τε καὶ δυνάμεως, καὶ λόγον ἐνθεμένης ἑκάστῳ τῶν γεγονότων τοῦ εἶναι συστατικὸν, καὶ τῆς πρὸς ἄλληλα φυσικῆς παραστατικὸν οἰκειώσεώς τε καὶ ἀλλοτριώσεως. Εἰ δὲ κυρίως αἱ σχέσεις οὐκ ἔχουσιν αἰτίαν ποιητικὴν ἑαυτῶν τὴν οὐσίαν, σχολῇ γ᾿ ἂν τὸν ἀριθμόν · ὃς καθὸ μὲν οὐκ ἔστιν οὐσία, ποιεῖν οὐ δύναται παντελῶς · καθὸ δὲ συμβεβηκὸς, ἤγουν ποιότης οὐκ ἔστιν, πάσχειν οὐ πέφυκεν.

And if the same had difference and identity, it is clear that the same was one and two: one, by the principle of his own undivided 561monad according to hypostasis; two, by the principle of the otherness according to essence of his own parts toward one another even after the union. For difference is a principle by which the otherness of the things signified toward one another is by nature preserved, and indicative of the how-it-is; and identity is an invariance by which the principle of the thing signified possesses the wholly singular, being recognized by no mode of difference.

A concise treatment of difference, by which it is shown that the quantity according to essence of the things united is preserved.

If, then, the difference according to essence toward one another of the parts of which he was composed is preserved in Christ after the union, there is a clear demonstration for the pious that the quantity according to essence of the things united has remained undiminished after the union, preserving the definition and principle of the essence of each part non-coinciding toward the other in the whole composed from them by composition. And if also the hypostatic identity of the whole toward its own parts — or rather, to speak more clearly, of the parts toward one another according to the composition of a whole from them — is preserved, it is clear that in no way do the parts, according to the one hypostasis completed from them, differ at all toward one another. And thus there is no account able to show either the difference according to essence being confused, or the singleness according to hypostasis being divided.

A broader and more natural demonstration concerning difference and quantity, and the number that indicates them.

So then, if we speak of difference in Christ after the union, and with every difference a quantity is by nature of necessity introduced together, of which we recognize number to be indicative, it is fitting that, taking up number for the sole indication of the difference of the things differing after the union, we in no way divide by the number the things signified, but indicate the existence of the things united as preserved; because every number is by nature indicative of quantity only, but not divisive. For that which neither acts nor is acted upon, how could it be master of any relation whatsoever? Since acting belongs to essence alone, as being acted upon belongs to accident, that is quality; from which, and out of which, those trained in such arguments say that the relations proceed. Or rather, as we examine it more exactly, not even of these — essence, I mean, and accident — are the relations the work, but of the cause and power that makes all things, and has placed in each of the things that have come to be a principle constitutive of its being, and presentative of its natural kinship and alienation toward one another. And if the relations properly do not have essence as their efficient cause, much less would they have number; which, insofar as it is not essence, cannot act at all; and insofar as it is not accident, that is quality, is not by nature acted upon.

Εἰ δὲ μήτε ποιεῖν, μήτε πάσχειν ὁ ἀριθμὸς πέφυκεν, ἄρα σημεῖόν ἐστι ποσοῦ δηλωτικὸν, τῆς ἐν τῷ δηλουμένῳ ποσῷ σχέσεως οὐδεμίαν ποιούμενος 564ἔμφασιν· ὅτι μὴ γένος ἐστὶν, ἄλλων κατηγορείσθαι δυνάμενος· ἀλλὰ σημεῖον, ὡς ἔφην, τοῦ κατ᾿ ἄλλων κατηγορικῶς φερομένου γένους ἐμφατικόν. Εἰ δὲ μήτε τὸ ποιεῖν, μήτε πάσχειν ὁ ἀριθμὸς ἔχει, δῆλόν ἐστιν, ὅτι καθὸ μὲν οὐ ποιεῖ, σχέσεως τῆς οἱασοῦν οὐχ ἔστι δηλωτικὸς, τουτέστιν ἑνώσεως ἢ διαιρέσεως· ἑτέρου γὰρ, ὡς ἔφην, λόγου τοῦτο καθέστηκε· καθὸ δὲ πάσχειν οὐ πέφυκεν, οὐ διαιρεῖται. Καθ᾿ ἑαυτὸν γὰρ ἀδιαίρετός ἐστι πᾶς ἀριθμὸς, τὴν κατ᾿ ἀλλοίωσιν οὐχ ἐπιδεχόμενος κίνησιν, ὅπερ ἴδιον ὑπάρχει ποιότητος· οὔτε συστολὴν καὶ διαστολὴν, ὅπερ ἴδιον οὐσίας καθέστηκεν· οὔτε μὴν αὔξησιν καὶ μείωσιν, ὅπερ ἴδιόν ἐστι ποσότητος. Εἰ δὲ ποσότητος, ἀλλ᾿ οὐ σχέσεως· μόνης γὰρ τῆς ἁπλῶς, ἀλλ᾿ οὐ τῆς πῶς λεγομένης ποσότητος, ὁ ἀριθμὸς ὑπάρχει σημαντικός· δῆλον ὡς οὔτε διαίρεσιν, οὔτε μὴν ἕνωσιν ὁ ἀριθμὸς ποιεῖν πέφυκεν, ἀλλὰ μόνην ποσότητος δήλωσιν, ὡς δ᾿ ἂν ταύτην ὑπάρχουσαν ἐννοήσωμεν. Οὐσίας γὰρ, ὡς ἔφην, ἐστὶ τὸ ποιεῖν, καὶ συμβεβηκότος ἤγουν ποιότητος τὸ πάσχειν· ὧν οὐθέτερόν ἐστιν ὁ ἀριθμός. Εἰ γὰρ ἦν οὐσία, καὶ αὐθυπόστατον ἦν, μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν· εἰ δὲ συμβεβηκὸς ἦν ἤγουν ποιότης, ἢ τὴν ἰδιαίτατα διαφορὰν ἐποίει, καὶ τὸν ὁρισμὸν τοῦ ὑποκειμένου συνῆγε τῷ γένει συμπλεκόμενος, καὶ δήλωσιν εἴδους, ἀλλ᾿ οὐ ποσοῦ παρεῖχεν· ἢ τὴν κοινῶς διαφορὰν τῷ εἴδει συναπτόμενος εἰσῆγε· καὶ τὴν ἄλλου πρὸς ἄλλον τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἀναγομένων ἀτόμων ἐποίει διάκρισιν· ἢ τὴν ἰδίως λεγομένην διαφορὰν, ἐν τῷ ἀθροισμῷ τῶν ἐν τῷ ἀτόμῳ πάντων ἰδιωμάτων ἐποίει· καὶ οὐχ ἄλλον ἀπ᾿ ἄλλου μόνον, ἀλλὰ καὶ ἀλλοῖον ἐδήλου δεικνύμενον τὸν δι᾿ αὐτοῦ σημαινόμενον. Εἰ δὲ τοῖς ὁρισμοῖς τῶν πραγμάτων παντελῶς οὐδεὶς συμπαραλαμβάνει τὸν ἀριθμὸν, οὐχ ἔστιν ὁ ἀριθμὸς οὔτε οὐσία, οὔτε ποσότης. Εἰ δὲ τούτων μηδέν ἐστιν ὁ ἀριθμὸς, δῆλον ὡς οὔτε ποιεῖν πέφυκεν, οὔτε πάσχειν· εἰ δὲ τὸ ποιεῖν οὐχ ἔχει καὶ τὸ πάσχειν ὁ ἀριθμὸς, εἰκότως οὔτε ἑνοῖ τὸ παρέπαν, οὔτε διαιρεῖ ὡς ποιῶν· οὔτε μὴν ὡς πάσχων διαιρεῖται παντάπασιν· ἀλλὰ μόνης τῆς τῶν πραγμάτων ποσότητος ποιούμενος δήλωσιν, τῆς αὐτῶν οὐχ ἐφάπτεται σχέσεως. Εἰ δὲ μόνης ποσότητος, ἀλλ᾿ οὐ τῆς οἱασοῦν κατ᾿ αὐτὴν νοουμένης σχέσεως ὁ ἀριθμὸς ὑπάρχει δηλωτικὸς, φωνή τίς ἐστιν μᾶλλον, ἵν᾿ οὕτως εἴπω, καὶ προσηγορία ποσῷ προσζυγής ὁ ἀριθμός. Οὐκοῦν ὁ διαφορὰν ἐπὶ Χριστοῦ λέγων μετὰ τὴν ἕνωσιν, καὶ ποσὸν πάντως τῇ διαφορᾷ συνεπενόησε τῶν διαφερόντων.

And if number is by nature neither to act nor to be acted upon, then it is a sign indicative of quantity, making no 564reflection of the relation in the quantity indicated; because it is not a genus able to be predicated of others, but a sign, as I said, reflective of the genus that is borne predicatively of others.

And if number has neither acting nor being acted upon, it is clear that, insofar as it does not act, it is not indicative of any relation whatsoever, that is of union or division — for this, as I said, belongs to another principle — and insofar as it is not by nature acted upon, it is not divided. For in itself every number is undivided, not admitting movement by way of alteration, which is proper to quality; nor contraction and expansion, which is proper to essence; nor indeed increase and decrease, which is proper to quantity. And if it is indicative of quantity, but not of relation — for number is significative of quantity simply so called, but not of quantity called "in a certain way" — it is clear that number is by nature to make neither division nor indeed union, but only the indication of quantity, in whatever way we may conceive this to exist. For acting belongs, as I said, to essence, and being acted upon to accident, that is quality; of which number is neither. For if it were essence, it would also be self-subsistent, not needing another for its constitution; and if it were accident, that is quality, either it would make the difference most properly so called, and, combined with the genus, would assemble the definition of the subject, and would furnish the indication of a species, not of a quantity; or, conjoined with the species, it would introduce the difference commonly so called, and would make the distinction of one from another among the individuals brought under the same species; or it would make the difference properly so called in the aggregate of all the idioms in the individual; and it would show what is signified through it to be not only other from other, but also of another kind. And if nobody at all takes in number along with the definitions of things, number is neither essence nor quality. And if number is none of these, it is clear that it is by nature neither to act nor to be acted upon; and if number has not acting and being acted upon, it fittingly neither unites at all, nor divides as acting; nor indeed is it divided at all as being acted upon; but, making the indication of the quantity of things alone, it does not touch their relation.

And if number is indicative of quantity alone, but not of any relation whatsoever conceived in respect of it, number is rather a word, so to speak, and a name yoked to a quantity. So then he who speaks of difference in Christ after the union has also certainly conceived, together with the difference, a quantity of the things differing. For what is wholly simple is also not receptive of difference; because it is also in every way the same with itself and singular, and whole, and wholly without relation, as not having the genus in quantity predicated of it; and for this reason it is wholly not numbered.

Τὸ γὰρ παντελῶς ἁπλοῦν, καὶ διαφορᾶς ἀνεπίδεκτον· ὅτι καὶ πάντῃ ταυτὸν ἑαυτῷ καὶ μοναδικὸν, καὶ ὅλον καὶ ὅλως ἄσχετον, ὡς τὸ ἐν ποσῷ γένος οὐχ ἔχον κατηγορούμενον· καὶ διὰ τοῦτο παντελῶς οὐχ ἀριθμούμενον· ὁ δὲ τῇ διαφορᾷ ποσὸν

565συνεπινοήσας· ἀμήχανον γὰρ γνωσθῆναι διαφορὰν ποσοῦ παντελῶς ἀμοιροῦσαν· πρὸς μόνην δήλωσιν, ἀλλ᾿ οὐ διαίρεσιν τοῦ τῇ διαφορᾷ συνεπινοηθέντος ποσοῦ παραλαμβάνων τὸν ἀριθμὸν, οὐκ ἐξίσταται τῆς ἀληθείας, τὸ ἐπινοούμενον ἐξ ἀνάγκης τῇ διαφορᾷ διὰ τοῦ ἀριθμοῦ σημαίνων ποσόν· ἐπειδὴ, καθὼς ἔφην, πάσῃ καθ᾿ ὅντινα τρόπον λεγομένῃ διαφορᾷ πάντως συνεπινοεῖται ποσόν· οὗ φύσει δηλωτικὸν, ἀλλ᾿ οὐ διαιρετικὸν εἶναι τὸν ἀριθμὸν ἐδιδάχθημεν. Εἰ δὲ μᾶλλον φροντίζει τῆς ἀληθείας, ὁ τὸ συνεπινοούμενον ἐξ ἀνάγκης τῇ διαφορᾷ διὰ τοῦ ἀριθμοῦ σημαίνων ποσὸν εἰς τὴν τοῦ μυστηρίου σύστασιν, ἵνα μὴ τῶν ἑνωθέντων πρεσβεύῃ σύγχυσιν· πῶς οὐ δίκαιον κατά τινας οἴεσθαι χρὴ διὰ ταύτην ὁμολογεῖσθαι τὴν αἰτίαν τῶν ἐν Χριστῷ σωζομένων ἀσυγχύτως μετὰ τὴν ἕνωσιν τὸ κατ᾿ οὐσίαν ποσὸν, ὁπότ᾿ ἂν ὁ ἀριθμὸς διαφορᾶς, ὡς ἔδειξε διὰ πλάτους ὁ λόγος, ἀλλ᾿ οὐ διαιρέσεως ποιεῖσθαι δήλωσιν πέφυκεν; Εἰ μὲν οὖν ἀναλλοίωτος ὁ κατ᾿ οὐσίαν θατέρου τῶν ἑνωθέντων διέμεινε λόγος μετὰ τὴν ἕνωσιν, πρὸς τὸν θατέρου τῆς οὐσίας ὅρον μὴ μεταπίπτων, προδήλως ἡ τοῦ Χριστοῦ θεότης μεμένηκε κατ᾿ οὐσίαν θεότης, πρὸς τὴν σαρκὸς οὐσίαν οὐ μεταφοιτήσασα· καὶ ἡ τοῦ αὐτοῦ πάλιν ἀνθρωπότης μεμένηκε κατ᾿ οὐσίαν ἀνθρωπότης, πρὸς τὴν τῆς θεότητος φύσιν μὴ παθοῦσα μεταβολήν. Εἰ δὲ οὐδὲ ἡ θεότης τοῦ Χριστοῦ, οὔτε ἡ ἀνθρωπότης εἰς ἀλλήλας διαπεφοιτήκασι διὰ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν, ἀλλ᾿ ἀσύγχυτοι κατὰ τὸν μέγαν Κύριλλον μεμενήκασιν αἱ φύσεις, σαφῶς ἡ μετὰ τὴν ἕνωσιν διαφορὰ τῶν σωζομένων ἐν Χριστῷ καθέστηκε φύσεων, καὶ οὐδεὶς ἀντερεῖ λόγος. Εἰ δὲ τῶν ἀσυγχύτως ἐν Χριστῷ σωζομένων ἐστὶν, ἡ διαφορὰ μετὰ τὴν ἕνωσιν· διαφορὰν δὲ γνωσθῆναι ποσοῦ παντελῶς κεχωρισμένην ἀμήχανον· λεγέσθω πρὸς δήλωσιν τῆς διαφορᾶς τὸ ποσὸν τῶν διαφερόντων, ἵνα μὴ ψιλὴν πως καὶ οὐχ ἀληθῆ τὴν διαφορὰν ὑποπτευθῶμεν πρεσβεύοντες. Ψιλὴν γὰρ πᾶσαν διαφορὰν οἶδεν ὁ λόγος, τὴν οὐχ ἔχουσαν ὑπαρκτικῶς ὑποκειμένην τὴν, ὧν ἐστι διαφορὰ, πραγμάτων ἀλήθειαν· Ἡμεῖς μὲν οὖν ταυτὸν ὑπόστασίν τε καὶ φύσιν, κυρίως μηδέποτε λέγοντες, κατὰ τὴν τῶν Πατέρων διδασκαλίαν, ὡς ἀνωτέρω προλαβὼν ἀπέδειξεν ὁ λόγος, εὐσεβῶς ἐπὶ Χριστοῦ τὸ ταυτὸν πρεσβεύομεν καὶ τὸ διάφορον. Τὸ μὲν, τῷ λόγῳ τῆς μιᾶς ὑποστάσεως, καθ᾿ ὃν ταυτὸν τῇ οἰκείᾳ σαρκὶ τὸν Θεὸν Λόγον ὁμολογοῦμεν· ἵνα μὴ προσθήκην προσωπικὴν ἡ πανεύφημος λάβῃ Τριὰς, γινομένη τετράς. Τὸ δὲ, τῷ λόγῳ τῆς κατ᾿ οὐσίαν τῶν ἐξ ὧν ἐστιν ἑτερότητος, καθ᾿ ἣν εἰς ἄλληλα τὰ μέρη τοῦ Χριστοῦ παντελῶς οὐ μεταπίπτουσιν. Οὐ γὰρ ταυτόν ποτε κατ᾿ οὐσίαν γένοιτ᾿ ἂν θεότης καὶ ἀνθρωπότης, ἵνα μηδὲν ᾖ κτιστὸν τῇ θεότητι καθ᾿ ἕνωσιν ὁμοφυὲς καὶ ὁμοούσιον. Ἐπειδὴ φύσει φύσιν ὁμοούσιον εἶναι λέγειν, μαινομένης διανοίας ὑπάρχειν γινώσκομεν.

But he who has conceived a quantity together with the difference

565— for it is impossible that a difference be known that is wholly without share in quantity — taking up number for the sole indication, but not the division, of the quantity conceived together with the difference, does not depart from the truth, signifying through number the quantity conceived of necessity with the difference; since, as I said, with every difference spoken of in whatever mode a quantity is certainly conceived together, of which we have been taught that number is by nature indicative, but not divisive. And if he who signifies through number the quantity conceived of necessity together with the difference, for the establishing of the mystery, cares rather for the truth, that he may not uphold a confusion of the things united: how must one not think it just, according to some, that for this cause the quantity according to essence of the things preserved without confusion in Christ after the union be confessed, since number, as the argument has shown at length, is by nature to make indication of difference, but not of division?

If, then, the principle according to essence of each of the things united remained unaltered after the union, not falling over into the definition of the essence of the other, manifestly the Godhead of Christ has remained according to essence Godhead, not migrating into the essence of flesh; and again the manhood of the same has remained according to essence manhood, not suffering change into the nature of the Godhead. And if neither the Godhead of Christ nor the manhood have migrated into each other on account of the union according to hypostasis, but the natures have remained unconfused, according to the great Cyril, clearly the difference after the union is of the natures preserved in Christ, and no account will gainsay it. And if the difference after the union is of the things preserved without confusion in Christ, and it is impossible that a difference be known wholly separated from quantity, let the quantity of the things differing be spoken of for the indication of the difference, that we may not be suspected of upholding a difference somehow bare and not true. For the account knows every difference to be bare that does not have the truth of the things whose difference it is existentially underlying it.

We, then, never saying properly that hypostasis and nature are the same, according to the teaching of the Fathers, as the argument demonstrated above beforehand, piously uphold in Christ the identity and the difference: the one, by the principle of the one hypostasis, according to which we confess God the Word the same as his own flesh, lest the all-praised Trinity receive a personal addition, becoming a tetrad; the other, by the principle of the otherness according to essence of the things from which he is, according to which the parts of Christ in no way fall over into one another. For Godhead and manhood could never become the same according to essence, that nothing created may be, by union, connatural and consubstantial with the Godhead. Since to say that nature is consubstantial with nature we know to belong to a raving understanding.

Οὐκ ἔστι 568γὰρ φύσει ποτ᾿ ἂν φύσις ὁμοφυὴς καὶ ὁμοούσιος. Τὸ γὰρ ὁμοφυὲς καὶ ὁμοούσιον, ἐπὶ μόνων τῶν κατὰ τὸ αὐτὸ εἶδος πρὸς μίαν οὐσίαν ἀναγομένων ἀτόμων λέγεσθαι πέφυκεν.

Ὅτι ὁ μὴ ταυτὸν φύσιν λέγων καὶ ὑπόστασιν, εὐσεβῶς ἐπὶ Χριστοῦ λέγει τὴν ἕνωσιν καὶ τὴν διαφοράν· τὴν μὲν καθ᾿ ὑπόστασιν εἶναι πιστεύων, τὴν δὲ κατὰ φύσιν. Ταύτην ἔχοντες τὴν ὁμολογίαν ἡμεῖς, οὔτε τὴν τῶν φύσεων διαφορὰν ἀρνούμεθα μετὰ τὴν ἕνωσιν, ἐξ ὧν ὁ εἷς συνετέθη Χριστὸς, ἀσυγχύτους μεμενηκέναι τὰς φύσεις πιστεύοντες· οὔτε τὴν καθ᾿ ὑπόστασιν ἀγνοοῦμεν ἕνωσιν, ἕνα τὸν Χριστὸν τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς ὁμολογοῦντες Τριάδος. Ἀλλὰ καὶ τὴν διαφορὰν τῶν ἐξ ὧν ἐστιν ὁ Χριστὸς ἐν αὐτῷ κατ᾿ ἀλήθειαν σωζομένων, δίχα τομῆς καὶ συγχύσεως μετὰ τὴν ἕνωσιν διὰ τοῦ ἀριθμοῦ ποιοῦμεν κατάδηλον, πρὸς ἀναίρεσιν τῆς Ἀπολιναρίου καὶ Εὐτυχοῦς συγχύσεως· καὶ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν ἐπεὶ γινώσκομεν, διαπρυσίῳ τῇ φωνῇ τὴν μίαν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, σαρκὶ ψυχὴν ἐχούσῃ τὴν νοερὰν κατὰ τῆς Νεστορίου προβαλλόμεθα διαιρέσεως· ἐπίσης καὶ τὴν Ἀπολιναρίου φεύγοντες σύγχυσιν· τὴν τῶν ἐνωθέντων φυσικὴν ἀρνουμένου διαφορὰν μετὰ τὴν ἕνωσιν, καὶ ταυτὸν τῷ Λόγῳ κατὰ φύσιν τὴν σάρκα πρεσβεύοντος διὰ τὴν ἕνωσιν· καὶ τὴν Νεστορίου διαίρεσιν, ὑποστατικὴν ἐπὶ Χριστοῦ τὴν διαφορὰν καταγγέλλοντος, καὶ τὴν σαρκὸς καθ᾿ ὑπόστασιν πρὸς τὸν Λόγον ταυτότητα διατέμνοντος.

Ὅτι Σεύηρος ταυτὸν εἶναι λέγων φύσιν καὶ ὑπόστασιν, σύγχυσιν ποιεῖ τὴν ἕνωσιν, καὶ διαίρεσιν τὴν διαφορὰν· καθ᾿ ἣν δείκνυται, τόν τε τῆς Τριάδος εἰς τετράδα προσώπων διαστέλλων τὸν Λόγον· καὶ τὸ τῆς μονάδος εἰς θεοτήτων δυάδα τέμνων μυστήριον· καὶ πάσης τὸν Χριστὸν βλασφήμως ἐκβάλλων οὐσιώδους ὑπάρξεως. Σεύηρος δὲ ταυτὸν κυρίως οὐσίαν καὶ ὑπόστασιν, φύσιν τε λέγων καὶ πρόσωπον ἐπὶ τῆς θείας σαρκώσεως, οὔτε τὴν ἕνωσιν οἶδεν ἀσύγχυτον, κἂν προσποιεῖται λέγειν· οὔτε τὴν διαφορὰν ἀδιαίρετον, κἂν εἰ καὶ τοῦτο κομπάζων διέξεισιν· ἀλλὰ τὴν μὲν ἕνωσιν σύγχυσιν κατὰ τὸν Ἀπολινάριον ἀπεργάζεται· τὴν δὲ διαφορὰν ἀλλοτρίωσιν κατὰ τὸν Νεστόριον. Εἰ γὰρ ταυτόν ἐστιν ὑπόστασις καὶ φύσις, οὐδενὶ τρόπῳ κατ᾿ αὐτὸν ἡ σὰρξ ἔσται τῷ Λόγῳ ταυτὸν ἢ ἕτερον. Λέγων γὰρ τὴν ὡς ἐν ποιότητι φυσικῇ διαφορὰν ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν, Νεστορίῳ τὴν ἕνωσιν καὶ αὐτὸς συνδιαιρῶν εὑρεθήσεται, καθ᾿ ὑπόστασιν τῆς σαρκὸς πρὸς τὸν Λόγον τὴν διαφορὰν ἐπάγων μετὰ τὴν ἕνωσιν· ὡς οὐκ ἂν ἄλλως τῆς ὡς ἐν ποιότητι φυσικῇ διαφορᾶς νοεῖσθαι κατ᾿ αὐτὸν δυναμένης, ἢ ὡς ἐν ὑποστατικῇ ποιότητι διαφορᾶς, εἴπερ ταυτὸν φύσις ἐστὶν καὶ ὑπόστασις.

For 568nature could never be connatural and consubstantial with nature. For the connatural and consubstantial is by nature said only of the individuals of the same species referred to one essence.

That he who does not say nature and hypostasis are the same piously speaks of the union and the difference in Christ, believing the one to be according to hypostasis, the other according to nature.

Holding this confession, we neither deny the difference of the natures after the union, believing that the natures from which the one Christ was composed have remained unconfused; nor are we ignorant of the union according to hypostasis, confessing Christ one of the holy and consubstantial and worshipful Trinity. But we also make manifest through number the difference of the things from which Christ is, preserved in him in truth without cut and confusion after the union, for the destruction of the confusion of Apollinarius and Eutyches; and, since we know the union according to hypostasis, with a piercing voice we put forward the one nature of God the Word incarnate, by flesh having the intellectual soul, against the division of Nestorius; fleeing equally both the confusion of Apollinarius, who denies the natural difference of the things united after the union, and upholds that the flesh is the same as the Word according to nature on account of the union; and the division of Nestorius, who proclaims a hypostatic difference in Christ, and cuts asunder the identity according to hypostasis of the flesh with the Word.

That Severus, saying nature and hypostasis are the same, makes the union confusion and the difference division; by which he is shown both distending the Word of the Trinity into a tetrad of persons, and cutting the mystery of the Monad into a dyad of Godheads, and blasphemously casting Christ out of all essential existence.

But Severus, saying essence and hypostasis, and nature and person, properly the same in the matter of the divine incarnation, neither knows the union as unconfused, even if he pretends to say so; nor the difference as undivided, even if he goes through this too boastfully; but he works the union into confusion after Apollinarius, and the difference into alienation after Nestorius. For if hypostasis and nature are the same, in no way, according to him, will the flesh be the same as the Word or other. For, saying the difference in Christ after the union as in a natural quality, he too will be found dividing the union along with Nestorius, introducing the difference according to hypostasis of the flesh toward the Word after the union; since according to him the difference as in a natural quality cannot be conceived otherwise than as difference in a hypostatic quality, if indeed nature and hypostasis are the same.

Ἀνάγκην γὰρ ἔχει λέγων τὴν ὡς ἐν ποιότητι φυσικῇ διαφορὰν, καὶ τὴν ὡς ἐν ὑποστατικῇ ποιότητι προσεπάγειν διαφορὰν· ἵνα δείξῃ ταυτὸν οὖσαν τῇ φύσει τὴν ὑπόστασιν. 569Εἰ δὲ τὴν καθ᾿ ὑπόστασιν οὐ λέγῃ διαφορὰν μετὰ τὴν ἕνωσιν, φοβούμενος τὴν διαίρεσιν· μηδὲ τὴν φυσικὴν λεγέτω διαφορὰν μετὰ τὴν ἕνωσιν, εἴπερ ἑαυτῷ διέγνω στοιχεῖν, καὶ οὓς αὐτὸς ἑαυτῷ διωρίσατο κανόνας φυλάττειν ἐσπούδακεν· ἐπειδὴ ταυτὸν οἶδεν ἀλλήλαις, ὅρῳ τε καὶ λόγῳ τὴν φύσιν καὶ τὴν ὑπόστασιν. Εἰ δὲ κατ᾿ ἄμφω, λέγω δὲ τὴν φύσιν καὶ τὴν ὑπόστασιν, οὐκ ἔχει διαφορὰν, ὡς Σευήρῳ δοκεῖ, πρὸς τὸν Λόγον ἡ σάρξ, ἔστω σαφῶς ἡ αὐτὴ τῷ αὐτῷ ὁμοούσιός τε καὶ ὁμοϋπόστατος κατὰ τὴν Ἀπολιναρίου ληρῳδίαν. Καὶ εἰ μὲν ὁμοούσιός ἐστι τῷ Λόγῳ ἡ σάρξ, ἔσται καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι ὁμοούσιος, καὶ ἡ Τριὰς φανήσεται γενομένη τετράς· ἐπειδὴ τὰ ὁμοούσια τὴν καθ᾿ ὑπόστασιν οὐχ ἐπιδέχονται πρὸς ἄλληλα σύμβασιν. Εἰ δὲ ὁμοϋπόστατός ἐστι τῷ Λόγῳ ἡ σάρξ, ἔσται πρὸς τὴν ἑτεροούσιον. Τὰ γὰρ ὁμοϋπόστατα, τὸν πρὸς ἄλληλα τῆς οὐσίας λόγον πάντη τε καὶ πάντως διάφορον ἔχουσιν. Εἰ δὲ πρὸς τὸν Λόγον ὡς ὁμοϋπόστατος μετὰ τὴν ἕνωσιν, ἑτεροούσιός ἐστιν ἡ σάρξ, εἰς δύο φύσεις ὁ Χριστὸς τεμνόμενος εὑρεθήσεται κατὰ Σεύηρον μετὰ τὴν ἕνωσιν· εἴπερ πάντως κατ᾿ αὐτὸν διαιρέσεως ὁ ἀριθμὸς κέκτηται δύναμιν. Οὕτω πᾶν τὸ τῇ ἀληθείᾳ μαχόμενον, εὐπερίτρεπτόν ἐστιν ἑαυτῷ καὶ εὐπερίπτωτον. Εἰ δὲ μίαν φύσιν λέγων Χριστοῦ μετὰ τὴν ἕνωσιν σύνθετον, τὴν ὡς ἐν ποιότητι φυσικῇ δοκεῖ προσρίπτειν αὐτῇ διαφορὰν· πρῶτον μὲν καθὸ φύσις σύνθετος, οὐδενὶ τῶν ὄντων ἔσται παντελῶς ὁ Χριστὸς ὁμοούσιος· εἴπερ κατ᾿ οὐσίαν καὶ φύσιν εἷς καὶ μόνος ἐστὶν ὁ Χριστός. Φύσις γὰρ φύσει, καθὼς εἴρηται, οὐκ ἂν εἴη ποτ᾿ ἂν παντελῶς ὁμοούσιος. Τινὶ δὲ τῶν ὄντων οὐχ ὢν ὁμοούσιος, οὔτε Θεὸς ἔσται παντελῶς ὁ αὐτὸς, οὔτε μὴν ἄνθρωπος· ἢ εἴπερ Θεὸς, ἔσται πολύθεος ὁ τοῦτο πρεσβεύων, ὡς ἀσυνθέτου μὲν φύσεως ὡς ἁπλῆς λέγων Θεὸν τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον· συνθέτου δὲ φύσεως ὡς οὐχ ἁπλῆς λέγων Θεὸν τὸν Χριστὸν, καὶ δύο θεότητας καταγγέλλων δειχθήσεται· μίαν ἁπλῆν, καὶ μίαν σύνθετον. Ἔπειτα δὲ τὴν ὡς ἐν ποιότητι φυσικῇ λέγων διαφορὰν, εἰ μὲν ὑποκεῖσθαι λέγῃ ταῖς διαφόροις ποιότησι τὰς φύσεις ὧν εἰσιν αἱ ποιότητες, δύο φύσεων καὐτὸς δειχθήσεται μετὰ τὴν ἕνωσιν ποιούμενος δήλωσιν· ὧν κατηγωνίσατο, συνήγορος καὶ μὴ θέλων γινόμενος. Εἰ δὲ ψιλῶν ποιοτήτων χωρὶς τῶν πραγμάτων εἶναι λέγῃ Fr. λέγει. τὴν διαφορὰν, τούτων λεγέτω καὶ τὴν ἕνωσιν.

For, saying the difference as in a natural quality, he is compelled to bring in besides the difference as in a hypostatic quality too, that he may show the hypostasis being the same as the 569nature. And if he does not speak of the difference according to hypostasis after the union, fearing the division, let him not speak of the natural difference after the union either, if indeed he has resolved to be consistent with himself, and is eager to keep the canons he himself defined for himself; since he knows nature and hypostasis to be the same as each other in definition and principle.

And if according to both — I mean the nature and the hypostasis — the flesh has no difference toward the Word, as Severus thinks, let the same flesh clearly be both consubstantial and of one hypostasis with the same, according to the drivel of Apollinarius. And if the flesh is consubstantial with the Word, it will be consubstantial with the Father and the Spirit too, and the Trinity will appear become a tetrad; since things consubstantial do not admit concurrence according to hypostasis with one another. And if the flesh is of one hypostasis with the Word, it will be of other essence toward him. For things of one hypostasis have the principle of essence toward one another in every way and wholly different. And if the flesh, as being of one hypostasis with the Word after the union, is of other essence toward him, Christ will be found cut into two natures, according to Severus, after the union; if indeed, according to him, number certainly possesses the power of division. Thus everything that fights against the truth is easily turned round upon itself and easily trips over itself.

And if, saying one composite nature of Christ after the union, he thinks to attach to it the difference as in a natural quality: first, insofar as it is a composite nature, Christ will be consubstantial with nothing at all of the things that are; if indeed Christ is one and alone according to essence and nature. For nature, as has been said, could never at all be consubstantial with nature. And not being consubstantial with any of the things that are, the same will be neither God at all, nor indeed man; or, if God, he who upholds this will be a polytheist, saying the Father and the Holy Spirit God of an incomposite nature, as simple, and saying Christ God of a composite nature, as not simple; and he will be shown proclaiming two Godheads, one simple and one composite.

Then, saying the difference as in a natural quality: if he says that the natures whose qualities they are underlie the different qualities, he too will be shown making indication of two natures after the union, becoming, even unwilling, the advocate of those against whom he contended. But if he says that the difference is of bare qualities apart from the things, let him say that the union too is of these.

Ὧν γὰρ ἡ διαφορὰ μετὰ τὴν ἕνωσιν, τούτων προδήλως ἡ ἕνωσις· καὶ δι᾿ ὀλίγων συλλαβῶν Ἐπικούρου τὸν αὐτοματισμὸν, καὶ 572Μάνεντος τὴν ἀπατηλὴν φαντασίαν εἰσήγαγε, οὐκ ὄντος αὐτῷ τοῦ Χριστοῦ κατ᾿ ἀλήθειαν τοῖς πράγμασιν, ἀλλὰ ταῖς διακένοις ποιότησι· καὶ ἔσται ποιότητι μόνῃ Θεὸς ὁ Χριστὸς, καὶ οὐ πράγματι. Ἀθανασία γὰρ καὶ θνητότης, ὧν εἶναι λέγει μετὰ τὴν ἕνωσιν διαφορὰν, φύσεων μὲν ὑπάρχουσιν, οὐ φύσεις δέ. Ποῦ γὰρ θνητότης, οὐκ ὄντος τοῦ θνήσκοντος, ἢ ἀθανασία, οὐκ οὔσης τῆς φύσεως ἧς οὐχ ἅπτεται θάνατος; Ἀλλ᾿ ὄντως ἀσυλλόγιστον ἡ πονηρία, καὶ τὸ δοκεῖν εἶναι σοφὴν, μεγάλης καθίστασθαι πέφυκεν ἀνοίας δημιουργόν. Καὶ σιωπὴν ἀσπάζεσθαι πρὸς τοὺς τοιούτους μᾶλλον λυσιτελέστερον τοῖς συνετοῖς, ἢ τῷ κατ᾿ αὐτῶν ἐλέγχῳ παίζειν νομίζεσθαι καὶ αὐτοὺς τὸ μυστήριον. Ὁ μὲν οὖν Σεύηρος οὕτως ἔχων περὶ Χριστοῦ τοῖς οἰκείοις συντέθνηκε δόγμασι.

Ἔκθεσις σύντομος μετὰ τῆς ὀρθῆς συνηγορίας τῆς ἀληθοῦς τῶν Πατέρων ὁμολογίας. Ἡμεῖς δὲ οὐχ οὕτω φρονοῦμεν, οὐχ οὕτω πιστεύομεν, οὐδ᾿ αὕτη ἐστὶν ἡ μερὶς τοῦ Ἰακὼβ, φησὶν ὁ εἰπών· ἀλλ᾿ ἐκ δύο φύσεων τελείως ἐχουσῶν κατὰ τὸν ἴδιον τοῦ εἶναι λόγον, θεότητός τέ φημι καὶ ἀνθρωπότητος, συντεθεῖσθαι τὸν ἕνα Χριστὸν, ἤγουν τὴν αὑτοῦ μίαν ὑπόστασιν ὁμολογοῦντες, ἀσυγχύτους μεμενηκέναι, καὶ τῆς οἱασοῦν δίχα τομῆς τὰς φύσεις πιστεύομεν μετὰ τὴν ἕνωσιν. Τὸν Χριστὸν γὰρ εἶναι πιστεύοντες, τὰς ἐξ ὧν συνετέθη σῴζεσθαι φύσεις ὡμολογήσαμεν μετὰ τὴν ἕνωσιν. Καὶ διὰ τοῦτο φυσικὴν μὲν ἐπ᾿ αὐτοῦ, τὰ μέρη δηλονότι σκοποῦντες ἐξ ὧν συνετέθη, διαφορὰν καταγγέλλομεν· ὅτι μὴ ταὐτὸν θεότης κατ᾿ οὐσίαν καὶ ἀνθρωπότης· ὑποστατικὴν δὲ ταυτότητα· ταυτὸν γὰρ καθ᾿ ὑπόστασιν ὑπάρχει τῷ Λόγῳ προδήλως ἡ σάρξ. Πραγματικὴν οὖν γινώσκοντες μετὰ τὴν ἕνωσιν τῶν ἐξ ὧν Χριστὸς συνετέθη φύσεων τὴν διαφορὰν, τὴν καθ᾿ ὑπόστασιν οὐκ ἀγνοοῦμεν ταυτότητα· εἴπερ πρὸς ἄλληλα μὲν φυσικῶς διαφέροντα τὰ μέρη τοῦ Χριστοῦ, κατὰ τὴν ὡς ὅλου τοῦ ἐξ αὐτῶν συντεθέντος ὑπόστασιν οὐ διαφέρουσιν· ὅτι μὴ πέφυκε τῷ τοῦ ὅλοι λόγῳ τὰ συμπληρωτικὰ μέρη τοῦ ὅλου διαφέρειν ἀλλήλων παντάπασιν. Φύσεις μὲν οὖν, δύο τὸν αὐτὸν ὁμολογήσαντες, Θεὸν ὁμοῦ τὸν αὐτὸν ὄντα καὶ ἄνθρωπον ἐγνωρίσαμεν· εἴπερ μὴ ψιλὰς, καὶ κατὰ μηδενὸς κειμένας ἐπ᾿ αὐτοῦ τὰς κλήσεις προφέρομεν. Ἐν δύο δὲ φύσεσιν ἀδιαιρέτως τε καὶ ἀσυγχύτως μετὰ τὴν ἕνωσιν ὄντα πιστεύοντες, ἐν θεότητι τέλειον τὸν αὐτὸν, καὶ ἐν ἀνθρωπότητι τέλειον τὸν αὐτὸν κατηγγείλαμεν, ὡς ὅλον ἐν μέρεσιν.

For of whatever the difference is after the union, of these manifestly is the union; and in a few syllables he has brought in the spontaneity of Epicurus and the deceitful 572phantasy of Mani, Christ not existing for him in truth in the things, but in empty qualities; and Christ will be God by quality alone, and not in reality. For immortality and mortality, of which he says the difference after the union is, belong to natures, but are not natures. For where is mortality, if that which dies does not exist; or immortality, if the nature which death does not touch does not exist? But truly wickedness is a thing unreasoning, and seeming to be wise is by nature the craftsman of great folly. And for the prudent it is more profitable to embrace silence toward such men than to be thought, by refuting them, themselves too to make sport of the mystery. Severus, then, holding such views about Christ, has died together with his own doctrines.

A concise exposition, with the right advocacy of the true confession of the Fathers.

But we do not think thus, we do not believe thus, nor is this the portion of Jacob, says he who said it; but, confessing that the one Christ, that is his one hypostasis, was composed from two natures that are perfect according to the proper principle of their being — Godhead, I mean, and manhood — we believe the natures to have remained unconfused, and without any cut whatsoever, after the union. For, believing Christ to be, we have confessed that the natures from which he was composed are preserved after the union. And for this reason we proclaim in him a natural difference, looking, namely, at the parts from which he was composed, because Godhead and manhood are not the same according to essence; but a hypostatic identity; for the flesh is manifestly the same as the Word according to hypostasis. Knowing, then, a real difference after the union of the natures from which Christ was composed, we are not ignorant of the identity according to hypostasis; since the parts of Christ, while differing naturally from one another, do not differ according to the hypostasis of the whole composed from them; because the completive parts of the whole are by nature not to differ from one another at all by the principle of the whole.

Confessing, then, the same to be two natures, we have recognized the same to be at once God and man; if indeed we do not put forward the names in his case as bare and lying upon nothing. And believing him to be in two natures without division and without confusion after the union, we have proclaimed the same perfect in Godhead and the same perfect in manhood, as a whole in parts.

Ἐξ ὧν γὰρ συνετέθη μερῶν, ἐν αὐτοῖς ὡς ὅλον γνωρίζεται μετὰ 573τὴν ἕνωσιν· ὅτι μηδ᾿ ἄλλην ἔχει τοῦ εἶναί τε καὶ σῴζεσθαι, καὶ κυρίως λέγεσθαι δήλωσιν ὁ Χριστὸς, ἢ τὴν πρὸς τὸ εἶναι φυσικῶς μετὰ τὴν ἕνωσιν διαμονὴν τῶν ἐξ ὧν συνετέθη μερῶν. Οὐ μόνον γὰρ ἐκ τούτων, ἀλλὰ καὶ ἐν τούτοις, καὶ κυριώτερον εἰπεῖν, ταῦτά ἐστιν ὁ Χριστός· ἀριθμοῦμεν δὲ μετὰ τὴν ἕνωσιν τὰ ἐξ ὧν ὁ Χριστὸς, οὐ μερίζοντες, μὴ γένοιτο, τὰς φύσεις, ἀλλὰ μόνην τῆς αὐτῶν σῳζομένης μετὰ τὴν ἕνωσιν διαφορᾶς ποιούμενοι δήλωσιν. Σύνοδον δὲ καθ᾿ ἕνωσιν φυσικὴν, ἤγουν ἀληθῆ τε καὶ πραγματικὴν ὁμολογοῦμεν κατὰ τὸν ἅγιον Κύριλλον, καὶ Θεοτόκον κυρίως καὶ κατ᾿ ἀλήθειαν τὴν παναγίαν Παρθένον πρεσβεύομεν· οὐχ ἁπλῶς, ἀλλ᾿ ὡς αὐτὸν τὸν πρὸ πάντων τῶν αἰώνων ἀφράστως ἐκ Θεοῦ καὶ Πατρὸς γεννηθέντα Θεὸν Λόγον συλλαβούσαν ἀληθῶς, καὶ ἀρρήτως ἐξ αὐτῆς σαρκωθέντα γεννήσασαν. Καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη λέγομεν, ὡς ἑνὸς ὄντος δηλαδὴ τοῦ Χριστοῦ τοῦ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα ἐνεργοῦντος· τὰ μὲν θεῖα σαρκικῶς, ὅτι διὰ σαρκὸς φυσικῆς ἐνεργείας οὐκ ἀμοιρούσης τὴν τῶν θαυμάτων προὐβάλλετο δύναμιν· τὰ δ᾿ ἀνθρώπινα θεϊκῶς, ὅτι δίχα βίας φυσικῆς, κατ᾿ ἐξουσίαν τὴν τῶν ἀνθρωπίνων παθῶν θέλων κατεδέχετο πεῖραν. Τοῦ αὐτοῦ τὸν σταυρὸν καὶ τὸν θάνατον καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν· ἐξ ὧν ἄσαρκος κατελθών, οὐ μετῆλθε τόπους ἀμείψας, ὁ μηδενὶ λόγῳ τοῖς οὖσι χωρούμενος. Πάσης γὰρ ὑπάρχει περιγραφῆς ἐλεύθερος· ἀλλ᾿ ἐπεφάνη διὰ σαρκὸς ὡς φύσει φιλάνθρωπος, κατὰ γέννησιν ἀληθῆ τὴν ἐκ γυναικὸς χωρητὸς, ὡς ἠθέλησε, τοῖς ἡμετέροις γενόμενος. Διὸ καὶ μίαν αὐτῷ καὶ σαρκωθέντι προσάγομεν σὺν Πατρὶ καὶ Πνεύματι τὴν προσκύνησιν. Εἰ τοίνυν ψυχῇ τε καὶ στόματι Θεοτόκον κυρίως τὴν ἁγίαν Παρθένον λέγομεν, καὶ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν ὁμολογοῦμεν, καὶ σύνοδον καθ᾿ ἕνωσιν γεγενῆσθαι λέγομεν φυσικήν, καὶ ἕνα Κύριον καὶ Χριστὸν καὶ Υἱὸν, καὶ μίαν αὐτοῦ τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην πρεσβεύομεν· καὶ ἕνα τῆς ἁγίας Τριάδος, Πατρί τε καὶ Πνεύματι συμπροσκυνούμενον καὶ συναριθμούμενον τὸν Χριστὸν εἶναι πιστεύομεν, πῶς ὡς διαιροῦντες παρὰ τῶν ἀφόβων, καὶ πάντα ψευδῶς λέγειν τολμώντων λοιδορούμεθα, διὰ μόνην τοῦ ἀριθμοῦ ψιλὴν τὴν φωνὴν, ἐπὶ μόνῃ δηλώσει παρ᾿ ἡμῶν, ὡς πολλάκις εἴρηται, τῆς σῳζομένης διαφορᾶς τῶν φύσεων προφερομένην μετὰ τὴν ἕνωσιν; Εἰ μὲν οὖν ἐξ ἀνάγκης πάντως ὁ ἀριθμὸς τοῦ ποσοῦ τῶν πραγμάτων ποιεῖται διαίρεσιν, δειξάτω τις τοῦτο, καὶ στέργομεν ὡς ἀληθῆ τὴν συκοφαντίαν. Εἰ δὲ μόνον ἐπηρεάζουσι διαβάλλοντες τοὺς τὴν ἀληθῆ τοῦ μυστηρίου καταγγέλλοντας πίστιν, δι᾿ ἣν νοσοῦσι φιλοδοξίαν, αὐτοὶ δώσουσι τῷ Θεῷ λόγον ἐν ἡμέρᾳ κρίσεως, φησὶν ὁ θεῖος Ἀπόστολος, ὑπὲρ ὧν εἰς πλάνην συνήρπασαν, οἵγε πεπληρωκότες τοῦ παρόντος βίου τὸν δόλιχον.

For in the parts from which he was composed, in them, as a whole, he is recognized after 573the union; because Christ has no other indication of his being and being preserved and being properly spoken of than the natural abiding in being, after the union, of the parts of which he was composed. For not only from these, but also in these, and, to speak more properly, these is Christ. And we number after the union the things from which Christ is, not partitioning — God forbid — the natures, but making only the indication of their difference preserved after the union.

And we confess a concourse by natural union, that is true and real, according to the holy Cyril, and we uphold the all-holy Virgin as Theotokos properly and in truth; not simply, but as having truly conceived God the Word himself, begotten ineffably of God and Father before all the ages, and having given birth to him, incarnate ineffably from her. And we say that both the miracles and the passions are of the same, Christ being evidently one, who operates the divine things and the human: the divine in a fleshly way, because through flesh not without share in natural operation he put forth the power of the miracles; and the human in a divine way, because without natural compulsion, by authority, willing it, he accepted the experience of the human passions. Of the same we say the cross and the death and the burial and the resurrection and the ascension into the heavens; whence he came down without flesh, not passing over by changing places, he who in no way is contained by the things that are; for he is free of all circumscription; but he appeared through flesh, as by nature loving man, becoming, by a true birth from a woman, containable among our things, as he willed. Wherefore we bring to him, incarnate too, one worship with the Father and the Spirit.

If, then, with soul and mouth we call the holy Virgin properly Theotokos, and confess the union according to hypostasis, and say that a natural concourse by union has come about, and uphold one Lord and Christ and Son, and one nature of God the Word himself incarnate; and believe Christ to be one of the holy Trinity, worshipped together and numbered together with the Father and the Spirit: how are we reviled as dividing by the fearless and by those who dare to say all things falsely, on account only of the bare word of number, put forward by us, as has often been said, for the sole indication of the difference of the natures preserved after the union? If, then, number of necessity certainly makes a division of the quantity of things, let someone show this, and we accept the calumny as true. But if they only abuse, slandering those who proclaim the true faith of the mystery, on account of the love of glory with which they are sick, they themselves will give account to God in the day of judgement, says the divine Apostle, Rom. xiv, 12. on behalf of those whom they have swept away into error — those, that is, who have completed the long course of the present life.

Οἱ δὲ 576περιόντες, Θεὸν σχοῖεν αὐτοὺς μεταβάλλοντα, καὶ πρὸς τὴν ἐπίγνωσιν αὐτοὺς ἄγοντα τῆς ἀληθείας, τῆς νῦν παρ᾿ αὐτῶν πολεμουμένης. Οὕτω γὰρ συμφέρει λέγειν, διὰ τὴν κελεύουσαν ἐντολὴν ὑπερεύχεσθαι τῶν καταρωμένων. Ἐγὼ μὲν οὖν ταῦτα πρὸς σὲ κατ᾿ ἐπιτομὴν περὶ ὧν ἠρώτησας διεξῆλθον, δοῦλε Θεοῦ, τῆς σῆς χάριν πληροφορίας· οὐκ ἄλλως μὲν ἔχων κατὰ ψυχὴν, ὡς τινες τῶν Σευήρῳ χαιρόντων διαθρυλλοῦσιν· ἄλλως δὲ λαλῶν τοῖς παρατυγχάνουσι· μὴ τοῦτο νομίσῃς, ἀλλ᾿ ὡς ἐδιδάχθην καὶ φρονῶ καὶ πιστεύω, καὶ παρὰ τῶν Πατέρων παρέλαβον, λαλῶ. Καὶ τὸ δὲ κυριώτερον εἰπεῖν, αὐτήν μου τὴν διάνοιαν προφέρω σωματουμένην τοῖς ῥήμασιν. Εἰ δὲ ψευδὴς ὁ λόγος, μὴ τύχω τῆς ἐκεῖθεν μακαριότητος· ἀλλὰ τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀλλοτρίωσιν ὡς ψεύδους καρπὸν ἀπενέγκωμαι. Σὺ δὲ τῆς εὐπειθείας ἕνεκεν τῆς ἐμῆς, ἀμείψασθαί με ταῖς εὐχαῖς καταξίωσον· ὅπως Χριστὸς ὁ Θεὸς ἡμῶν, ἡ σωτηρία τῶν φοβουμένων αὐτὸν, ἰάσηταί μου τὰ τραύματα τῆς ψυχῆς τῇ δυνάμει τοῦ μυστηρίου τῶν ὑπὲρ ἡμῶν αὐτοῦ ζωοποιῶν παθημάτων· ὁ μόνος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δεδοξασμένος εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΣΧΟΛΙΑ.

α΄. Ἐν τῷ ὅρῳ, ἡ τῶν κατ᾿ οὐσίαν ταυτῶν, φησὶ, θεωρεῖται κοινότης.

β΄. Ὅτι τὰ χαρακτηρίζοντα τὴν σύνθετον ὑπόστασιν ἰδιώματα, φησὶ, κοινὰ τῶν αὐτῆς ὑπάρχει μερῶν.

γ΄. Ὅρος ὑποστάσεως ἀκριβής.

δ΄. Ὅρος ἤγουν ὑπογραφὴ τοῦ ἐνυποστάτου.

ε΄. Ὅρος διαφορᾶς γενικός.

ς΄. Ὅρος ταυτότητος γενικός.

ζ΄. Γένος λέγεται τὸ ποσὸν, οὗ δηλωτικός ἐστιν ὁ ἀριθμός.

η΄. Κυρίως εἶπε, διὰ τὸ μὴ μεταβάλλειν εἰς ἀλλήλους τοὺς οἰκείους ὁρισμούς. Ὧν γὰρ οὐχ εἷς ὁρισμὸς, οὐχ εἷς λόγος· ὧν δὲ οὐχ εἷς ὁ λόγος, διάφορος ὁ τοῦ εἶναι τρόπος· ὧν δὲ διάφορος ὁ τοῦ εἶναι τρόπος ἐστὶν, τούτων ἡ διὰ πάντων ταυτότης οὐκ ἔστιν. Οὐκοῦν οὐκ ἔστι ταυτὸν φύσις καὶ ὑπόστασις· ὅτι μὴ κυρίως εἷς τούτων ἐστὶν ὁ τοῦ εἶναι τρόπος καὶ λόγος καὶ ὁρισμός. Καταχρηστικῶς οὖν, καὶ πρός τι τυχὸν, ἀλλ᾿ οὐ κυρίως λεχθήσεται ὑπόστασις.

ΙϚ΄. — Τοῦ αὐτοῦ, πρὸς τὸν αὐτόν.

But those 576who survive, may they have God changing them, and leading them to the knowledge of the truth now warred against by them. For so it is fitting to speak, on account of the commandment that bids us pray for those who curse. Matth. v, 44; Luc. vi, 28.

I, then, have gone through these things for thee in epitome, concerning what thou didst ask, servant of God, for the sake of thy full assurance; not holding one thing in soul, as some of those who rejoice in Severus noise abroad, and speaking another to those I happen upon — do not think this — but as I was taught, so I both think and believe, and what I received from the Fathers, I speak. And, to say it more properly, I put forward my very understanding embodied in words. And if my word is false, may I not attain the blessedness there; but may I carry off, as the fruit of falsehood, alienation from the good things promised. And do thou, for the sake of my ready obedience, deign to repay me with thy prayers; that Christ our God, the salvation of those who fear him, may heal the wounds of my soul by the power of the mystery of his life-giving sufferings for us; who alone with the Father and the Holy Spirit is glorified unto the ages. Amen.

SCHOLIA

1. In the definition, he says, the community of the things the same according to essence is contemplated.

2. That the idioms characterizing the composite hypostasis, he says, are common to its parts.

3. Exact definition of hypostasis.

4. Definition, that is description, of the enhypostatic.

5. Generic definition of difference.

6. Generic definition of identity.

7. Quantity is called a genus, of which number is indicative.

8. He said "properly", because their own definitions do not change into one another. For of things of which the definition is not one, the principle is not one; and of things of which the principle is not one, the mode of being is different; and of things of which the mode of being is different, the identity through all is not. So then nature and hypostasis are not the same; because the mode of being and principle and definition of these is not properly one. So it will be called hypostasis by misuse, and perhaps relatively, but not properly.

Πολλαῖς με λύπης καταικιζόμενον μάστιξιν ἐπὶ τοῖς συμβᾶσιν ἐκ συκοφαντίας τῶν μὴ φοβουμένων τὸν Κύριον, τῷ γενναίῳ τῶν ἀρετῶν φύλακι κυρίῳ 577Γεωργίῳ, φθάσαν παρεμυθήσατο τὸ γράμμα σου τὸ ἱερὸν, ὅσιε Πάτερ· τοῦτο μὲν, τῆς ποθουμένης σου πᾶσιν ὑγείας εὐαγγέλια φέρον· τοῦτο δὲ, τῆς εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν ἡμῶν Θεὸν ὀρθῆς ὁμολογίας μηνύον τὸ βάσιμον. Ὅπερ παθημάτων δοκιμασίᾳ βεβαιωθὲν, πρὸς ἀτρεψίαν σοι μετεποιήθη, παρ᾿ οὐδὲν θεμένῳ τῆς παρούσης ζωῆς τὴν δυσημερίαν, ἧς πάλαι τὴν εὐημερίαν ἔχων εὐκαταφρόνητον, πρὸς μόνα τὰ ἐλπιζόμενα τῆς ψυχῆς ὅλον τὸν πόθον μεθώρμισας· ὅντινα πίστις καὶ ἀγαθὴ πέφυκε χαρακτηρίζειν συνείδησις· ἡ μὲν τὸν εὐσεβῆ φυλάττουσα λόγον, μηδενὶ τρόπῳ ψεύδους δόξης χραινόμενον· ἡ δὲ, τὴν θεάρεστον δημιουργοῦσα βίον, τῇ τηρήσει τῶν ἐντολῶν κατορθούμενον. Ἀμφοτέρων γὰρ, λόγου τέ φημι καὶ βίου χρεία, τῷ προτιμᾶν ἐσπουδακότι πάντων τὴν τῆς σοφίας συμβίωσιν· ἵνα καὶ τὸ μυστήριον τῆς ὑπὲρ ἡμῶν διὰ σαρκὸς τοῦ Θεοῦ τῶν ὅλων ἀτρέπτου κενώσεως, εὐσεβῶς καταγγέλλωμεν· ὁμολογοῦντες τὸν Χριστὸν κατ᾿ ἀλήθειαν Θεὸν ὁμοῦ τε καὶ ἄνθρωπον· τὸ μὲν ἀναιτίως ὄντα δι᾿ ἑαυτὸν, τὸ δὲ δι᾿ ἡμᾶς γενόμενον ὕστερον. Οὔθ᾿ ὅπερ ἦν, δι᾿ ὅπερ γέγονεν ἀποθέμενον· ἄτρεπτος γάρ. Οὔθ᾿ ὅπερ γέγονε δι᾿ ὅπερ ἦν ἀπαρνούμενον· φιλάνθρωπος γάρ. Αὐτῷ γὰρ μόνῳ κυρίως ὄντι περιουσίᾳ δυνάμεως γενέσθαι δυνατὸν ἦν δίχα τροπῆς ἀσυγχύτως ὅπερ οὐκ ἦν, καὶ ἄμφω μεῖναι κυρίως ὅπερ ἦν τε καὶ γέγονε· τὸ Ἰσ. τῷ. κατ᾿ ἄκρον τῆς οἰκείας ὑποστατικῆς μονάδος ἑνικῷ μὴ δεχομένη Ἰσ. δεχομένῳ. διαίρεσιν, διὰ τὴν φυσικῶς σωζομένην ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν τῶν ἐξ ὧν συνετέθη διαφοράν: εἴπερ σαρκὶ νοερῶς ἐψυχωμένῃ καθ᾿ ὑπόστασιν ἑνωθεὶς, τοῖς μὲν θαύμασιν ὅπερ ἦν ἀτρέπτως μένων ἐδείκνυτο· τοῖς δὲ παθήμασιν ὅπερ γέγονεν ἀναλλοιώτως σώζων ἐφαίνετο· καὶ δι᾿ ἀμφοτέρων, θαυμάτων τε λέγω καὶ παθημάτων, τὴν τε τῆς ἁμαρτίας ἀναίρεσιν, καὶ τὴν τῆς θεώσεως ἡμῖν ἐδωρήσατο χάριν.

LETTER 16

Of the same, to the same.

When I was being tormented with many scourges of grief over what had befallen, through the calumny of those who do not fear the Lord, the noble guardian of the virtues, the lord 577George, thy holy letter, arriving in good time, consoled me, holy Father: on the one hand bringing good tidings of thy health, longed for by all; on the other making known the firm footing of thy right confession in the Lord Jesus Christ, our true God. This, confirmed by the testing of sufferings, has been transformed for thee into unchangeableness, since thou hast set at nought the misfortune of the present life, whose prosperity thou didst long ago hold easy to despise, and hast moored the whole longing of the soul toward the things hoped for alone; a longing which faith and a good conscience are wont to characterize: the one guarding the pious word, stained in no way by the falsehood of opinion; the other fashioning the life pleasing to God, brought to success by the keeping of the commandments. For of both — of word, I mean, and of life — there is need for him who has been zealous to prefer above all things the life lived together with wisdom; so that we may also piously proclaim the mystery of the unchangeable self-emptying, for our sake, through flesh, of the God of all things; confessing Christ in truth God and man together: the one being without cause, through himself; the other having become, later, for us. Neither putting off what he was because of what he became — for he is unchangeable; nor denying what he became because of what he was — for he loves man. For to him alone, who properly is, it was possible by an abundance of power to become, without change, without confusion, what he was not, and to remain properly both, what he was and what he became; at the extreme of his own hypostatic monad, which in its singleness admits no division, on account of the difference, naturally preserved in him after the union, of the things from which he was composed; since, united according to hypostasis to flesh intellectually ensouled, by the miracles he was shown remaining without change what he was, and by the sufferings he appeared preserving without alteration what he had become; and through both — the miracles, I mean, and the sufferings — he bestowed on us both the abolition of sin and the grace of deification.

And let us honour the calling of grace by a conduct of life made splendid by the commandments, shaken in no respect by any pleasure or by pain of whatever kind; and let us show, by what we do or suffer, that we cling to God alone, who gave himself for us as a ransom and an exchange, I Tim. ii, 6. having entrusted to him our whole life, the present and the future: as being from him by the principle of our bringing-into-being, and existing through him by the mode of our conduct, and coming to our end in him by the mystery, according to grace, of the deification hoped for.

Καὶ τιμήσωμεν ἀναστροφῇ βίου κατηγλαϊσμένου ταῖς ἐντολαῖς τὴν κλῆσιν τῆς χάριτος, ὑπ᾿ οὐδεμιᾶς ἡδονῆς, ἢ τῆς οἱασοῦν ὀδύνης καθ᾿ ὁτιοῦν δονούμενοι· καὶ δείξωμεν δι᾿ ὧν ποιοῦμεν ἢ πάσχομεν, ὅτι μόνου Θεοῦ τοῦ δόντος ἑαυτὸν ὑπὲρ ἡμῶν λύτρον τε καὶ ἀντάλλαγμα περιεχόμεθα, πᾶσαν αὐτῷ πιστεύσαντες ἡμῶν τὴν ζωὴν, τὴν παροῦσάν τε καὶ τὴν μέλλουσαν· ὡς ἐξ αὐτοῦ τῷ τῆς παραγωγῆς ὄντες λόγῳ, καὶ δι᾿ αὐτοῦ τῷ τῆς ἀγωγῆς ὑπάρχοντες τρόπῳ· καὶ εἰς αὐτὸν τῷ κατὰ τὴν χάριν μυστηρίῳ τῆς ἐλπιζομένης θεώσεως λήξοντες· καὶ τὸ ἀεὶ εὖ εἶναι, διὰ τοῦ νῦν φεῦ εἶναι δοκοῦντος, ἀπολάβωμεν, δείξαντες ἡμῶν, δι᾿ ὧν πάσχομεν, τὴν περὶ Θεὸν κεκρυμμένην διάθεσιν, μηδενὶ τρόπῳ τῶν συμπιπτόντων ἡμῖν ἀλγεινῶν ἀλλοιουμένην. 580Μὴ τοίνυν ἐκκακήσωμεν ἐν ταῖς θλίψεσι, τίμιε Πάτερ, εἰδότες ὡς ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, βεβαίαν ἔχουσα τὴν ὑπὲρ ὧν πάσχομεν αἰωνίων ἀπόλαυσιν ἀγαθῶν· ἀλλὰ γενναίως ἐνέγκωμεν τὰ συμβαίνοντα, πρὸς τὸν ἀρχηγὸν ἀφορῶντες τῆς σωτηρίας ἡμῶν Ἰησοῦν· ὃς Θεὸς ὢν ἀληθινὸς, τὸν ὑπὲρ ἡμῶν θέλων κατεδέξατο Θάνατον· ἵνα πάσχοντες χαίρωμεν, σύμφυτοι αὐτῷ γενόμενοι διὰ θανάτου· πρὸς ἀνάστασιν ζυμούμενοι ζωῆς ἀκαταλύτου. Ἐπειδὴ θείου νόμου καθέστηκε βούλησις, καλοποιοῦντας ἡμᾶς πάσχειν ἀδίκως, ὡς Χριστοῦ μαθητὰς εἰς τὴν τῆς ἁμαρτίας κατάκρισιν· ἣν δι᾽ ἀπάτης ὁ νοητὸς ὄφις παραβῆναι τὴν θείαν ἐντολήν, καὶ τῶν αἰωνίων προτιμῆσαι τὰ πρόσκαιρα παραπείσας τὸν ἄνθρωπον, ἐπεισήγαγεν· ὃν πατεῖν ἐξουσίαν ἐλάβομεν, τὴν φυλάττουσαν χάριν φυλάττοντες τῇ τηρήσει τῶν ἐντολῶν φρουρουμένην· ἥτις μόνῃ κακοπαθείᾳ σαρκὸς ἑκουσίῳ τε καὶ ἀκουσίῳ, συλλογισμῷ σώφρονι κατορθοῦται τοῖς ἀγαπῶσι τὸν Κύριον. ᾯ πᾶσαν προσηλώσας σου τὴν ἐπιθυμίαν, οὐκ αἰσθάνῃ τῶν θλιβερῶν, ὅσιε Πάτερ· νικῶσαν ἔχων τὴν παροῦσαν θλίψιν, τὴν χαρὰν τῶν ἐλπιζομένων· ὧν τύχοιμεν ἅπαντες, Χριστοῦ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν ταῦτα, καθὼς οἶδεν, ἡμῖν ὡς ἕκαστος ἄξιός ἐστι διανέμοντος· τῇ πρεσβείᾳ τῆς ἀχράντου καὶ παναγίας αὐτοῦ Μητρὸς ἀειπαρθένου, καὶ πάντων τῶν ἁγίων. Ἀμήν.

ΙΖ΄. — Τοῦ αὐτοῦ πρὸς Ἰουλιανὸν Σχολαστικὸν Ἀλεξανδρέα, περὶ τοῦ κατὰ τὴν σάρκωσιν τοῦ Κυρίου ἐκκλησιαστικοῦ δόγματος. Χαρᾶς μεγάλης καὶ εὐφροσύνης πνευματικῆς ἐνέπλησέ με τὸν ταπεινὸν καὶ ἁμαρτωλόν, καὶ σὺν ἐμοὶ πᾶσαν ὡς εἰπεῖν τὴν ἁγίαν τοῦ Θεοῦ καθολικὴν Ἐκκλησίαν, τὸ τίμιον τοῦ θεοφυλάκτου μου δεσπότου γράμμα, κομίσαν ἡμῖν εὐαγγέλια τῆς στερρᾶς καὶ ἀμεταθέτου γνώμης, αὐτοῦ τε καὶ τοῦ σὺν αὐτῷ δεσπότου μου κυρίου Χριστοπέμπτου τοῦ σοφωτάτου Σχολαστικοῦ, περὶ τὴν ὀρθὴν καὶ εὐσεβῆ καὶ σωτήριον ὁμολογίαν τῆς κατὰ Χριστὸν τὸν ἀληθινὸν ἡμῶν Θεὸν πίστεως· τὸν διὰ τοῦτο γενόμενον ἄνθρωπον, ἵνα τὴν φύσιν τῶν ἀνθρώπων πρὸς ἑαυτὸν συναγάγῃ, καὶ στήσῃ τοῦ φέρεσθαι κακῶς πρὸς ἑαυτήν, μᾶλλον δὲ καθ᾽ ἑαυτῆς στασιάζουσάν τε καὶ μεμερισμένην, καὶ μηδεμίαν ἔχουσαν στάσιν, διὰ τὴν περὶ ἕκαστον τῆς γνώμης ἀστάθμητον κίνησιν.

And let us receive the ever-well-being through what now seems an "alas"-being, having shown, through what we suffer, our disposition toward God that lies hidden, altered in no way by the painful things that befall us.

580Let us not then lose heart in afflictions, precious Father, Ephes. iii, 13. knowing that affliction works patience, and patience proof, and proof hope, and hope does not put to shame, Rom. v, 3-5. having secure the enjoyment of the everlasting goods for which we suffer; but let us bear nobly what befalls us, looking to the author of our salvation, Jesus, Hebr. ii, 10. who, being true God, accepted, willing it, the death for our sake; so that, suffering, we may rejoice, having become planted together with him through death, Rom. vi, 5. leavened toward the resurrection of indestructible life. Since it is the wish of the divine law that we, doing good, should suffer unjustly, as disciples of Christ, for the condemnation of sin — the sin which the intelligible serpent brought in, having by deceit persuaded man to transgress the divine commandment and to prefer the temporal to the everlasting; whom we have received authority to tread upon, Luc. x, 19. guarding the guarding grace, which is kept safe by the keeping of the commandments; which keeping is achieved by those who love the Lord only by hardship of the flesh, voluntary and involuntary, with sober reasoning. Having nailed all thy desire to him, thou dost not feel the afflictions, holy Father, since thou hast the joy of the things hoped for overcoming the present affliction. May we all attain them, Christ our great God and Saviour Tit. ii, 13. distributing these things to us, as he knows, as each is worthy; by the intercession of his immaculate and all-holy Mother, ever-virgin, and of all the saints. Amen.

LETTER 17

Of the same, to Julian the Scholasticus of Alexandria, on the Church's doctrine concerning the incarnation of the Lord.

With great joy and spiritual gladness the precious letter of my God-guarded master filled me, the lowly and sinful one, and with me, so to say, the whole holy catholic Church of God; bringing us good tidings of the firm and immovable inclination — his own and that of my master who is with him, the lord Christopemptus, the most wise scholasticus — concerning the right and pious and saving confession of the faith in Christ our true God; who became man for this reason: that he might gather the nature of men to himself, and bring it to a stand from being borne badly toward itself — or rather, from being at faction against itself and divided, and having no rest, because of the unsteady movement of the inclination in each one.

Διὸ πάντες εὐχαριστοῦντες ἐφ᾽ ὑμῖν τῷ Θεῷ, τιμιώτατοι, δεήσεις ἀπαύστως ποιούμεθα, κἂν ἁμαρτωλοὶ τυγχάνωμεν, συντηρῆσαι ὑμᾶς ἀκλονήτως τε 581καὶ ἀσείστως εἰς τὸν ἅπαντα χρόνον τὴν σωτήριον τῆς πίστεως ὁμολογίαν· πιστεύοντας ὅτιπερ ὁ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸς καὶ Λόγος ἐξ ἀνθρώπων, ὑπὲρ ἀνθρώπων, κατὰ ἀνθρώπους χωρὶς ἁμαρτίας ἀληθῶς γενόμενος ἄνθρωπος, οὐκ ἐτράπη τοῦ Θεὸς εἶναι καὶ γενόμενος ἄνθρωπος· οὔτε μὴν τοῦ ἄνθρωπος ἀληθῶς εἶναι μεμείωται, μεμενηκὼς ὅπερ ἦν, καὶ ἔστι, καὶ ἀεὶ ἔσται κατὰ φύσιν Θεός· ἀλλὰ Θεὸς ὑπάρχων κατ᾿ οὐσίαν καὶ φύσιν δι᾿ ἑαυτόν, ἀτρέπτως κατ᾿ οἰκονομίαν δι᾿ ἡμᾶς ἀληθῶς γέγονεν ἄνθρωπος, κατὰ πρόσληψιν δηλονότι σαρκὸς, νοεράν τε καὶ λογικὴν ἐχούσης ψυχήν. Διὸ καὶ Θεὸς φύσει καὶ ἀληθῶς ὁ αὐτὸς, καὶ ἄνθρωπος φύσει καὶ ἀληθῶς ὁ αὐτὸς ὡς τοῦτο κἀκεῖνο κατ᾿ ἀλήθειαν ἀνελλιπῶς ὁ αὐτὸς ὑπάρχων· ἅτε δή τινος τῶν ἐπὶ τῷ μυστηρίῳ τῆς αὐτοῦ σαρκώσεως, ἤγουν τελείας ἐνανθρωπήσεως πρὸς ἕνωσιν τὴν καθ᾿ ὑπόστασιν συνενηνεγμένων φύσεων, μηδαμῶς ἑαυτὴν ἠρνημένης διὰ τὴν ἕνωσιν, ἀλλὰ φυλαττούσης τὸν ἑαυτῆς οὐσιώδη λόγον τε καὶ ὅρον, ἤτοι τὴν φυσικὴν ἰδιότητα πρὸς τὴν ἑτέραν ἀσύγχυτον καὶ ἀμετάβλητον μετὰ τὴν ἕνωσιν. Οὔτε γὰρ ἀναιρεῖ τὴν διαφορὰν τῶν εἰς μίαν ὑπόστασιν συνενηνεγμένων ἡ ἕνωσις· ἀλλὰ τὴν εἰς ἀνὰ μέρος αὐτῶν παντελῶς ἐξωθεῖται διαίρεσιν. Σῳζομένων οὖν ἀμειώτως ἐν Χριστῷ κατὰ φύσιν τῶν ἐξ ὧν ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν· πῶς οὐκ ἔστι δίκαιον ὁμολογεῖσθαι τὰ ἐξ ὧν ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν; κατά τινας, μὴ συνορῶντας ὡς ἐπισφαλές ἐστι καὶ ἐπικίνδυνον, καὶ εἰς ψυχὴν πᾶσαν ἔχον ζημίαν, τὸ πρὸς τὰ δῆλα μάχεσθαι, καὶ τὴν οὖσαν ἀρνεῖσθαι προδήλως ἀλήθειαν· καὶ μόνων ἐκείνων ἴδιον εἶναι τῶν ἀνάστασιν καὶ κρίσιν τὸ παράπαν μὴ προσδοκώντων. Ἐπεὶ τίνι καταφανὴς οὐκ ἔστι καὶ ἐπίδηλος ὁ τῆς ἀληθείας λόγος, ὡς ἁπλοῦς καὶ ἀπέριττος, καὶ μηδὲν ἔχων γριφῶδες τὸ σύνολον; Εἰ γὰρ Θεὸς καὶ ἄνθρωπός ἐστιν ὁ Χριστὸς πράγματι καὶ ἀληθείᾳ μετὰ τὴν ἕνωσιν, καὶ οὐχὶ μόνον κλήσει καὶ προσηγορίᾳ Θεὸς λέγοιτο εἶναι καὶ ἄνθρωπος· δῆλόν ἔστεν ὡς ὁ λέγων τε καὶ φρονῶν τὸν Χριστὸν Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον μετὰ τὴν ἕνωσιν, ἀληθῶς εἶναι συνωμολόγησε τοῖς ὀνόμασι τὰς φύσεις ὧν εἰσι τὰ ὀνόματα· εἴπερ μὴ ψιλὰς ἐπὶ Χριστοῦ τὰς προσηγορίας κεῖσθαι φρονεῖ, καὶ παντελῶς πραγμάτων ἐρήμους. Τί μὲν οὖν ἁγία τοῦ Θεοῦ καθολικὴ Ἐκκλησία τῶν ἀτόπων πέπραχεν, εἰ τὰ ἐξ ὧν ὁ Χριστὸς ἐν Χριστῷ καθ᾿ ἕνωσιν ἀδιάσπαστον σῴζεσθαι λέγοι κατὰ φύσιν ἀσυγχύτως τε καὶ ἀδιαιρέτως καὶ μετὰ τὴν ἕνωσιν; Τί δὲ τῆς τῶν ἁγίων Πατέρων διδασκαλίας ἀλλότριον πεφρόνηκεν, εἰ μήτε τὴν θείαν τοῦ Λόγου φύσιν εἰς τὴν τῆς σαρκὸς τετράφθαι φύσιν· μήτε τὴν αὐτῆς τῆς σαρκὸς φύσιν εἰς τὴν τοῦ Λόγου φύσιν μεταπεφοιτηκέναι δοξάζει διὰ τὴν ἕνωσιν, φρονεῖν τε καὶ λέγειν διδάσκει τοὺς πιστοὺς μετὰ τὴν ἕνωσιν;

Therefore, all of us giving thanks to God for you, most precious ones, make petitions without ceasing, sinners though we are, that you may preserve, unshaken and 581unmoved for all time, the saving confession of the faith; believing that the Son and Word of God and Father, having truly become man from men, for men, after the manner of men, without sin, was not changed from being God even in becoming man; nor indeed was he diminished in being truly man, having remained what he was and is and ever will be, God according to nature; but, being God according to essence and nature through himself, he truly became man without change, by way of economy, for us — by the assumption, that is, of flesh having an intellectual and rational soul. Therefore the same is God by nature and truly, and the same is man by nature and truly, as being, the same, in truth this and that without deficiency; inasmuch as none of the natures brought together into the union according to hypostasis in the mystery of his incarnation, that is, of his perfect becoming man, has in any way denied itself because of the union, but each keeps its own essential principle and definition — that is, its natural property — unconfused and untransmuted with respect to the other after the union. For the union does not abolish the difference of the things brought together into one hypostasis; rather, it drives out altogether their division part from part.

Since, then, the things from which Christ is are preserved in Christ, undiminished according to nature, even after the union, how is it not just that the things from which Christ is should be confessed even after the union — as some hold, not seeing together how perilous it is and dangerous, and bearing every harm to the soul, to fight against what is plain, and to deny the truth that manifestly is; and that this is proper to those alone who do not expect resurrection and judgement at all? For to whom is the word of the truth not manifest and evident, as simple and unelaborate, and having nothing riddling at all? For if Christ is God and man in fact and in truth after the union, and is not said to be God and man only in name and appellation, it is plain that he who says and thinks Christ to be God and man together after the union has confessed, along with the names, that the natures whose names they are truly are — if indeed he does not think that the appellations are applied to Christ bare and altogether empty of realities. What absurdity, then, has the holy catholic Church of God committed, if it says that the things from which Christ is are preserved in Christ according to nature, by an unsundered union, without confusion and without division, even after the union? And what has it thought that is alien to the teaching of the holy Fathers, if it holds neither that the divine nature of the Word has been changed into the nature of the flesh, nor that the nature of the flesh itself has passed over into the nature of the Word because of the union, and teaches the faithful to think and to say so after the union?

Τί δὲ μᾶλλον οὐ βεβαιοῖ τῆς πατρικῆς παραδόσεως οὕτω φρονεῖν ἐκδιδάσκουσα, καὶ ἕνα Κύριον ὁμολογοῦσα καὶ ἕνα Χριστὸν, καὶ ἕνα Υἱὸν τὸν αὐτὸν, καὶ μίαν αὐτοῦ τοῦ σαρκωθέντος Θεοῦ 584Λόγου φύσιν σεσαρκωμένην, σαρκὶ ψυχὴν ἐχούσῃ τὴν λογικήν τε καὶ νοεράν, κατὰ τὴν ἑρμηνείαν τοῦ ἁγίου καὶ μακαρίου Πατρὸς, ἡμῶν Κυρίλλου τὴν φωνὴν ἐκλαμβάνουσα· διὰ τοῦ σεσαρκωμένην λέγειν, τῆς καθ᾿ ἡμᾶς οὐσίας εἰσκομίζεσθαι νοοῦσα τὴν δήλωσιν, καὶ μὴ ἀρνουμένη τῆς σαρκὸς τοῦ Λόγου τὴν φύσιν διὰ τὴν ἕνωσιν; Τὰ γὰρ σωζόμενα κατὰ φύσιν ἀσυγχύτως τε καὶ ἀτρέπτως καὶ ἀδιαιρέτως καθ᾿ ἕνωσιν ἀδιάσπαστον ἐν Χριστῷ καὶ μετὰ τὴν ἕνωσιν χωρὶς τῆς οἱασοῦν μειώσεως, πάντως καὶ ὁμολογεῖσθαι πρεπωδέστατόν ἐστι καὶ δικαιότατον μετὰ τὴν ἕνωσιν. Ἀληθοῦς γὰρ πίστεως καθεστηκεν ἴδιον, ὁμολογεῖν ὅπερ φρονεῖν ἐδιδάχθημεν. Εἰ τοίνυν σώζεται κατὰ φύσιν τὰ ἐξ ὧν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν, καὶ φρονεῖν αὐτὰ πάντως εἶναι δίκαιόν ἐστιν ἐν Χριστῷ μετὰ τὴν ἕνωσιν. Εἰ δὲ φρονεῖν σώζεσθαι τὰ ἐξ ὧν ὁ Χριστὸς δίκαιόν ἐστι μετὰ τὴν ἕνωσιν, καὶ ὁμολογεῖν αὐτὰ πολλῷ μᾶλλον ἂν εἴη δικαιότατόν τε ὁμοῦ καὶ πρεπωδέστατον, καὶ πᾶσι τοῖς σωτηρίας φροντίζουσι σπουδαιότατον· εἴπερ ἔνδειξις πίστεως καθέστηκεν ἀληθοῦς, ἡ κατ᾿ αὐτὴν ἀνελλιπὴς ὁμολογία. Καὶ ταῦτα μὲν περὶ τούτου. Οὔτε γὰρ πλείονα λέγειν ἀνάγκη, πρὸς ὑμᾶς γε ποιούμενον τὸν λόγον, καὶ τοὺς μηδὲν διὰ τῆς χάριτος τῶν εἰς τὴν ὀρθὴν τοῦ Χριστοῦ πίστιν ὁρώντων ἀγνοοῦντας. Περὶ δὲ ὧν γεγράφατέ μοι, πάντων μοι τιμιώτατοι, ἀνήγαγον τῷ εὐλογημένῳ δούλῳ τοῦ Θεοῦ, τῷ πανευφήμῳ ἐπάρχῳ, δοὺς αὐτῷ καὶ τὰς τιμίας ὑμῶν συλλαβάς· καὶ ὑπέσχετο προθύμως [?]φασαν ὑμῶν πληρῶσαι κέλευσιν. Καὶ οὐ παύομαι ὑπομιμνήσκων αὐτόν, ἕως ἂν πάντως εἰς πέρας ἀγάγοι τὴν ὑμετέραν κέλευσιν. Ὁ Κύριος δὲ καὶ Θεὸς τῶ[ν] ὅλων καὶ Σωτὴρ Ἰησοῦς Χριστὸς, ὁ τὸν ὑπὲρ ἡμῶ[ν] ἑκουσίως καταδεξάμενος θάνατον, καὶ τῷ οἰκείῳ α[ἵ]ματι λυτρωσάμενος ἡμᾶς τῆς ἐξουσίας τοῦ σκό[τους], καὶ δοὺς ἡμῖν τὴν ἐντολὴν καινὴν ἐν τῷ τοσοῦ[τον] ἡμᾶς ἀλλήλους ἀγαπᾶν, ὅσον καὶ ἠγαπήμεθα· αὐτ[ὸς] κρατήσαι τῆς χειρὸς ὑμῶν τῆς δεξιᾶς, καὶ ὁδηγῆσαι ὑμᾶς εἰς πᾶν ἔργον ἀγαθόν, καὶ κατευθύνα[ι] τὰ κατ᾿ αὐτὸν διαβήματα· φέρων ὑμᾶς ἐν πληρώματι καρπῶν δικαιοσύνης εἰς τὸν θαυμαστὸν τόπον τῆς σκηνῆς αὐτοῦ, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία.

ΙΗ΄. — Τοῦ αὐτοῦ, ἐκ προσώπου Γεωργίου τοῦ πανευφήμου ἐπάρχου Ἀφρικῆς, πρὸς ἀσκητρίας ἀποστάσας τῆς καθολικῆς Ἐκκλησίας ἐν Ἀλεξανδρείᾳ.

And what of the Fathers' tradition does it not rather confirm, teaching to think thus, and confessing one Lord and one Christ, and one Son, the same, and one nature of God the 584Word himself, who was incarnate — a nature incarnate in flesh having the rational and intellectual soul; taking the expression according to the interpretation of our holy and blessed Father Cyril, understanding that by saying "incarnate" the signification of our essence is brought in, and not denying the nature of the Word's flesh because of the union? For the things preserved according to nature, without confusion and without change and without division, by an unsundered union in Christ, even after the union, without any diminution whatever — it is altogether most fitting and most just that they should also be confessed after the union. For it is proper to true faith to confess what we have been taught to think. If, then, the things from which Christ is are preserved according to nature after the union, it is also altogether just to think that they are in Christ after the union. And if it is just to think that the things from which Christ is are preserved after the union, much more would it be at once most just and most fitting, and most urgent for all who take thought for salvation, to confess them; if indeed the proof of true faith is the confession of it that falls short in nothing. So much on this. For there is no need to say more, when one addresses the word to you, and to men who through grace are ignorant of nothing of what bears on the right faith of Christ.

Concerning what you have written to me, most precious of all to me, I referred it to the blessed servant of God, the all-praised prefect, giving him also your precious syllables; and he promised readily to fulfil your every bidding. And I do not cease reminding him, until he bring your bidding fully to its end. And may the Lord and God of all things and Saviour Jesus Christ, who accepted willingly the death for us, and redeemed us by his own blood from the power of darkness, Coloss. i, 15. and gave us the commandment new, in our loving one another as much as we have been loved Joan. xiii, 34. — may he himself hold your right hand, Psal. lxxii, 24. and guide you into every good work, and direct your steps that are according to him; bringing you in the fullness of the fruits of righteousness into the wonderful place of his tabernacle, where is the dwelling of all who rejoice. Psal. lxxxvi, 7.

Ἐγὼ μὲν ᾤμην ὑμᾶς ὡς ἀληθῶς ἐστηρίχθαι καλῶς, καὶ ἀμεταθέτους ἔχειν τὰς τῆς ψυχῆς βάσεις ἀπὸ τῆς κατὰ τὴν ἀμώμητον καὶ ἄπταιστον πίστιν τοῦ Χριστοῦ ὀρθῆς καὶ εὐσεβοῦς ὁμολογίας τε καὶ ἐλπίδος, τὴν καλέσασαν ὑμᾶς τοῦ Θεοῦ χάριν αἰδουμένας, καὶ τῷ ζῶντι καὶ ἀρτίῳ καὶ ἀμωμήτῳ σώματι 585τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἑνώσασαν· καὶ ἤδη καταρρυείσας φθινάδι νόσῳ πλάνης τε καὶ ἀγνοίας ῥώσασαν, καὶ μέλος εὔχρηστον τοῦ κοινοῦ τῆς Ἐκκλησίας σώματος ποιησαμένην· καθ᾿ ἣν ὁ εὐσεβὴς, καὶ ὀρθὸς καὶ ἀληθὴς καὶ σωτήριος τῆς ἀποστολικῆς πίστεως ἀκμάζων κηρύττεται λόγος, πᾶσαν ἐντὸς ἑαυτοῦ ποιούμενος τὴν ὑπ᾿ οὐρανόν· καὶ τὸ λεῖπον ἀεὶ τῷ ἤδη συνειλημμένῳ προσάγων καὶ προστιθέμενος· καὶ μίαν ἁπάντων τῶν ἀπὸ περάτων τῆς γῆς ἕως τῶν περάτων αὐτῆς, καὶ ψυχὴν καὶ γλῶσσαν εἶναι δεικνὺς τῷ πνεύματι κατὰ τὴν ὁμόνοιαν καὶ ὁμοφωνίαν τῆς πίστεως· ἣν ἀρρήτως ἐξ ἀνθρώπων, ὑπὲρ ἀνθρώπων, κατ᾿ ἀνθρώπους ἀληθῶς προσλήψει σαρκὸς ψυχὴν ἐχούσης λογικήν τε καὶ νοεράν, καὶ οὐ τροπῇ θεότητος ἄνθρωπος γενόμενος, δηλονότι χωρὶς ἁμαρτίας, ὁ τῶν ἀνθρώπων δημιουργὸς τοῦ Θεοῦ Λόγος, ἡμᾶς τοὺς ἀνθρώπους ἐδίδαξεν ὁμολογεῖν καὶ ἀσπάζεσθαι, μηδεμίαν αὐτοῦ καθάπαξ ἀρνουμένους φύσιν μετὰ τὴν ἕνωσιν, ἤγουν μετὰ τὴν ἐνανθρώπησιν· μήτε τὴν θείαν, καθ᾿ ἣν Θεὸς ἀεί τε δι᾿ ἑαυτὸν καὶ τῷ Πατρὶ ὁμοούσιος ἔστι τε καὶ διαμένει· μήτε τὴν ἀνθρωπίνην, καθ᾿ ἣν ὁ αὐτὸς ἄνθρωπος ἀληθῶς δι᾿ ἡμᾶς γέγονεν, ὡς φιλάνθρωπος, καὶ ἡμῖν ἐστιν ὁμοούσιος. Οὔτε γὰρ ἐτράπη τοῦ ὅπερ ἦν τε καὶ ἔστιν, καὶ εἰς ἀεὶ ἔσται κατὰ φύσιν Θεός· οὔτε μὴν τοῦ ὅπερ γέγονεν ἄνθρωπος καθ᾿ ἕνωσιν ἀδιάσπαστον σαρκὸς ἐψυχωμένης τὴν φύσιν μετέβαλεν, εἷς ὢν καὶ ὁ αὐτὸς Θεός τε καὶ ἄνθρωπος· οὐ κλήσει μόνον καὶ προσηγορίᾳ Θεὸς ὑπάρχων καὶ ἄνθρωπος, ἀλλὰ πράγματι καὶ ἀληθείᾳ Θεὸς καὶ ἄνθρωπος καὶ ὑπάρχων κυρίως, καὶ ἀληθῶς ὀνομαζόμενος. Τὸ ἐκ τῆς ἑνώσεως ἕν τε καὶ μοναδικὸν καθ᾿ ὑπόστασιν, ἀλλ᾿ οὐ κατὰ φύσιν ἔχων, ὡς οἱ Πατέρες Greg. or. 36, p. 582. διδάσκουσι, φάσκοντες, « Εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ᾿ οὐ τῇ φύσει, τῇ συνόδῳ·» καθ᾿ ἣν οἰκονομικῶς δι᾿ ἡμᾶς ὡς ἀγαθὸς, σύνθετος γενέσθαι καταδεξάμενος, τὸ κατὰ φύσιν ἁπλοῦν, καθ᾿ ἣν ὁμοφυής ἐστι τῷ Πατρὶ καὶ ὁμοούσιος διαμένει, φυλάττων ἀλώβητον καὶ μετὰ τοσαύτην σάρκωσιν. Οὐ γὰρ ταυτὸν θεότης καὶ ἀνθρωπότης. Κἂν γὰρ γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, καὶ ἀλλὰ κατὰ πρόσληψιν σαρκὸς νοερῶς καθ᾿ ὑπόστασιν ἀδιασπάστως ἑνωθείσης αὐτῷ γέγονεν ἄνθρωπος. διὸ καὶ Θεός ἐστιν ὁ αὐτὸς κυρίως καὶ ἄνθρωπος, ὡς ἐκεῖνο ὢν καὶ τοῦτο γενόμενος· καὶ τοῦτο κἀκεῖνο ὑπάρχων ἀνελλιπῶς· μήτε τῷ ἄκρως μοναδικῷ τῆς ὑποστάσεως συγχεόμενος, καθ᾿ ἣν ὁ τῆς διαφορᾶς παντελῶς ἄπεστι λόγος· μήτε τῷ ἀκραιφνεῖ τῆς ἑτερότητος τῶν ἐξ ὧν συνέστηκε φύσεων διαιρούμενος· καθ᾿ ἣν ὁ τῆς διαφορᾶς διὰ τὴν ἕνωσιν οὐδαμῶς ἀνῄρηται λόγος.

LETTER 18

Of the same, in the person of George, the all-praised prefect of Africa, to the nuns who had departed from the catholic Church in Alexandria.

I, indeed, thought that you had truly been well established, and had the footings of the soul immovable from the right and pious confession and hope that accord with the blameless and unstumbling faith of Christ, reverencing the grace of God that called you and united you to the living and sound and blameless 585body of the holy catholic and apostolic Church; the grace that strengthened you when you were already wasting away with the consumptive sickness of error and ignorance, and made you a serviceable member of the common body of the Church; in which the pious and right and true and saving word of the apostolic faith is preached in its flower, bringing within itself the whole region under heaven, and ever bringing and adding what is lacking to what has already been gathered, and showing that all, from the ends of the earth to its ends, have one soul and one tongue in the spirit, according to the concord and unison of the faith; the faith which the Word of God, the Creator of men, having become man ineffably from men, for men, after the manner of men, truly, by the assumption of flesh having a rational and intellectual soul, and not by a change of the Godhead — without sin, that is — taught us men to confess and to embrace: denying none at all of his natures after the union, that is, after the becoming man; neither the divine, according to which he both is and abides ever God, through himself, and consubstantial with the Father; nor the human, according to which the same truly became man for us, as loving man, and is consubstantial with us. For neither was he changed from what he was and is and will be for ever, God according to nature; nor indeed did he transmute the nature of the ensouled flesh — of what he became, man, by an unsundered union — being one and the same, God and man: not being God and man in name and appellation only, but in fact and in truth both being properly God and man, and truly so named; having the one and singular from the union according to hypostasis, but not according to nature, as the Fathers teach, saying: «For even if the both-together is one, yet not by nature, by the concourse»; by which concourse, by way of economy, for us, he, as good, consenting to become composite, keeps unimpaired, even after the incarnation, the simplicity according to nature by which he is of one nature with the Father and abides consubstantial. For Godhead and manhood are not the same. For even if the Word of God has become man, yet it is by the assumption of flesh intellectually [?] united to him according to hypostasis without sundering that he has become man. Therefore the same is properly God and man, as being that and having become this; and being this and that without deficiency: neither confused by the extreme singleness of the hypostasis, according to which the principle of the difference is altogether absent; nor divided by the pure otherness of the natures of which he is constituted, according to which the principle of the difference has in no way been abolished because of the union.

Τῆς οὖν διαφορᾶς τῶν ἐξ ὧν ἐστι φύσεων ὁ Χριστὸς ἀσυγχύτως σῳζομένης καὶ μετὰ τὴν ἕνωσιν, οὐκ ἔστιν, ὡς οἶμαι, παντελῶς ὁ δεῖξαι δυνάμενος λόγος, δίκαιον εἶναι τὸ ποσὸν τῶν φυσικῶς διαφερόντων καὶ ἐν Χριστῷ σῳζομένων καθ᾿ ἕνωσιν ἀδιάσπαστον 588μὴ ὁμολογεῖσθαι· διότι πᾶσα διαφορὰ ποσὸν ἑαυτῇ συνεισάγει πάντως τινῶν, ἀλλήλων κατά τι διαφερόντων. Οὐ γὰρ ποσοῦ χωρὶς πώποτέ τις, κἂν εὐμήχανος ᾖ καὶ ποριμώτατος, διαφορὰν εἶναι φάναι δυνήσεται, καλῶς φρονῶν, καὶ ἀληθείας κἂν μικρὸν γοῦν λόγον ποιούμενος· σαφῶς γινώσκων, ἢ τῆς κατ᾿ οὐσίαν τινῶν ἑτερότητος. ἢ τῆς κατὰ ποιότητα καὶ ἰδιότητά τινων ἀνομοιότητος πᾶσαν εἶναι διαφοράν· ἣν ἡ ποσότης τῶν ὑποκειμένων πραγμάτων, εἴτε καθ᾿ ἕνωσίν εἰσιν, ἢ καὶ ταύτης χωρὶς πάντως ἐργάζεται. Ἐφ᾿ ὧν γὰρ μὴ κατὰ πάντα τρόπον ὁ εἷς καὶ ὁ αὐτὸς θεωρεῖται λόγος, ποσότητος ἔνεστιν ἔμφασις, ἧς ἐστιν ἴδιον ἡ διαφορά. Εἰ τοίνυν ἐπὶ Χριστοῦ τῇ μὲν ἑνώσει κατὰ λόγον τὸ πάντη μοναδικὸν καθ᾿ ὑπόστασιν, ὡς οἱ Πατέρες διδάσκουσιν, ἕπεται λέγειν· τῇ δὲ τῶν ἐξ ὧν ἐστιν ὁ Χριστὸς φύσεων καὶ μετὰ τὴν ἕνωσιν ἀσυγχύτως τε καὶ ἀδιαιρέτως ἐν Χριστῷ σωζομένων διαφορᾷ τὸ ποσὸν λέγειν ἐστὶν ἀκόλουθόν τε καὶ πρόσφορον· δῆλον ὅτι, ὥσπερ ὁ μὴ λέγων τὸν Χριστὸν διὰ τὴν καθ᾿ ὑπόστασιν ἕνωσιν μίαν εἶναι τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην, κατὰ τὴν ἑρμηνείαν τοῦ ἁγιωτάτου Πατρὸς ἡμῶν καὶ διδασκάλου Κυρίλλου νοουμένην ὀρθῶς, οὐ πιστεύει γεγενῆσθαι τὴν ἕνωσιν· οὕτω καὶ ὁ μὴ τὰς δύο μετὰ τὴν ἕνωσιν φύσεις ὁμολογῶν, ἐξ ὧν ἐστιν ὁ Χριστὸς, τὴν διαφορὰν σώζεσθαι λέγειν οὐ δύναται. Φυσικῆς γὰρ τῶν ἐξ ὧν ἐστιν ὁ Χριστὸς ἑτερότητός ἐστι μετὰ τὴν ἕνωσιν ἡ διαφορὰ, ἀλλ᾿ οὐ τῆς κατὰ ποιότητα μόνην ἀνομοιότητος, χωρὶς τῶν ὑποκειμένων ταῖς ποιότησι φύσεων· ὧν ἄνευ ποιότητα καθ᾿ ἑαυτὴν εἶναι τῶν ἀδυνάτων ἐστίν· ἵνα μὴ ψιλὴν, μᾶλλον δὲ κυριώτερον εἰπεῖν, ψευδῆ τὴν διαφορὰν εἰσάγωμεν καὶ ἀνύπαρκτον. Ταύτην ἀκριβῶς κατέχειν ὑμᾶς κατὰ τοὺς Πατέρας τῆς πίστεως τὴν ὁμολογίαν πεπεισμένος, πᾶσι πανταχοῦ ποτε γράφειν οὐκ ὤκνουν πατριάρχαις καὶ ἐπισκόποις καὶ ἄρχουσι, καὶ αὐτοῖς τοῖς εὐσεβεστάτοις καὶ πανημέροις ἡμῶν βασιλεῦσιν, ὑπὲρ εὐχαριστίας Θεοῦ, κατάδηλον πᾶσι ποιῶν τὴν ὑμῶν εἰς Χριστὸν γνησίαν μετάθεσίν τε καὶ πίστιν. Καὶ οὐχ ὤμην ποτὲ, καθάπερ ἔφην, ὑμᾶς οὕτω ταχέως μετατίθεσθαι τῆς σωτηρίου κλήσεως ὑμῶν.

Since, then, the difference of the natures from which Christ is is preserved without confusion even after the union, there is, I think, no account at all able to show that it is just that the quantity of the things that differ naturally and are preserved in Christ by an unsundered union 588should not be confessed; because every difference brings in with itself, altogether, a quantity of certain things that differ from one another in some respect. For no one, however resourceful he be and most inventive, will ever be able to say that there is difference without quantity, if he thinks rightly and takes even a little account of truth; knowing clearly that every difference is either of the otherness of certain things according to essence, or of the unlikeness of certain things according to quality and property; a difference which the quantity of the subject realities, whether they are in union or apart from it, altogether produces. For in things in which one and the same principle is not contemplated in every way, there is a reflection of quantity, to which difference is proper. If, then, in Christ it follows, by reason, upon the union to speak of the singleness in every way according to hypostasis, as the Fathers teach; and it is consequent and fitting to speak of the quantity with the difference of the natures from which Christ is, preserved in Christ without confusion and without division even after the union: it is plain that, just as he who does not say that Christ, because of the hypostatic union, is one incarnate nature of God the Word — rightly understood according to the interpretation of our most holy Father and teacher Cyril — does not believe that the union has come about; so also he who does not confess the two natures after the union, from which Christ is, cannot say that the difference is preserved. For the difference after the union is of the natural otherness of the things from which Christ is, and not of an unlikeness according to quality alone, apart from the natures subject to the qualities — without which it is among the impossibilities that quality should exist by itself; lest we bring in a difference that is bare, or rather, to speak more properly, false and without existence.

Persuaded that you held this confession of the faith exactly according to the Fathers, I did not shrink from writing, time and again, to all everywhere — to patriarchs and bishops and rulers, and to our most pious and all-gentle emperors themselves — for thanksgiving to God, making manifest to all your genuine conversion to Christ, and your faith. And I never thought, as I said, that you would so quickly be removed from your saving calling. But since, because of my sins, the evil one, who from the beginning has been dragging the race of men down by deceit into ruin and destruction, has prevailed to persuade you too to prefer the lie to the truth, and, for the sake of an evil habit, to gratify, more than God and the goods laid up for the saints, deceiving men who have been taught only to bait toward death; and has been able to turn you back, like dogs — to speak with the prophet — to your own vomit: Prov. xxvi, 11.

Ἐπειδὴ δὲ διὰ τὰς ἐμὰς ἁμαρτίας, ὁ ἐξ ἀρχῆς δι᾿ ἀπάτης εἰς ὄλεθρον καὶ ἀπώλειαν τὸ γένος τῶν ἀνθρώπων ὑποσυρόμενος πονηρὸς, καὶ ὑμᾶς ἴσχυσε παραπεῖσαι, τῆς ἀληθείας προτιμῆσαι τὸ ψεῦδος· καὶ πλέον Θεοῦ, καὶ τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἁγίοις, συνηθείας ἕνεκεν πονηρᾶς, ἀπαταίωσιν Ἰς. ἀπατεῶσιν. ἀνθρώποις χαρίσασθαι πρὸς θάνατον δελεάζειν μόνον δεδιδαγμένοις· καὶ πρὸς τὸν ἴδιον ἔμετον ὑμᾶς καθάπερ κύνας προφητικῶς εἰπεῖν ἐπιστρέψαι δεδύνηται, παρεγγυῶ, εἴπερ οὕτως ἀνιάτως ἔχετε, καὶ εἰς τέλος προέθεσθε τὴν τοῦ Χριστοῦ χάριν ἀποστραφῆναι· τέως τὰς 589γινομένας εἰς ὑμᾶς παρ᾿ ἐμοῦ δωρεὰς δοῦναι Θεοπέμπτῳ τῷ ἐμῷ ἀνθρώπῳ, ἐπὶ τούτῳ καὶ μόνον παρ᾿ ἐμοῦ σταλέντι μετ᾿ ἐγγράφου ἐντάλματος, πρὸς τὸ μηδεμίαν ἀμφιβολίαν ἔχειν ὑμᾶς περὶ τούτου. Καὶ πάλιν, εἴ τι παρίσταται τοῖς εὐσεβεστάτοις καὶ φιλοχρίστοις καὶ πανημέροις ἡμῶν βασιλεῦσι, καὶ τοῖς ἁγιωτάτοις πατριάρχαις, τὰ καθ᾿ ὑμᾶς πάντα δι᾿ ἐμοῦ σὺν Θεῷ παρὰ τὴν αὐτῶν γαληνότητα γινομένου μανθάνουσι περὶ τῆς ἀποστασίας ὑμῶν, καὶ τῆς τοσαύτης κακουργίας καὶ ἀγνωμοσύνης, γενέσθαι καλῶς ἔχειν κρινῶ. Οὔτε γὰρ παρασιωπήσομαι τοσοῦτων κακόν. Εἰ δὲ τὸ φρικτὸν τοῦ Χριστοῦ κατὰ νοῦν λαμβάνουσαι δικαστήριον, ἐφ᾿ οὗ παρουσίᾳ ἀγγέλων καὶ ἀρχαγγέλων καὶ παντὸς δήμου τῶν κατ᾿ οὐρανὸν στρατιῶν, καὶ πάσης τῆς ἀνθρωπίνης φύσεως, ἡ παρ᾿ ἐμοῦ πρὸς ὑμᾶς περὶ τούτου συγκροτηθήσεται δίκη, μεταμελήθητε, καὶ πρὸς τὸν καλέσαντα πάλιν ὑμᾶς ἐν χάριτι Θεὸν ἐπανέλθετε· καὶ αὐτὴν ἤδη τὴν ἐμοῦ δωρηθεῖσαν ὑμῖν κτίσιν ἔχειν ὑμᾶς βούλομαι· καὶ οὐ παύσομαι ἕως τὴν παροῦσαν καὶ πρόσκαιρον ταύτην ζωὴν οἰκονομοῦμαι ζῆν, τρόπους ἐπινοῶν εἰς σύστασιν ὑμῶν περισσοτέραν· καὶ ἐμαυτὸν ἀντίλυτρον τῶν ὑμετέρων ψυχῶν οὐκ ἂν παραιτήσωμαι δοῦναι, εἴπερ ἀναγκαίως τοῦτο γενέσθαι καλέσοι καίρός. Καὶ δώσω γε προθύμως πρὸς τοῦτό με καλοῦντος τοῦ Θεοῦ διὰ τῆς χάριτος· εἰ μόνον ὑμεῖς ἑαυτὰς Χριστῷ τῷ Θεῷ πάλιν ἀποκαταστήσητε· καὶ τὴν γενομένην ὑμῖν ἀπὸ τοῦ σώματος αὐτοῦ διὰ τῆς ἐπανόδου, καλῶς ἐξιάσησθε τομὴν καὶ διάστασιν.

ΙΘ΄ — Τοῦ αὐτοῦ πρὸς Πύρρον τὸν ὁσιώτατον πρεσβύτερον καὶ ἡγούμενον. Τὴν ἁγίαν σου, θεοτίμητε Πάτερ, ἐπιστολὴν ἀναγνοὺς, ὅλον ὅλῳ τῷ Πνεύματι τὸν σὸν νοῦν ἐπἔγνων πεποιωμένον· καὶ τοσοῦτον τῆς φυσικῆς ἐξεστηκότα διέγνων συνέσεως, ὅσον τῆς θείας καὶ ὑπὲρ φύσιν κατέλαβον σοφίας ἐπειλημμένον.

I charge you, if indeed you are so incurably disposed, and have resolved to turn away from the grace of Christ to the end, for the present to give the 589gifts made to you by me to Theopemptus, my man, sent by me for this alone, with a written order, so that you may have no doubt about this. And again, whatever seems good to our most pious and Christ-loving and all-gentle emperors and to the most holy patriarchs, when they learn all your affairs through me — who, with God, am to be in the presence of their serenity — concerning your apostasy and so great wickedness and ingratitude, I shall judge it well that this be done. For I will not pass over in silence so great an evil. But if, taking to mind the dread tribunal of Christ, before which, in the presence of angels and archangels and of the whole people of the hosts of heaven, and of all human nature, my suit against you on this matter will be brought, you repent and return to God, who calls you again in grace, then I wish you to have the very foundation already given you by me; and I shall not cease, as long as I am granted, by way of economy, to live this present and temporal life, devising ways toward your more abundant support; and I would not refuse to give myself as a ransom for your souls, if occasion should of necessity call for this to be done. And I will give it readily, God calling me to this through grace; if only you restore yourselves again to Christ God, and by your return heal well the cut and the separation from his body that has befallen you.

LETTER 19

Of the same, to Pyrrhus, the most holy presbyter and abbot.

Having read thy holy letter, God-honoured Father, I recognized thy mind as wholly imbued by the whole Spirit; and I discerned it to have gone out from natural intelligence by as much as I perceived it to have laid hold of the divine wisdom that is above nature.

Αὐτὸν γάρ σου παρόντα διὰ τῶν γραμμάτων οἷον ὁρᾶν ἐδόκουν τὸν θεόσοφον νοῦν, μόναις ἀστράπτοντα ταῖς ἀκηράτοις ἀκτῖσι τοῦ Πνεύματος· αἷς μεταμορφοῦσθαι πρὸς τὸ θειότερον πέφυκεν, ὁ τῷ Πατρὶ τῶν ὅλων 592υἱοθετεῖσθαι καταξιούμενος· καὶ τοσοῦτόν με τῆς ἐπὶ τοῖς θείοις δόγμασιν ἀγνοίας λυτρούμενον, ὅσον τὸ πρὶν τῆς ἐπ᾿ αὐτοῖς ἐδόκουν ἀντέχεσθαι γνώσεως. Διὸ θαυμάσας σου τὴν ἐν ὅλοις ἀγχίνοιαν, μόνην ἐκείνην ἀναβοήσας τὴν φωνὴν ἀπεφθεγξάμην, ἣν πάλαι γυνή τις πρὸς τὸν Κύριον κέκραγε, τῶν αὐτοῦ ῥημάτων καταπλαγεῖσα τὴν δύναμιν· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας. Οὐ μόνον δὲ τὴν τεκοῦσάν σε μακαρίζω, τίμιε Πάτερ, ὡς τοιούτου μητέρα γενέσθαι καταξιωθεῖσαν· ἀλλὰ καὶ τὴν συλλαμβάνουσαν, καὶ κύουσαν ἀεὶ τὸν εὐσεβῆ λόγον καὶ τίκτουσάν σου διάνοιαν· ὡς τοῦ ὑπὲρ φύσιν Λόγου κατὰ χάριν κοιλίαν ἀποφανθεῖσαν χωρητικήν, διὰ τὴν πρὸς αὐτὸν τὸν Λόγον τῆς γνώμης οἰκείωσιν. Καὶ μὴν κατὰ τὰς Fr. καὶ μὴν τάς. σὰς παγίας ἕξεις τὰς ἐκ τῆς σῆς καρδίας ἐκδιδομένας, αἷς μαστῶν δίκην κατά τε τὴν πρᾶξιν καὶ τὴν θεωρίαν διατρέφεις τὸν Λόγον, τῇ χορηγίᾳ τῶν εὐσεβῶν νοημάτων τε καὶ τρόπων συναυξανόμενον· καὶ παραδόξως εἰπεῖν, τὴν οἰκείαν αὔξησιν τοῦ διατρέφοντος νοῦ ποιούμενον θέωσιν. Τί γὰρ ἕτερον εἶχον φθέγξασθαι πρὸς σὲ, τίμιε Πάτερ, τοιούτων γεννήτορα Λόγων γεγενημένον θεώμενος; δι᾿ ὧν, ὡς ἐξ ὅρους τινὸς τοῦ ὕψους τῆς γνώσεως τὴν ἐπὶ τοῖς θείοις δόγμασι, καθάπερ πλάκας θεοχαράκτους διὰ τοῦ νέου Μεσίτου καὶ ἐφ᾿ ἡμῖν Fr. ἐφ᾽ ἡμῶν. μεγάλου Μωϋσέως καὶ ἱερέων Hæc de Sergio, cum adhuc catholicus post vulgata Cyri capitula Alexandriæ ageret. ἱερέως, καὶ τῆς καθ᾿ ὅλην τὴν οἰκουμένην ἐξάρχου θείας ἱερωσύνης, κομισθεῖσάν τε καὶ ἐκδοθεῖσαν κατεμήνυσας ψῆφον· ἣν ἡ ἁγία καὶ μόνη προσκυνουμένη Τριὰς, ὡς δι᾿ ὀργάνου τοῦ ῥηθέντος ὑπηγόρευσεν ἀρχιερέως, καὶ πρὸς ὁμόνοιαν πλέον ἐπέδησε τὰς Ἐκκλησίας, εἰς οὐδὲν θεμένας τὴν δόξασαν τοῖς πολλοῖς γεγενῆσθαι κατὰ τὴν Ἀλεξάνδρου πόλιν περὶ τὴν πίστιν καινοτομίαν. Ταύτην γὰρ ὁλοσχερῶς ἡ δοθεῖσα διεσώσατο ψῆφος τὴν ἔννοιαν, καθ᾿ ἣν πιστεύειν οἱ θεοφόροι Πατέρες ἡμῶν ταῖς ἁγίαις Ἐκκλησίαις· παρέδοσαν· ἕνα καὶ τὸν αὐτὸν φάμενοι Θεὸν Λόγον καὶ πρὸ σαρκὸς, καὶ μετὰ σαρκός· ἣν αὐτὸς ἑαυτῷ δι᾿ ἡμᾶς ἐψυχωμένην νοερῶς καθ᾿ ὑπόστασιν ἥνωσεν, ἐκ τῆς ἁγίας Θεοτόκου καὶ Ἀειπαρθένου προσληφθεῖσαν Μαρίας· σπορὰ δηλαδὴ τῆς οἰκείας αὐτὸς γενέσθαι καταξιώσας σαρκώσεως· ἵνα καὶ ἄνθρωπος ἀληθῶς γένηται· καὶ δείξῃ κατὰ τὴν ἄσπορον σύλληψιν, καὶ τὴν ἄφθορον γέννησιν τὴν φύσιν καινοτομουμένην· καὶ μηδεμίαν τῇ καινοτομίᾳ πάσχουσαν μείωσιν. Θεοῦ γὰρ δι᾿ ἀγαθότητα πρὸς ἀνθρώπους ὑπῆρχεν αὐθαίρετος κένωσις τὸ μυστήριον, ἀλλ᾿ οὐ θεότητος ἔκπτωσις, ἡ διὰ σαρκὸς ἑκούσιος συγκατάβασις· μεμένηκε γὰρ ὅπερ ἦν, καὶ γενόμενος ὅπερ οὐκ ἦν· ἄτρεπτος γάρ. Καὶ ὅπερ γέγονε διετήρησε, διαμείνας ὅπερ ὑπῆρχε· φιλάνθρωπος γάρ.

For I seemed, as it were, to see thy God-wise mind itself present through the letter, flashing with the pure rays of the Spirit alone, by which he who is counted worthy to be 592adopted as a son by the Father of all is wont to be transformed toward the more divine; and redeeming me from ignorance of the divine doctrines by as much as I had formerly seemed to hold fast to knowledge of them. Therefore, marvelling at thy sagacity in all things, I cried out and uttered only that word which of old a woman cried to the Lord, struck by the power of his words: Blessed is the womb that bore thee, and the breasts that thou didst suck. Luc. xi, 27. And I call blessed not only her who bore thee, precious Father, as counted worthy to become the mother of such a one, but also thy understanding, which ever conceives, and is pregnant with, and gives birth to the pious word, as having been shown by grace a womb able to contain the Word who is above nature, through the appropriation of thy inclination to the Word himself; and indeed thy firm habits as well, issued from thy heart, by which, like breasts, thou nursest the Word in practice and in contemplation, as he grows along with the supply of pious concepts and manners, and — to speak paradoxically — makes his own growth the deification of the mind that nurses him. For what else had I to utter to thee, precious Father, beholding thee become the begetter of such words? Through which, as from a mountain — the height of knowledge — thou hast made known the decree on the divine doctrines, brought and issued like God-engraved tablets through the new Mediator and great Moses of our day, the priest of priests and head of the divine priesthood throughout the whole inhabited world; which the holy and alone-worshipped Trinity dictated as through an instrument, the said high priest, and by which it bound the Churches more firmly to concord, so that they set at nought the innovation concerning the faith that seemed to the many to have taken place in the city of Alexander.

For the decree that was given preserved entire that conception according to which our God-bearing Fathers handed down to the holy Churches to believe, saying that God the Word is one and the same both before the flesh and with the flesh; the flesh which he himself, for us, united to himself according to hypostasis, intellectually ensouled, assumed from the holy Theotokos and ever-virgin Mary; himself deigning to become the seed of his own incarnation, that he might also truly become man, and show, by the seedless conception and the incorrupt birth, nature innovated, and suffering no diminution by the innovation. For the mystery was God's self-chosen self-emptying, out of goodness toward men, and not a falling away from Godhead — the voluntary condescension through flesh. For he remained what he was, even becoming what he was not — for he is unchangeable; and he kept what he became, abiding what he was — for he loves man.

Δι᾿ ὧν ἐνήργει θεοπρεπῶς, δεικνὺς ὅπερ γέγονεν ἀναλλοίωτον· καὶ 593δι᾿ ὧν ἔπασχεν ἀνθρωποπρεπῶς, πιστούμενος ὅπερ ἦν μὴ τρεπόμενον. Ἐνήργει γάρ, τὰ μὲν θεῖα σαρκικῶς, ὅτι διὰ σαρκὸς φυσικῆς ἐνεργείας οὐκ ἀμοιρούσης· τὰ δ᾿ ἀνθρώπινα θεϊκῶς, ὅτι κατὰ θέλησιν ἐξουσιαστικῶς, ἀλλ᾿ οὐ κατὰ περίστασιν τὴν τῶν ἀνθρωπίνων παθημάτων προσίετο πεῖραν. Οὔτε γὰρ τὰ θεῖα θεϊκῶς, ὅτι μὴ γυμνὸς ὑπῆρχε Θεός· οὔτε τὰ ἀνθρώπινα σαρκικῶς, ὅτι μὴ ψιλὸς ἄνθρωπος ἦν. Διὰ τοῦτο τὰ θαύματα δίχα πάθους οὐκ ἦν· καὶ τὰ παθήματα χωρὶς οὐχ ὑπῆρχε θαύματος· ἀλλὰ τὰ μὲν, ἵν᾿ εἴπω τολμήσας, οὐκ ἀπαθῆ· τὰ δὲ προδήλως θαυμάσια· καὶ ἄμφω παράδοξα, ὅτι καὶ θεῖα [καὶ ἀνθρώπινα] ὡς ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ προερχόμενα Θεοῦ Λόγου σεσαρκωμένου, δι᾿ ἀμφοτέρων πιστουμένου πραγματικῶς, τὴν τῶν ἐξ ὧν, καὶ ἅπερ ὑπῆρχεν ἀλήθειαν. Τὸ γὰρ ἔκ τινων ἀσυγχύτως ἑνώσει Διαφόρων δηλονότι κατὰ οὐσίαν, ἤγουν θεότητος καὶ ἀνθρωπότητος. Quæ scilicet essentialiter distincta sint, id est, ex deitate et humanitate. τῇ κατὰ σύνοδον φυσικὴν ἀποτελούμενον, καὶ τὰς φύσεις ἐξ ὧν συνέστηκεν ἀτρέπτους διατηρεῖ, καὶ τὰς αὐτῶν συστατικὰς ἀμειώτως διασώζει δυνάμεις, εἰς ἑνὸς ἔργου συμπλήρωσιν· εἴτε πάθος, εἴτε θαῦμα τὸ γινόμενον ἦν, κατὰ τὴν εἰκόνα τοῦ θαυμαστοῦ σου, Πάτερ, καὶ τῷ μυστηρίῳ τῆς θείας σαρκώσεως προσφυοῦς παραδείγματος, τῆς ἐκπυρωθείσης μαχαίρας, ἧς τὴν τομὴν ἐπιστάμεθα καυστικήν, καὶ τὴν καῦσιν οἴδαμεν τμητικήν. Πυρὸς γὰρ καὶ σιδήρου καθ᾿ ὑπόστασιν γέγονε σύνοδος, μηδετέρου τῆς κατὰ φύσιν διὰ τὴν πρὸς θάτερον ἕνωσιν ἐκστάντος δυνάμεως· μήτε μὴν Fr. μηδὲ μήν. ἄφετον ταύτην κεκτημένον μετὰ τὴν ἕνωσιν, καὶ τῆς τοῦ συγκειμένου καὶ συνυφεστῶτος κεχωρισμένην. Ταύτην μὲν οὖν εὗρον ἐγὼ τοῖς ὑμετέροις γράμμασι σοφῶς ἐνυφανθεῖσαν τὴν τῶν θείων δογμάτων ἀκρίβειαν, ἧς κατὰ τὴν ἐνοῦσάν μοι περὶ τὸ νοεῖν μετρίαν δύναμιν ἐπιστήσας τὸν νοῦν, ηὐξάμην ἱκανωθῆναι ταύτην φυλάξαι, καὶ τῇ διανοίᾳ κατασχεῖν, ὑπὸ λήθης τινὸς μὴ δεχομένην περιγραφήν. Σὺ δὲ, θεοτίμητε Πάτερ, συμπάθησόν μοι τῷ σῷ δούλῳ, καὶ τὴν δέουσαν ὡς φιλάνθρωπος παράσχου συγγνώμην, ἀδυνατοῦντι πρὸς τὴν τῶν κεκελευσμένων ἐγχείρησιν. Καὶ μή μου καταγνῷς ἀπείθειαν· ἀλλὰ μᾶλλον ἀπόδεξαί με τῆς οἰκείας ἀμαθίας ἐπιγνώμονα γενέσθαι σπουδάζοντα.

Through what he operated in a manner befitting God, showing what he became unaltered; and 593through what he suffered in a manner befitting man, giving assurance that what he was was not changed. For he operated the divine things fleshly, since through flesh not without a share of natural operation; and the human things divinely, since it was by volition, with authority, and not by force of circumstance, that he admitted the experience of human sufferings. For neither the divine things divinely, since he was not God naked; nor the human things fleshly, since he was not mere man. Therefore the miracles were not without passion, and the sufferings were not without miracle; but the former — if I may speak boldly — not impassible, the latter manifestly wondrous; and both paradoxical, because both divine [and human], as proceeding from one and the same God the Word incarnate, who through both gave real assurance of the truth of the things from which, and which, he was. For what is brought to completion from certain things without confusion, by the natural union that is by concourse, both keeps unchanged the natures from which it is constituted, and preserves undiminished their constitutive powers, for the fulfilment of one work, whether what came to pass was passion or miracle; after the image of thy wonderful example, Father, so apt to the mystery of the divine incarnation: the sword heated in the fire, whose cut we know to be burning, and whose burning we know to be cutting. For a concourse of fire and iron has come about according to hypostasis, neither having departed from its power according to nature because of the union with the other; nor indeed possessing it at large after the union, and separated from that with which it is compounded and co-subsists.

This, then, is the exactness of the divine doctrines that I found wisely woven into your letters; upon which, according to the moderate power of thinking that is in me, I fixed my mind, and prayed to be made sufficient to guard it and to hold it fast in my understanding, admitting no erasure from any forgetting. But thou, God-honoured Father, have sympathy with me thy servant, and, as one who loves man, grant the pardon due to one who is unable to undertake what has been commanded. And do not condemn me of disobedience, but rather approve me as one eager to become aware of his own ignorance. For rashness is hateful, and the first offspring of the uttermost ignorance; in which the disease of pride is wont to show itself through, fashioning in those it has seized a habit opposed to God.

Μισητὸν γὰρ τὸ προπετὲς, καὶ πρῶτον τῆς ἐσχάτης ἀγνοίας γέννημα· καθ᾿ ὃ πέφυκεν ἡ τῆς ὑπερηφανίας διαφαίνεσθαι νόσος, ἕξιν δημιουργοῦσα τοῖς αὐτῇ κατειλημμένοις ἀντίθεον· καὶ δέξαι μου παντὸς πάθους καθαρὰν τὴν ἐπὶ τοῦτο παραίτησιν· καὶ μὴ ἀπώσῃ με τοὺς αὐτούς σοι προβαλλόμενον λόγους, οὓς ἐπὶ τοῖς τοιούτοις πρὸς τὸν Θεὸν Μωῡσῆς πρότερον καὶ Ἱερεμίας ὕστερον προὐβάλλοντο· ὁ μὲν, Δέομαι, Κύριε, 596λέγων, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ᾿ οὗ ἤρξω λαλεῖν πρός με· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι. Ὁ δὲ, Ὁ ὤν, Δέσποτα Κύριε, φάσκων, οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερός εἰμι. Ἐπ᾿ ἀληθείας γὰρ ἰσχνόφωνός εἰμι καὶ βραδύγλωσσος, καὶ τῆς ἐπὶ τῷ λαλεῖν τὰ καλὰ συνέσεως ἐστερημένος· μήτε νοῦν ἔχων ἐπιβάλλοντα τοῖς θείοις, μήτε τὸν κατὰ προφορὰν λόγον, ἐξυπηρετεῖσθαι τῷ μεγέθει τῶν ζητηθέντων δυνάμενον. Νεάζω γὰρ ἔτι τοῖς πάθεσι, καὶ πλεονεκτοῦσαν τὸν νόμον τοῦ πνεύματος κέκτημαι τῆς σαρκὸς τὴν ἐπανάστασιν. Ὁπόταν καὶ εἰ δῶμεν καθ᾿ ὑπόθεσιν μηδὲν λείπεσθαι· με τῆς ἐν τούτοις δυνάμεως, τίς οὕτω θρασὺς ὑπάρχει καὶ τολμηρός, ὥστε τοῖς οὕτω κατὰ θείαν ψῆφον ἱεραρχικῶς θεσπισθεῖσιν, ἐπιδιατάττεσθαι ; Παρακαλῶ δὲ μᾶλλον τιμίοις σου γράμμασιν ὁρισμῷ μοι διασαφῆσαι, τίς ἡ ἐνέργεια, καὶ ποσαχῶς ἡ ἐνέργεια, καὶ τί παρὰ ταύτην ἐπὶ τὸ ἐνέργημα· καὶ τίνα τούτων φαμὲν, πρός τε τὸ ἔργον καὶ τὴν πρᾶξιν τὴν διαφορὰν, ἵνα ἔχω τῶν γραφέντων γινώσκειν τὴν δύναμιν. Οὔπω γὰρ ἀκριβῶς ἐπιστῆσαι δεδύνημαι, τίνα καὶ πῶς λεγομένην ἢ νοουμένην ἐκδέξασθαι χρὴ τὴν μίαν ἐνέργειαν. Οὐχ ἁπλῶς γὰρ φωνὰς ἀσήμους προφέρομεν Fr. προσφέρομεν., ἀλλ᾿ ἐννοίας ταῖς φωναῖς διασημαίνομεν. Δι᾿ ἣν αἰτίαν, φωνὰς μὲν πολλάκις παραχωροῦντας εὗρον τοὺς θεηγόρους Πατέρας Greg. orat. 20 et 44 et alibi., ἐννοίας δὲ οὐδαμῶς· ὅτι μὴ ἐν συλλαβαῖς, ἀλλ᾿ ἐν νοήμασι τε καὶ πράγμασι τὸ τῆς σωτηρίας ἡμῶν ὑπάρχει μυστήριον. Τὸ μὲν γὰρ ἐποίουν, εἰρήνην φροντίζοντες· τὸ δὲ, ψυχὰς τῇ ἀληθείᾳ στηρίζοντες. Καὶ ταῦτα μὲν περὶ τούτων. Δέομαι δὲ, Πάτερ τίμιε, τῆς σῆς ἁγιότητος, εὐμενῶς τοὺς τοῦτο τὸ μέτριον ἐπιφερομένους γράμμα· θείους προσδέξασθαι Πατέρας, διὰ χρείαν λυσιτελοῦσαν τῷ κοινῷ τάγματι τῶν μοναχῶν, ἑαυτοὺς εἰς τοῦτον πλοῦν ἐπιδεδωκότας· καὶ πάντα γενέσθαι αὐτοῖς καταδέξασθαι, ὅσα τῆς θείας ἐντολῆς ὁ ἀκριβὴς βούλεται λόγος, τοὺς τῶν θείων ἐφιεμένους, καὶ μονώτατον τοῦ οἰκείου βίου τὸν σαρκωθέντα Λόγον ἔχοντας ὑποτύπωσιν.

And accept my excuse in this as pure of every passion; and do not thrust me away when I put forward to thee the same words which, in such matters, Moses earlier and Jeremiah later put forward to God: the one, I pray, Lord, 596saying, I am not sufficient before yesterday nor before the third day, nor since thou didst begin to speak to me: I am weak of voice and slow of tongue; Exod. iv, 10. the other, O thou who art, Master Lord, saying, I know not how to speak, for I am a youth. Jerem. i, 6. For in truth I am weak of voice and slow of tongue, and bereft of the intelligence for speaking what is good; having neither a mind that reaches to divine things, nor the word of utterance able to serve the greatness of what was asked. For I am still youthful in the passions, and I have the insurrection of the flesh getting the better of the law of the spirit. And even if we grant, by hypothesis, that I lack nothing of the power for these things, who is so bold and daring as to add ordinances to what has thus been decreed hierarchically by divine decree? I beg thee rather to make clear to me in thy precious letters, by a definition, what operation is, and in how many ways operation is said, and what, beside it, belongs to the effect of operation; and what difference we assert of these with respect to the work and to the action, so that I may be able to know the force of what has been written. For I have not yet been able to determine exactly which, and how said or understood, one must take the one operation. For we do not simply utter meaningless sounds; we signify conceptions by the sounds. For which reason I have found the God-speaking Fathers often conceding words, but conceptions never; because the mystery of our salvation lies not in syllables, but in concepts and realities. For the one they did, taking thought for peace; the other, establishing souls in the truth. So much on these things.

I beg thy holiness, precious Father, to receive kindly the divine Fathers who bear this modest letter, who have given themselves to this voyage for a need profitable to the common order of monks; and to consent that all be done for them that the exact word of the divine commandment wills for those who aspire to divine things and have the incarnate Word as the one and only pattern of their own life.

Ἄξιοι γὰρ τυγχάνουσι τῆς 597ὑμετέρας ἐπὶ τούτῳ σπουδῆς, ὅτι τὸν θεῖον ἕλκουσιν ἀμέμπτως τῆς ἀρετῆς τε καὶ τῆς γνώσεως ζυγόν. Δέδοικα δὲ ταῦτα γράφων μὴ παρρησίας ἀκαίρου καὶ ἀπειροκαλίας παρὰ τοῖς οὐκ εἰδόσι σε, Πάτερ, καὶ τῆς σῆς πεῖραν οὐκ εἰληφόσι συγκαταβάσεως, ὄνειδος ἀπενέγκωμαι· καὶ λεχθῇ καὶ περὶ ἐμοῦ δικαίως, ὅπερ τις τῶν ἔξω τοῦ καθ᾿ ἡμᾶς λόγου σοφῶν ἔφη, θεασάμενος ἐπί τινι φυσηθέντα τινὰ τῶν ἀπειροκάλων· Ἐξέμηνε πρὸς ὕβριν μωρὸν, σοφὸς μειδιάσας. Ἐν πᾶσιν οὖν, ἅγιε Πάτερ, συγχώρησόν μοι τῷ σῷ δούλῳ, καὶ ταῖς σαῖς πανιέροις εὐχαῖς ἐξιλέωσόν μοι Χριστὸν τὸν Θεὸν, ὃν διὰ παντὸς τῇ τε τοῦ νοῦ καθαρότητι, καὶ τῇ ἀκριβείᾳ τοῦ βίου θεραπεύεις.

Κ΄. — Τοῦ αὐτοῦ πρὸς Μαρῖνον μονάζοντα. Ἐγὼ μὲν εἰδὼς τῶν οἰκείων πλημμελημάτων τὸ πλῆθος, καὶ τὴν ἐπ᾿ αὐτοῖς ὡς εἰκὸς διαδεξομένην με κατάκρισιν, μετὰ τὴν ταύτης ἀπόλειψιν τῆς ζωῆς καθορῶν· καὶ οἷον ἐκεῖνο τὸ μέγα καὶ φρικτὸν δικαστήριον κατὰ ψυχὴν ἤδη συνηθροισμένον κατανοῶν, ἐφ᾿ οὗπερ κατ᾿ ἀξίαν ἕκαστος ὧν πεπράχαμεν τὰς ἀμοιβὰς ἀποληψόμεθα· τὴν σιωπὴν σύνοικον ἔχειν διενοήθην, τῶν ὑπὲρ ἐμὲ θείων λόγων, ὥς γέ μοι δοκεῖ, παντοίως φειδόμενος, μή πως πλέον κατακριθῶ καὶ δικαιότερον, ὡς λόγους Θεοῦ προφέρων ὑπ᾿ ἐμοῦ τῇ τῶν ἀγαθῶν ἔργων ἀπραξίᾳ νενεκρωμένους, καὶ διὰ τοῦτο τοῖς ἀκούουσι τὴν ἐν χάριτι ζωὴν παρασχεῖν οὐ δυναμένους· καὶ τοὺς τῶν ἀρετῶν παραδεῖξαι τρόπους ἐν τῇ πολιτείᾳ μου τοῦ λέγοντος οὐκ ἰσχύοντας· καὶ γένωμαι τῆς μελλούσης ὑπόδικος ἀπειλῆς, ὡς οὐ μόνον αὐτὸς ἐν ἐμαυτῷ διὰ τῶν πονηρῶν μου τρόπων τοὺς ζωοποιοὺς τοῦ Θεοῦ καταφονεύσας λόγους, ἀλλὰ καὶ τοῖς ἀκούουσι τῆς πρὸς αὐτοὺς καταφρονήσεως εἰκόνα ζῶσαν, καὶ πᾶσι κατάδηλον, τὴν ὅλην μου τοῦ βίου πονηρὰν ἀναστροφὴν παρεχόμενος. Ἐγὼ μὲν οὖν, ὡς εἶπον, ταῦτα καὶ εἰδὼς καὶ φοβούμενος, τὴν περὶ τὸ λέγειν τε καὶ γράφειν τοὺς θείους λόγους προθυμίαν ἀπεσεισάμην, ὧν οὐκ ἔχω τὴν ἐργασίαν, διακενῆς τοὺς ἐπαίνους παρὰ τῶν ἀκουόντων κομίζεσθαι μεγίστην ἀδικίαν εἶναι κρίνων, καὶ ζημίαν ὀλέθριον.

For they are worthy of 597your zeal in this, because they draw blamelessly the divine yoke of virtue and of knowledge. I fear, writing these things, lest I carry off a reproach of untimely boldness and tastelessness among those who do not know thee, Father, and have had no experience of thy condescension; and lest there be said justly of me too what one of the wise outside our word said, seeing one of the tasteless puffed up over something: A wise man, by smiling, has maddened a fool to insolence. In all things, then, holy Father, forgive me thy servant, and by thy all-holy prayers make Christ God propitious to me, whom thou servest continually by purity of mind and exactness of life.

LETTER 20

Of the same, to Marinus the monk.

I, knowing the multitude of my own offences, and seeing the condemnation that, as is likely, will receive me for them after the departure from this life; and considering that great and dread tribunal as though already assembled in my soul, before which each of us shall receive, according to desert, the requitals of what we have done, had resolved to keep silence as my housemate, sparing in every way the divine words that are above me, as it seems to me at least; lest I be condemned more, and more justly, as bringing forth words of God put to death by me through my inaction in good works, and therefore unable to furnish to the hearers the life that is in grace, and unable to display the manners of the virtues in the conduct of me who speak; and lest I become liable to the threat to come, as not only having myself, within myself, murdered through my evil manners the life-giving words of God, but also presenting to the hearers the whole evil conduct of my life as a living image, plain to all, of contempt for those words. I then, as I said, both knowing and fearing these things, shook off my eagerness for speaking and writing the divine words, judging it the greatest injustice, and a ruinous loss, to carry off vain praises from the hearers for things of which I have not the working.

Ἐπειδὴ δὲ νενίκηκέ μου τῆς σιωπῆς τὴν ψῆφον ταῖς πολλαῖς τῶν θείων ἐπῳδαῖς λογισμῶν, ὁ πολὺς τὴν φρόνησιν, καὶ πάντα μοι τίμιος ὁ ὁσιώτατος ἡγούμενος, ὃν οὐκ ἠδυνήθην ἀπώσασθαι διὰ τὴν ἐμπρέπουσαν αὐτῷ κατὰ θείαν σύνεσιν τῶν ἀρετῶν καλλονήν· καὶ ταύτην ἐβιάσατό με χαράξαι τὴν μετρίαν συλλαβὴν πρὸς τὴν σὴν θεοσέβειαν, μέρη τινὰ τῶν κατὰ Θεόν σου κατορθωμάτων ἀφηγησάμενος, καὶ ὠφελήσας τὰ μέγιστα· δεῖν ᾠήθην ἐκεῖνα κατ᾿ ἐπιτομὴν εἰπεῖν, ὅσα σοί τε κἀμοὶ, καὶ πᾶσι τοῖς ἀκούειν ἐθέλουσι συμφέρον ἐστὶ καὶ σωτήριον. 600Δαβὶδ ὁ μέγας προφήτης καὶ βασιλεὺς, τοῖς ἀγαπᾶν τὸν Θεὸν προθεμένοις, καὶ πάντων τῶν ἐπὶ γῆς τὴν ἔνθεον σωτηρίαν προελομένοις, τὴν ἀληθῶς γνωστικὴν ὁδὸν παραδεικνὺς τῶν θείων ἀρετῶν, καὶ τὴν ἔμπρακτον τῆς γνώσεως θύραν ὑπανοίγων, φησίν· Ἀρχὴ σοφίας φόβος Κυρίου· σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Εἰ δὲ σοφίας ἀρχὴ καθέστηκεν ὁ φόβος, τέλος δηλαδὴ σοφίας, ἡ ἀγαθὴ πέφυκεν εἶναι σύνεσις, τοῖς ποιοῦσιν αὐτήν. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὅση δύναμις τὸν φόβον τοῦ Θεοῦ κτήσασθαι σπουδάσωμεν, καὶ τὴν σύνεσιν τὴν ἀγαθήν. Τὸν μὲν φόβον, ἵνα φύγωμεν τῆς ἁμαρτίας τοὺς μολυσμούς, τῇ προσδοκίᾳ τῶν αἰωνίων κολάσεων αὐτοὺς τῆς ψυχῆς ἐκτινάσσοντες· τὴν δὲ σύνεσιν, ἵνα πάντων ποιηταὶ τῶν θείων ἐπιστήμονες ἀποδειχθῶμεν θελημάτων. Ὁ γὰρ φοβούμενος τὰς ἐπὶ ταῖς παραβάσεσι τῶν θείων ποινὰς ἐντολῶν, τοῖς μολύνουσιν αὐτοῦ τὴν ψυχὴν οὐχ ἀλίσκεται πάθεσιν· καὶ ὁ τὴν σύνεσιν τὴν ἀγαθὴν ἐνδιαθέτως ἔχων, κατὰ τὸν δέοντα λόγον διακρίνουσαν τῶν αἰωνίων τὰ πρόσκαιρα, πᾶσι γίνεται τοῖς θείοις κατάκομος ἀγαθοῖς, μηδενὶ τρόπῳ τὴν ἐν αὐτῷ γνῶσιν ἀργεῖν δειχθῆναι παρασκευάζων. Ὡς γὰρ ὁ φόβος ἐν τοῖς ἀληθῶς τὸν Θεὸν φοβουμένοις, τῶν ἀκαθάρτων γίνεται παθῶν ἀναιρέτης· οὕτως καὶ ἡ σύνεσις τῶν ἀληθῶς συνετῶν, πασῶν γίνεται δημιουργὸς τῶν ἀρετῶν. Οὐκοῦν φοβηθῶμεν τὸν Θεὸν, καὶ μηδὲν ὧν μὴ βούλεται πράξωμεν· καὶ τὴν αὐτοῦ σύνεσιν ἀγαπήσωμεν· καὶ μηδὲν ὧν βούλεται πράττειν καταμελήσωμεν· Μισεῖ γὰρ πᾶσαν ἀνομίαν ὁ τὸν Θεὸν φοβούμενος, καὶ ἀγαπᾷ πᾶσαν δικαιοσύνην, ὁ τὴν ἀγαθὴν εἰσοικισάμενος σύνεσιν. Σημαίνει γὰρ ὥσπερ τὸν φοβούμενον τὸ πρὸς τὴν ἀνομίαν μῖσος· οὕτως καὶ ἡ πρὸς τὴν δικαιοσύνην ἀγάπη, κατάδηλον ποιεῖται τὸν συνετόν. Μὴ τοίνυν κατηφείας ἤθεσι μόνοις τὸν φόβον σχηματισώμεθα, μηδὲ μέχρι τῶν φαινομένων τρόπων ὑπάρχουσαν τὴν εὐλάβειαν δείξωμεν· ἀλλὰ διαθέσει ψυχῆς, καὶ ταπεινώσει καρδίας πυκνοῖς κατὰ τὸ βάθος στεναγμοῖς κατησφαλισμένης· καὶ τῇ μάστιγι τῆς τῶν προημαρτημένων μνήμης κατὰ τὴν συνείδησιν ἀφανῶς πληττομένης, καὶ διὰ τοῦτο τῇ πρὸς ἑαυτὴν συστολῇ τὰ τῶν ἄλλων πταίσματα παντελῶς ὁρᾷν οὐχ ἀνεχομένης. Ὁ γὰρ μόνοις τοῖς ἤθεσι τὸν τοῦ Θεοῦ φόβον ὑποκρινόμενος, οὐδὲν τοῦ πιθήκου τὸ σύνολον διενήνοχεν, ἀνθρώπων ἤθη μιμουμένου καὶ σχήματα.

But since the most holy abbot, great in prudence and in all things precious to me, has overcome the verdict of my silence with the many charms of divine thoughts — he whom I could not thrust away, because of the beauty of the virtues that shines in him according to divine intelligence; and he has compelled me to engrave this modest syllable to thy godliness, having related some parts of thy achievements according to God, and having profited me exceedingly — I thought it needful to say in summary those things that are profitable and saving to thee and to me, and to all who wish to hear.

600David, the great prophet and king, showing those who have resolved to love God, and have chosen the divine salvation above all things on earth, the way of the divine virtues that is truly of knowledge, and opening the door of knowledge that lies in practice, says: The beginning of wisdom is the fear of the Lord, and a good intelligence to all who do it. Psal. cx, 10. If, then, the fear is the beginning of wisdom, the end of wisdom, clearly, is by nature the good intelligence, for those who do it. And if these things are so, let us be zealous with all our power to acquire the fear of God, and the good intelligence: the fear, that we may flee the defilements of sin, shaking them out of the soul by the expectation of the everlasting punishments; the intelligence, that we may be shown skilled doers of all the divine wills. For he who fears the penalties for transgressions of the divine commandments is not caught by the passions that defile his soul; and he who has inwardly the good intelligence, which distinguishes, by the reason that is due, the temporal from the everlasting, becomes luxuriant with all the divine goods, contriving that the knowledge in him be shown in no way idle. For as fear, in those who truly fear God, becomes the destroyer of the unclean passions, so also the intelligence of the truly intelligent becomes the craftsman of all the virtues. Let us then fear God, and do nothing of what he does not wish; and let us love his intelligence, and neglect to do nothing of what he wishes. For he who fears God hates all lawlessness, and he who has made the good intelligence his house-guest loves all righteousness. For as hatred of lawlessness signifies the one who fears, so also love of righteousness makes manifest the intelligent man.

Let us not, then, put on fear in the bearing of dejection alone, nor show our reverence as going no further than the manners that appear; but by a disposition of soul and a humility of heart made fast by frequent groanings in the depth, and struck invisibly in the conscience by the scourge of the memory of former sins, and therefore, by its contraction upon itself, not bearing at all to look at the stumblings of others. For he who feigns the fear of God by bearing alone differs not at all from the ape, which imitates the bearing and the postures of men.

Τοῦτο γὰρ τὸ ζῶον ἐν τετράποσι, τῆς ἀνθρωπίνης φύσεως πόρρω κατὰ φύσιν διεστηκός, τῇ τῶν ἠθῶν μιμήσει τοῖς θεωμένοις ἄνθρωπος εἶναι δοκεῖ, μηδὲν φύσει κεκτημένος ἀνθρώπινον· ὥσπερ καὶ ὁ τὰ μὲν ἤθη τῶν ἀληθῶς φοβουμένων τὸν Κύριον πρὸς τὴν τῶν ὁρώντων ἀπάτην μιμούμενος, τὴν δὲ τῆς γνώμης διάθεσιν οὐκ ἔχων κατὰ τὸ ἴσον ἐκείνοις 601τῷ θείῳ φόβῳ πεποιωμένην, Σαδδουκαῖός τις ἕτερος ἢ Γραμματεὺς, καὶ ὤν, καὶ καλούμενος· τὸ μὲν σχῆμα σώζων τῆς εὐλαβείας μετ᾿ εὐπρεπείας τῆς ἔξωθεν παντελῶς δὲ τοῦ πράγματος διὰ τὴν ἀκάθαρτον ἐν τῷ βάθει που κειμένην τῆς ψυχῆς πρὸς τὰ πάθη φιλίαν ἀπολειπόμενος. Μηδὲ πάλιν μόνῃ προφορᾷ λόγων πρὸς κάλλος ἀπεξεσμένων τὴν θείαν γνῶσιν ἐπιδειξώμεθα· μηδὲ μέχρι ψιλοῦ τοῦ δύνασθαι μόνον λαλεῖν δίχα τοῦ πράττειν, εἶναι τὴν ἀγαθὴν ὁρισώμεθα σύνεσιν· ἀλλὰ διαθέσει ψυχῆς κατὰ τὴν πρᾶξιν ταῖς ἀρεταῖς ποιωθείσης, καὶ διὰ τοῦτο πράξει μὲν τὸ φέγγος λαμπρυνούσης τῆς γνώσεως· γνώσει δὲ τὸν τόνον φαιδρυνούσης τῆς πράξεως· ἵνα τῷ κατὰ τὴν ἀγαθὴν σύνεσιν πόθῳ τοῦ Θεοῦ συνελθὼν διὰ τῶν πραγμάτων ὁ φόβος, τελείαν ἡμῖν τὴν θείαν ἐργάσωνται σοφίαν· ἐν μὲν τῇ κατὰ τὸν θεῖον φόβον ἀποχῇ τῶν κακῶν ἀρχομένην, ἐν δὲ τῇ πράξει τῶν ἐντολῶν κατὰ τὴν ἀγαθὴν σύνεσιν τελειουμένην. Ὁ γὰρ ἐν μόνῃ ψιλῇ τῇ προφορᾷ τῶν θείων λόγων εἶναι τὴν σύνεσιν διοριζόμενος, ἔοικε ψιττακῷ, τοὺς ἀνθρωπίνους μιμηλευομένῳ λόγους. Τοῦτο γὰρ μονώτατον τὸ ζῶον ἐν τοῖς πτηνοῖς, τοὺς ἀνθρωπίνους διδασκόμενον ὑποκρίνεται λόγους, μηδὲν ἔχων παντελῶς κατὰ τὴν φύσιν ἀνθρώπινον· ὥσπερ καὶ ὁ μέχρι μόνης τῆς ψιλῆς προφορᾶς, τοὺς μὲν τῶν ἀληθῶς συνετῶν λόγους πρὸς τὴν τῶν ἀκουόντων κατάπληξιν μιμηλευόμενος, τὴν δὲ τῆς γνώσεως ἕξιν οὐκ ἔχων τῇ πράξει τῶν ἀρετῶν πεποιωμένην, Φαρισαῖός τις ἄλλος ὡς ἀληθῶς, ἢ ψεκτὸς ἱερεὺς καὶ ὢν καὶ καλούμενος· τὴν μὲν σύνεσιν τῇ προφορᾷ μόνῃ τῶν λόγων ὑποκρινόμενος· αὐτῆς δὲ τῆς ὄντως ἐν τοῖς ἔργοις ἐχούσης τὸ εἶναι σοφίας παντελῶς ἀπολειπόμενος· καὶ διὰ τοῦτο μέγα φυσῶν, καὶ τῇ ἀλαζονείᾳ τῆς ὑποτρεφούσης αὐτοῦ τὴν κατὰ νοῦν ὑπερηφανίαν οἰήσεως, κατὰ τοῦ λόγου τῆς ἀληθείας ἱστάμενος· οὐκ εἰδώς, ὡς ἔοικεν, ὅτι δαιμόνων θεολογία προδήλως, ἡ τῶν ἐπ᾿ αὐτῇ διὰ φιλοδοξίαν μέγα φυσώντων καθέστηκε δίχα πράξεως γνῶσις· ἐπιτιμῶντα διαρρήδην Ἰησοῦν ἔχουσα, τὸν δῆθεν θεολογούμενον, κἂν ὁ τοιοῦτος τῷ πάθει κρατούμενος οὐκ αἰσθάνεται.

For this animal among the four-footed, standing by nature far from human nature, seems to those who watch it, by its imitation of bearing, to be a man, though it possesses by nature nothing human; just as he too who imitates the bearing of those who truly fear the Lord, to deceive those who see him, but has not the disposition of inclination 601imbued, equally with them, by the divine fear, is another Sadducee or Scribe, both being one and being called one: keeping the outward form of reverence, with seemliness from without, but falling altogether short of the reality, because of the unclean friendship for the passions that lies somewhere in the depth of the soul.

Nor again let us display divine knowledge by the mere utterance of words polished for beauty; nor define the good intelligence as going no further than the bare being able to speak, without doing; but by a disposition of soul imbued through practice with the virtues, and therefore brightening by practice the splendour of knowledge, and by knowledge making radiant the tension of practice; so that fear, coming together through deeds with the longing for God that accords with the good intelligence, may work the divine wisdom perfect in us: beginning in the abstention from evils that accords with the divine fear, and brought to perfection in the practice of the commandments according to the good intelligence. For he who defines intelligence as lying in the mere bare utterance of the divine words is like a parrot mimicking human words. For this animal, alone among the birds, being taught, feigns human words, though it has by nature nothing at all human; just as he too who, going no further than bare utterance, mimics the words of the truly intelligent to astonish the hearers, but has not the habit of knowledge imbued with the practice of the virtues, is truly another Pharisee, or a blameworthy priest, both being one and being called one; feigning intelligence by the mere utterance of words, but falling altogether short of the wisdom itself that truly has its being in deeds; and therefore greatly puffed up, and, by the boastfulness of the conceit that nourishes the pride of his mind, standing against the word of the truth; not knowing, it seems, that knowledge without practice, in those who are greatly puffed up over it for love of glory, is manifestly a theology of demons, having Jesus expressly rebuking it Luc. iv, 33. — the one of whom it would speak as God; even if such a man, held fast by the passion, does not perceive it.

Διά τοι τοῦτο φόβῳ φοβηθῶμεν ἡμεῖς τὸν Θεὸν, καὶ παντὸς ῥύπου σαρκὸς καὶ πνεύματος ἑαυτοὺς ἐλευθερώσωμεν, μὴ συγχωροῦντες, τὸν νόμον τῆς σαρκὸς διὰ τῆς ἐπαινουμένης τῶν μελῶν νεκρώσεως ἐπαναστῆναι τῷ νόμῳ τοῦ πνεύματος· μηδὲ μόνοις τοῖς κατ᾿ ἦθος φαινομένοις τρόποις περιγράψωμεν τοῦ θείου φόβου τὴν μεγαλοπρέπειαν· ἀλλὰ τῆς ἐντὸς κατὰ ψυχὴν καλῆς διαθέσεως κήρυκα ποιησώμεθα τὴν περὶ τὸ ἦθος καταστολὴν, ἵνα φύγωμεν τὴν μέλλουσαν τοῦ πυρὸς ἀπειλήν· καὶ τὴν σύνεσιν τὴν ἀγαθὴν τῇ πράξει τῶν ἐντολῶν κατακοσμήσωμεν, ἵνα μὴ νεκροὺς, ὡς κενόδοξοι, περιφέρωμεν λόγους, καὶ τῆς κατὰ τὴν πρᾶξιν τῶν ἐντολῶν ἐστερημένους ζωῆς· ἀλλ᾿ ἐμπράκτους τοὺς θείους λόγους 604ποιήσωμεν, εἰρήνην μετὰ πάντων διώκοντες καὶ ἀγάπην· χρηστότητός τε καὶ πραότητος ἐπιμελούμενοι, καὶ μακροθυμίας καὶ τῆς ἐν πᾶσι πρὸς πάντας ἀνοχῆς· μεθ᾿ ὑπομονῆς τὰ συμβαίνοντα φέροντες, καὶ εὐχαριστίας· καὶ ὡς θεῖα δόγματα [δόματα], τὰς θλίψεις ἀκατασείστως δεχόμενοι· μηδὲν πρὸς τοὺς λόγου, τῆς διὰ τούτων συμφερόντως διεξαγούσης ἡμῶν τὴν ζωὴν προνοίας ἀντιτείνοντες, ὅπως τύχωμεν τῆς αἰωνίου ζωῆς μετὰ πάντων τῶν ἁγίων, κατατρυφῶντες τῶν μελλόντων ἀγαθῶν, ἐν τῇ διαμονῇ τῆς τῶν αἰωνίων μακαριότητος, λέγοντος πρὸς ἡμᾶς ἀκούοντες τοῦ Θεοῦ· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· καὶ εὐφρανθῶμεν ἐκείνων ἀπολαύοντες τῶν ἀποῤῥήτων ἀγαθῶν, Ἅπερ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

ΚΑ΄. — Τοῦ αὐτοῦ πρὸς ἁγιώτατον ἐπίσκοπον Κυδωνίας Est hæc quam Caneam vocant in Creta insula, nuper ditionis Turcarum facta: cujus metropolis postmodum sortem secuta est.. Αὐτὸν ἑαυτῷ τὸν Θεὸν ἴσον ὕψει τε καὶ βάθει, δι᾿ εὐσεβοῦς ἐρεύνης τοῦ μυστηρίου τῆς περὶ ἡμᾶς αὐτοῦ οἰκονομίας διαγνοὺς ὁ θεοφύλακτός μου δεσπότης, καὶ θαυμάσας πῶς ὁ ὅρος τῇ ἀοριστίᾳ, τἀναντία καὶ ἀμιγῆ, περὶ αὐτὸν συναφθέντα, δι᾿ ἀλλήλων ἔσχε τὴν δήλωσιν· τῆς μὲν ἀπειρίας τῷ ὅρῳ ἀῤῥήτως συνορισθείσης· τοῦ δὲ ὅρου ὑπερφυῶς τῇ ἀπειρίᾳ συναπλωθέντος· αὐτὸν δὲ περὶ ὃν ταῦτα κατ᾿ ἄμφω ταυτὸν ἑαυτῷ, μηδὲν τὸ παράπαν ἑαυτοῦ καθυφέντα κατὰ τὸ ἄπειρον, ὡς κατὰ φύσιν μετὰ ἀόριστον, κατ᾿ οἰκονομίαν δὲ, ἀκατάληπτον καὶ ὄντα καὶ γινωσκόμενον· τό τε ὕψος τῆς θεϊκῆς δόξης ἀδιανόητον ἔχοντα, καὶ τὸ βάθος τῆς οἰκονομικῆς συγκαταβάσεως ἀπερίπληπτον, ἐμφρόνως ἑαυτὸν κηροῦ δίκην, ὥσπερ σφραγίδι τῷ Θεῷ εὐείκτως ὑπέθηκεν, ὃν δι᾿ ὅλου εἰς τὸ βλάθος ἐντυπωθέντα δεξάμενος, ἀρίδηλον μίμημα τῆς θείας ἑαυτὸν κατέστησε μακαριότητος. Σοφῶς γὰρ τοῖς θείοις ἑαυτὸν ἐναμείψας τρόποις· τῷ μὲν ταπεινῷ τῆς φύσεως, δι᾿ ἀρετῆς ἐκέρασε τὸ τῆς ἀξίας ἀνάστημα· τῷ δὲ ὕψει τῆς ἀξίας ἔμπαλιν, διὰ γνώσεως τὴν τῆς φύσεως συνεπῆρε ταπείνωσιν· καὶ θάτερον θατέρῳ παραδόξως Marg. Μάθοις ὅσον πέφυκεν ἱερωσύνη. Hinc noverit […] ἐνθεωρεῖσθαι πεποίηκε. Κατ᾿ ἄμφω γὰρ ταυτὴν ἑαυτῷ, μηδὲν ἐν ἀμφοτέροις καθυφέντα σεμνότητος, ἑαυτὸν συνετήρησε· δείξας μάλα σαφῶς, δι᾿ ὧν ἀκίβδηλον τὴν πρὸς Θεὸν ἐκτήσατο μίμησιν, ὡς τὴν ἱερωσύνην ὁ Θεὸς ἐπὶ γῆς ἀνθ᾿ ἑαυτοῦ χειροτονήσας προὐβάλετο.

Therefore let us fear God with fear, and free ourselves from every defilement of flesh and spirit, not allowing the law of the flesh, through the praised mortification of the members, to rise up against the law of the spirit; nor let us circumscribe the magnificence of the divine fear by the manners that appear in bearing alone, but let us make the composure of our bearing a herald of the good disposition within, in the soul, that we may flee the coming threat of the fire; and let us adorn the good intelligence with the practice of the commandments, that we may not, like the vainglorious, carry about dead words, bereft of the life that lies in the practice of the commandments; but let us 604make the divine words effective in practice, pursuing peace with all, and love; caring for kindness and meekness, and long-suffering, and forbearance in all things toward all; bearing what befalls with patience, and with thanksgiving; and receiving afflictions unshaken as divine gifts; in nothing resisting the principles of the providence that, through these things, conducts our life profitably; so that we may attain everlasting life with all the saints, delighting in the goods to come, in the abiding of the blessedness of everlasting things, hearing God say to us: Come, you blessed of my Father, inherit the kingdom prepared for you from the foundation of the world; Matth. xxv, 34. and may we rejoice, enjoying those ineffable goods which eye has not seen, nor ear heard, nor have they entered into the heart of man, which God has prepared for those who love him. I Cor. ii, 9.

LETTER 21

Of the same, to the most holy bishop of Cydonia.

Having come to know, through pious inquiry into the mystery of his economy toward us, that God himself is equal to himself in height and in depth, my God-guarded master, having marvelled how the limit and the limitlessness — contraries and unmixed, joined together in him — had their manifestation through one another, the infinity being ineffably limited together with the limit, and the limit being extended, beyond nature, together with the infinity; while he himself, about whom these things are, is in both the same with himself, having in no way at all lowered himself as regards the infinite, as being by nature unlimited, and by economy both being and being known as incomprehensible; having the height of the divine glory beyond thought, and the depth of the condescension of the economy uncontainable — wisely submitted himself, pliantly, like wax, to God as to a seal; and receiving him impressed wholly into his depth, he made himself a conspicuous imitation of the divine blessedness. For, wisely exchanging himself into the divine modes, with the lowliness of nature he blended, through virtue, the eminence of dignity; and with the height of dignity, conversely, he raised up together, through knowledge, the humility of nature; and he has made each to be contemplated, paradoxically, in the other.

Ἐφ᾿ ᾧτε καὶ σωματικῶς ὁρώμενος, καὶ τὰ αὐτοῦ μυστήρια τοῖς ὁρᾶν δυναμένοις μὴ διαλίπῃ φαινόμενα. 605Διὰ τοῦτο θεοειδῶς τῷ λόγῳ μετὰ τῶν τρόπων φερόμενος ὁ ἐμὸς δεσπότης, πολλήν μοι σωτηρίαν ἐνετεκτήνατο. Ὡς γὰρ τοὺς ἀνθρώπους καταλλαγῆναι τῷ Θεῷ καὶ Πατρὶ ὡς πταισθέντας μᾶλλον ἢ πταίσαντας ὁ Κύριος παρεκάλεσε, καθὼς μαρτυρεῖ λέγων ὁ θεσπέσιος Παῦλος, Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾿ ἡμῶν. Δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· ἵνα ἐντρέψῃ τῷ μεγέθει τῆς εὐεργεσίας πρὸς συναίσθησιν ἐλθεῖν τῆς οἰκείας πωρώσεως· οὕτω καὶ ὁ ἐμὸς δεσπότης, δι᾿ ἑκουσίου ὑφέσεως, εὐμηχάνως με χειρωσάμενος, τὸ μαθεῖν δόξαι παρ᾿ ἐμοῦ διὰ γραμμάτων θελῆσαι, ἅπερ διδάσκειν διὰ τὴν ἀξίαν προβέβληται, κἂν ὀψέ ποτε τῆς οἰκείας ἀμαθίας κατέστησεν ἐπιγνώμονα. Ὁμολογῶ οὖν τῷ δεσπότῃ μου τὴν χάριν· καὶ σεμνύνομαι τῷ τρόπῳ δι᾿ οὗ τὸ νέφος μου τῆς οἰήσεως εὐαφῶς ἀπεώσατο· καὶ αἰτῶ αὐτὸν τοιούτοις καὶ λόγοις καὶ τρόποις ῥυθμίζοντα τὸν αὐτοῦ δοῦλον μὴ παύσασθαι.

ΚΒ΄. — Τοῦ αὐτοῦ πρὸς Αὐξέντιον. Εἰ μὲν θαρροῦντες τῷ Πνεύματι, καθὰ ἀλύτως περικειμένην ὑμῖν αὐτοῖς ἔχετε τὴν ἀγάπην, μηδενὸς δεομένην πρὸς καινισμόν, ἀμελεῖν τῶν πρὸς τοὺς φίλους διέγνωτε γραμμάτων, ἐπαινῶ τε τὸν νόμον, καὶ ὑμᾶς ἀποδέχομαι· πιστεύοντας ἐκείνῳ τῆς ἀγάπης τὸν θησαυρόν, ἐξ οὗ τε καὶ εἰς δι᾿ ἄρχεσθαί τε καὶ ἀναπαύεσθαι πέφυκεν. Εἰ δὲ τοῦ καθήκοντος φιλικοῦ τρόπου κατολιγωροῦντες τοῦ γράφειν δι᾿ ὄκνου παραιτεῖσθε, τἀναντία ποιεῖν οὐ παύσομαι· φίλους αἰδεῖσθαι διὰ μέγεθος τῆς κατὰ κόσμον προλήψεως οὐκ εἰδώς. Εἰ δὲ τῶν δύο τοῦ μὴ γράφειν οὐδὲν καθέστηκεν αἴτιον, δέξασθε ἀπόντων, καὶ δότε προθύμως ἀποῦσιν, ὡς ἐδίδαξεν ἡ φύσις, διὰ γραμμάτων τὴν ἔντευξιν· μᾶλλον δὲ, ὡς Θεὸς τὴν φύσιν σοφίσας παρεμυθήσατο. Κεντρίζει γὰρ ἠρεμοῦσαν τὴν μνήμην, καὶ διεγείρει νυστάζουσαν, πρὸς τὸ ἰδεῖν καὶ ἀναμάττεσθαι τῶν φιλουμένων τὰ πρόσωπα, γράμμασι λόγος μορφούμενος· δι᾿ ὧν ὁ πόθος πυρὸς δίκην σβεσθέντος, ἐκ μικροῦ σπινθῆρος πάλιν ἀναρῥιπίζεται.

ΚΓ΄. — Τοῦ αὐτοῦ πρὸς Στέφανον πρεσβύτερον.

For in both he has kept himself the same with himself, having lowered nothing of his solemnity in either; showing very clearly, through the things by which he acquired the unadulterated imitation of God, that God put forward the priesthood on earth, ordaining it in his own stead, so that he, being seen even bodily, may not fail to make his mysteries apparent to those able to see.

605For this reason my master, bearing himself in a manner like God's, by word together with manners, has wrought much salvation in me. For as the Lord besought men to be reconciled to God and Father as though they had been wronged rather than had done wrong — as the divine Paul testifies, saying, We are ambassadors for Christ, as though God were beseeching through us: we pray you on behalf of Christ, be reconciled to God II Cor. v, 20. — so that he might shame them, by the greatness of the benefit, into coming to an awareness of their own hardening; so also my master, through a voluntary lowering, skilfully overpowering me, by seeming to wish to learn from me through letters the things he has been appointed to teach because of his dignity, has made me, though late, aware of my own ignorance. I confess, then, my thanks to my master; and I glory in the manner by which he gently thrust away the cloud of my conceit; and I ask him not to cease setting his servant in order by such words and manners.

LETTER 22

Of the same, to Auxentius.

If, trusting in the Spirit — inasmuch as you have love clasped about you indissolubly, needing nothing for renewal — you have decided to neglect letters to your friends, I both praise the rule and approve of you, as entrusting the treasure of love to him from whom and into whom it is wont both to begin and to come to rest. But if, making light of the fitting manner of friendship, you excuse yourselves from writing out of sloth, I shall not cease to do the contrary, not knowing how to stand in awe of friends because of the greatness of their standing in the world. And if neither of the two is the cause of not writing, receive from the absent, and give readily to the absent, as nature has taught, converse through letters — or rather, as God, making nature wise, has consoled it. For speech shaped in letters goads the memory when it is at rest, and rouses it when it nods, to see and to take the impress of the faces of those who are loved; through which longing, like a fire that has been quenched, is fanned up again from a small spark.

Ἀγάπης ἴδιον ὑπάρχει πνευματικῆς, οὐ μόνον παρόντας εὐεργετεῖν τοὺς χρῄζοντας, ἀλλὰ καὶ ἀπόντας παραμυθεῖσθαι· καὶ μὴ συγχωρεῖν τοῖς σώμασι τὰς ψυχὰς συνδιατέμνεσθαι· μήτε μὴν τοῦ λόγου, δι᾿ οὗ τὴν εἰκόνα φέρει τοῦ Κτίσαντος ἡ ψυχή, περιγράφεσθαι 608τόπῳ τὴν δύναμιν· ἀλλ᾿ ἢ παρόντας τοῖς ἠγαπημένοις διὰ φωνῆς κατ᾿ ὀφθαλμοὺς τὰ πρέποντα διαλέγεσθαι, ἢ ἀπόντας διὰ γραμμάτων προσομιλεῖν. Τοῦτον γὰρ τὸν τρόπον ἡ φύσις κατὰ Θεοῦ χάριν σοφῶς ἐπενόησε, πρὸς ἕνωσιν ἀδιάστατον τῶν πολλῷ διεστηκότων ἀλλήλων σωματικῶς τῷ τοπικῷ διαστήματι. Οὕτω γὰρ ὁ λόγος συχνότερον ἐνηχούμενος φωνῇ τε καὶ γράμμασι δυσέκνιπτον μνήμην ἐντίθεται τῇ ψυχῇ, πρὸς τὸ διὰ παντὸς ὁρᾷν τοὺς ἀεὶ κατ᾿ ἀγάπην παρόντας τῷ πνεύματι· καὶ περιπτύσσεσθαι, καὶ πάντων ἀνακαλεῖσθαι τῶν λυπηρῶν. Μὴ τοίνυν ἐπιλάλησθέ μου τοῦ παιδὸς ὑμῶν καὶ μαθητοῦ, τίμιοι Πατέρες, ἀλλ᾿ ὡς ἀγάπης ὄντες καὶ μαθηταὶ καὶ διδάσκαλοι, θρέψατε λόγῳ τῶν ἀρετῶν τὴν λιμώττουσάν μου ψυχήν· καὶ φωτίσατέ μου τὸν νοῦν ἀγνοίας ζόφῳ πεπιεσμένον, πρὸς τὸν ἀποκειμενον ὑμῖν ἐν οὐρανοῖς ὑπὲρ τούτου μισθὸν ἀποβλέποντες· κἂν τὸ γινόμενον τυχὸν πρὸς ὀλίγον ὑμᾶς κρείττονος ἀπάγῃ καὶ τιμιωτέρας σχολῆς. Οἶδα γὰρ, ὡς οὐκ ἴσον πρὸς εὐδοξίαν, ἀμέσως τε Θεῷ προσομιλεῖν, καὶ τῶν ἡττόνων συμπαθῶς προνοεῖν. Πλὴν οὐδὲ τοῦτο τῶν Θεῷ νενομισμένων ἀλλότριον

ΚΔ΄. — Τοῦ αὐτοῦ πρὸς Κωνσταντῖνον σακελλάριον. Ἧκε τὸ τίμιον τοῦ θεοφυλάκτου μου δεσπότου γράμμα μετὰ τῆς εἰρήνης, καὶ αὐτὸν ὅλον φέρον τοῖς τρόποις φαινόμενον. Τῇ γὰρ τῶν λόγων σεμνότητι, πέφυκέ πως ἐμφαίνεσθαι μετὰ τῆς τῶν τρόπων ἐπιεικείας καὶ τῆς ψυχῆς ἡ διάθεσις. Καὶ ἥσθην ὥσπερ αὐτὸν παρόντα δεξάμενος τὸν ἐμὸν δεσπότην, καὶ ἠσπασάμην τῷ πνεύματι, καὶ ὅλον τῷ χωρήματι τῆς καρδίας περιλαβὼν ἀπεθέμην· καὶ ἐδόξασα Χριστὸν τὸν Θεὸν ἡμῶν σοφῶς τοῖς ἀνθρώποις ἐμφύντα τῆς ἀγάπης τὸν νόμον· καθ᾿ ὃν ἀλλήλων ἀπεῖναι οὐδέποτε δύνασθαι, κἂν πολλῷ διεστήκασιν ἀλλήλων σωματικῶς τῷ τοπικῷ διαστήματι, οἱ τῶν σπερμάτων τῆς ἀγάπης δεόντως ἐπιμελεῖσθαι γινώσκοντες. Ἀλλ᾿ ἐπειδὴ εἰρήνης Forte pacem dicat quæ sub Heraclio, victo Chosroe. κοσμικῆς εὐαγγέλια τὸ γράμμα κομίσαν, εἰς χαρὰν τῆς ψυχῆς τὴν λύπην μεθήρμοσε· δέον ἐστὶν ἡμᾶς ὑπὲρ αὐτῆς εἰκότως τῷ χαρισαμένῳ Θεῷ γενέσθαι πάντως εὐγνώμονας, ἵνα μὴ φανῶμεν ἀχάριστοι περὶ τὴν εὐποιίαν, κακῶς τὸν εὐεργέτην ἀνταμειψάμενοι.

LETTER 23

Of the same, to Stephen the presbyter.

It is proper to spiritual love not only to do good to those in need when present, but also to console them when absent; and not to allow souls to be cut apart along with bodies; nor indeed the power of reason, through which the soul bears the image of the Creator, to be 608circumscribed by place; but either, when present, to converse with the beloved by voice, face to face, on fitting things, or, when absent, to speak with them through letters. For nature, by the grace of God, wisely devised this manner, for an unseparated union of those who stand far apart from one another bodily by local distance. For so speech, sounding in us the more frequently by voice and by letters, sets in the soul a memory hard to wash out, so as to see continually those who are ever present in the spirit by love, and to embrace them, and to be called back from all grievous things. Do not, then, forget me, your child and disciple, precious Fathers, but, as being both disciples and teachers of love, feed my starving soul with the word of the virtues, and enlighten my mind, pressed down by the gloom of ignorance, looking to the reward laid up for you in heaven for this; even if what is done should perhaps draw you away for a little from a better and more precious leisure. For I know that it is not equal in good repute to converse with God without intermediary and to provide with sympathy for the lesser. Yet neither is this alien to the things held lawful with God.

LETTER 24

Of the same, to Constantine the Sacellarius.

The honoured letter of my God-guarded master came, with peace, bearing himself whole, appearing in his manners. For with the dignity of the words the disposition of the soul too is somehow wont to be reflected, together with the gentleness of the manners. And I rejoiced as though I had received my master himself present, and I embraced him in the spirit, and, enfolding him whole in the room of my heart, I laid him up there; and I glorified Christ our God, who wisely implanted in men the law of love, according to which those who know how duly to tend the seeds of love can never be absent from one another, even though they stand far apart from one another in body by the distance of place. But since the letter, bringing good tidings of worldly peace, changed the soul's grief into joy, it is fitting that we, for this peace, should with good reason become in every way grateful to God who granted it, lest we appear ungrateful for the kindness, repaying the benefactor ill.

Γενησόμεθα δὲ πάντως εὐγνώμονες, εἰς δέον τῇ εἰρήνῃ χρησάμενοι, 609καὶ τὴν πρὸς τὸν κόσμον καὶ τὸν κοσμοκράτορα, κακῶς ἡμῖν ἐνυπάρξασαν ἀθετήσαντες φιλίαν, καὶ διὰ τῶν παθῶν πρὸς τὸν Θεὸν συνιστάμενον κἂν ὀψέ ποτε καταλύσωμεν πόλεμον, καὶ σπονδὰς ἀλύτους τῆς πρὸς αὐτὸν εἰρήνης ποιήσαντες, ἐν τῇ καταργήσει τοῦ σώματος, τῆς πρὸς αὐτὸν ἔχθρας παυσώμεθα. Ἀδύνατον γάρ ἐστιν ἡμᾶς φιλωθῆναι Θεῷ, διὰ τῶν παθῶν πρὸς αὐτὸν στασιάζοντας, καὶ τῷ πονηρῷ τυράννῳ, καὶ φονευτῇ τῶν ψυχῶν διαβόλῳ διὰ κακίας δασμοφορεῖν ἀνεχομένους, μὴ πρότερον δι᾿ ὅλου πολεμωθέντας τῷ πονηρῷ. Μέχρι γὰρ τότε τοῦ Θεοῦ καθεστήκαμεν ἐχθροὶ καὶ πολέμιοι, κἂν πιστῶν προσηγορίαν ἡμῖν αὐτοῖς περιπλάττωμεν, μέχρις οὗ πάθεσιν ἀτιμίας δουλεύειν βουλώμεθα· καὶ οὐδὲν ὄφελος ἡμῖν ἐκ τῆς κατὰ κόσμον εἰρήνης λοιπὸν περιγενήσεται, τῆς ψυχῆς κακῶς διακειμένης, καὶ πρὸς τὸν ἴδιον ποιητὴν στασιαζούσης, καὶ ὑπὸ τὴν αὐτοῦ βασιλείαν γενέσθαι οὐχ ἀνεχομένης· ἔτι μυρίοις πεπραμένης ὠμοῖς δεσπόταις, εἰς κακίαν αὐτὴν κατεπείγουσι, καὶ τὴν εἰς ἀπώλειαν φέρουσαν ὁδὸν τῆς σωζούσης μᾶλλον ἀπατηλῶς αἱρεῖσθαι παρασκευάζουσιν. Ἐπειδὰν δὲ τῆς τῶν παθῶν μέθης ἐκνήψωμεν, καὶ τῆς τοῦ διαβόλου πονηρᾶς κατεξαναστῶμεν καὶ τυραννικῆς βασιλείας, καὶ τὸν αὐτοῦ πικρότατον ζυγὸν ἑαυτῶν ἐκτιναξώμεθα· καὶ κατίδοιμεν ὅσον ἡμᾶς ἡ πρὸς αὐτὸν φιλία κατέφθειρε· τηνικαῦτα δεξόμεθα τοῦ εἰρηνικοῦ καὶ πράου βασιλέως Χριστοῦ τὴν εἰρηνικὴν παρουσίαν ἐφ᾿ ἑαυτοῖς ἀοράτως γινομένην· καὶ ἀνεξόμεθα ὑπὸ τὸν αὐτοῦ γενέσθαι ζυγὸν, νόμοις ἀληθείας τάσσοντος ἡμᾶς καὶ ῥυθμίζοντος· καὶ τὴν πρὸς αὐτὸν στείλασθαι ἑκουσίως φιλίαν καταδεξόμεθα, φόρους αὐτῷ καὶ δασμοὺς ἑκουσίως προσάγοντες, τοὺς διὰ τῶν ἀρετῶν κατ᾿ ἐντολὴν τελεσφορουμένους ἐν ἡμῖν τῆς δικαιοσύνης καρπούς. Οἷς ὑπὲρ τῆς ἡμῶν σωτηρίας ἡδόμενος ὁ μόνος ἀπροσδεὴς, πάντα ἡμῖν χαρίσηται ὡς ἀψευδὴς, ὅσα ἡμῖν ἐπηγγείλατο. Τὰ δέ ἐστιν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἰς τοῦτο γὰρ ἡμᾶς καὶ πεποίηκεν, ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως, καὶ τῆς αὐτοῦ ἀιδιότητος μέτοχοι· καὶ φανῶμεν αὐτῷ ὅμοιοι κατὰ τὴν ἐκ χάριτος θέωσιν· δι᾿ ἣν πᾶσά τε τῶν ὄντων ἡ σύστασίς ἐστι καὶ ἡ διαμονὴ, καὶ ἡ τῶν μὴ ὄντων παραγωγὴ καὶ γένεσις. Γενώμεθα τοίνυν ἄξιοι τῆς εἰρήνης, δέσποτά μου εὐλογημένε, τὰ ἐν ἡμῖν στασιάζοντα πρὸς Θεὸν πάθη ἑαυτῶν ἀνδρικῶς περιελόντες. Τήξωμεν ὅση δύναμις τὸ σῶμα, δι᾿ οὗ σφριγῶντος ἡ τοῦ διαβόλου πρὸς τὴν ψυχὴν γίνεσθαι πέφυκεν εἴσοδος.

And we shall become in every way grateful by using the peace as is fitting, 609and by setting aside the friendship with the world and the world-ruler which has ill come to be in us; and let us dissolve, even if late, the war set up against God through the passions, and, having made indissoluble treaties of peace with him in the abolishing of the body, Rom. vi, 6. cease from our enmity toward him. For it is impossible for us to be made friends with God while we rebel against him through the passions, and consent through vice to pay tribute to the wicked tyrant and murderer of souls, the devil, unless we have first become wholly at war with the wicked one. For so long do we stand as enemies and foes of God — even though we mould about ourselves the name of believers — as we will to be slaves to the passions of dishonour; Rom. i, 26. and no profit will any longer accrue to us from the peace of the world, while the soul is ill disposed, and rebels against its own Maker, and does not consent to come under his kingship, but is still sold to ten thousand cruel masters, who press it on into vice and contrive that it deceitfully choose the road that leads to destruction rather than the one that saves. But when we sober up from the drunkenness of the passions, and rise up against the wicked and tyrannical kingship of the devil, and shake off from ourselves his most bitter yoke, and see how greatly the friendship with him has corrupted us — then we shall receive the peaceful coming of Christ, the peaceful and meek King, taking place invisibly upon us; and we shall consent to come under his yoke, as he orders and composes us by laws of truth; and we shall accept willingly to contract friendship with him, bringing him willingly tributes and taxes: the fruits of righteousness brought to perfection in us through the virtues according to the commandment. Delighting in these for the sake of our salvation, he who alone is without need will, as one who does not lie, grant us all that he has promised us. And these are: What eye has not seen, nor ear heard, nor has it gone up into the heart of man, what God has prepared for those who love him. I Cor. ii, 9. For to this end he also made us: that we might become partakers of the divine nature II Petr. i, 4. and sharers in his eternity, and might appear like him according to the deification that is from grace — for whose sake is the whole constitution and continuance of the things that are, and the bringing forth and coming-to-be of the things that are not.

Let us become worthy, then, of the peace, my blessed master, manfully stripping from ourselves the passions within us that rebel against God. Let us waste the body as far as we have power, through which, when it swells with vigour, the devil's entry into the soul naturally comes about.

Ἀναγνώσμασι 612θείοις πλανώμενον στήσωμεν τὸν νοῦν, καὶ πρὸς τὸν Θεὸν πάλιν ἐπαναγάγωμεν. Ἐγκρατείας τόνοις καὶ ἀγρυπνίας, κατ᾿ ὄρεξιν εἰς πολλὰ φερομένην ἀτάκτως τὴν ἐπιθυμίαν, σωφρόνως καταστείλωμεν. Εὐχαῖς καὶ δεήσεσι καὶ ἐλεημοσύναις, τὸν θυμὸν ζέοντα καὶ ταρασσόμενον, σοφῶς κατευνάσωμεν. Φόβῳ Θεοῦ καὶ ἀπειλῇ τῶν μελλόντων, ἀκολάστως κινούμενά τε καὶ ἐνεργοῦντα τὰ αἰσθητήρια, παύσωμεν. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων μνησθῶμεν τοῦ θανάτου, καὶ τῆς φοβερᾶς τῆς ψυχῆς ἐκ τοῦ σώματος ἐξόδου· καὶ πῶς ὑπαντῶσιν αὐτῇ κατὰ τὸν ἀέρα τοῦτον αἱ ἀρχαὶ καὶ ἐξουσίαι καὶ δυνάμεις τοῦ σκότους· πᾶσα πρὸς ἑαυτὴν διέλκουσά τε καὶ κατατέμνουσα, κατ᾿ ἀναλογίαν τῆς σχετικῶς πρὸς αὐτὴν διὰ τοῦ μέσου πάθους γενομένης κακῆς οἰκειότητος. Μνησθῶμεν τῆς ἐν τῷ ᾅδη κατὰ συνείδησιν γινομένης τῇ ψυχῇ πικρᾶς ὀδύνης, ἐπὶ τῇ μνήμῃ τῶν αὐτῇ κακῶς διὰ τοῦ σώματος πεπραγμένων. Μνησθῶμεν τῆς τελευταίας τοῦ παντὸς κόσμου συντελείας, καθ᾿ ἣν τῷ πολλῷ καὶ ἀπλέτῳ πυρὶ τὸ πᾶν καταφλέγεται τοῦτο· στοιχείων φοβερῶς κλονουμένων τῇ τήξει τῆς καύσεως· οὐρανοῦ τῇ ἑλίξει [καὶ] φόβῳ κατ᾿ ἔπειξιν φεύγοντος ἀπὸ προσώπου πυρὸς τοῦ προκαθαίροντος τὴν κτίσιν διὰ τὴν τοῦ Καθαροῦ παρουσίαν· θαλάσσης ἀφανιζομένης, γῆς βρασσομένης, καὶ ἐκ πυθμένος, καὶ τὰς ἀπείρους τῶν ἀνθρωπίνων σωμάτων ἀμειώτως παρεχούσης μυριάδας· μνησθῶμεν τῆς φρικτῆς ὥρας τῆς ἀπολογίας τῆς ἐπὶ τοῦ φοβεροῦ καὶ φρικτοῦ βήματος τοῦ Χριστοῦ γενησομένης· ἡνίκα πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ πᾶσα ἡ ἀπὸ καταβολῆς τοῦ αἰῶνος κτίσις τῶν ἀνθρώπων ἐφορᾷ τὰ ἑκάστῳ προσόντα, μέχρι καὶ ψιλοῦ ἐνθυμήματος· ἡνίκα τοὺς μὲν, διὰ τὴν τῶν ἔργων λαμπρότητα τὸ ἄφραστον φῶς διαδέξηται· καὶ ἡ τῆς ἁγίας καὶ μακαρίας Τριάδος ἔλλαμψις τρανότερον ἐπιλαμπούσης, τοῖς ὁρᾶν καὶ ὑποδέχεσθαι διὰ καθαρότητα ψυχῆς δυναμένοις· τοὺς δὲ διὰ τὴν τῶν ἔργων ἀτοπίαν τὸ σκότος ὑποδέξεται τὸ ἐξώτερον, καὶ ὁ ἀκοίμητος σκώληξ, καὶ τὸ πῦρ τῆς γεέννης τὸ ἄσβεστον· καὶ τὸ πάντων βαρύτατον, ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα. Μνησθῶμεν τούτων ἁπάντων, ἵνα τῶν μὲν γενώμεθα ἄξιοι, τῶν δὲ πεῖραν· λαβεῖν μὴ κατακριθῶμεν· καὶ γενώμεθα ἑαυτῶν καὶ τοῦ Θεοῦ, μᾶλλον δὲ μόνου καὶ ὅλου Θεοῦ, καὶ ὅλοι· μηδὲν ἐπίγειον ἐν ἡμῖν αὐτοῖς φέροντες, ἵνα Θεῷ πλησιάσωμεν, καὶ θεοὶ γενώμεθα, ἐκ Θεοῦ τὸ θεοὶ εἶναι λαβόντες. Οὕτω γὰρ τιμᾶται τὰ θεῖα δωρήματα, καὶ ἡ τῆς θείας εἰρήνης φιλοφρονεῖται παρουσία. Καὶ ταῦτα μὲν περὶ τούτων.

With 612divine readings let us halt the wandering mind, and lead it back again to God. With the tensions of self-control and vigil let us temperately restrain desire, carried in disorder by appetite toward many things. With prayers and supplications and almsgiving let us wisely lull anger, boiling and troubled. With the fear of God and the threat of what is to come let us stop the sense-organs, moved and operating licentiously. Upon all things, and before all, let us remember death, and the fearful going-out of the soul from the body; and how the principalities and authorities and powers of darkness meet it in this air, each dragging it apart toward itself and cutting it up, in proportion to the evil kinship that came to be, relationally, toward it through the passion in between. Let us remember the bitter pain that comes upon the soul in Hades according to conscience, at the memory of the things it did ill through the body. Let us remember the last consummation of the whole world, in which all this is burned up with much and immense fire: the elements fearfully shaken with the melting of the burning; heaven, in its rolling up [and] in fear, fleeing in haste from the face of the fire that cleanses creation beforehand because of the coming of the Pure One; the sea vanishing; the earth seething, and from its foundation [?], and yielding up undiminished the infinite myriads of human bodies. Let us remember the awful hour of the defence that will take place before the fearful and awful judgement-seat of Christ, when all the power of the heavens and all the creation of men from the foundation of the world looks upon what belongs to each, down to a bare thought; when the unutterable light will receive some, because of the brightness of their works, and the illumination of the holy and blessed Trinity, shining forth more clearly, for those able through purity of soul to see and receive it; and the outer darkness will receive others, because of the outrageousness of their works, and the sleepless worm, and the unquenchable fire of Gehenna, and — heaviest of all — the shame in the conscience that has no end. Let us remember all these things, that we may become worthy of the one, and may not be condemned to make trial of the other; and let us become our own and God's — or rather, of God alone and whole, and ourselves whole — bearing nothing earthly in ourselves, that we may draw near to God and become gods, receiving from God our being gods. For thus are the divine gifts honoured, and the presence of the divine peace welcomed with friendliness. And so much on these matters.

Ὁ δὲ Θεὸς τῆς εἰρήνης ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ σταυροῦ, καὶ ἐξαγοράσας τῷ ἰδίῳ αἵματι τῆς ἐξουσίας τοῦ σκότους, αὐτὸς τὴν εἰρήνην αὐτοῦ τὴν ὑπερέχουσαν πάντα 613νοῦν χαρίσηται τῷ εὐλογημένῳ μου δεσπότῃ, καὶ ἀξιώσαι αὐτὸν τῆς ἐπουρανίου αὐτοῦ βασιλείας· ἔνθα πάντων τῶν εὐφραινομένων ἡ κατοικία, καὶ ὁ τῶν ἑορταζόντων χορός.

ΚΕ΄.—Τοῦ αὐτοῦ πρὸς Κόνωνα πρεσβύτερον καὶ ἡγούμενον. Πιστεύω καθὼς παρέλαβον καὶ ἐδιδάχθην, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί· καὶ ὅτι καθὼς αὐτὸς εἷς ἐστι, μηδέποτε τοῦ εἷς εἶναι παυόμενος, οὕτω τοὺς κατὰ τὴν αὐτοῦ ἀγάπην ζῶντας, ἓν ποιεῖ, καὶ μίαν αὐτοῖς χαρίζεται καρδίαν καὶ ψυχήν, κἂν πολλοὶ τύχοιεν ὄντες· ἵνα ὡς μίαν ψυχὴν ἔχοντες, τὰς ἀλλήλων ἐπιγινώσκωσι καρδίας, καὶ μὴ κάμνωσι τῇ ἀγνοίᾳ ἐρευνῶντες περὶ τῶν ἀδήλων; στοχαζόμενος ἕκαστος τὴν ἐφ᾿ ἑαυτῷ τοῦ πέλας διάθεσιν. Διὰ τοῦτο πιστεύων τῇ χάριτι τοῦ Χριστοῦ τῇ ἐν σοὶ κινουμένῃ, ἅγιε Πάτερ, ὅτι οὐδὲν ἀγνοεῖς τῶν ἐν τῇ ἐμῇ καρδίᾳ, ὥσπερ ἴσως, κἂν τολμηρὸν εἰπεῖν, οὔτε ἐγὼ τῶν ἐν σοί, θαρρῶ παραιτήσασθαι τέως κατὰ τὸ παρὸν τὴν πρὸς ὑμᾶς ἄφιξιν, εἰδὼς ὅτι οὐ παρακοῆς τὴν παραίτησιν εἶναι πιστεύετε, ἀλλὰ πάθους σωματικοῦ βίᾳ με κωλύοντος τῆς ὁδοῦ, καὶ τὸ πρόθυμον τῆς ψυχῆς εἰς ἔργον προελθεῖν μὴ συγχωροῦντος. Ἀλλὰ καὶ ἀπὼν τῷ σώματι διὰ τοῦ παρόντος γράμματος, ὁ ἀεὶ παρὼν τῷ πνεύματι, καὶ μηδέποτε ὑμῶν κατὰ ψυχὴν χωριζόμενος, ἀσπάζομαί σε τὸν ἐμὸν κατὰ Θεὸν πατέρα καὶ προστάτην, καὶ τῆς ἐμῆς ἐπιμελητὴν σωτηρίας, καὶ τὴν ἁγίαν σου, καὶ τῆς Χριστοῦ βασιλείας ἀξίαν ποίμνην· καὶ παρακαλῶ δεήσεις ὑπὲρ ἐμοῦ ποιεῖσθαι πρὸς Κύριον, ἵνα ζῶσαν καὶ ἔμπρακτον τὴν εἰς αὐτὸν πίστιν ἀπενέγκωμαι, μὴ νεκρωθεῖσαν τοῖς πάθεσιν, ἀλλὰ τὴν δύναμιν ἔχουσαν τοῦ τε σταυροῦ καὶ τοῦ θανάτου, καὶ τῆς ταφῆς καὶ τῆς ἀναστάσεως αὐτοῦ· τοῦ μὲν σταυροῦ, κατὰ τὴν ἀπραξίαν τῆς ἁμαρτίας· τοῦ δὲ θανάτου, κατὰ τὴν πληρεστάτην ἀποβολὴν τῆς κακίας· τῆς δὲ ταφῆς κατὰ τὴν ἀπόθεσιν τῆς κατὰ ψυχὴν περὶ τὰ αἰσθητὰ φαντασίας· τῆς δὲ ἀναστάσεως, κατὰ τὸν πλοῦτον τῶν ἀρετῶν, καὶ τὴν περιουσίαν τῆς αὐτοῦ ἐπιγνώσεως ἀληθοῦς, καὶ τὴν εἰς ὕψος τῆς διανοίας ἀπὸ τῶν φθειρομένων ἔγερσιν, ἵνα γένωμαι σύσσωμος αὐτοῦ καὶ σύμψυχος. Καὶ ἁπλῶς εἰπεῖν, κατὰ τὴν αὐτοῦ ἐπαγγελίαν, κατὰ πάντα ὅμοιος, χωρὶς τῆς πρὸς αὐτὸν κατὰ τὴν φύσιν ταυτότητος· ἵνα μὴ τὴν δοθεῖσάν μοι παρ᾿ αὐτοῦ διὰ τῶν εἰρημένων ζωὴν νεκρώσας, τοῖς ἔργοις τῆς ἀτιμίας, τὸ κρῖμα δικαίως σχῶ τῶν ἀποκτεινάντων τὴν ἑαυτῶν ζωήν, τὸν Κύριον ἡμῶν τὸν Ἰησοῦν τὸν Χριστόν. Φοβερὸν γὰρ ὄντως, καὶ πάσης κατακρίσεως ὑπερέκεινα, τὸ τὴν δοθεῖσαν ἡμῖν παρὰ Θεοῦ κατὰ δωρεὰν τοῦ ἁγίου Πνεύματος ἑκουσίως νεκρῶσαι ζωήν, διὰ τῆς πρὸς τὰ φθειρόμενα ἀγάπης.

And may the God of peace, who reconciled us to himself through the cross, and ransomed us with his own blood from the authority of darkness, himself grant his peace that surpasses every 613mind to my blessed master, and count him worthy of his heavenly kingdom, where is the dwelling of all who rejoice, and the choir of those who keep festival. Psal. xli, 5.

LETTER 25

Of the same, to Conon, presbyter and abbot.

I believe, as I received and was taught, that God is love; and that, as he himself is one, never ceasing from being one, so he makes one those who live according to his love, and grants them one heart and soul, even though they happen to be many; I Joan. iv, 16. so that, as having one soul, they may know one another's hearts, and may not toil in ignorance searching about things unseen, each conjecturing his neighbour's disposition toward himself. Therefore, trusting in the grace of Christ that moves in thee, holy Father, that thou art ignorant of nothing of what is in my heart — as perhaps, though it is bold to say, neither am I of what is in thee — I take courage to excuse myself for the time being, at present, from my coming to you, knowing that you believe the excuse to be not of disobedience but of a passion of the body, forcibly hindering me from the road and not allowing the soul's eagerness to come forward into deed. But, absent in body through the present letter, I who am ever present in the spirit, and never separated from you in soul, embrace thee, my father according to God and protector, and the guardian of my salvation, and thy holy flock, worthy of the kingdom of Christ; and I beg that supplications be made for me to the Lord, that I may carry away my faith in him living and effective in deed, not deadened by the passions, but having the power of his cross and death, and of his burial and resurrection: of the cross, by the inaction of sin; of death, by the fullest casting off of vice; of burial, by the putting away of the soul's imagination concerning sensible things; of resurrection, by the wealth of the virtues, and the abundance of the true full knowledge of him, and the raising of the understanding on high from the things that perish — that I may become of one body with him and of one soul. And, to speak simply, according to his promise, like him in all things, apart from identity with him according to nature; lest, having deadened by the works of dishonour the life given me by him through the things said, I justly incur the sentence of those who killed their own life, our Lord Jesus Christ. For truly fearful, and beyond all condemnation, is it willingly to deaden the life given us by God through the gift of the Holy Spirit, through love for the things that perish.

Καὶ ἴσασι πάντως τοῦτον τὸν φόβον, οἱ τὴν ἀλήθειαν τῆς φιλαυτίας προτιμᾶν μελετήσαντες.

616ΚϚ´. — Τοῦ αὐτοῦ πρὸς Θαλάσσιον πρεσβύτερον, ἐρωτήσαντα, πῶς ἔνιοι τῶν ἐν τοῖς ἔθνεσι βασιλέων, ὑπὲρ ὀργῆς θεηλάτου ἐπικειμένης τῷ ὑπηκόῳ πλήθει κατέθυον τέκνα καὶ προσγενεῖς, καὶ ἐπαύετο ἡ ὀργὴ, καθὼς πολλοῖς τῶν ἀρχαίων ἱστόρηται. Καὶ Ἕλλησιν ὁ Θεὸς· συνεχώρει χρηματίζεσθαι, δι᾿ ὧν ἑαυτοῖς τὴν τῶν μελλόντων πρόγνωσιν, καὶ τὴν τῶν λυπούντων ἀπαλλαγὴν ἐπενόησαν τρόπων· καὶ ἐδίδου πολλάκις κατ᾿ ἐλπίδας αὐτοῖς ἐκβαίνειν τὰ πράγματα, πᾶσι προοδοποιῶν κατὰ πρόνοιαν, καθὼς ἕκαστος ἠδύνατο δέξασθαι, τὴν τοῦ μέλλοντος μεγάλου μυστηρίου παραδοχήν. Εἰ γὰρ φιλοστοργία τῶν ἀρχόντων πρὸς τοὺς ἀρχομένους δι᾿ ἔργου προβαίνουσα, ὅλον ὑφήρπασε τῆς ἐπικειμένης ἀνάγκης; τὸ ὑπήκοον· οὐ ξένον οὐδὲ ἄπιστον, εἰ ὁ φύσει φιλάνθρωπος, καὶ μόνος Δημιουργὸς καὶ Βασιλεὺς τῶν ἀνθρώπων, τὸν αὐτοῦ Υἱὸν ὑπὲρ πάντων τῶν ἀνθρώπων εἰς θάνατον, κατ᾿ οἰκονομίαν διὰ σαρκὸς προέσχετο, ἵνα τῶν κατεχόντων λυτρώσηται κακῶν.

And they know this fear well who have practised preferring the truth to self-love.

616LETTER 26

Of the same, to Thalassius the presbyter, who asked how some of the kings among the nations, on account of a God-sent wrath lying upon the subject multitude, sacrificed children and kinsmen, and the wrath ceased, as is recorded by many of the ancients.

To the Greeks too God permitted the receiving of oracles, through which they devised for themselves modes of foreknowledge of things to come and of deliverance from what grieved them; and he often granted things to turn out for them according to their hopes, preparing the way for all by providence — as each was able to receive it — for the acceptance of the great mystery to come. For if the affection of rulers for those they rule, advancing into deed, snatched the whole subject people out of the necessity lying upon it, it is nothing strange or incredible if he who is by nature the lover of man, and alone Creator and King of men, offered his own Son unto death for all men, by way of economy, through flesh, that he might ransom them from the evils that held them.

Ἀμέλει τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα κατὰ τῶν Μωαβιτῶν ἐπιστρατευσάντων ἐπὶ τοῦ ἁγίου Ἐλισσαίου τοῦ προφήτου, καὶ μετὰ μεγάλην νίκην μελλόντων καὶ αὐτὴν πᾶσαν τῆς βασιλείας πορθῆσαι τὴν πόλιν, λαβὼν κατὰ τὸ εἰθισμένον, ὡς ἔοικεν, ἔθνεσιν, ὁ τῆς χώρας βασιλεὺς τὸν υἱὸν αὐτοῦ, κατ᾿ ὀφθαλμοὺς τῶν βασιλέων ἐπὶ τοῦ τείχους κατέθυσε· καὶ τούτῳ τῷ τρόπῳ, τοὺς μὲν βασιλεῖς ἱλεώσατο, καὶ ἔπεισεν ἀποστραφῆναι τῆς κατ᾿ αὐτοῦ διεσκευασμένης 617ὀργῆς, τοὺς δὲ ὑπηκόους διεσώσατο. Τοῖς μὲν οὖν Ἕλλησι τὰ ἐξ αὐτονομίας ἐπιτελεῖν συγχωρῶν ὁ Θεὸς, εἰς τὴν τοῦ μεγάλου μυστηρίου παραδοχὴν σοφῶς ἐσφετερίζετο· τῷ δὲ Ἰσραηλίτῃ λαῷ νόμον διδοὺς, δι᾿ ὅλου τὸ μέλλον διετύπου μυστήριον. Ὅθεν μετὰ τὸ φανῆναι, καὶ κατ᾿ ἐνέργειαν γενέσθαι τὸ τῆς ἡμῶν σωτηρίας μυστήριον, ταῦτα κἀκεῖνα ἐξ Ἐθνῶν καὶ Ἰουδαίων κατήργησεν, ὅσα πρὸ τούτου δέδωκεν, ἢ γίνεσθαι συνεχώρησεν πρὸς τὴν τοῦ μέλλοντος διατύπωσιν. Ἐξ αὐτοῦ γὰρ, καὶ δι᾿ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, ὅσα γέγονεν ἢ γενήσεται, κατὰ πάντα καιρὸν ἢ τρόπον· τὰ μὲν, κατ᾿ εὐδοκίαν· τὰ δὲ, κατ᾿ οἰκονομίαν· τὰ δὲ, κατὰ συγχώρησιν. Οὐκ ἔστιν οὖν μῦθος τὸ τοῖς ἀρχαίοις μνημονευόμενον· ἀλλὰ γέγονεν ἀληθῶς, καὶ ἐπηκολούθησεν αὐτῷ, τὸ ἐφ᾿ ᾧ γέγονεν ἀλέξημα. Τὸ δὲ κατὰ λεπτὸν περὶ τῶν γραφέντων, σὺν Θεῷ παρ᾿ ὑμῖν γινόμενος ἅμα γυμνάζωμεν Ισ. γυμνάσωμεν.. Πλὴν ὁ γνοὺς πῶς καὶ ὄφεως σάρκες δύνανται θεραπεύειν διὰ τέχνης νοσοῦντας, δέξεται πιστῶς τῆς θείας προνοίας τὴν μέθοδον.

ΚΖ΄.—Τοῦ αὐτοῦ πρὸς Ἰωάννην κουβικουλάριον. Οἱ μὲν κατὰ κόσμον, τὴν πρὸς ἀλλήλους ἀγάπην στησάμενοι, τῆς ἀλλήλων χρῄζουσι σωματικῆς παρουσίας πρὸς τὴν ταύτης συντήρησιν, διὰ τὴν λήθην τὴν καταμαραίνουσαν φυσικῶς πάντα τὸν περὶ μόνα τὰ σώματα συνιστάμενον πόθον· ᾧ συγκατασβέννυσθαι πέφυκεν ἡ μνήμη τῶν οὕτω πρὸς ἀλλήλους διακειμένων. Ἔστι δὲ ὅτε καὶ αὐτὸ τοῦτο τὸ συντηρεῖν δύνασθαι δοκοῦν τὴν κατὰ κόσμον πρὸς ἀλλήλους σχέσιν, διίστησι κόρος ἐπιγενόμενος, καὶ ὅλην τὴν προλαβοῦσαν ἀφανίζων διάθεσιν. Καὶ ἐπιλειψις δέ τινος πολλάκις τῶν ταύτης ποριστικῶν αἰτιῶν, ἢ καὶ μικρά τις παρεμπεσοῦσα πρόφασις, ταχεῖαν ποιεῖται τῆς οὕτω συνισταμένης ἀγάπης τὴν εἰς μῖσος περιτροπήν. Οἱ δὲ κατὰ Θεὸν τῷ δεσμῷ τῆς ἀγάπης ἀλλήλοις ἀλύτως καταδεθέντες, καὶ σὺν ἀλλήλοις ὄντες, καὶ ἀλλήλων ἀπόντες, μᾶλλον τὴν ταύτης δεσμὸν ἐπιτείνουσι· διὰ Θεὸν ταύτην ἐν ἑαυτοῖς ἔχοντες, τὸν καὶ ἀγάπην ὄντα, καὶ τὴν τοῦ ἀγαπᾶν δύνασθαι τοῖς ἀξίοις παρεχόμενον δύναμιν· καὶ μάλα γε, καθάπερ οἶμαι, δικαίως.

Of course: when the kings of Israel and Judah had marched against the Moabites in the time of the holy prophet Elisha, and after a great victory were about to sack the very royal city itself, the whole of it, the king of the country, taking his son — according to what was customary, as it seems, among the nations — sacrificed him on the wall before the eyes of the kings; and in this manner he appeased the kings and persuaded them to turn back from the 617wrath prepared against him, and saved his subjects.

To the Greeks, then, God, by permitting them to perform what came of their own law, wisely made them his own for the acceptance of the great mystery; to the Israelite people, by giving a law, he prefigured throughout the mystery to come. Hence, after the mystery of our salvation had appeared and come to be in operation, he abolished both these things and those, from Gentiles and from Jews, whatever he had given before, or had permitted to come about, for the prefiguring of what was to come. For from him, and through him, and to him are all things, Rom. XI, 36. whatever has come to be or will come to be, at every time or in every mode: some by good pleasure, some by economy, some by permission. What the ancients record, then, is not a myth: it truly happened, and the remedy for which it was done followed upon it. The detailed account of what has been written let us exercise together, with God, when I am with you. Only, he who has known how even the flesh of a serpent can by art heal the sick will accept with faith the method of divine providence.

LETTER 27

Of the same, to John the Cubicularius.

Those who, according to the world, have established love toward one another need one another's bodily presence for its preservation, because of forgetfulness, which naturally withers every longing that is set up about bodies alone; and with it the memory of those so disposed toward one another is wont to be quenched as well. And sometimes satiety, supervening, sets apart the very thing that seems able to preserve the worldly relation toward one another, and wipes out the whole disposition that went before. And often the failing of some one of the causes that supply it, or even some small pretext falling in by the way, makes swift the turning into hatred of a love so constituted. But those who according to God have been bound to one another indissolubly by the bond of love, whether they are with one another or absent from one another, tighten its bond the more, having it in themselves because of God, who is love, and who provides to the worthy the power of being able to love — and very justly, as I think.

Τοῖς γὰρ κατὰ φύσιν ῥευστοῖς συναπορρεῖν πέφυκε καὶ ἡ τῶν κατ᾿ αὐτὰ πρὸς ἀλλήλους διακειμένων διάθεσις· τοῖς δὲ σταθεροῖς καὶ ἀεὶ ὡσαύτως ἔχουσιν, ἀκλόνητος παντάπασι καὶ ἀτίνακτος συνδιαμένειν εἴωθε, καὶ ἡ τῶν κατ᾿ αὐτὰ πρὸς ἀλλήλους διακειμένων στοργή· τοσοῦτον αὐτοῖς ἐπιτείνουσα τὸν εἰς ἀλλήλους πόθον πρὸς τὸ ἀόριστον, ὅσον ὁ ταύτης τῆς σχέσεως αἴτιος πρὸς ἑαυτὸν ἕλκειν τοὺς ἀλλήλων ἠρτημένους τῷ πνεύματι πέφυκε Θεός. 620Κατὰ τοῦτον τοίνυν τὸν τρόπον ἀγαπῶν σε, λίαν ἠγαπημένε, διὰ παντὸς ἀχώριστον ἔχω συνόντα κατὰ ψυχὴν, εἰς βάθος τετυπωμένον τῷ πνεύματι, κἂν πολὺ τοῦ χρόνου μῆκός ἐστι, καὶ μέγα τὸ διαμέσου τῶν τόπων διάστημα, μηδέποτε τοῦ βλέπειν νοητῶς καὶ ἀσπάζεσθαι παυόμενος. Ὑφ᾿ οὗ κατὰ τὸ ἴσον, εἰ μὴ καὶ μᾶλλον ἀγαπᾶσθαι πιστεύων, ἀόχνως περὶ ὧν χρεία γράφειν οὐ παραιτοῦμαι, μίαν ἀμφοτέρων ἡμῶν γεγενῆσθαι ψυχὴν γινώσκων διὰ τοῦ πνεύματος. Καὶ οἶδα ὅτι οὐ νομίζεις ὑβρίζεσθαι τοῦτο ἀκούων, τὴν πρὸς ἀνθρώπους τοῦ Θεοῦ φοβερὰν, καὶ ὑπὲρ νοῦν καὶ λόγον συγκατάβασιν λογιζόμενος. Δέχου τοίνυν τὸν τὴν παροῦσαν ἐπιφερόμενον μετρίαν συλλαβὴν εὐμενῶς. καὶ γενοῦ αὐτῷ πάντα, ἅπερ ὁ τὰς ἀλλήλων ἐπιμερίζεσθαι συμφορὰς τοῖς ἀνθρώποις ἐνομοθέτησε· καὶ τοσοῦτον οἰκειώσασθαι τὸν πέλας, ὅσον μὴ ἄλλον ἐκεῖνον νομίζεσθαι, κατὰ τὴν ἀντιδοθεῖσαν τῶν εἰς ἀλλήλους μεταποιηθέντων διάθεσιν. Οὐ γὰρ μόνον χαίρειν μετὰ χαιρόντων, ἀλλὰ καὶ κλαίειν μετὰ κλαιόντων· καὶ οὐχ ἁπλῶς ἀγαπᾷν, ἀλλ᾿ ὡς ἑαυτὸν τὸν πλησίον, ὁ θεῖος διαγορεύει λόγος· ἵνα μὴ λέγω τὴν καινὴν ἐντολὴν, τὴν καὶ αὐτὰς ὑπὲρ ἀλλήλων ἀγάπης χάριν, ἡνίκα καιρός ἐστιν ἀγωνίζεσθαι, τὰς ψυχὰς τιθέναι προστάσσουσαν· ἣν ὁ δοὺς ἔργῳ πεπλήρωκε Κύριος, ὑπὲρ ἡμῶν θεῖναι τὴν ἑαυτοῦ ψυχὴν μὴ παραιτησάμενος· ἡμῖν ὑποτύπωσιν τελείας εὐαρεστήσεως, καθ᾿ ἣν ὁ τῆς φιλαυτίας ἠρέμα κατασβέννυται νόμος, ὁ κατ᾿ ἀρχὰς δι᾿ ἡδονῆς ἡμᾶς ἀπατηλῶς Θεοῦ καὶ ἀλλήλων ἀπαγαγὼν· καὶ ἀνθ᾿ ἑνὸς Θεοῦ, πολλοὺς εἶναι ἢ οὐδένα τὸ σύνολον νομισθῆναι διδάξας, παντελῶς τὴν τοῦ ἐν ἡμῖν λόγου πρὸς τὴν σάρκα κατέραξε Suid. κατέῤῥαξε. δύναμιν, καὶ εἰς πολλὰς τὴν μίαν φύσιν κατατεμὼν μοίρας, ὑπὲρ ἡδονῆς κατ᾿ ἀλλήλων τὴν τοῦ ἐν ἡμῖν θυμοῦ δύναμιν ἐθηρίωσε. Γενοῦ τοίνυν, ὡς εἶπον, πάντα τῷ χρῄζοντι τῆς σῆς ἐπικουρίας, ἵνα τοιοῦτον εὕροις τὸν Θεὸν σοι γινόμενον, τὸν πάντα πᾶσι γίνεσθαι διὰ φιλανθρωπίαν καταδεχόμενον.

For with things by nature fluid, the disposition of those disposed toward one another by them is wont to flow away as well; but with things stable and holding ever the same, the affection of those disposed toward one another by them is wont to abide with them, altogether unshaken and unbudging, stretching their longing for one another toward the boundless as far as God, the cause of this relation, is by nature able to draw to himself those who hang upon one another in the spirit.

620Loving thee, then, in this manner, most beloved, I have thee always inseparable, present with me in soul, stamped deep in the spirit — though the length of time is long, and the distance of the places between is great — never ceasing to see thee intelligibly and to embrace thee. And believing myself loved by thee equally, if not even more, I do not shrink from writing without hesitation about what is needful, knowing that one soul has come to be of us both through the Spirit. And I know that thou dost not think thyself insulted in hearing this, reckoning the condescension of God toward men, fearful and above mind and reason. Receive kindly, then, him who brings this present modest syllable, and become to him all that he enjoined who made it law for men to share out among themselves one another's misfortunes, and to make the neighbour so much one's own that he is not thought another, according to the disposition exchanged between those who have been changed into one another. For not only to rejoice with those who rejoice, but also to weep with those who weep; and not simply to love, but to love the neighbour as oneself, the divine word enjoins Rom. XII, 15. — not to mention the new commandment, which enjoins laying down even our very lives for one another for love's sake, when it is the time to contend; I Joan. III, 16. which the Lord who gave it fulfilled in deed, not refusing to lay down his own life for us: for us a pattern of perfect well-pleasing, by which the law of self-love is quietly quenched — the law which at the beginning, through pleasure, deceitfully led us away from God and from one another; and, having taught that instead of one God many are to be thought to exist, or none at all, utterly dashed down the power of the reason in us to the flesh, and, cutting the one nature into many portions, made bestial against one another, for pleasure's sake, the power of the anger in us. Become, then, as I said, all things to him who needs thy help, that thou mayest find God becoming such to thee — he who for love for man consents to become all things to all.

ΚΗ΄. — Τοῦ αὐτοῦ πρὸς Κυρισίκιον ἐπίσκοπον. Τῆς θείας ἐπὶ γῆς κατὰ τὴν δοθεῖσάν σοι χάριν 621τῆς ἀρχιερωσύνης, τίμιε Πάτερ, μιμητὴς εἶναι λαγὼν ἀγαθότητος, οὐδένα τῶν χαρακτηριζόντων αὐτὴν τρόπων ἀπλήρωτον εἴασας· ἀλλὰ πάντας ἀλλήλοις ἐφεξῆς συνομαρτοῦντας ἔχων, τῷ ἄνωθεν ἐξυφασμένῳ διὰ τοῦ Πνεύματος χιτῶνι τῶν ἀρετῶν ἐσπούδασας καλλωπίσαι τὸ τῆς ἀρχιερωσύνης μυστήριον· ὅντινα χιτῶνα· σχίσαι οὐδέποτε δύνανται, οὔτε πλήθει πειρασμῶν, ὑμᾶς σταυροῦντες οἱ δαίμονες. Σπούδασον οὖν τὰ διεσκορπισμένα τέκνα τοῦ Θεοῦ συναγαγεῖν εἰς ἕν. Χαρακτὴρ γὰρ καὶ τοῦτο τῆς θείας ἐστὶν ἀγαθότητος· καὶ ὡς κεφαλὴ τοῦ τιμίου σώματος τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας γενόμενος, τὰ μέλη συναρμολόγησον ἀλλήλοις διὰ τῆς ἀρχιτεκτονίας τοῦ Πνεύματος· καὶ κάλεσον φωνῇ μεγάλῃ ὡς κῆρυξ τῶν θείων διδαγμάτων καταστάς, τούς τε μακρὰν, καὶ τοὺς ἐγγύς· καὶ ἑαυτῷ κατάδησον τῷ ἀλύτῳ δεσμῷ τῆς ἀγάπης τοῦ Πνεύματος· εἴπερ μέντοι ἀπέδρα, καὶ παντελῶς ἐξηφάνισται ἡ τῶν ἐχθρῶν προσδοκία· δι᾿ ἣν τοσοῦτον, τῆς ἐνεγκούσης ἀπεξενώθησαν· ἵνα καὶ σοὶ ἐξὸν ᾖ χριστοπρεπῶς λέγειν· Ἰδοὺ ἐγώ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ἀλλ᾿ ἀξίωσον τὸν σὸν ταπεινὸν καὶ ἀνάξιον δοῦλόν καὶ ἱκέτην περὶ τούτου τιμίων σου συλλαβῶν, ἅγιε Πάτερ· καὶ δι᾿ εὐχῶν παραθέσθαι τῷ Θεῷ προσφέρων θυσίαν αἰνέσεως μὴ ἀπαξιώσῃς.

ΚΘʹ. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Ὁ μὲν Θεὸς ζητῶν κατῆλθεν ἐξ οὐρανοῦ, καὶ ποθῶν τὸ πρόβατον ἐνεδύσατο· καὶ οὕτως σώσας τὸ πλανώμενον, πρὸς τὰ σύννομα τῶν ὤμων ἐπιθεὶς, συμπαθῶς ἐπανήγαγε. Σὺ δὲ, πανάγιε Πάτερ καὶ ποιμήν, μόνον Πνεύματος ἁγίου πληρώσας τῆς διδασκαλίας τὸν δόνακα, πρὸς ἑαυτὸν ἐπανήγαγες πλήρη, τὴν ἀκουσίως μὲν τῆς πατρίδος ἀποφοιτήσασαν ἀγέλην τῶν λογικῶν προβάτων, ἑκουσίως δὲ προστρέχουσαν τῇ φωνῇ σου τοῦ καλοῦ ποιμένος καὶ ἐπιστήμονος, ὡς τελείαν διάγνωσιν ἔχουσαν τοῦ συμφέροντος. Οὐ γὰρ πλανηθεῖσα τὰ μακρὰ διεπέρασε πελάγη, τῆς θείας κατολιγωρήσασα νομῆς· ἀσφαλείας δὲ χάριν σωστικῆς τῶν κατὰ ψυχὴν θείων ἀναθημάτων.

LETTER 28

Of the same, to Cyrisicius the bishop.

Having been allotted, honoured Father, according to the grace of the 621high-priesthood given thee, to be on earth an imitator of the divine goodness, thou hast left none of the manners that characterize it unfulfilled; but, having them all following one upon another in order, thou hast been zealous to adorn the mystery of the high-priesthood with the tunic of the virtues, woven from above through the Spirit Joan. XIX, 23. — which tunic the demons can never rend, not even by a multitude of temptations, though they crucify you. Be zealous, then, to gather into one the scattered children of God. Joan. XI, 52. For this too is a characteristic mark of the divine goodness; and, having become as head of the honoured body of the holy Church of God, fit the members together with one another through the architecture of the Spirit; and, appointed herald of the divine teachings, call with a loud voice both those far off and those near; and bind them to thyself with the indissoluble bond of the love of the Spirit — if, to be sure, the expectation of the enemies has fled and has utterly vanished, on account of which they have been estranged so long from the land that bore them — so that thou too mayest be able to say, as befits Christ: Behold I, and the children whom God has given me. But count thy lowly and unworthy servant and suppliant worthy of thy honoured syllables on this matter, holy Father; and do not disdain, offering a sacrifice of praise, to commend him to God through prayers.

LETTER 29

Of the same, to the same.

God, seeking, came down from heaven, and, longing for the sheep, put it on; and so, having saved the wandering one, placing it upon his shoulders, he brought it back with compassion to its fellows of the pasture. Matth. XVIII, 12; Luc. XV, 4. But thou, all-holy Father and shepherd, only filling with the Holy Spirit the reed-pipe of thy teaching, hast brought back to thyself complete the herd of rational sheep, which unwillingly departed from its homeland, but willingly runs to thy voice, the voice of the good and skilled shepherd, as having perfect discernment of what is profitable. For it did not cross the long seas wandering, having disdained the divine pasture, but for the sake of a safety that preserves the divine offerings of the soul. But receive a flock that has not only remained unapproachable to wolves but has even become a destroyer of wolves, and is rich in many goods of the soul.

Ἀλλὰ δέξαι ποίμνην, οὐ μόνον ἀνεπίβατον λύκοις διαμείνασαν, ἀλλὰ καὶ λύκων ἀναιρετικὴν γενομένην, καὶ πολλοῖς πλουτοῦσαν τοῖς κατὰ ψυχὴν ἀγαθοῖς· Καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης· ὡς τῶν κατ᾿ εὐσέβειαν θείων δογμάτων διδάσκαλος, καὶ βίου καθαροῦ, καὶ σεμνῆς πολιτείας 624ὑφηγητὴς, καὶ τοῖς ἐν πᾶσιν ὀρθῆς διακρίσεως νομοθέτης· προσλαβόμενος μάλιστα μετὰ τῆς εἰρημένης ἱερᾶς ποίμνης, καὶ τὸν ἡγιασμένον κύριον ἀββᾶν Γεώργιον Num hic Georgius, qui postea sedit patriarcha CP. divinare est. τὸν πρεσβύτερον, ἄνθρωπον ἱερὸν, ἴσον τῷ λόγῳ κεκτημένον τὸν βίον· καὶ δι᾿ ἀμφοτέρων ὄντα τῆς πονηρᾶς καθαιρέτην δυνάμεως. ᾿Αλλ᾿ ἐπειδὴ μεγάλῃ κατεπόθην λύπῃ μὴ φέρων τὴν τούτων διάζευξιν, ἢ κἀμὲ προσλάβετε, καὶ ὑπὸ τὰς ὑμετέρας καταπαύετε πτέρυγας· ἢ στηρίξατε δι᾿ εὐχῶν πρὸς τὸ γενναίως φέρειν τὴν ἐπὶ τῷ χωρισμῷ τῶν φιλτάτων ὀδύνην.

Λ΄. — Τοῦ αὐτοῦ πρὸς Ἰωάννην Joannes hic, forte Cyzicenus, magni tunc nominis episcopus. ἐπίσκοπον. Φασὶν οἱ τὴν τῶν ὄντων φύσιν λογικῶς διασκεψάμενοι, παντὸς ἑλκτικὴν εἶναι τοῦ ὑποκειμένου τὴν τοῦ πυρὸς δύναμιν· ᾧ παραβάλλοντες συμβολικῶς τὸν Θεὸν, οἱ τῶν θείων ἐξηγηταὶ μυστηρίων, ἑλκτικὸν καὶ αὐτὸν εἶναι φασι πάντων τῶν βουλομένων τοῖς αὐτοῦ πείθεσθαι νόμοις, καὶ τὸ ζῆν ὁσίως ἀνεχομένων ἀσπάζεσθαι· πρὸς ὃν, ὥσπερ ἐν εἰκόνι γραφὴν εὐφυῶς τὴν μίμησιν ἔχουσαν ὑπάρχειν λέγοντες τὴν ἱερωσύνην, καὶ αὐτὴν τῷ ἴσῳ κατὰ τὴν χάριν συμπαθείας νόμῳ, πάντων ἑλκτικὴν εἶναι τῶν ὑπὸ τὴν αὐτὴν φύσιν διαγορεύουσι. Ταύτην οὖν καὶ αὐτὸς, ἅγιε Πάτερ, ἐπὶ γῆς τοῦ Θεοῦ τὴν εἰκόνα ἔχειν λαχὼν, κάλεσον πρὸς ἑαυτὸν συμπαθείας τρόποις καὶ λόγοις, τοὺς πρὸς σὲ ποθοῦντας ἐπανελθεῖν, καὶ ὑπὸ σοῦ ποιμανθῆναι κατ᾿ εὐχὰς ἐπιθυμοῦντας· καὶ πίστωσον ἐπαγγελίαις ἀληθέσι διὰ συλλαβῶν σου τιμίων, τὴν εἰς αὐτοὺς σὺν Θεῷ περὶ πάντα σου πρόνοιαν· εἴπερ παντελῶς ἡ τῶν ἐχθρῶν δυσώδης ἀπεγένετο προσδοκία· δι᾿ ἣν τοσαύτην ὑπέμειναν φυγὴν, οἱ τῷ νόμῳ τοῦ Θεοῦ κατακολωυθεῖν ἀσφαλὲς ἡγησάμενοι, τῷ διαρρήδην βοῶντι· ᾿Εὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἄλλην· καὶ τὴν ἐπαινετὴν δειλίαν τοῦ θράσους προκρίναντες· ἵνα μετὰ Θεὸν τοῖς σοῖς πιστεύοντες λόγοις, ἀφόβως ποιήσωνται τὴν ἐπάνοδον· καὶ τῶν πόνων οἷς ὑπὲρ ἀρετῆς, καὶ τοῦ πεισθῆναι Θεῷ τοὺς διώκοντας φεύγειν κελεύοντι, κατὰ τὴν φοβερὰν ταύτην ξενιτείαν, ὑπεπιάσθησαν, ἄνεσιν εὕρωσιν, ἐλεήμονα τὴν σὴν περὶ αὐτοὺς κατὰ πάντα συγκρότησιν. Μὴ τοίνυν ἀπαξιώσῃς, ἅγιε Πάτερ, τὸν σὸν ἱκέτην καὶ δοῦλον παρακαλοῦντα προσδέξασθαι· ἀλλὰ τίμησον οἰκείαις συλλαβαῖς, ὡς τίμιος, τὸν μηδεμιᾶς τιμῆς ἄξιον· καὶ δι᾿ εὐχῶν παράθου τῷ Χριστῷ τῷ μόνῳ τιμίῳ, καὶ τὸν ἄτιμον πολυτίμως δι᾿ ἑαυτοῦ τιμήσαντι ἄνθρωπον· ὅντινα Δεσπότην καὶ Κύριον κατὰ πάντα μιμούμενος, ἄλλον ἐκεῖνον κατὰ χάριν τοῦ Πνεύματος σεαυτὸν τοῖς ὁρῶσι κατέστησας.

And stretch forth, and prosper, and reign, because of truth and meekness and righteousness, Psal. XLIV, 5. as teacher of the divine doctrines of piety, and guide of a pure life and a dignified 624conduct, and lawgiver of right discernment in all things; receiving especially, together with the said holy flock, also the sanctified lord abba George the presbyter, a holy man, possessing a life equal to his word, and through both a destroyer of the wicked power. But since I have been swallowed up by great grief, not bearing the separation from these, either receive me too and give me rest under your wings, or strengthen me through prayers to bear nobly the pain at the separation from those dearest.

LETTER 30

Of the same, to John the bishop.

Those who have examined by reason the nature of the things that are say that the power of fire draws to itself every subject; and the interpreters of the divine mysteries, comparing God symbolically to it, say that he too draws all who wish to obey his laws and who consent to embrace living holily; and, saying that the priesthood is, as in an image, a painting that aptly has the imitation of him, they declare that it too, by the equal law of sympathy according to grace, draws all who are under the same nature. Thou, then, holy Father, having been allotted to have on earth this image of God, call to thyself by manners and words of sympathy those who long to return to thee and desire, as in their prayers, to be shepherded by thee; and confirm with true promises, through thy honoured syllables, thy providence toward them in all things, with God — if the foul expectation of the enemies has utterly ceased, on account of which those endured so great a flight who held it safe to follow the law of God, which cries expressly: If they persecute you out of this city, flee into the other; Matth. X, 23. and who preferred a praiseworthy cowardice to rashness — so that, trusting, after God, in thy words, they may make their return without fear, and may find, as rest from the toils by which, for virtue's sake and for obeying God who bids them flee their persecutors, they were bruised in this fearful sojourn abroad, thy merciful support of them in all things. Do not then disdain, holy Father, to receive thy suppliant and servant who beseeches thee; but honour with thine own syllables, as one honourable, him who is worthy of no honour; and through prayers commend him to Christ, who alone is honourable, and who through himself honoured most honourably man, who was without honour; imitating whom in all things as Master and Lord, thou hast made thyself, by the grace of the Spirit, another such as he to those who see thee.

ΛΑ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. ῞Ωσπερ ἀκτὶς ἐπισπᾶται προσηνῶς τὴν ὑγιαίνουσαν 625ὄψιν κατὰ φύσιν προσχαίρουσαν φωτὶ, καὶ τῆς οἰκείας λαμπρότητος μεταδίδωσιν· οὕτως καὶ ἡ ἀληθὴς ἱερωσύνη χαρακτὴρ οὖσα διὰ πάντων τῆς μακαρίας θεότητος τοῖς ἐπὶ γῆς, πᾶσαν ψυχὴν κατὰ τὴν ἕξιν φιλόθεόν τε καὶ θείαν ἐφέλκεται πρὸς ἑαυτὴν, καὶ τῆς ἰδίας μεταδίδωσι γνώσεως, εἰρήνης τε καὶ ἀγάπης· ἵνα πρὸς τὸ πέρας τῆς οἰκείας ἐνεργείας, ἑκάστην τῆς ψυχῆς ἐνέγκασα δύναμιν, Θεῷ παραστήσῃ διὰ πάντων θεωθέντας τοὺς ὑπ᾿ αὐτῆς μυσταγωγουμένους. Τέλος γὰρ τῆς κατὰ ψυχὴν λογικῆς ἐνεργείας, ἡ ἀληθὴς γνῶσίς ἐστι· τῆς ἐπιθυμητικῆς δὲ, ἡ ἀγάπη· τῆς δὲ θυμικῆς, ἡ εἰρήνη· ὥσπερ καὶ τῆς ἀληθοῦς ἱερωσύνης, τὸ διὰ τούτων θεοποιεῖσθαί τε καὶ θεοποιεῖν. Ἐφ᾿ ᾧ γὰρ ζητεῖν τὸν Θεὸν ἔχομεν φυσικῶς τὸ λογίζεσθαι, καὶ αὐτὸν μόνον ποθεῖν τὴν ἐπιθυμίαν ἐλάβομεν, καὶ ὑπὲρ αὐτοῦ ἀγωνίζεσθαι μόνου τὸν θυμὸν ἐκομισάμεθα. Τέλος δὲ τῆς μὲν ζητήσεως, ἡ ἀληθὴς γνῶσίς ἐστι· τοῦ δὲ πόθου, ἡ διηνεκὴς καὶ διάπυρος ἀγάπη· τῶν δὲ θείων ἀγώνων, ἡ πάντα νοῦν ὑπερέχουσα εἰρήνη. Τούτων ὄντας τῶν ἄκρων ἀγαθῶν ποιητάς τε καὶ διδασκάλους τοὺς παναγίους καὶ παμμακαρίστους ὑμᾶς γινώσκουσα ἡ ὄντως δούλη τοῦ Θεοῦ, καὶ θυγάτηρ καὶ μήτηρ κυρία Εὐδοκία ἡ ἐγκλειστὴ, μετὰ τῆς ἱερᾶς αὐτῆς ἀγέλης, πρὸς ὑμᾶς ἐπανῆλθε, νικητὰς ἀποδείξασα τοὺς θεοτιμήτους ὑμᾶς πάντων τῶν πρὸς ἑαυτοὺς ἔχειν αὐτὴν σπουδασάντων. Δούλη γὰρ ἀληθῶς ἐστιν, ὡς τῶν θείων ἐντολῶν πληρωτική· θυγάτηρ δὲ, ὡς διὰ πάντων κατὰ τὴν ἕξιν ἀπαρἀλλακτον ἔχουσα πρὸς τὸν Θεὸν τὴν ἐμφέρειαν· μήτηρ δὲ, ὡς καὶ τῆς κατ᾿ ἀρετὴν ἐν ἄλλοις ἕξεως γεννητικὴ. Ἀλλ᾿ εὐφραίνεσθε τὸ λοιπὸν καὶ ἀγαλλιᾶσθε, τὸ τιμιώτερον μέρος τῆς ὑμετέρας ἁγίας ἐπαναλαβόντες ποίμνης· καὶ μάλιστα προσλαβόμενοι καὶ τὸν ἡγιασμένον κύριόν μου Γεώργιον τὸν πρεσβύτερον Hic Georgius indicio est, ad eumdem scriptam hanc epistolam, ad quem duæ superiores., τὸ ὄντως θεῖον γεώργιόν τε, καὶ θείου καὶ μεγάλου Γεωργίου γεωργὸν δοκιμώτατον, ἱκανὸν ἐν ἔργῳ καὶ λόγῳ ἐνώπιον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, κατὰ τὴν ψυχῶν γεωργικὴν ἐπιστήμην, καὶ διὰ τοῦτο πᾶσιν ἐπέραστον τοῖς ἀγαπῶσι τὸν Κύριον. Ἀλλ᾿ ἐπειδὴ τέως ἐγὼ κατέστην ἡμιθνὴς καὶ ἡμίτομος, τῆς ἐπωφελοῦς αὐτῶν ἀπερρωγὼς συζυγίας, ἢ κἀμὲ προσλάβετε ὡς μέλος νενοσηκὸς, καὶ θεραπεύσατε, ἢ δι᾿ εὐχῶν με παραμυθήσασθε, καὶ πείσατε ἀπαθῶς φέρειν τὸν χωρισμόν. Καὶ τοῦτο γὰρ τῆς θείας καὶ ἀληθοῦς ἱερωσύνης καθέστηκεν ἴδιον.

ΛΒ΄. — Τοῦ αὐτοῦ πρὸς ἀββᾶν Πολυχρόνιον.

LETTER 31

Of the same, to the same.

As a ray gently draws the healthy 625sight, which by nature delights in light, and gives it a share of its own brightness, so the true priesthood too, being through all things a characteristic mark of the blessed Godhead for those on earth, draws to itself every soul that is God-loving and divine in its habit, and gives it a share of its own knowledge, peace and love; that, having brought each power of the soul to the end of its own operation, it may present to God, deified through all things, those whom it initiates into the mysteries. For the end of the soul's rational operation is true knowledge; of the desiring, love; of the incensive, peace; as also the end of the true priesthood is, through these, to be made god and to make god. For it is to this end that we have by nature reasoning, to seek God; and we received desire, to long for him alone; and we were given anger, to contend for him alone. And the end of the seeking is true knowledge; of the longing, unbroken and fiery love; of the divine contests, the peace that surpasses every mind. Philipp. IV, 7. Knowing you, all-holy and all-blessed, to be doers and teachers of these highest goods, she who is truly the servant of God, and daughter and mother, the lady Eudocia the recluse, has returned to you with her holy flock, showing you, honoured by God, victors over all who were zealous to have her with themselves. For she is truly a servant, as one who fulfils the divine commandments; a daughter, as having through all things in her habit an invariant likeness to God; a mother, as one who also begets in others the habit of virtue. Rejoice, then, henceforth and exult, having taken back the more honourable part of your holy flock; and especially having received too my sanctified lord George the presbyter, truly God's tilled field, and the most approved husbandman of the divine and great George, competent in deed and word before God and all the people in the science of the husbandry of souls, and for this reason lovely to all who love the Lord. But since meanwhile I have become half-dead and cut in half, torn off from their profitable companionship, either receive me too as a sickened member and heal me, or console me through prayers and persuade me to bear the separation dispassionately. For this too is proper to the divine and true priesthood.

Ἐπειδὴ ταφὴν τοῦ ὑπὲρ ἡμῶν νεκρωθέντος καὶ ταφέντος κατὰ σάρκα Χριστοῦ, καὶ ἀνάστασιν ἑορτάζειν μέλλομεν, σκοπήσωμεν εἰ καὶ ἡμεῖς ἐνεκρώθημεν, καὶ ἐτάφημεν κατὰ τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἀνέστημεν κατὰ τὸν καινὸν ἄνθρωπον τῇ ἀνακαινούμεγον 628κατ᾿ εἰκόνα τοῦ κτίσαντος. Σημεῖον δὲ τῆς μὲν τοῦ πρώτου νεκρώσεως, ἡ τῶν παθῶν παντελὴς ἐλευθερία · τῆς δὲ τοῦ δευτέρου ἀναστάσεως, ἡ κατὰ συνείδησιν ἀκηλίδωτος καὶ ἀληθὴς παρρησία · καὶ ὁ κατὰ νοῦν φωτισμὸς τῆς γνώσεως. Καὶ εἰ μὲν ταῦτα γεγόνασιν ἐν ἡμῖν, Χριστῷ τῷ Θεῷ συνεορτάζωμεν· εἰ δὲ μήγε, ἀγωνισώμεθα κἂν μὴ προδοῦναι τοῖς πάθεσι τὸν Λόγον κατὰ τὸν Ἰούδαν, ἢ μὴ ἀρνήσασθαι κατὰ τὸν Πέτρον · μή πως οὐχ ἰσχύσωμεν μετανοήσαι, καὶ ἀπαχθῶμεν ἀκερδῶς μεταμελούμενοι · ἢ πικρῶς κλαῦσαι καὶ πλῦναι τὰ τῆς ἀρνήσεως στιγματα. Ἄρνησις γάρ ἐστι τοῦ Λόγου, ἢ τοῦ πράττειν τὸ ἀγαθὸν διὰ φόβον παραίτησις · προδοσία δὲ, ἡ κατ᾿ ἐνέργειαν ἐμπρόθετος πρὸς ἁμαρτίαν ὁρμή · ὧν μὴ γένοιτο ἡμᾶς πεῖραν λαβεῖν.

ΛΓ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εἰ κατὰ τὸν μέγαν νικητὴν τῶν πειρασμῶν Ἰὼβ, Πειρατήριόν ἐστιν ὁ βίος τῶν ἀνθρώπων. Καὶ ὁ κόσμος, ὡς εἶπεν ὁ Κύριος, ἐν τῷ πονηρῷ κεῖται· καὶ, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, ὡς ὁ μέγας ἀποφαίνεται Δαβὶδ, καὶ τοὺς πειρασμοὺς, καὶ τὴν πάλην, ἢ πρὸς ἀνθρώπους, ἢ πρὸς δαίμονας κατὰ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, πάντως ἔχειν ἡμᾶς δεῖ, κατὰ τὸν ἅγιον Ἀπόστολον, παρακαλέσωμεν τὸν Θεὸν ὑπομονὴν δοῦναι, πρὸς τὸ δυνηθῆναι ἡμᾶς ἐκ τῆς ἰλύος τῶν παθῶν ἀνασπασθῆναι, καὶ στῆναι ἐπὶ τὴν ἄσειστον πέτραν, τὴν ἐν Χριστῷ λέγω· διὰ τῆς χάριτος ἀπάθειαν· νεκρωθέντων ἐν ἡμῖν τοῦ τε πειράζοντος βίου, καὶ τοῦ πονηρευομένου κόσμου, καὶ τῶν ἀνθρώπων, καὶ τῶν δαιμόνων, τουτέστι, τῆς ἐμπαθοῦς ζωῆς, καὶ τῆς κατ᾿ αἴσθησιν ἡδονικῆς ἀπάτης, καὶ τῶν σαρκικῶν παθημάτων, καὶ τῶν ψυχικῶν ἐμπαθῶν κινημάτων, καὶ τῶν ἐπὶ τούτοις ἀκουσίων ἐπαγωγῶν, αἵτινες θλίψεις ἐκλήθησαν. Ὑπομείνωμεν οὖν ἵνα σωθῶμεν · ὅτι ὁ ὑπομείνας εἰς τέλος σωθήσεται, Ἡ εἰρήνη τοῦ Χριστοῦ μεθ᾿ ἡμῶν, Ἀμήν.

ΛΔ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εἰρήνην ἀπιὼν πρὸς τὸ πάθος ὁ Κύριος ἀφῆκεν ἡμῖν · καὶ πάλιν ἀναστὰς ἐκ νεκρῶν εἰρήνην δέδωκεν ἡμῖν. Τί διὰ τούτων αἰνιττόμενος; Τὸ δεῖν τοὺς ἐναντίους καιροὺς ἀπαθῶς διαφέρειν ἡμᾶς, μήτε ταῖς λυπηραῖς περιστάσεσιν ὑποπίπτοντας, κρείττονος ἐλπίδος εἶναι χωρὶς, μήτε ταῖς φαιδραῖς ὑποθέσεσι συμπεριφερομένους, τὸν παιδαγωγοῦντα ἡμᾶς λογισμὸν ἀπωθεῖσθαι· ἀλλὰ τοὺς αὐτοὺς εἶναι καὶ πάσχοντας καὶ εὐπαθοῦντας.

LETTER 32

Of the same, to abba Polychronius.

Since we are about to keep the feast of the burial and resurrection of Christ, who was put to death and buried for us according to the flesh, let us examine whether we too have been put to death and buried according to the old man, who is corrupted according to the desires of deceit, and have risen according to the new man, who is 628renewed according to the image of him who created him. Ephes. IV, 22-24. The sign of the putting to death of the first is complete freedom from the passions; of the resurrection of the second, the spotless and true boldness of conscience, and the illumination of knowledge in the mind. And if these things have come to be in us, let us keep the feast with Christ God; but if not, let us strive at least not to betray the Word to the passions like Judas, or not to deny him like Peter; lest perhaps we be unable to repent, and be led away regretting without profit, or to weep bitterly and wash off the brands of the denial. For denial of the Word is the refusal, through fear, to do the good; and betrayal is the purposed impulse toward sin in operation: of which may it not befall us to have experience.

LETTER 33

Of the same, to the same.

If, according to Job, the great victor over temptations, The life of men is a trial; Job VII, 1. and the world, as the Lord said, lies in the evil one; I Joan. V, 19. and, Many are the afflictions of the righteous, as the great David declares; Psal. XXXIII, 20. and we must by all means have the temptations and the wrestling, whether against men or against demons, according to the just judgement of God, as the holy Apostle says Ephes. VI, 12. — let us beseech God to give patience, that we may be able to be drawn up out of the mire of the passions and to stand upon the unshaken rock — I mean the dispassion in Christ through grace — there having been put to death in us the life that tempts, and the world that does evil, and men, and demons: that is, the passionate life, and the pleasurable deceit of sense, and the fleshly sufferings, and the passionate movements of the soul, and the involuntary inflictions that come upon these, which have been called afflictions. Let us endure, then, that we may be saved; for he who endures to the end shall be saved. The peace of Christ be with us. Amen.

LETTER 34

Of the same, to the same.

Going away to his passion, the Lord left us peace; and again, having risen from the dead, he gave us peace. Joan. XIV, 27; Joan. 20, 19. Hinting at what, through these? That we must carry ourselves through contrary seasons dispassionately: neither, falling under grievous circumstances, to be without the better hope, nor, carried round with bright occasions, to thrust away the thought that tutors us; but to be the same, both suffering and faring well.

Τοῦτο δὲ οὐ γίνεται, εἰ μὴ πρότερον ἐπιβῶμεν ἐπὶ ἀσπίδα καὶ βασιλίσκον · τουτέστιν ὑπεράνω γενώμεθα παρακοῆς τῶν θείων λόγων, καὶ παραδοχῆς τῶν πονηρῶν λογισμῶν · καὶ καταπατήσωμεν λέοντα καὶ δράκοντα, τουτέστι θυμὸν 629καὶ ἐπιθυμίαν· ὧν ἀπογενομένων, πᾶσα ἡμῖν ἔσται εἰρήνη, μηδενὸς ἡμᾶς κινῆσαι δυναμένου πρὸς μηδὲν τῶν ὧδε μενόντων. Κρατήσωμεν θυμοῦ καὶ ἐπιθυμίας, καὶ ὅλον ὁμοῦ τὸν οἶκον τῶν ἀλλοφύλων μετὰ τῶν ἐν αὐτῷ κατεβάλομεν, τὴν ἐμπαθῆ ζωήν τε καὶ ἀγωγὴν τοῖς πάθεσι συναποκτείναντες.

ΛΕ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εἰ μετὰ τὴν μεγάλην καὶ φοβερὰν ἐκείνην ἔρημον, ὁ Ἰσραηλίτης λαὸς τὴν γῆν λαμβάνει τῆς ἀναπαύσεως, καὶ τὸ πάντων καταπληκότερον [καταπληκτικώτερον] ἄκουσμα, ὁ δι᾿ ἡμᾶς γενόμενος ἄνθρωπος Θεὸς ὢν καὶ πάντων Κύριος, διὰ παθημάτων καὶ σταυροῦ καὶ θανάτου, εἰς τὴν δόξαν αὐτοῦ εἰσέρχεται, οὐκ ὄντος ἄλλου τρόπου ὡρισμένου αὐτῷ, καθὼς γέγραπται· Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστόν, καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Μὴ ἐκκακήσωμεν ἐν ταῖς θλίψεσιν ἐκλυόμενοι· ἀλλ᾿ ἀπίδωμεν εἰς τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, καὶ τελειωτὴν Ἰησοῦν· καὶ ὑπομείνωμεν τὰ συμβαίνοντα γενναίως. Πάσης γὰρ θλίψεως τέλος ἐστὶν ἡ χαρά· καὶ παντὸς κόπου ἡ ἀνάπαυσις, καὶ πάσης ἀτιμίας δόξα· καὶ ἀπλῶς, πάντων τῶν ὑπὲρ ἀρετῆς ἀλγεινῶν τέλος ἐστὶ, τὸ μετὰ Θεοῦ γενέσθαι διὰ παντὸς, καὶ τῆς αἰωνίου καὶ πέρας μὴ ἐχούσης ἀνέσεως ἀπολαῦσαι. Ἀλλ᾿ εὖξαι, Πάτερ, ἵνα τύχωμεν αὐτῆς καλῶς τὴν θάλασσαν τοῦ βίου περάσαντες, καὶ ἀβρόχους τὰς νοητὰς βάσεις τῆς ψυχῆς τῆς αὐτοῦ ἁλμης φυλάξαντες.

ΛϚ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εὐλογημένος ἐστὶν ὁ δεσπότης ἡμῶν τῶ Κυρίῳ, καὶ εὐλογημένος ὁ κῆπος τῆς καρδίας αὐτοῦ, ὃν ἐφύτευσεν ὁ ἀληθινὸς γεωργὸς Ἰησοῦς, καὶ πεπλήρωκεν ἀθανάτων φυτῶν δικαιοσύνης· οὗ καὶ ἡμεῖς τῶν καρπῶν μετελάβομεν, τῶν αὐτοῦ πνευματικῶν λαχάνων ἐμφορηθέντες· οἷς καὶ ὁ μέγας Ἀπόστολος οἶδε τρέφειν, τοὺς πρὸς τὴν ἄμεσον τῶν θείων αὐτοψίαν ἐξασθενοῦντας· βρωματίζων αὐτοὺς ὥσπερ λάχανα τὴν φυσικὴν τῶν ὁρατῶν θεωρίαν· καὶ διὰ τῆς τῶν φαινομένων μεγαλοπρεπείας, πρὸς τὸν αὐτῆς κτίστην χειραγωγῶν· ὃν μιμούμενος καὶ ὁ εὐλογημένος ἡμῶν Πατὴρ καὶ διδάσκαλος, φιλοστόργως ἡμᾶς ἐφιλοφρόνησε, ταύτης ἡμῖν τῆς κτίσεως συμβολικῶς παραθεὶς διὰ τῶν λαχάνων τὴν κατανόησιν.

And this does not come about unless we first tread upon the asp and the basilisk — that is, rise above disobedience to the divine words and the acceptance of wicked thoughts — and trample the lion and the dragon, Psal. XC, 13. that is, 629anger and desire; which being done away, all peace will be ours, nothing being able to move us toward any of the things that abide here. Let us master anger and desire, and we have cast down the whole house of the foreigners at once, together with those in it, killing together with the passions the passionate life and way of living.

LETTER 35

Of the same, to the same.

If, after that great and fearful desert, the Israelite people receives the land of rest; and — the most astounding report of all — God, who became man for our sake, being also Lord of all, enters into his glory through sufferings and cross and death, there being no other mode appointed for him, as it is written: Ought not Christ to have suffered these things, and to enter into his glory? Luc. XXIV, 26. — let us not lose heart, growing faint in afflictions; but let us look to the author of our salvation and perfecter, Jesus, Hebr. XII, 2. and let us bear nobly what befalls us. For the end of every affliction is joy; and of every toil, rest; and of every dishonour, glory; and, simply, the end of all the pains borne for virtue is to be with God always, and to enjoy the everlasting relief that has no end. But pray, Father, that we may attain it, having crossed the sea of life well, and having kept the intelligible footsteps of the soul unwetted by its brine.

LETTER 36

Of the same, to the same.

Blessed be our master to the Lord, and blessed the garden of his heart, which Jesus, the true husbandman, planted and has filled with immortal plants of righteousness; of whose fruits we too have partaken, filled with his spiritual vegetables — with which the great Apostle too knows how to nourish those too weak for the unmediated beholding of divine things, Rom. XIV, 2. feeding them, as with vegetables, with the natural contemplation of visible things, and through the magnificence of the things that appear leading them by the hand to its Creator. Imitating him, our blessed Father and teacher too has affectionately entertained us, setting before us symbolically, through the vegetables, the understanding of this creation.

Ἀλλὰ μετάδος καὶ στερεᾶς τροφῆς, καὶ κίνησον ἡμῶν ἀνορεκτοῦσαν πρὸς τὰ θεῖα τὴν ταῖς ἡδοναῖς παρειμένην ψυχήν, ἐπιστύφων τῷ λεπτοτέρῳ τῆς προνοίας καὶ τῆς κρίσεως λόγῳ τὴν ἔφεσιν· ἵνα μὴ μόνον λαχάνοις διατρέφῃς τοὺς σοὺς μαθητάς, μόνους τοὺς τῶν γινομένων καὶ ἀπογινομένων λόγους διδάσκων· ἀλλὰ καὶ σίτῳ, καὶ οἴνῳ, καὶ ἐλαίῳ, τοῖς τῶν ἀϊδίων στηρίξον λόγοις· τόν τε συνεκτικὸν τῶν ἀρετῶν ὡς στερρὸν ἄρτον λόγον διδούς, καὶ τῷ κατὰ τὴν ἀληστον 632γνῶσιν, ὥσπερ οἴνῳ τὴν καρδίαν λόγῳ διαθερμαίνων πρὸς ἔκστασιν θεοποιὸν τῶν σῶν ὀπαδῶν · καὶ τὴν διατρέφουσαν, καὶ ἄσβεστον τὸν ἐν τούτοις διατηροῦσαν πυρσόν · καθάπερ ἔλαιον, τὴν εἰρηνικὴν καὶ ἀτάραχον τῆς πραότητος ἕξιν ἐμποιῶν τοῖς σοῖς οἰκέταις.

ΛΖ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Πάλιν σου τίμιον γράμμα μετὰ ξενίων, ἅγιε Πάτερ, δεδέγμεθα : καὶ πάλιν τῶν ἴσων τοῖς προτέροις καλῶν ἀπηλαύσαμεν · τοῖς μὲν ξενίοις, τὴν μελαίνουσαν ἡμῶν τὴν ψυχὴν καῦσιν τῶν παθῶν κατασβέσαντες · πρὸ αὐτῶν γὰρ τοὺς νοητοὺς λόγους βεβρώκαμεν · οὐκ εἰκῆ καὶ μάτην, καὶ ὡς ἔτυχε ταῦτα παρὰ σοῦ πεπέμφθαι πιστεύσαντες, τοῦ διὰ πάντων μετὰ λόγου κινουμένου καὶ πνεύματος · καὶ ψυχῆς ἡμῖν παίδευμα ποιουμένου, καὶ τὴν βρῶσιν τοῦ σώματος · τῷ δὲ γράμματι τὴν πασῶν μητέρα τῶν ἀρετῶν εὑρηκότες ταπείνωσιν, δι᾿ ἧς ἥ τε γένεσις τῶν καλῶν καὶ φυλακὴ δημιουργεῖται τοῖς ἔχουσιν, ἱκανῶς ἐδακρύσαμεν, πόσον ταύτης ἀπῳκίσμεθα τῆς ὁδοῦ εἰσαθρήσαντες. Τὸ γὰρ σὸν πένθος, τῶν ἐφ᾿ οἷς ἐνεχόμεθα κακῶν ἔλεγχος γέγονε · καὶ βαθὺ κοιμωμένην ἡμῶν ἐξύπνισε τὴν διάνοιαν, καὶ τὴν μνήμην ἐγύμνασε κεκαλυμμένην τῷ πέπλῳ τῆς φυσιούσης οἰήσεως · καὶ πεποίηκεν ἡμᾶς ἑαυτῶν ἐπιγνώμονας, συμμέτρως ἐπαισθομένους τῆς τῶν οἰκείων ἁμαρτημάτων ὀχλήσεως. Καὶ ποσῶς σοφίας μετόχους πεποίηκε, τῶν ἰδίων πλημμελημάτων λαβόντας διάγνωσιν, εἴπερ ἀληθὴς ὁ λέγων · Οἱ ἑαυτῶν ἐπιγνώμονες σοφοί. Μὴ τοίνυν παύσῃ, τίμιε Πάτερ, καὶ λόγῳ καινίζων ἡμῶν τὴν διάνοιαν, καὶ δι᾿ εὐχῆς τὴν τῶν κακῶν ἡμῖν αἰτούμενος λύτρωσιν · ἵνα τούτων λάβῃς μισθὸν παρὰ τοῦ διδόντος Θεοῦ τὴν τελείαν τῆς ψυχῆς κατὰ συνείδησιν κάθαρσιν.

ΛΗ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εὐχαριστοῦμέν σοι, τίμιε Πάτερ, ὅτι μετανοίας ἀρίστης ἡμῖν σεαυτὸν δέδωκας ὑποτύπωσιν, πείθων δι᾿ ἐξαγορίας τοὺς ἐν ἡμῖν αὐτοῖς σκοτεινοὺς τῶν παθῶν γυμνῶσαι θησαυρούς · δι᾿ ἧς τὸ πρὸς τὴν ἁμαρτίαν ἐπικυροῦσθαι πέφυκε μῖσος. Ἡμεῖς γὰρ ἐσμεν ἐπ᾿ ἀληθείας οἱ τὰ πάθη περιέποντες, ὧν ἡ μνήμη μετὰ τὴν πρᾶξιν φέρει τὴν ἀηδίαν · ὡς μὲν κρόμμυα, τὴν τῶν πονηρῶν ἀγαπῶντες λογισμῶν συγκατάθεσιν, καθ᾿ ἣν τὸ τῆς ψυχῆς ὀπτικὸν πρὸς ἀρετὴν καὶ γνῶσιν ἀμβλύτερον γίνεται, λεπίδας ὥσπερ λαμβάνον, τὰς ἐμπαθεῖς τῶν ὁρατῶν φαντασίας. Κόρης γὰρ μύσις κατὰ τοὺς ἐτυμολογοῦντας τὸ κρόμμυον. Ὡς δὲ σκόροδα, τὴν δι᾿ ἐνεργείας τῶν παθῶν συμπλήρωσιν τρώγοντες, καθ᾿ ἣν ὁ νοῦς ἀκαθαρσίας πληρούμενος, τοῖς ἔξω πνεῖ δι᾿ αἰσχρῶν ῥημάτων τε καὶ τρόπων, τὴν ὧν διὰ πράξεως βέβρωκε κακῶν δυσωδίαν.

But give a share of solid food too, and stir our soul, slackened by pleasures and without appetite for divine things, astringing its aspiration with the subtler principle of providence and judgement; that thou mayest not nourish thy disciples with vegetables only, teaching only the principles of the things that come to be and pass away; but with wheat and wine and oil too — the principles of the things eternal — strengthen them: giving the principle that holds the virtues together as firm bread, and with the principle of the unforgetting 632knowledge, as with wine, warming the heart of thy followers to a god-making ecstasy; and, as oil, implanting in thy servants the peaceful and untroubled habit of meekness, which nourishes, and keeps unquenched, the flame in them.

LETTER 37

Of the same, to the same.

Again we have received thy honoured letter, holy Father, with gifts; and again we have enjoyed goods equal to the former. By the gifts we quenched the burning of the passions that blackens our soul — for before them we had eaten the intelligible principles, believing that these had not been sent by thee at random and in vain and as it chanced, since thou movest in all things with reason and spirit, and makest even the food of the body a lesson of the soul for us; and by the letter, having found humility, the mother of all the virtues, through which both the coming-to-be of good things and their guarding are wrought for those who have it, we wept abundantly, perceiving how far we have been removed from this road. For thy mourning has become a reproof of the evils in which we are held; and it awoke our understanding, which was deeply asleep, and stripped bare our memory, covered with the veil of puffing-up conceit; and it has made us knowers of ourselves, perceiving in due measure the vexation of our own sins. And in some measure it has made us sharers of wisdom, having received discernment of our own offences — if he is true who says: Those who are knowers of themselves are wise. Prov. XIII, 10. Do not cease, then, honoured Father, renewing our understanding by word, and asking by prayer deliverance from evils for us; that thou mayest receive as the reward for these, from God who gives it, the perfect cleansing of the soul in conscience.

LETTER 38

Of the same, to the same.

We thank thee, honoured Father, that thou hast given thyself to us as a pattern of excellent repentance, persuading us through confession to lay bare the dark treasures of the passions within ourselves; through which the hatred of sin is wont to be confirmed. For we in truth are they who cherish the passions, whose memory after the deed brings disgust: loving, as onions, the assent to wicked thoughts, by which the soul's power of sight grows duller toward virtue and knowledge, taking on, as it were, scales — the passionate imaginations of visible things. For the onion, according to those who give etymologies, is a closing of the pupil. And, as garlic, chewing the fulfilment of the passions through operation, by which the mind, being filled with uncleanness, breathes upon those outside, through shameful words and manners, the stench of the evils it has eaten through practice.

Ἀλλὰ δίδαξον 633ἡμᾶς, ἅγιε Πάτερ, πῶς μετὰ τὴν τούτων ἀποβολὴν ἀγαπήσομεν τὸ μάννα· φημὶ δὲ τὸν λογικὸν τῆς θείας γνώσεως ἄρτον, οὐρανόθεν ἡμῖν ὑόμενον, καὶ φυλάξομεν ἄφθαρτον· μήτε πρὸς τὴν αὔριον, δι᾿ ἀναβολῆς θησαυρίζοντες, ἵνα μὴ βράσῃ σκώληκας παθῶν σαρκικῶν, διὰ τῆς ἀργίας σηπόμενον· μήτε δι᾿ ἐπιδείξεως θριαμβεύοντες, ἵνα μὴ γένηται φροῦδον τῇ κενοδοξίᾳ τηκόμενον. Τοιούτοις καὶ πάλιν λόγοις θρέψον ἡμᾶς, τίμιε Πάτερ, τοὺς σοὺς μαθητὰς, καὶ παράθου δι᾿ εὐχῆς τῷ Θεῷ, δίχα τῆς σῆς μεσιτείας προσκυνῆσαι μὴ δυναμένους.

ΛΘ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Ἀφθόνως ἡμῶν διατρέφεις, ἡγιασμένε Πάτηρ, τόν τε φαινόμενον καὶ τὸν νοούμενον ἄνθρωπον· τῷ μὲν σώματι χορηγῶν τὰ πρὸς σύστασιν· τῇ δὲ ψυχῇ διδοὺς τὰ πρὸς αὔξησιν τὴν ἐν πνεύματι. Πεποίηκέ σε γὰρ ὁ Θεὸς κατ᾿ ἀμφότερα πλούσιον, εὐλογήσας τὴν εἴσοδόν σου. Εἴσοδον μὲν γὰρ λέγω, τὴν τῶν χορηγουμένων σοι παρὰ Θεοῦ χαρισμάτων κτῆσιν, πολυπλασιαζομένην διὰ τῆς πράξεως· ἔξοδον δὲ, τὴν ἄλλοις παρὰ σοῦ γινομένην, τοῦ λόγου διάδοσιν· καὶ ἐν ἐκείνοις δηλαδὴ τοῖς λαμβάνουσιν, ὥσπερ καρπὸν φέρουσαν τὴν τῶν καθηκόντων ἐνέργειαν.

Μ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Θαλάσσιον πρεσβύτερον καὶ ἡγούμενον. Τῷ σοφῷ καὶ τιμίῳ γράμματι τῆς ὑμετέρας, δέσποτα, πατρικῆς ἁγιωσύνης ἐντυχὼν ἐπιμελῶς· πάντα τε σκοπήσας, καὶ πᾶσάν μου τῆς συνειδήσεως ἀναγνοὺς τὴν βίβλον, οὐδὲν εὗρον ἐμοὶ τῶν ἐμφερομένων..εσω..ολο..θᾶττον συνέστειλα τῆς ψυχῆς τὸν τόνον, διασφίγξας τὴν χαύνωσιν, ἀλλοτρίων καλῶν ἐπαίνοις προστεθῆναι, μάταιον ἡγησάμενος, καὶ μόνης ἴδιον εἶναι κρίνας ψυχῆς τὴν ῥοπὴν ἐχομένης πρὸς πᾶσαν ἀπάτην ἐπαγωγόν. Τῷ ὄντι γὰρ μάταιον, ὡς ἀρετῆς μεστὸν ἐπαίνους οἰκειοῦσθαι προπετῶς πειρᾶσθαι, τὴν ἐν τοῖς πράγμασι τὸ κλέος τῶν λεγομένων οὐχ ἔχοντα. Ἀλλ᾿ ὁ ἐμὸς δεσπότης ἐκ τῶν οἰκείων τῆς ἀρετῆς πλεονεκτημάτων τὰ τῶν ἄλλων κρίνων, ψηφίζεται, διὰ περιουσίαν θεοειδοῦς τελειότητος τὸ αἶσχος καλύπτων, τὸν πολλοῖς...παθῶν τετρωμένον, ὡς ἔθος ἐστὶ τοῖς ἀγαπῶσι τὸν Κύριον.

But teach 633us, holy Father, how, after casting these off, we shall love the manna — I mean the rational bread of divine knowledge, rained on us from heaven — and keep it incorrupt: neither treasuring it up for the morrow by delay, lest it boil up worms of fleshly passions, rotting through idleness; nor parading it in display, lest it vanish, melting away with vainglory. With such words nourish us again, honoured Father, thy disciples, and commend us through prayer to God, us who without thy mediation are unable to worship.

LETTER 39

Of the same, to the same.

Ungrudgingly thou nourishest, sanctified Father, both our visible and our intelligible man: supplying the body with what makes for its sustenance, and giving the soul what makes for growth in the spirit. For God has made thee rich in both, blessing thy coming in [?]. By coming in I mean the possession of the gifts of grace supplied to thee by God, multiplied through practice; and by going out, the distribution of the word that comes about from thee to others, bearing in those who receive it, as fruit, the operation of what is fitting.

LETTER 40

Of the same, to the same Thalassius, presbyter and abbot.

Having read carefully the wise and honoured letter of your paternal holiness, master, and having examined everything, and read through the whole book of my conscience, I found none of the things it contains in me …; at once I contracted the tension of my soul, binding tight its slackness, judging it vain to be added to the praises of others' goods, and judging it proper only to a soul that has its propensity toward every alluring deception. For truly it is vain for one who does not have, in reality, the glory of the things said, to try rashly to appropriate praises as though full of virtue. But my master, judging the things of others from his own advantages of virtue, gives his vote — through an abundance of godlike perfection covering the shame — for one wounded by many … of passions, as is the custom of those who love the Lord.

Πλὴν ἐγὼ, δέσποτά μου εὐλογημένε 636. . παμφαοῦς ἐπ᾿ ἀρετῇ τελειότητος τὴν κέλευσιν ἡρῶσ . . . οιμότατος, παντὸς ὀνείδους καὶ ψόγου τυχὸν ἐμβῆναι μέλλων, ὡς ἐμῆς ἂν ἐπὶ τοῦτο προπετείας ἕνεκεν παρὰ τῶν . . λοσ . . νων, τὴν ὑμετέραν ἀγάπην ἀνωτέρω τιθε . . . . . κυρίῳ ἀββᾷ Θωμᾷ Ipse Thomas, ad quem quæstiones in Greg. et Dionys.· τούτῳ προθύμως ὑπουργ . . πράγματι. Ὀρέγοντες δηλαδή, τὴν ἀρκοῦσαν ὕλην, ὡς οἶμαι, διὰ τοῦ χειμῶνος, τὴν τοιαύτην ὑμῶν τοῦ Κυρίου συνεργοῦντος πληρῶσαι κέλευσιν δύνασθαι. Σῴζοιό μοι λίαν, ἠγαπημένε καὶ τίμιε Πάτερ, καὶ σῴζοις ταῖς πρὸς Θεὸν εὐχωλῇσιν υμ . . . τὸν σὸν οἰκέτην καὶ δοῦλον· προσθήσω δὲ καὶ ἐραστήν, πάσης τῇ ἑαυτοῦ μεσιτείᾳ διαβολικῆς ἐξαιρούμενος μηχανῆς.

ΜΑ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Εἰς Χριστὸν πάντα αἰχμαλωτίζειν ὑπὸ τοῦ Πνεύματος δεδιδαγμένος, ἐκ πάντων οἶδε καρποῦσθαι ὠφέλειαν· ὥσπερ οὖν καὶ ὑμεῖς ἐξ ἐμοῦ τοῦ πάμπαν τῆς θείας ἠλλοτριωμένου χάριτος, καὶ τῶν νόμων τῆς σαρκὸς γενναίως καταδεδεμένου. Καὶ μηδὲν ἔχοντός εἰμι καὶ σπουδαίως Γρ. ὑγιὲς καὶ σπουδαῖον., χρεὼν ἦν με παραιτεῖσθαι καθόλου ποῦ ποτε φοιτᾶν, ἵνα μὴ βλάπτω μᾶλλον, ποιῶν τὴν κέλευσιν ὑμῶν. Καὶ ἔρχομαι ὅτε ὁ Κύριος θελήσῃ, γινώσκων ἀχράντους καὶ ἀμολύντους ὑμᾶς διαμεμενηκέναι καὶ συνουσιάζοντές μοι τῷ βεβήλῳ. Τὸ γὰρ καθ᾿ ἕξιν ἅγιον ὥσπερ τῇ φύσει, ὑπ᾿ οὐδενὸς ἀκαθάρτου χρανθήσεται. Περὶ δὲ τῆς τοῦ Βεστίτορος Bestitoris uxoris, ut videtur., καλῶς ποιεῖτε συμπάσχοντες, εἰ μὴ ἔχῃ βλάβην τὸ πρᾶγμα· καὶ μάλιστα εἰ γινώσκετε δύνασθαι ἀνέξεσθαι αὐτῆς.

ΜΒ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Ὁ μακάριος Δαβίδ, ὁ μέγας ἐκεῖνος τοῦ Κυρίου βασιλεύς, μετὰ τοὺς φοβεροὺς τῶν ἀλλοφύλων πολέμους, μετὰ τοὺς μεγάλους τῶν ὁμοφύλων πειρασμούς, μετὰ τὰς ἐπιπόνους φυγὰς καὶ τὰς ὑπὲρ τῶν πολλῶν εὐεργεσιῶν συχνὰς ἐπιβουλάς, μετὰ τὰς τῶν συγγενῶν ἐπαναστάσεις, μετὰ τὴν τρ . . . σιν τε καὶ βασιλείαν, ὅταν ᾔσθετο τοῦ Θεοῦ πανταχόθεν αὐτῷ . . . . . αὔοντος· τότε διενοήθη οἰκοδομῆσαι οἶκον τῷ Κυρίῳ Θεῷ . . . . καὶ ἀποδέχεται μὲν αὐτὸν ὁ Θεός· ὡς καλῶς διανοηθέντα . . . . . ησιν δὲ καὶ ὅμως διαστολὴν πρόσφορον, λέγων . . . . . . σπέρμα τὸ ἐξ αὐτοῦ δεῖν εἰς πέρας ἀγαγεῖν τὸ καλὸν τ . . . ας ἐγχείρημα προσθεὶς τὴν αἰτίαν, διὰ τὸ πολὺν αὐτὸν ἐκκεχυκέναι αἷμα ἐπὶ τῆς γῆς. Καὶ πείθεται μὲν παραινοῦντι τῷ Θεῷ· ἀσπάζεται δὲ μεθ᾿ ἡδονῆς τὴν συμβουλήν, καὶ τῆς ἰδίας μορφῆς Leg. μελέτης. κρίνει τιμιωτέραν. Καὶ αὐτὸς μὲν οὐχ οἰκοδομεῖ τὸν τοῦ Θεοῦ ναόν. Παραπέμπει [?] τῷ υἱῷ δαψιλ . . . δίδωσι τήν τε ὕλην καὶ τὸ παράδειγμα· διδασκόμενος Exesa in codice Maximi sensum non sinunt eruere. Eo autem spectat, quod solum pacifici, vitiis superatis, templum Deo exstruere sit. . . . . .

But I, my 636blessed master, … of all-shining perfection in virtue, the command … most ready, being about perhaps to fall into every reproach and blame, as for my rashness in this, from the …, setting your love higher … to the lord abba Thomas; readily serving … this matter: holding out, that is, the material — sufficient, as I think, through the winter — so as to be able, with the Lord working with us, to fulfil this command of yours. Fare thou very well for me, beloved and honoured Father, and keep safe by thy prayers to God … thy household servant and slave — and I will add, lover — delivering him by thine own mediation from every diabolical device.

LETTER 41

Of the same, to the same.

One who has been taught by the Spirit to take everything captive to Christ knows how to reap benefit from all things; as you too, then, do from me, who am utterly estranged from divine grace and stoutly bound by the laws of the flesh. And having nothing [?] and earnestly, it were needful for me to decline altogether going anywhere at all, lest I do more harm in doing your bidding. And I come when the Lord wills, knowing that you have remained undefiled and unpolluted even while keeping company with me, the profane. For what is holy by habit, as by nature, will be stained by nothing unclean. As for the vestitor's business, you do well to sympathize, if the matter carries no harm; and especially if you know that he can bear with it.

LETTER 42

Of the same, to the same.

The blessed David, that great king of the Lord, after the fearful wars of the foreigners, after the great temptations from those of his own race, after the toilsome flights and the frequent plots in return for his many benefactions, after the uprisings of his kinsmen, after the … and the kingship, when he perceived God … him on every side — then he purposed to build a house to the Lord God …. And God accepts him, as one who had purposed well; … yet nevertheless a fitting injunction, saying … that the seed from him must bring to completion the good … undertaking, adding the cause: that he had poured out much blood upon the earth. And he obeys God who counsels him, and embraces the counsel with pleasure, and judges it more honourable than his own [?]. And he himself does not build the temple of God.

ὡς οἶμαι, τοὺς εὐτέκτους 637τῆς σωτηρίας δεσμούς. Καὶ ἵνα μὴ τὴν καθ᾿ ἕκαστον τῶν εἰρημένων διεξερχόμενος θεωρίαν μηκύνω τὸν λόγον, τὸ εἰρηνικὸν ..... τὸν ναὸν τοῦ Θεοῦ δυνάμενον ἄνω .... αὐταί εἰσιν, καὶ εἴ τις . . ..., ἀλλὰ μὴ φόβῳ δορυφορεῖν πεῖσαι δυναμένην καὶ εἰς τὴν οἰκοδομὴν τοῦ θειοτάτου ναοῦ συνεργοῦσαν βλάβος λαμβάνουσαν· τόν τε Χηρᾶν βασιλέα Τύρου καὶ τὰς ἑκατὸν πεντήκοντα χιλιάδας τῶν ἀλλοφύλων τῶν λατόμων καὶ ὑδροφόρων. Ἀλλ᾿ Ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε, κἂν χωρὶς Μαξίμου τοῦ σοῦ ἐβασίλευσας, ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, αἵτινες αὗταί εἰσι. Προσθήσω δὲ, καὶ ἀγρύπνει κατὰ κράτος μὴ συναπαχθῆναι καθ᾿ ὅ τι σὺν ταῖς τῶν ἐθνικῶν βασιλέων θυγατράσι· μήπως συνδιέλωσι τὴν βασιλείαν εἰς υἱὸν ἄφρονα καὶ δοῦλον ἀποστάτην. Πολὺ γὰρ ἑκών..... Ἔρρωσο, Πάτερ τίμιε, καὶ εὔχου τῷ σῷ δούλῳ... πουμένῳ, καὶ δεινῶς ἐνεχομένῳ ὑπὸ πολλῶν ἁμαρτιῶν.

ΜΓ΄. — Τοῦ αὐτοῦ πρὸς Ἰωάννην κουβικουλάριον. Ἧκεν τὸ τίμιον τοῦ θεοφυλάκτου μου δεσπότου γράμμα, μετὰ τῆς εἰρήνης Pax forte exstincto Chosroe parta ista est. καὶ αὐτὸν ὅλην φέρον τοῖς τρόποις φαινόμενον. Τῇ γὰρ τῶν λόγων σεμνότητι πέφυκέ πως ἐμφαίνεσθαι μετὰ τῆς τῶν τρόπων ἐπιεικείας καὶ τῆς ψυχῆς ἡ διάθεσις· καὶ ἥσθην ὥσπερ αὐτὸν δεξάμενος τὸν ἐμὸν δεσπότην, καὶ ἠσπασάμην τῷ πνεύματι, καὶ ὅλον τῷ χωρήματι τῆς καρδίας περιλαβὼν ἀπεθέμην· καὶ ἐδόξασα Χριστὸν τὸν Θεὸν ἡμῶν, φῶς τοῖς ἀνθρώποις ἐμφύντα τῆς ἀγάπης τὸν νόμον· καθ᾿ ἣν ἀλλήλων ἀπεῖναι οὐδέποτε δύνανται, κἂν πολλῷ διεστήκασιν ἀλλήλων σωματικῶς τῷ τοπικῷ διαστήματι, οἱ τῶν σπερμάτων τῆς ἀγάπης δεόντως ἐπιμελεῖσθαι γινώσκοντες. Ἀλλ᾿ ἐπειδὴ εἰρήνης κοσμικῆς εὐαγγέλια τὸ γράμμα κομίσαν, εἰς χαρὰν τῆς ψυχῆς τὴν λύπην μεθήρμοσε, δέον ἐστὶ καὶ ἡμᾶς ὑπὲρ αὐτῆς εἰκότως τῷ χαρισαμένῳ Θεῷ γενέσθαι πάντως εὐγνώμονας· ἵνα μὴ φανῶμεν ἀχάριστοι περὶ τὴν εὐποιίαν, κακῶς τὸν εὐεργέτην ἀνταμειψάμενοι. Γενησόμεθα δὲ πάντως εὐγνώμονες, εἰς δέον δῆλον ὅτι τῇ εἰρήνῃ χρησάμενοι, καὶ τὴν πρὸς τὸν κόσμον καὶ κοσμοκράτορα κακῶς ἡμῖν ἐνυπάρχουσαν ἀθετήσαντες φιλίαν· ἣν διὰ τῶν παθῶν πρὸς τὸν Θεόν, συνιστάμενον καὶ ὀψέ ποτε καταλύσαντες πόλεμον, καὶ σπονδὰς αὐτοῖς τῆς πρὸς αὐτὸν εἰρήνης ποιήσαντες ἐν τῇ καταργήσει τοῦ σώματος Hebr. IX, 26, ἀθέτησιν τῆς ἁμαρτίας., τῆς πρὸς αὐτὸν ἔχθρας παυσώμεθα. Ἀδύνατον γάρ ἐστιν ἡμᾶς αὐτῷ φιλωθῆναι, διὰ τῶν παθῶν πρὸς αὐτὸν στασιάζοντας, καὶ τῷ πονηρῷ τυράννῳ καὶ φονευτῇ τῶν ψυχῶν διαβόλῳ διὰ κακίας δασμοφορεῖν ἀνεχομένους, μὴ πρότερον δι᾿ ὅλου πολεμωθέντας τῷ πονηρῷ.

He sends on [?] to his son abundant …, gives both the material and the pattern; being taught …, as I think, the 637well-built bonds of salvation. And, lest I lengthen my discourse going through the contemplation of each of the things said: the peaceful … able … the temple of God … these are, and if anyone …, but able to persuade to serve as bodyguard not by fear, and working together toward the building of the most divine temple, receiving harm; and Hiram king of Tyre, and the hundred and fifty thousand of the foreigners, the stone-cutters and water-carriers. But stretch forth, and prosper, and reign — even if thou hast reigned without thy Maximus — because of truth and meekness and righteousness, which are these. Psal. XLIV, 5. And I will add: and watch with all thy might not to be led away in any way with the daughters of the heathen kings, lest they join in dividing the kingdom between a foolish son and an apostate servant. For much willingly …. Farewell, honoured Father, and pray for thy servant …, grievously held by many sins.

LETTER 43

Of the same, to John the Cubicularius.

The honoured letter of my God-guarded master came, with peace, bearing himself whole, appearing in his manners. For with the dignity of the words the disposition of the soul too is somehow wont to be reflected, together with the gentleness of the manners. And I rejoiced as though I had received my master himself, and I embraced him in the spirit, and, enfolding him whole in the room of my heart, I laid him up there; and I glorified Christ our God, who implanted in men a light, the law of love, according to which those who know how duly to tend the seeds of love can never be absent from one another, even though they stand far apart from one another in body by the distance of place.

But since the letter, bringing good tidings of worldly peace, changed the soul's grief into joy, it is fitting that we too, for this peace, should with good reason become in every way grateful to God who granted it, lest we appear ungrateful for the kindness, repaying the benefactor ill. And we shall become in every way grateful by using the peace, that is to say, as is fitting, and by setting aside the friendship with the world and world-ruler which ill exists in us; and, having dissolved, even if late, the war set up against God through the passions, and having made for ourselves treaties of peace with him in the abolishing of the body, let us cease from our enmity toward him. For it is impossible for us to be made friends with him while we rebel against him through the passions, and consent through vice to pay tribute to the wicked tyrant and murderer of souls, the devil, unless we have first become wholly at war with the wicked one.

Μέχρι γὰρ τότε τοῦ Θεοῦ καθεστήκαμεν ἐχθροὶ καὶ πολέμιοι, κἂν πιστῶν προσηγορίαν ἡμῖν αὐτοῖς περιπλάττωμεν. 640μέχρις οὗ πάθεσιν ἀτιμίας δουλεύειν βουλόμεθα, καὶ φόρους εἰσφέρειν δεινοὺς ἑκουσίως διὰ τῶν ἔργων τῆς αἰσχύνης τῷ διαβόλῳ καταδεχόμεθα. Καὶ οὐδὲν ὄφελος ἡμῖν ἐκ τῆς κατὰ κόσμον εἰρήνης λοιπὸν γενήσεται, τῆς ψυχῆς κακῶς διακειμένης. καὶ πρὸς τὸν ἴδιον ποιητὴν στασιαζούσης, καὶ ὑπὸ τὴν βασιλείαν αὐτοῦ γενέσθαι οὐχ ἀνεχομένης, ἔτι μυρίοις πεπραμένης δεσπόταις εἰς κακίαν αὐτὴν ἀεὶ κατεπείγουσι· καὶ τὴν εἰς ἀπώλειαν φέρουσαν ὁδὸν, τῆς σῳζούσης μᾶλλον ἀπατηλῶς αἱρεῖσθαι παρασκευάζουσιν. Ἐπειδὰν δὲ τῆς τῶν παθῶν μέθης ἐκνήψωμεν, καὶ τῆς τοῦ διαβόλου πονηρίας κατεξαναστῶμεν καὶ τυραννικῆς βασιλείας· καὶ τὸν αὐτοῦ πικρότατον ζυγὸν ἑαυτῶν ἐκτιναξώμεθα, καὶ ὅσον κατείδομεν ἡμᾶς τῇ πρὸς αὐτὸν φιλίᾳ κατέφθειρε· τηνικαῦτα δεξόμεθα τοῦ εἰρηνικοῦ καὶ πράου βασιλέως Χριστοῦ τὴν εἰρηνικὴν παρουσίαν, ἐν ἑαυτοῖς ἀοράτως γινομένην, καὶ ἀνεξόμεθα ὑπὸ τὸν αὐτοῦ γενέσθαι ζυγὸν, νόμοις ἀληθείας τάσσοντος ἡμᾶς καὶ ῥυθμίζοντος, καὶ τὴν πρὸς αὐτὸν ἑκουσίως στειλασθαι φιλίαν καταδεξόμεθα· φόρους αὐτῷ δασμοὺς ἑκουσίως προσάγοντες, τοὺς διὰ τῶν ἀρετῶν κατ᾿ ἐντολὴν τελεσφορουμένους ἐν ἡμῖν τῆς δικαιοσύνης καρποὺς. Οἷς ὑπὲρ τῆς ἡμῶν σωτηρίας ἡδόμενος ὁ μόνος ἀπροσδεὴς, πάντα ἡμῖν χαρίσεται ὡς ἀψευδὴς, ὅσα ἡμῖν ἐπηγγείλατο. Τὰ δ᾿ ἔστιν ἃ ὀφθαλμὸς οὐκ ἴδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἰς τοῦτο γὰρ ἡμᾶς καὶ πεποίηκεν, ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως, καὶ τῆς αὐτῆς ἀϊδιότητος μέτοχοι· καὶ φανῶμεν αὐτῷ ὅμοιοι κατὰ τὴν ἐκ χάριτος θέωσιν· δι᾿ ἣν, πᾶσά τε τῶν ὄντων ἡ συστασίς ἐστι καὶ ἡ διαμονή· καὶ ἡ τῶν μὴ ὄντων παραγωγὴ καὶ γένεσις. Γενώμεθα τοίνυν ἄξιοι τῆς εἰρήνης, δέσποτά μου εὐλογημένε, τὰ ἐν ἡμῖν πρὸς Θεὸν στασιάζοντα πάθη ἑαυτῶν ἀνδρικῶς περιελόντες. Τήξωμεν ὅση δύναμις τὸ σῶμα, δι᾿ οὗ σφριγῶντος, ἡ τοῦ διαβόλου πρὸς τὴν ψυχὴν γίνεσθαι πέφυκεν εἴσοδος. Ἀναγνώσμασι θείοις πλανώμενον στήσωμεν τὸν νοῦν, καὶ πρὸς Θεὸν πάλιν αὐτὸν ἐπανάγωμεν. Ἐγκρατείας τόνοις καὶ ἀγρυπνίας κατ᾿ ὄρεξιν εἰς πολλὰ φθειρομένην ἀτάκτως τὴν ἐπιθυμίαν, σωφρόνως καταστείλωμεν. Εὐχαῖς καὶ δεήσεσι καὶ ἐλεημοσύναις τὸν θυμὸν ζέοντα καὶ ταρασσόμενον σοφῶς κατευνάσωμεν· φόβῳ Θεοῦ καὶ ἀπειλῇ τῶν μελλόντων ἀκολάστως κινούμενά τε καὶ ἐνεργοῦντα τὰ αἰσθητήρια παύσωμεν. Ἐπὶ πᾶσι καὶ πρὸ πάντων μνησθῶμεν τοῦ θανάτου καὶ τῆς φοβερᾶς τῆς ψυχῆς ἐκ τοῦ σώματος ἐξόδου· καὶ πῶς ἀπαντῶσιν αὐτῇ κατὰ τὸν ἀέρα τοῦτον αἱ ἀρχαὶ καὶ ἐξουσίαι καὶ δυνάμεις σκότους· πᾶσα πρὸς ἑαυτὴν διέλκουσά τε καὶ κατατέμνουσα κατ᾿ ἀναλογίαν τῆς σχετικῶς πρὸς αὐτὴν διὰ τοῦ μέσου πάθους γενομένης κακῆς οἰκειότητος. Μνησθῶμεν τῆς ἐν ᾅδῃ κατὰ συνείδησιν γινομένης τῇ ψυχῇ πικρᾶς ὀδύνης, ἐπὶ τῇ μνήμῃ τῶν αὐτῇ κακῶς διὰ τοῦ σώματος πεπραγμένων.

For so long do we stand as enemies and foes of God, even though we 640mould about ourselves the name of believers, as we will to be slaves to the passions of dishonour, Rom. I, 26. and consent willingly to pay grievous tributes to the devil through the works of shame. And no profit will any longer come to us from the peace of the world, while the soul is ill disposed, and rebels against its own Maker, and does not consent to come under his kingship, but is still sold to ten thousand masters, who ever press it on into vice and contrive that it deceitfully choose the road that leads to destruction rather than the one that saves. But when we sober up from the drunkenness of the passions, and rise up against the wickedness and tyrannical kingship of the devil, and shake off from ourselves his most bitter yoke, and see how greatly the friendship with him has corrupted us, then we shall receive the peaceful coming of Christ, the peaceful and meek King, taking place invisibly in us; and we shall consent to come under his yoke, as he orders and composes us by laws of truth; and we shall accept willingly to contract friendship with him, bringing him willingly tributes, taxes: the fruits of righteousness brought to perfection in us through the virtues according to the commandment. Delighting in these for the sake of our salvation, he who alone is without need will, as one who does not lie, grant us all that he has promised us. And these are what eye has not seen, nor ear heard, nor has it gone up into the heart of man, what God has prepared for those who love him. For to this end he also made us: that we might become partakers of the divine nature and sharers in its eternity, and might appear like him according to the deification that is from grace — for whose sake is the whole constitution and continuance of the things that are, and the bringing forth and coming-to-be of the things that are not.

Let us become worthy, then, of the peace, my blessed master, manfully stripping from ourselves the passions within us that rebel against God. Let us waste the body as far as we have power, through which, when it swells with vigour, the devil's entry into the soul naturally comes about. With divine readings let us halt the wandering mind, and lead it back again to God. With the tensions of self-control and vigil let us temperately restrain desire, carried in disorder by appetite toward many things. With prayers and supplications and almsgiving let us wisely lull anger, boiling and troubled; with the fear of God and the threat of what is to come let us stop the sense-organs, moved and operating licentiously. Upon all things and before all let us remember death and the fearful going-out of the soul from the body; and how the principalities and authorities and powers of darkness meet it in this air, each dragging it apart toward itself and cutting it up, in proportion to the evil kinship that came to be, relationally, toward it through the passion in between. Let us remember the bitter pain that comes upon the soul in Hades according to conscience, at the memory of the things it did ill through the body.

Μνησθῶμεν τῆς 641τελευταίας τοῦ παντὸς κόσμου συντελείας, καθ᾿ ἣν τῷ πολλῷ καὶ ἀπλέτῳ πυρὶ τὸ πᾶν καταφλέγεται τοῦτο· στοιχείων φοβερῶς κλονουμένων τῇ τήξει τῆς καύσεως· καὶ οὐρανοῦ τῇ εἰλήσει τῷ φόβῳ κατ᾿ Ἔπειξιν φεύγοντος ἀπὸ προσώπου πυρὸς τοῦ προκαθαίροντος τὴν κτίσιν διὰ τὴν τοῦ καθαροῦ παρουσίαν· θαλάσσης ἀφανιζομένης, γῆς βρασσομένης, καὶ ἐκ πυθμένος σειομένης, καὶ τὰς ἀπείρους τῶν ἀνθρωπίνων σωμάτων ἀμειώτως παρεχούσης μυριάδας. Μνησθῶμεν τῆς φρικτῆς ὥρας τῆς ἀπολογίας τῆς ἐπὶ τοῦ φοβεροῦ καὶ φρικτοῦ βήματος τοῦ Χριστοῦ· ἡνίκα πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ πᾶσα ἡ ἀπὸ καταβολῆς τοῦ αἰῶνος κτίσις τῶν ἀνθρώπων ἐφορᾷ τὰ ἑκάστῳ προσόντα μέχρι καὶ ψιλοῦ ἐνθυμήματος· ἡνίκα τοὺς μὲν διὰ τὴν τῶν ἔργων λαμπρότητα, τὸ ἄφραστον φῶς διαδέξεται, καὶ ἡ τῆς ἁγίας καὶ μακαρίας Τριάδος Ἔλλαμψις τρανότερον ἐπιλαμπούσης, τοῖς ὁρᾶν καὶ ὑποδέχεσθαι διὰ καθαρότητα ψυχῆς, αὐτὴν δυναμένοις· τοὺς δὲ, διὰ τὴν τῶν ἔργων ἀτοπίαν τὸ σκότος ὑποδέξεται τὸ ἐξώτερον, καὶ ὁ ἀκοίμητος σκώληξ καὶ τὸ πῦρ τῆς γεέννης τὸ ἄσβεστον· καὶ τὸ πάντων βαρύτατον, ἡ ἐν τῷ συνειδότι αἰσχύνη πέρας οὐκ ἔχουσα. Μνησθῶμεν τούτων ἁπάντων, ἵνα τῶν μὲν ἄξιοι γενώμεθα, τῶν δὲ πεῖραν λαβεῖν μὴ κατακριθῶμεν· καὶ γενώμεθα ἑαυτῶν καὶ τοῦ Θεοῦ· μᾶλλον δὲ, μόνου καὶ ὅλου τοῦ Θεοῦ καὶ ὅλοι· καὶ μηδὲν ἐπίγειον ἐν ἡμῖν αὐτοῖς φέροντες, ἵνα Θεῷ πλησιάσωμεν, καὶ θεοὶ γενόμενοι, ἐκ Θεοῦ τὸ θεοὶ εἶναι λαβόντες. Οὕπω γὰρ τιμᾶται τὰ θεῖα δωρήματα, καὶ ἡ τῆς θείας εἰρήνης φιλοφρονεῖται παρουσία. Καὶ ταῦτα μὲν περὶ τούτου· ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ σταυροῦ, καὶ ἐχθροὺς ὄντας ἐξαγοράσας τῷ ἰδίῳ αἵματι τῆς ἐξουσίας τοῦ σκότους, αὐτὸς τὴν εἰρήνην αὐτοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν χαρίσηται τῷ εὐλογημένῳ μου δεσπότῃ, καὶ ἀξιώσοι αὐτὸν τῆς οὐρανίου αὐτοῦ βασιλείας· ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία καὶ ὁ τῶν ἑορταζόντων Psal. XLI, ἦχου ἑορταζόντων. χορός.

Let us remember the 641last consummation of the whole world, in which all this is burned up with much and immense fire: the elements fearfully shaken with the melting of the burning; and heaven, in its rolling up, in fear, fleeing in haste from the face of the fire that cleanses creation beforehand because of the coming of the Pure One; the sea vanishing; the earth seething, and shaken from its foundation, and yielding up undiminished the infinite myriads of human bodies. Let us remember the awful hour of the defence before the fearful and awful judgement-seat of Christ, when all the power of the heavens and all the creation of men from the foundation of the world looks upon what belongs to each, down to a bare thought; when the unutterable light will receive some, because of the brightness of their works, and the illumination of the holy and blessed Trinity, shining forth more clearly, for those able through purity of soul to see and receive it; and the outer darkness will receive others, because of the outrageousness of their works, and the sleepless worm, and the unquenchable fire of Gehenna, and — heaviest of all — the shame in the conscience that has no end. Let us remember all these things, that we may become worthy of the one and may not be condemned to make trial of the other; and let us become our own and God's — or rather, of God alone and whole, and ourselves whole — and bear nothing earthly in ourselves, that we may draw near to God, having become gods, receiving from God our being gods. For not yet are the divine gifts honoured, nor the presence of the divine peace welcomed with friendliness.

And so much on this. And may the God of peace, who reconciled us to himself through the cross, and, when we were enemies, ransomed us with his own blood from the authority of darkness, himself grant his peace that surpasses every mind to my blessed master, and count him worthy of his heavenly kingdom, where is the dwelling of all who rejoice, and the choir of those who keep festival.

ΜΔ΄. — Τοῦ αὐτοῦ πρὸς Ἰωάννην κουβικουλάριον περὶ θετικῆς. Διὰ νόμου καὶ προφητῶν πάλαι τοῖς ἀνθρώποις ὡς ἀγαθὸς ὁ Θεὸς τὴν εἰς ἀλλήλους ἀγάπην πολυτρόπως νομοθετήσας, ἐπὶ τέλει τῶν χρόνων δι᾿ ἑαυτοῦ ταύτην 644ἐπλήρωσεν ὡς φιλάνθρωπος, γενόμενος ἄνθρωπος· οὐχ ἀγαπήσας μόνον ἡμᾶς ὡς ἑαυτὸν, ἀλλὰ καὶ ὑπὲρ ἑαυτόν· καθὼς καὶ ἡ τοῦ μυστηρίου δύναμις διδάσκει σαφῶς, τοὺς εὐσεβῶς τὴν εἰς αὐτὸν τῆς πίστεως ὁμολογίαν παρειληφότας. Εἰ γὰρ ἑκὼν ὡς ὑπεύθυνος ἑαυτὸν κατὰ θέλησιν ὑπὲρ ἡμῶν τῶν παθεῖν ὀφειλόντων ὡς ὑπευθύνων πάθει καὶ θανάτῳ προΐσχετο, παντί που τῷ κἂν ποσῶς ᾐσθημένῳ τῆς χάριτος δῆλόν ἐστιν, ὡς ὑπὲρ ἑαυτὸν ἠγάπησεν ἡμᾶς τοὺς ὑπὲρ ὧν ἑαυτὸν κατὰ θέλησιν τῷ θανάτῳ παρέδωκε, καὶ τῆς ἰδίας κατὰ φύσιν δόξης ὡς ὑπεράγαθος, κἂν τολμηρὸς ὁ λόγος, τὴν κατ᾿ οἰκονομίαν εὐκαίρως ὑπὲρ ἡμῶν ὕβριν ὡς τιμιωτέραν προείλατο. Τιμὴ γὰρ ὑπερβάλλουσα καὶ δόξα Θεοῦ πλεονάζουσα, καὶ τῆς φυσικῆς δόξης μᾶλλον εἰς τὸ φανερὸν πρόοδός τε καὶ ἔνδειξις καθέστηκεν ἀληθῶς, ἡ πρὸς αὐτὸν τῶν πεπλανημένων ἐπάνοδος. Καὶ οὐδὲν αὐτῷ τῆς τῶν ἀνθρώπων σωτηρίας εἰς δόξης λόγον ἐστὶν οἰκειότερον· ὑπὲρ ἧς ἅπας λόγος καὶ ἅπαν μυστήριον· καὶ τὸ δὴ πάντων μυστηρίων μυστηριωδέστατον, αὐτὸς ὁ Θεὸς ὑπὲρ ἀγάπης ἀληθῶς κατὰ πρόσληψιν σαρκὸς νοερῶς τε καὶ λογικῶς ἐψυχωμένης γενόμενος ἄνθρωπος, καὶ εἰς ἑαυτὸν τὰ πάθη τῆς φύσεως ἀτρέπτως καταδεξάμενος, ἵνα σώσῃ τὸν ἄνθρωπον, καὶ δῷ τοῖς ἀνθρώποις ἡμῖν ἑαυτὸν ὑπὲρ ἀρετῆς ὑποτύπωσιν, καὶ τῆς εἰς αὐτὸν τε καὶ ἀλλήλους εὐνοίας τε καὶ ἀγάπης εἰκόνα ζῶσαν, δυσωπῆσαι πάντας δυναμένην πρὸς ὀφειλομένην ἀντίδοσιν. Ἐπειδὴ τοίνυν τοῦ Θεοῦ νόμος ἐστὶ παλαιός τε καὶ νέος ἀλλήλους ἡμᾶς τοσοῦτον ἀγαπᾷν, ὅσον καὶ ἠγαπήμεθα· καὶ τοσοῦτον ἀλλήλων οἰκειοῦσθαι τὰς συμφοράς, ὥστε καὶ εἰς ἀλλήλους κατὰ ἀντίδοσιν διὰ τὴν σχέσιν τῆς ἀγάπης ἀλλήλων ἀμείβεσθαι τὰς διαθέσεις, κατὰ τὴν χαίρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων κελεύουσαν ἐντολήν· παρακαλῶ τὸν θεοφύλακτον καὶ εὐλογημένον μου δεσπότην, ἕνα καὶ μόνον ἔχοντα σκοπὸν ἀκολουθῆσαι διὰ τῆς ἴσης φιλανθρωπίας τῷ διεληλυθότι τοὺς οὐρανοὺς Ἰησοῦ, μηδενὶ καταδεθέντα τὸ παράπαν πατριᾶς δεσμῷ πρὸς τοῦτον τὸν πλάνον κόσμον καὶ κοσμοκράτορα· πλάνος γὰρ ὄντως ὁ παρὼν κόσμος ὑπάρχει, δι᾿ ἀπάτης ἀεὶ δελεάζων πρὸς ἐπιθυμίαν τῶν φθειρομένων, καὶ τῇ δουλείᾳ τῶν ὑλικῶν ἐνδιασφίγγων τοὺς κατὰ φύσιν ἐλευθέρους καὶ τῶν οὐρανίων ἀγαθῶν κληρονόμους· τὸ παίζειν δι᾿ ἡδονῆς καὶ ὑποκλέπτειν τοὺς κρατεῖσθαι τούτοις ἀνεχομένους.

LETTER 44

Of the same, to John the Cubicularius, concerning adoption.

Through the law and the prophets God, as good, long ago gave men in many ways the law of love toward one another; Levit. XIX, 18; Joan. XIII, 34. at the end of the times he fulfilled it through himself, 644as the lover of man, having become man: not loving us only as himself, but even above himself, as the power of the mystery, too, clearly teaches those who have piously received the confession of faith in him. For if willingly, as one liable, he by volition offered himself to passion and death for us, who ought to suffer as liable, it is plain to everyone who has perceived the grace even in some small measure that he loved above himself us, for whom he by volition delivered himself to death; and that, as more than good (though the word be bold), he chose, above his own glory according to nature, the outrage by economy, timely undergone for us, as more honourable. For a surpassing honour and an abounding glory of God, and a progress and showing of the natural glory more than ever into the open, has truly been established: the return to him of those who had gone astray. And nothing is more his own, by way of glory, than the salvation of men; for which every word and every mystery exists; and, the most mysterious of all mysteries, God himself, for love's sake, truly became man by the assumption of flesh ensouled intellectually and rationally, and without change received into himself the passions of the nature, that he might save man, and give himself to us men as an outline for virtue, and a living image of goodwill and love toward himself and toward one another, able to put all to shame toward the requital that is owed.

Since, then, it is God's law, both old and new, that we love one another as much as we too have been loved, and make one another's misfortunes so much our own that, toward one another, by way of requital, through the relation of love, we exchange one another's dispositions, according to the commandment that bids us rejoice with them that rejoice and weep with them that weep: Rom. XII, 15. I beseech my God-guarded and blessed master, who has one and only aim, to follow, through an equal love for man, Jesus who has passed through the heavens, Hebr. IV, 14. bound by no bond of kindred at all to this deceiving world and world-ruler. For truly the present world is a deceiver, ever luring through guile to the desire of perishing things, and binding fast in the slavery of material things those who by nature are free and heirs of the heavenly goods; by sporting through pleasure, and stealthily robbing those who endure to be held fast by these things.

Ἕνα τοίνυν, ὡς ἔφην, τὸν τοῦ σωθῆναι σκοπὸν ἔχοντα τὸν εὐλογημένον μου δεσπότην γινώσκων, παρακαλῶ δεχόμενον τὸν σὺν αὐτῷ μου δεσπότην τὸν μεγαλοπρεπέστατον Ἰλλούστριον κύριον θεοχάριστον, τὸν ἐπιφερόμενον τὴν παροῦσάν μου μετρίαν συλλαβὴν, γενέσθαι αὐτῷ πάντα ἐν οἷς τῆς αὐτοῦ μετὰ Θεὸν, μᾶλλον δὲ, σὺν Θεῷ, ἐπικουρίας δεῖται, ὥστε τὸν Θεὸν ἡμῖν αὐτοῖς γενέσθαι, καὶ τὸν πλησίον 645βουλόμεθα, περὶ ὧν ἂν δεώμεθα. Ἄνθρωπος γὰρ ὄντως ἐστὶν ἀγαθὸς, καὶ παντὸς ἔργου δικαιοσύνης νέο Num νόμος?, καὶ τῆς ἐμῆς παροικίας προστάτης μετὰ Θεὸν γνήσιος· καὶ τῶν πολλῶν καὶ συχνῶν καὶ χαλεπῶν ἀσθενειῶν παρήγορος πρόθυμος· καὶ ἁπλῶς, κατὰ τὴν ὑποῦσαν αὐτῷ δύναμιν, κἀμοὶ καὶ πολλοῖς ἄλλοις ἐπήρκεσεν. Δῴη αὐτῷ Κύριος εὑρεῖν ἔλεος παρ᾿ αὐτῷ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, διότι πολλῶν γέγονεν ἀνάπαυσις καὶ παρηγορία. Ὅθεν εἴπερ ηὗρον χάριν ἐν ὀφθαλμοῖς τοῦ εὐλογημένου μου δεσπότου, καὶ τοῖς ἠγαπημένοις αὐτῷ κατὰ Θεὸν ἔχει με σύμψηφον, πάντως αὐτοῦ διὰ πάσης σπουδῆς ἀντιλάβηται, μηδὲν ἄδικον, ὡς ἧκεν εἰς τὴν αὐτοῦ δύναμιν, εἰς αὐτὸν γενέσθαι συγχωρῶν. Τοῦτο γὰρ τῆς ἀγάπης ὁ νόμος ὑπαγορεύει, καὶ τὸ μυστήριον τῆς πρὸς ἀνθρώπους τοῦ Θεοῦ διὰ σαρκὸς βούλεται θειοτάτης ἐπιδημίας· ἵνα τὰς εὐεργεσίας τοῦ εὐλογημένου μου δεσπότου καὶ τὴν ἀνόθευτον σπουδὴν τῆς εἰς αὐτὸν ἀντιλήψεως ἐπανέλθοι σὺν Θεῷ διηγούμενος· κἀγὼ προσθήκην δέξομαι καυχήματος, τοιοῦτον ἔχειν παρὰ Θεοῦ λαχὼν ἐπὶ γῆς δεσπότην πρόθυμον εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ πάντων τῶν δεομένων προστάτην ἕτοιμόν τε καὶ εἰλικρινέστατον. Ὁ Θεὸς ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος· ὁ τῆς ἡμῶν ἕνεκεν σωτηρίας πάντα πᾶσι σωτηρίως οἰκονομῶν, αὐτὸς κρατήσαι τῆς χειρός σου τῆς δεξιᾶς, δέσποτά μου, καὶ ὁδηγήσαι σε᾿ εἰς τὴν ὁδὸν τῆς αὐτοῦ δικαιοσύνης, καὶ ἀξιώσαι τῆς ἐπουρανίου βασιλείας καλῶς ἐνταῦθα τῶν θείων μεταποιηθέντα χαρισμάτων. Ὁ Θεὸς τῶν ὅλων καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διατηρήσοι τοὺς εὐσεβεστάτους καὶ πανημέρους ἡμῶν βασιλέας, καὶ δυναμώσοι τὸ κράτος τῆς εὐσεβοῦς αὐτῶν βασιλείας, καὶ λαλήσοι περὶ ἡμῶν τῶν ταπεινῶν δούλων αὐτῶν εἰς τὰς καρδίας αὐτῶν ἀγαθά τε καὶ εἰρηνικά· καὶ ἵν᾿ εἴπω τι τολμήσας· ποιεῖ γάρ με τολμηρὸν τὸ ἀλγεῖν· πλὴν καὶ αὐτὸ εὐχὴν τῷ Θεῷ προσφιλῆ· συγχωρήσοι αὐτοῖς, ὅτι τὸν τῆς χώρας ταύτης πανεύφημον ὕπαρχον ὡς λύχνον ἐν αὐχμηρῷ τόπῳ φαίνοντα, καὶ πάντας τρόπον τινὰ τῆς τοῦ μὴ βλέπειν ὀδύνης ἐλευθεροῦντα, κατεδέξαντο κἂν πρὸς ῥοπὴν μεταστείλασθαι· ἄνθρωπον φιλόθεον, πιστὸν, εὐσεβῆ, ἀγαθὸν, εὐλαβῆ, σώφρονα, ἐγκρατῆ, ἀνεκτικὸν, πρᾶον, συμπαθῆ, ἐλεήμονα, πτωχοτρόφον, ξενοτρόφον ὀρφανοτρόφον, νοσοκόμον, γηροκόμον, προστάτην χηρῶν, μοναχῶν κηδεμόνα, ἀκτήμονα [ἀπήμονα], φιλεκκλήσιον· καὶ ἵνα συνελὼν εἴπω, πάντων καὶ ζώντων καὶ νεκρῶν φίλον· τοὺς μὲν ζῶντας παντοίοις τρόποις φιλοστοργίας περιποιούμενον· τοὺς δὲ νεκροὺς, οἰκοδομημάτων κάλλεσι τιμῶν τὰ πρὸς ταφὴν, ὡς Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας τὸν ὑπὲρ ἡμῶν σαρκὶ νεκρωθῆναι καταδεξάμενον Κύριον· καὶ ἔτι πρὸς τούτοις, τοῦ κατὰ τὴν ἀποστολικὴν πίστιν ὀρθοῦ λόγου ζηλωτὴν ἐκθυμότατον, κήρυκα βίου δικαιοσύνης.

Knowing, then, as I said, that my blessed master has one aim, that of being saved, I beseech him, receiving him who with him is my master, the most magnificent illustris, the lord, a man God-favoured, who bears this my modest note, to become all things to him in which he needs his help after God, or rather, with God, just as we wish God and our neighbour to become to ourselves 645in whatever we may need. For he is truly a good man, and of every work of righteousness [?], and after God the genuine protector of my sojourning; and the eager consoler of the many, frequent and grievous illnesses; and, simply, according to the power that is his, he has succoured both me and many others. The Lord grant him to find mercy of him in that day, II Tim. I, 18. because he has been the refreshment and consolation of many. Hence, if I have found grace in the eyes of my blessed master, and he holds me of one vote with those beloved of him according to God, he will by all means take his part with all zeal, permitting nothing unjust, so far as it comes into his power, to be done against him. For this the law of love dictates, and this the mystery of God's most divine sojourn among men through flesh wills: that he may return, with God, recounting the benefits of my blessed master and the unadulterated zeal of his help toward him; and I shall receive an increase of boasting, having obtained from God to have on earth such a master, eager for every good work, and the ready and most sincere protector of all who are in need.

May God, who alone is good and the lover of man, who for the sake of our salvation dispenses all things to all savingly, himself hold thy right hand, my master, and guide thee into the way of his righteousness, and count thee worthy of the heavenly kingdom, having laid fair claim here to the divine gifts of grace. May the God of all things and our Lord Jesus Christ preserve our most pious and all-gentle emperors, and strengthen the might of their pious reign, and speak in their hearts concerning us, their lowly servants, things good and peaceable.

Καὶ 648συντόμως εἰπεῖν, ἄλλοις μὲν ἄλλα κατὰ τὴν ἑκάστου ἔφεσιν ἐπὶ γῆς διεσπούδασται · Γεωργίου δὲ, τὰ νοσοκομεῖα, καὶ τὰ γηροκομεῖα καὶ ξενοκομεῖα καὶ πτωχοτροφεῖα, καὶ τὰ μοναστήρια καὶ τὰ ξενοτάφια, καὶ ὅσα πλήθη πτωχῶν τε καὶ πενήτων κατὰ γένος ἀγεληδὸν κατὰ τὰς πόλεις διέρριπται, περιστεῖλαί τε καὶ διαθρέψαι · καὶ ἑῴας τε καὶ δύσεως, βορείου τε καὶ νοτίου λήξεως τοὺς ὅρους ὑπερβῆναι ταῖς ἀκτῖσι τῆς φιλανθρωπίας, ἔργον ὑπάρχει καὶ σπούδασμα. Τούτων οὕτως ἐχόντων, τίς ἀγνοεῖ τῶν ὁπωσοῦν εὐσεβείας μεταποιουμένων, πόσην εὐμένειαν τοῦ Θεοῦ περὶ τὸ πᾶν ἡ τῶν τοιούτων ἔργων εὐαρέστησις προσεκαλεῖτο, διὰ παντὸς ταῖς αὐτοῦ προσὸν προθυμίαις ἀκμάζουσα; Τὸ καὶ ἐναντίον, τῇ τούτων ἀργίᾳ συμβαῖνον διὰ τὸ δύσφημον σιωπήσομαι. Τίς δὲ μετρῆσαι δυνήσεται τὰ κρουνηδὸν παρὰ παντὸς ὀφθαλμοῦ χυθέντα δάκρυα παρὰ τῶν ταύτην οἰκούντων τὴν γῆν ἐπὶ τῇ ἐξόδῳ αὐτοῦ, πάντων περιεχομένων αὐτοῦ καὶ ἀνθελκόντων βίᾳ πρὸς αὐτοὺς, καὶ τῷ πλοίῳ τρόπον τινὰ προσβῆναι μὴ συγχωρούντων · καὶ ταῖς οἰμωγαῖς ποτνιωμένων, οἱονεὶ ζητούντων κατὰ γένος καὶ ἡλικίαν · οἱ μὲν, τῆς πενίας τὸν ποριστήν, οἱ δὲ, τῆς εὐπορίας τὸν οἰκονόμον · αἱ χῆραι, τὸν προστάτην · οἱ ὀρφανοὶ, τὸν πατέρα · οἱ πτωχοὶ, τὸν φιλόπτωχον, καὶ τὸν φιλόξενον οἱ ξένοι · καὶ ἀδελφοὶ, τὸν φιλάδελφον · οἱ νοσοῦντες, τὸν ἰατρόν · οἱ ἐν συμφοραῖς, τὴν παράκλησιν · πολιὰ, τὴν βακτηρίαν · καὶ ἁπλῶς πάντες, τὸν πάντα πᾶσι γενόμενον, ἵνα κερδάνῃ τοὺς πάντας, καὶ ὑπὲρ πάντων τῷ Θεῷ κερδηθῇ; Διὸ κατὰ τὴν δοθεῖσάν σοι χάριν παρὰ τοῦ Θεοῦ, δέσποτά μου εὐλογημένε, δι᾿ ὧν οἶδας τρόπων τε καὶ προσώπων, εἰ δυνηθείης αὐτὸν πάλιν ἐπανελθεῖν ποιῆσαι, μεγάλην θυσίαν γίνωσκε τῷ Θεῷ, καὶ τοῖς θεοστηρίκτοις ἡμῶν βασιλεῦσιν εὔνοιαν γνησίαν καὶ ἀσφάλειαν ἀρραγῆ δεδωκὼς τὴν προβολήν. Οὐδεὶς γὰρ αὐτοῦ καθέστηκε γνησιώτερος δοῦλος τῆς αὐτῶν εὐσεβοῦς βασιλείας. Ἔρρωσό μοι, λίαν ἠγαπημένε, καὶ πάντων μοι τιμιώτατε δοῦλε γνήσιε τοῦ Θεοῦ.

ΜΕ΄. — Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν. Πάσῃ μὲν γενεᾷ κατὰ καιροὺς ὁ Θεὸς, τῆς τῶν ἀνθρωπίνων προνοούμενος φύσεως, καὶ τῆς ἡμῶν ἀπάντων σωτηρίας ἐπιμελούμενος, φωτὸς δίκην ταῖς ἀρεταῖς ἐξαστράπτοντα τὸν ὁσίως πολιτευσόμενον, ὡς κατὰ πρόθεσιν χωρητικὸν τῶν θείων νόμων ἀνέδειξε · τοσαύτην ἰσχὺν δεδωκὼς, ὅσον εἰκὸς πρὸς ἐπιστροφὴν ἔχρῃζεν, ὁ λαὸς ὁ ἀγόμενος · ἵνα ὥσπερ λαμπτῆρί τινι φωτὸς ἔργων δικαιοσύνης οἱ λοιποὶ τῶν ἀνθρώπων προσέχοντες, κατὰ Θεὸν καὶ αὐτοὶ τὸν ἑαυτῶν βίον ῥυθμίζωσι · μηδενὸς αὐτοὺς ἐξ ἀγνοίας πάθους ὑποσκελίζοντος.

And, that I may say something with boldness (for pain makes me bold; yet this itself is a prayer dear to God): may he forgive them that they consented to recall, even for a moment, the all-praised prefect of this land, shining as a lamp in a squalid place, II Petr. I, 19. and in a manner setting all free from the pain of not seeing; a man God-loving, faithful, pious, good, devout, temperate, continent, forbearing, meek, compassionate, merciful, a feeder of the poor, a feeder of strangers, a feeder of orphans, a nurse of the sick, a nurse of the old, a protector of widows, a guardian of monks, without possessions [harmless], a lover of the Church; and, to sum it up, the friend of all, both living and dead: winning the living by every manner of tender affection, and the dead, honouring what pertains to their burial with the beauties of buildings, as Joseph of Arimathea did the Lord who for us consented to be put to death in the flesh; Matth. XXVII, 57. and, besides these things, a most ardent zealot for the right word according to the apostolic faith, a herald of a life of righteousness. 648And to say it briefly: others have been zealous on earth for other things, each according to his aspiration; but George's work and endeavour is the hospitals, and the homes for the aged, and the hostels for strangers, and the poorhouses, and the monasteries, and the burial-grounds for strangers; and to clothe and to nourish all the multitudes of the poor and the needy that are scattered in herds through the cities, family by family; and to pass beyond the bounds of the east and the west, of the northern and the southern region, with the rays of his love for man.

These things being so, who of those who in any way lay claim to piety does not know how great a goodwill of God toward the whole the well-pleasingness of such works summoned, being ever joined to his eagerness and flourishing? The contrary also, which befalls through the idleness of these works, I shall pass over in silence for its ill omen. And who will be able to measure the tears poured out in streams from every eye by those who inhabit this land at his departure, when all clung about him and dragged him back by force toward themselves, and in a manner would not let him board the ship; and cried out in lamentations, as though seeking, by family and by age: some, the provider of their poverty; others, the steward of their plenty; the widows, the protector; the orphans, the father; the poor, the lover of the poor, and the strangers, the lover of strangers; and brothers, the lover of the brethren; the sick, the physician; those in misfortune, the consolation; grey hairs, the staff; and, simply, all, him who had become all things to all, that he might gain all, and for all be gained to God? I Cor. IX, 22.

Wherefore, according to the grace given thee by God, my blessed master, by what modes and persons thou knowest, if thou couldst make him come back again, know that in the appointment thou wilt have given a great sacrifice to God, and to our God-upheld emperors a genuine goodwill and an unbreakable security. For no one has been a more genuine servant of their pious reign than he. Farewell to me, much beloved, and of all to me most honoured, genuine servant of God.

LETTER 45

Of the same, to the same.

In every generation, from time to time, God, providing for the nature of human things and caring for the salvation of us all, has shown forth one who would live in holiness, flashing out like light with the virtues, as one by purpose capable of the divine laws; having given him as much strength as, in all likelihood, the people being led needed for conversion; that the rest of men, attending to him as to a lamp of the light of works of righteousness, may themselves also order their own life according to God, no passion from ignorance tripping them up.

Ἡμῖν δὲ κατὰ καιρὸν λαμπτήρ τις καὶ κανὼν ἀρετῆς ἀναδέδεικται Γεώργιος ὁ φιλόχριστος ἔπαρχος · ὁ πολὺς καὶ τοσοῦτος τὴν ἀρετὴν, καὶ τοσαύτην πλουτοῦσαν τῇ χάριτι θεόθεν δεξάμενος δύναμιν · καὶ τῶν ἐπὶ τοῦτῷ 649πάλαι προκεχειρισμένων καὶ προβεβλημένων ὑπεραίρουσαν τοσοῦτον, ὅσον ἡμεῖς, ἤγουν ἡ καθ᾿ ἡμᾶς γενεὰ πολλῷ βάρει κακίας καταπεπιεσμένοι ἐδεόμεθα πρὸς ἀνάνευσιν καὶ ἐκ τῆς τῶν κακούντων ἡμᾶς πληθύος. Ἀνὴρ εἰ καί τις ἄλλος τῶν πάλαι τε καὶ νῦν φιλοθεωτάτων ἀγαθός τε καὶ φιλάνθρωπος, ἐλεήμων, πραῦς, ἀνεκτικὸς, μακρόθυμος, ταπεινόφρων, σώφρων, ἀόργητος, ἀφιλάργυρος, ἀγαπητικὸς, ἀμνησίκακος, εὐεργετικὸς, φιλόξενος, φιλόπτωχος, συμπαθὴς, κοινωνικὸς, σπουδαιότατος, ἄγρυπνος, φιλεκκλήσιος · καὶ τὸ δὴ πάντων τιμιώτερον, τοῦ κατὰ τὴν ὀρθὴν πίστιν εὐσεβοῦς λόγου ζηλωτὴς ἐκθυμότατος · καὶ τὰ λοιπὰ ἀκολούθως ἐν τῇ προτέρᾳ περιέχεται ἐπιστολῇ · καθ᾿ ἣν καὶ δι᾿ ἄλλης τῷ εὐλογημένῳ μου δεσπότῃ συλλαβῆς ἐκ μέρους ἐσήμανα. Πάντα γὰρ τὰ τοῦ ἀνδρὸς κατορθώματα λόγου δυνάμει περιληφθῆναι τῶν ἀμηχάνων ἐστὶ καὶ ἀνεγχωρήτων · καὶ ταῦτα διὰ τὸ μόνον γινώσκοντα τὸν θεοφύλακτόν μου δεσπότην τοῦ ἀνδρὸς τὸ φιλόθεον, ὡς θείας δι᾿ αὐτῶν τῶν πραγμάτων ὑπὸ τῆς χάριτος ὄντα, δέξασθαί τε καὶ τιμῆσαι δεδήλωκα · καὶ παραθέσθαι τοῖς ἐπὶ γῆς τὸ θεῖον εἰκονίζουσι κράτος εὐσεβέσι καὶ πανημέροις ἡμῶν βασιλεῦσι · καὶ πεῖσαι γλώσσας ἀδίκους ἀνδρῶν παρανόμων μὴ παραδέχεσθαι, ποιούσας δόλον ὡσεὶ ξυρὸν ἠκονημένον, καὶ ἀγαπώσας κακίαν ὑπὲρ ἀγαθωσύνην · ἵνα μὴ χώρα τῷ ψεύδει κατὰ τῆς ἀληθείας δοθῇ, καὶ παρρησίαν λάβῃ κατὰ τῆς δικαιοσύνης ἡ ἀδικία · καὶ ἁπλῶς κατὰ πάσης ἀρετῆς ἡ κακία, διὰ τῆς εἰς ἄλληλα τούτων ἐναλλαγῆς καὶ συγχύσεως. Γέγραπται γάρ, Ζημιοῦν ἄνδρα δίκαιον, οὐκ ἀγαθόν · οὐδ᾿ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. Τοῦτο γὰρ ἐργάζεσθαι τῷ εὐλογημένῳ μου δεσπότῃ πρέπει, ὄντι σοφίας ἐραστῇ καὶ φρονήσεως · ἣν διὰ παντὸς φυλαχθῆναι τῷ θεοφυλάκτῳ μου δεσπότῃ εὔχομαι φύλακα τυγχάνουσαν τῆς ψυχῆς αὐτοῦ καὶ τοῦ σώματος. Τὸν δὲ ταύτην ἐπιφερόμενον τῆς ἐμῆς οὐδενίας συλλαβὴν, πρεσβυτέραν ἔχοντα τῆς ἡλικίας τοῦ σώματος τῆς ψυχῆς τὴν φρόνησιν, παρακαλῶ δεχθῆναι προσφόρως διὰ τὴν ἐμπρέπουσαν αὐτῷ σύνεσιν, ὡς τῆς θείας τῶν λόγων σπουδῆς μεταποιούμενον, καὶ γνήσιον περὶ ἐμὲ τὸν ταπεινὸν σχέσιν ἔχειν οὐχ ἀπαξιοῦντα.

And for us, in due time, a lamp and a rule of virtue has been shown forth: George, the Christ-loving prefect; he who is so great and so much in virtue, and who received from above a power so rich in grace, and surpassing 649those formerly elected and appointed to this office by as much as we, that is, our generation, weighed down by a great burden of vice, needed for recovery, even out of the multitude of those who do us evil. A man, if any other of the most God-loving of old and now, good and loving of man, merciful, meek, forbearing, long-suffering, humble-minded, temperate, free from anger, free from love of money, loving, unmindful of injuries, beneficent, a lover of strangers, a lover of the poor, compassionate, sharing, most earnest, watchful, a lover of the Church; and, what is more precious than all, a most ardent zealot for the pious word according to the right faith; and the rest are contained, in sequence, in the former letter, according to which I have also in part signified to my blessed master through another note. For to encompass by the power of speech all the man's achievements is among the impossible and the inadmissible things. And I have declared these things only so that my God-guarded master, knowing the man's love of God, as being, through the very deeds, being under divine grace, may receive and honour him; and commend him to our pious and all-gentle emperors, who image the divine might on earth; and persuade them not to admit the unjust tongues of lawless men, which work deceit like a sharpened razor, and love vice above goodness; Psal. LI, 4, 5. so that place may not be given to falsehood against the truth, nor injustice take boldness against righteousness, and, simply, vice against all virtue, through the exchange and confusion of these into one another. For it is written: To fine a just man is not good; nor is it holy to plot against just rulers. Prov. XVII, 26. For this it befits my blessed master to work, being a lover of wisdom and prudence; which I pray may be guarded ever for my God-guarded master, being the guard of his soul and of his body. And the bearer of this note of my nothingness, who has the prudence of his soul older than the age of his body, I beseech be received fittingly, for the understanding that becomes him, as one who lays claim to the divine study of the words, and who does not disdain to have a genuine relation toward me, the lowly.

On this text

Forty-five letters of Maximus the Confessor, in the order Combefis gave them and Migne prints them: to George, prefect of Africa (Letter 1, an exhortation on virtue as a matter of inclination and not of rank); to John the Cubicularius, who is addressed in several; to Peter the illustris; to presbyters, abbots, bishops, an abbess; and the short notes of the end of the collection, many of them to Thalassius. Some are letters of spiritual counsel (on love, on grief according to God, on the soul and its operations); the long Letters 12, 13 and 15 are treatises in the form of a letter on the right confession of Christ (difference and number, composite nature and composite hypostasis, the expression 'in two') against the followers of Severus. English. Several of the letters have been translated before (Letter 2 in Louth's Maximus the Confessor, 1996, and a few others in anthologies); readers who have them should keep them; this is a new translation of all forty-five. On the text. The text is Combefis's, as Migne prints it (PG 91.363–650). The Greek is our own reading of the plates, a vision read checked line by line against the page, then every doubtful reading looked up again on the page image; where Migne's own type is wrong the English follows the sense and the printed form is listed with the cruces. Letter 43 is nearly the same text as Letter 24, and a second witness to it. Letters 40–42 are printed with gaps where the manuscript Combefis used had been eaten away (exesa in codice); the gaps stand as dots in the Greek and as ellipses in the English. Combefis's foot-of-page notes and variant readings are recovered for every page: those keyed to a Greek word stand in the Greek, his Scripture references stand in the English where a translator's note gives the same reference, and the rest are listed with the cruces.