MIGNE.APP

Patrologia Græca · Vol. 91 ·

MYSTAGOGIA

PG 91, coll. 657–717  ·  Greek from the Migne printing  ·  New English translation  ·  column numbers follow the original plates; Greek and Latin swap sides page by page, so the Greek runs in the columns marked

Maximus the Confessor

Maximus Confessor

c. 580 – 662

Monk, theologian and spiritual writer of the seventh century, the most searching Greek theologian of his age. He wrote on prayer, love and the ascetic life, on the difficulties in Gregory of Nazianzus and Dionysius, and on Christ's two natures and two wills against the Monothelite policy of the emperors and the patriarchs of Constantinople. Arrested and tried at Constantinople in 655 and again in 662, he was condemned, mutilated, and died in exile on the Black Sea coast. Migne prints his letters as Combefis edited them, in Greek with Combefis's Latin facing.

657ΤΟΥ ΑΓΙΟΥ ΜΑΞΙΜΟΥ ΜΥΣΤΑΓΩΓΙΑ, περὶ τοῦ ΤΙΝΩΝ ΣΥΜΒΟΛΑ ΤᾺ ΚΑΤᾺ ΤΗΝ ΑΓΙΑΝ ΕΚΚΛΗΣΙΑΝ ΕΠΙ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΕΛΟΥΜΕΝΑ ΚΑΘΕΣΤΗΚΕ Cod. Reg. Μαξίμου μοναχοῦ περὶ ἐκκλησιαστικῆς μυσταγωγίας, τινῶν. Scoriacensis regis Cath. Πρὸς τὸν Θεοχάριστον. Fr. ut edita Hœsch.

ΠΡΟΟΙΜΙΟΝ. Πῶς σοφώτερος γίνεται λαβὼν ἀφορμὴν ὁ σοφός· καὶ δίκαιος γνοὺς, προσθήσει τοῦ δέχεσθαι, κατὰ τὴν θείαν Παροιμίαν· σαφῶς αὐτὸς, πάντων μοι τιμιώτατε, κατ᾿ αὐτὴν ἔδειξας τὴν πεῖραν· ἔργῳ διδάξας ὅπερ ὁ θεῖος Edita σαφῶς ut Fr. σοφῶς ὑπαινίσσεται λόγος.

657THE MYSTAGOGIA

Of St. Maximus: Mystagogia, on what the things performed in the holy church at the synaxis have been established as symbols of.

PROEM

How the wise man, receiving an occasion, becomes wiser, and the just man, having come to know, will add to his receiving, according to the divine Proverb, thou thyself, most honoured of all to me, hast clearly shown by experience itself, teaching by deed what the divine word wisely hints at.

Ἅπαξ γὰρ ἀκούσας μου κατ᾿ ἐπιδρομὴν ἐπιτόμως, ὡς οἱόν τε ἦν, ἀφηγουμένου τὰ ἄλλῳ τινὶ μεγάλῳ γέροντι, καὶ ὄντως τὰ θεῖα σοφῷ περί τε τῆς ἁγίας Ἐκκλησίας, καὶ τῆς ἐν αὐτῇ ἐπιτελουμένης ἁγίας συνάξεως, καλῶς τε καὶ μυστικῶς θεωρηθέντα· καὶ, ὡς ἐνῆν μάλιστα διδασκαλικῶς· ἀπήτεις με κατεπείΑγων 660ἐξαυτῆς, ἔγγραφόν σοι ποιεῖσθαι τὴν τούτων διήγησιν· λήθηςφάρμακον καὶ βοήθειαν μνήμης ἔχειν τὸ γράμμα βεβουλημένος, φυσικῶς τὸν χρόνον ἐχούσης φάσκων δαμάζοντα· καὶ ἀνεπαισθήτως διὰ λήθης τῶν ἐναποκειμένων καλῶν συλᾷν τε καὶ ἀφανίζειν παντελῶς τοὺς τύπους καὶ τὰς εἰκόνας δυνάμενον· καὶ διὰ τοῦτο πάντως δεομένης τοῦ ἀνακαινίζοντος τρόπου, καθ᾿ ὃν ἡ τοῦ λόγου δύναμις διὰ παντὸς ἀκμάζουσα συντηρεῖν πέφυκε τὴν μνήμην ἀπαθῆ καὶ ἀμείωτον. Ὅσον δὲ τοῦ ἁπλῶς ἀκούειν, τὸ καὶ διαμονὴν ἀκαθαίρετον τῶν ἀκουσθέντων ἐπιζητεῖν, ἐστὶ σοφώτερον, ἐπίσταται πάντως πᾶς ὁ καὶ μικρὸν εὐγενείας λογικῆς ἐπιμελούμενος, καὶ μὴ πάντη τῆς πρὸς τὸν λόγον οἰκειότητος ὑπάρχων ἀλλότριος. Κἀγὼ μὲν ὤκνουν παρὰ τὴν ἀρχὴν, τοῦ λόγου (εἰρήσεται γὰρ τἀληθὲς) τὴν ὑπόθεσιν παραιτούμενος· οὐ τῷ μὴ θέλειν ὑμῖν, ἠγαπημένοι, παντὶ τρόπῳ διδόναι κατὰ δύναμιν τὸ καταθύμιον· ἀλλὰ τὸ μήτε τῆς ἐναγούσης πρὸς τοῦτο τοὺς ἀξίους μετειληφέναι χάριτος· μήτε μὴν πεῖραν ἔχειν τῆς πρὸς τὸ λέγειν δυνάμεώς τε καὶ τριβῆς, ἰδιωτείᾳ συντεθραμμένος, καὶ λόγων τεχνικῶν παντελῶς ἀμύητος ὑπάρχων, τῶν ἐν μόνῃ τῇ προφορᾷ τὴν χάριν ἐχόντων· οἷς οἱ πολλοὶ μάλιστα χαίρουσι, τῇ ἀκοῇ τὴν ἡδονὴν περιγράφοντες, κἂν εἰ μηδὲν τῶν τιμίων διὰ βάθους πολλάκις ἔχοιεν· καὶ τὸ, κυριώτερον εἰπεῖν καὶ ἀληθέστερον, δεδοικέναι μὴ καθυβρίσειν τῇ εὐτελείᾳ τοῦ ἡμετέρου λόγου τὴν ἐκείνου τοῦ μακαρίου ἀνδρὸς περὶ τῶν θείων ὑψηγορίαν τε καὶ νόησιν· ὅμως δ᾿ οὖν ὕστερον τῇ βίᾳ τῆς ἀγάπης εἴξας, τῆς πάντων ἰσχυροτέρας, ἐδεξάμην ἑκὼν τὸ ἐπίταγμα· γελᾶσθαι μᾶλλον ἐπ᾿ αὐθαδείᾳ τε καὶ ἀπαιδευσίᾳ, δι᾿ εὐπείθειαν παρὰ τῶν μεμψιμοίρων ἑλόμενος, ἢ ὑμῖν διὰ τῆς ἀναβολῆς ἐν παντὶ καλῷ μὴ συμπροθυμεῖσθαι βούλεσθαι νομισθῆναι· τὴν περὶ τοῦ πῶς εἰπεῖν μέριμναν τῷ Θεῷ ἐπιῤῥίψας, τῷ μόνῳ θαυματουργῷ· καὶ διδάσκοντι μὲν ἄνθρωπον γνῶσιν, τρανοῦντι δὲ γλῶσσαν μογιλάλων μογιλλάλων cod. A et Fr.. καὶ τοῖς ἀπόροις πόρον ἐπινοοῦντι· καὶ ἐγείροντι μὲν ἀπὸ γῆς πτωχὸν, ἀπὸ δὲ κοπρίας ἀνυψοῦντι πένητα· τοῦ σαρκικοῦ λέγω φρονήματος, καὶ τῆς δυσώδους τῶν παθῶν ἰλύος· τὸν πτωχὸν τῷ πνεύματι ἢ τὸν κακίας πτωχεύοντα, καὶ τῆς κατ᾿ αὐτὴν πενόμενον ἕξεως· ἢ τοὐναντίον, καὶ τὸν ἔτι τῷ νόμῳ τῆς σαρκὸς καὶ τοῖς πάθεσιν ἐνεχόμενον, καὶ διὰ τοῦτο τῆς κατ᾿ ἀρετὴν καὶ γνῶσιν πτωχεύοντα καὶ πενόμενον χάριτος.

For having once heard me recount, cursorily and briefly, as far as was possible, the things contemplated, beautifully and mystically, and, as far as could be, in the manner of a teacher, by another, a great elder and truly wise in divine things, concerning the holy church and the holy synaxis performed in it, thou didst demand of me, 660urging at once, that I make for thee a written account of these things: having wished to have the writing as a remedy for forgetfulness and a help for memory; saying that memory naturally has time as its tamer, which is able imperceptibly, through forgetfulness, to plunder and wholly to efface the impressions and the images of the good things laid up in it; and that for this reason it needs by all means the renewing mode by which the power of the word, ever flourishing, is of a nature to keep memory impassible and undiminished. How much wiser it is than simply hearing, to seek also an indestructible permanence for what has been heard, everyone surely knows who takes even a little care for rational nobility and is not altogether a stranger to intimacy with the word.

And I, for my part, hesitated at the beginning (for the truth shall be told), declining the subject of the discourse; not from not wishing to grant you, beloved, in every way and according to my power, what you desire; but because I had neither partaken of the grace that leads the worthy to this, nor had any experience of the power and practice of speaking, having been reared in unlettered plainness, and being wholly uninitiated in the technical discourses which have their charm in delivery alone, in which the many chiefly delight, bounding pleasure by hearing, even if they often have nothing of worth in depth; and, to say it more properly and more truly, because I feared lest I should outrage, by the poverty of our discourse, that blessed man's lofty utterance and intellection concerning divine things. Yet nevertheless afterward, yielding to the force of love, which is stronger than all things, I accepted the command willingly, choosing rather to be laughed at by the fault-finders for presumption and want of education because of my ready obedience, than to be thought, through delay, unwilling to share your eagerness in every good thing; casting the care of how to speak upon God, the only wonder-worker, who teaches man knowledge, and makes plain the tongue of stammerers, Psal. xciii, 10. and devises a way for those without a way; and who raises the poor from the earth and lifts up the needy from the dunghill: Psal. cxii, 7. from the carnal way of thinking, I mean, and the foul-smelling mire of the passions; the poor in spirit, or the one who is poor in vice and lacking the habit that accords with it; or, the contrary, the one still held by the law of the flesh and by the passions, and for this reason poor and lacking in the grace that accords with virtue and knowledge.

Ἀλλ᾿ ἐπειδὴ τῷ παναγίῳ καὶ ὄντως θεοφάντορι Διονυσίῳ τῷ Ἀρεοπαγίτῃ ἐν τῇ περὶ τῆς ἐκκλησιαστικῆς Ἱεραρνίας πραγματείᾳ, καὶ τὰ κατὰ τὴν ἱερὰν 661τῆς ἁγίας συνάξεως τελετὴν ἀξίως τῆς αὐτοῦ μεγαλονοίας τεθεώρηταισύμβολα· ἰστέον, ὡς οὐ τὰ αὐτὰ νῦν ὁ λόγος διεξέρχεται, οὔτε διὰ τῶν αὐτῶν ἐκείνῳ προέρχεται. Τολμηρὸν γὰρ καὶ αὔθαδες καὶ ἀπονοίας ἐγγὺς, ἐγχειρεῖν τοῖς ἐκείνου πειρᾶσθαι, τὸν μήτε χωρεῖν αὐτὸν ἢ νοεῖν δυνάμενον τοὺς... ⟨δυναμένους⟩ c. A. et Fr.· καὶ ὡς ἴδια προκομίζειν, τὰ ἐνθέως ἐκείνῳ μόνῳ διὰ τοῦ Πνεύματος φανερωθέντα μυστήρια· ἀλλ᾿ ὅσα καὶ ἄλλοις ὡς ληπτὰ παρ᾿ αὐτοῦ φιλανθρώπως βουλήσει Θεοῦ παρελείφθη πρὸς ἔκθεσιν ἐκθέσ⟨...⟩ς c. A. R. et Fr. καὶ γυμνασίαν τῆς αὐτῶν ἐκείνων περὶ τὰ θεῖα κατὰ τὴν ἔφεσιν ἕξεως· καὶ δι᾿ ὧν συμμέτρως αὐτοῖς ἡ παμφαὴς τῶν τελουμένων ἀκτὶς κατανοουμένη καθίσταται γνώριμος, καὶ πρὸς ἑαυτὴν κατέχει τῷ πόθῳ περιληφθέντας, ἵνα μὴ παντελῶς οἱ μετ᾿ αὐτὸν ὦσιν ἀργοὶ, τὴν πᾶσαν τοῦ χρόνου τῆς παρούσης ζωῆς ἡμέραν, οὐκ ἔχοντες τὸν πρὸς τὴν θείαν ἐκείνην ἀμπελουργίαν μισθούμενον λόγον, τὸν ὑπὲρ τῆς πνευματικῆς ἐργασίας τοῦ πνευματικοῦ ἀμπελῶνος, τὸ συλωθὲν κατ᾿ ἀρχὰς ὑπὸ τοῦ πονηροῦ δι᾿ ἀπάτης κατὰ τὴν τῆς ἐντολῆς παράβασιν, πνευματικὸν τῆς θείας καὶ βασιλικωτάτης εἰκόνος δηνάριον ἀποδιδόντα. Οὐ πάντα δὲ τὰ τῷ μακαρίῳ γέροντι μυστικῶς θεωρηθέντα λέγειν καθεξῆς ἐπαγγέλλομαι· οὐδ᾿ αὐτὰ τὰ λεγόμενα, ὡς ἐνοήθη τε παρ᾿ ἐκείνου καὶ ἐλέχθη: Ἐκεῖνος γὰρ, πρὸς τὸ φιλόσοφος εἶναι, καὶ πάσης παιδείας διδάσκαλος, δι᾿ ἀρετῆς περιουσίαν καὶ τῆς περὶ τὰ θεῖα χρονιωτέρας τε καὶ ἐπιστημονικωτέρας τριβῆς καὶ φιλοπονίας, τῶν τῆς ὕλης δεσμῶν καὶ τῶν κατ᾿ αὐτὴν φαντασιῶν ἐλεύθερον ἑαυτὸν καταστήσας, τόν τε νοῦν εἰκότως εἶχε ταῖς θείαις αὐγαῖς περιλαμπόμενον, καὶ διὰ τοῦτο δυνάμενον εὐθέως ἐνθέως c. A. R. et Fr. ὁρᾷν τὰ τοῖς πολλοῖς μὴ ὁρώμενα, καὶ τὸν λόγον ἑρμηνευτὴν ἀκριβέστατον τῶν νοηθέντων· καὶ ἐσόπτρου δίκην ὑπ᾿ οὐδεμιᾶς κηλίδος παθῶν ἐμποδιζόμενον, ἀκραιφνῶς τὰ ἄλλοις μήτε νοηθῆναι δυνάμενα, καὶ φέρειν καὶ λέγειν ἰσχύοντα· ὡς δύνασθαι τοὺς ἀκροατὰς ὅλον μὲν τῷ λόγῳ τὸν νοῦν ὁρᾷν ἐποχούμενον· ὅλα δὲ ὅλῳ τῷ νῷ καθαρῶς ἐμφαίνεσθαι τὰ νοηθέντα, καὶ διὰ τῆς τοῦ λόγου μεσιτείας αὐτοῖς διαπορθμευόμενα δέξασθαι· ἀλλ᾿ ὅσα διὰ μνήμης τε φέρω, καὶ ὡς νοεῖν ἀμυδρῶς, καὶ λέγειν ἀμυδρότερον δύναμαι· πλὴν εὐσεβῶς, χάριτι τοῦ τὰ ἐσκοτισμένα φωτίζοντος Θεοῦ. Μηδὲ γὰρ οἴεσθαι δεῖν ὑμᾶς ὑπολαμβάνω, δικαίως κρίνειν εἰδότας, ἄλλως με νοεῖν ἢ λέγειν δύνασθαι, ἢ ὡς νοεῖν καὶ λέγειν δύναμαι, καὶ ἡ ἄνωθεν χάρις ἐνδίδωσιν, οἰκείως τῆς ἀναλογούσης μοι προνοουμένης δυνάμεως, κἂν ὁ παραδοὺς μάλιστα, καὶ διδάξας ἐστὶν ὑψηλότατος.

But since by the all-holy and truly God-revealing Dionysius the Areopagite, in his treatise On the Ecclesiastical Hierarchy, the symbols of the 661rite of the holy synaxis too have been contemplated in a manner worthy of his greatness of mind, be it known that our discourse does not now go through the same things, nor proceed by the same ways as he. For it is rash and presumptuous and near to madness, for one who can neither contain nor understand him, to attempt to set hand to his things, and to bring forward as his own the mysteries made manifest in an inspired way to him alone through the Spirit; but only such things as were left by him, by the will of God, in love for man, as graspable by others too, for the exposition and exercise of their own habit concerning divine things according to their aspiration; and through which, in proportion to them, the all-radiant beam of the things performed, being contemplated, becomes known, and holds to itself those seized by longing; so that those after him may not be altogether idle through the whole day of the time of the present life, having no word that hires them for that divine vine-dressing, the word that pays out, for the spiritual labour of the spiritual vineyard, the spiritual denarius of the divine and most royal image, which was plundered in the beginning by the evil one through deceit in the transgression of the commandment. Matth. xx, 2 seqq.

Nor do I promise to tell in order all the things mystically contemplated by the blessed elder; nor the things told, as they were both understood by him and told. For he, besides being a philosopher and a teacher of all learning, having made himself free, through abundance of virtue and long and most scientific practice and diligence concerning divine things, from the bonds of matter and from the imaginations attached to it, had, as was fitting, his mind illumined by the divine rays, and for this reason able at once to see what the many do not see; and his word the most exact interpreter of what had been understood; and, like a mirror hindered by no stain of passions, able purely both to bear and to speak what others cannot even understand; so that his hearers could see the whole mind riding upon the word, and all the things understood shining forth purely in the whole mind, and could receive them ferried across to them through the mediation of the word: but I tell such things as I carry in memory, and as I am able to understand dimly and to speak more dimly; yet piously, by the grace of God who illumines what has been darkened. For I do not suppose that you, who know how to judge justly, think it necessary that I should understand or speak otherwise than as I can understand and speak, and as the grace from above grants, providing fittingly the power proportionate to me, even if he who handed these things on and taught them is most exalted.

Ἐπεὶ τὸ τὰ ἴσα ζητεῖν παρὰ τῶν μὴ ἴσων τὴν ἀρετὴν καὶ τὴν γνῶσιν, οὐ πόῤῥω μοι δοκεῖ τυγχάνειν τῶν δείξειν πειρωμένων τῷ ἡλίῳ, κατὰ τὸ ἴσον τὴν σελήνην 664φωτίζουσαν· και τὰ μὴ πάντη ταῦτασυμβαίνειν ἀλλήλοῖς κατὰ πάντα δύνασθαιβιαζομένων· ὅπερ ἀμήχανον καὶ ἀδύνατον. Ἡγείσθω δὲ Θεὸς τῶν λεγομένων τε καὶ νοουμένων, ὁ μόνος νοῦς τῶν νοούντων καὶ νοουμένων, καὶ λόγος τῶν λεγόντων καὶ λεγομένων· καὶ ζωὴ τῶν ζώντων καὶ ζωουμένων, καὶ πᾶσι πάντα καὶ ὢν καὶ γινόμενος, δι᾿ αὐτὰ τὰ ὄντα καὶ γινόμενα· δι᾿ ἑαυτὸν δὲ οὐδὲν κατ᾿ οὐδένα τρόπον οὐδαμῶς οὔτε ὢν οὔτε γινόμενος, τῶν ἅ τι τῶν ὄντων ἐστὶ καὶ γινομένων, οἷα μηδενὶ τὸ παράπαν τῶν ὄντων φυσικῶς συντασσόμενος· καὶ διὰ τοῦτο, τὸ μὴ εἶναι μᾶλλον, διὰ τὸ ὑπερεῖναι, ὡς οἰκειότερον ἐπ᾿ αὐτοῦ λεγόμενον προσιέμενος. Δεῖ γὰρ, εἴπερ ὡς ἀληθῶς τὸ γνῶναι διαφορὰν Θεοῦ καὶ κτισμάτων ἐστὶν ἀναγκαῖον ἡμῖν. θέσιν εἶναι τοῦ ὑπερόντος τὴν τῶν ὄντων ἀφαίρεσιν· καὶ τὴν τῶν ὄντων θέσιν, εἶναι τοῦ ὑπερόντος ἀφαίρεσιν· καὶ ἄμφω περὶ τὸν αὐτὸν κυρίως θεωρεῖσθαι τὰς προσηγορίας, καὶ μηδεμίαν κυρίως δύνασθαι· τὸ εἶναί φημι, καὶ μὴ εἶναι τοῦ εἶναι c. R.. Ἄμφω μὲν κυρίως, ὡς τῆς μὲν τοῦ εἶναι τοῦ Θεοῦ κατ᾿ αἰτίαν τῶν ὄντων θετικῆς· τῆς δὲ καθ᾿ ὑπεροχὴν αἰτίας τοῦ εἶναι πάσης τῶν ὄντων ἀφαιρετικῆς· καὶ μηδὲ μίαν κυρίως πάλιν, ὡς οὐδεμιᾶς τὴν κατ᾿ οὐσίαν αὐτὴν καὶ φύσιν τοῦ τί εἶναι τοῦ ζητουμένου θέσιν παριστώσης. Ὧ γὰρ μηδὲν τὸ σύνολον φυσικῶς κατ᾿ αἰτίαν συνέζευκται, ἢ ὂν ἢ μὴ ὄν· τούτῳ οὐδὲν τῶν ὄντων καὶ λεγομένων, οὐδὲ τῶν μὴ ὄντων καὶ μὴ λεγομένων, εἰκότως ἐστὶν ἐγγύς. Ἁπλῆν γὰρ καὶ ἄγνωστον καὶ πᾶσιν ἄβατον ἔχει τὴν ὕπαρξιν, καὶ παντελῶς ἀνερμήνευτον, καὶ πάσης καταφάσεώς τε καὶ ἀποφάσεως οὖσαν ἐπέκεινα. Καὶ ταῦτα μὲν περὶ τούτων· ἐπὶ δὲ τὴν προκειμένην τοῦ λόγου ὑπόθεσιν ἔλθωμeν.

ΚΕΦΑΛΑΙΟΝ Αʹ. Πῶς τε καὶποίῳ τρόπῳεἰκών ἐστι καὶ τύπος Θεοῦ ἡ ἁγία Ἐκκλησία. Τὴν τοίνυν ἁγίαν Ἐκκλησίαν κατὰ πρώτην θεωρίας ἐπιβολὴν, τύπον καὶ εἰκόνα Θεοῦ φέρειν, ἔλεγεν ὁ μακάριος γέρων ἐκεῖνος· ὡς τὴν αὐτὴν αὐτῷ κατὰ μίμησιν καὶ τύπον ἐνέργειαν ἔχουσαν.

Since to seek equal things from those not equal in virtue and knowledge seems to me not far from those who try to show the moon 664shining equally with the sun, and who force things not in every way the same to be able to agree with one another in all respects: which is impracticable and impossible.

Let God lead the things said and understood, he who alone is mind of those that understand and of the things understood, and word of those that speak and of the things spoken, and life of those that live and of the things given life; and who is and becomes all things to all for the sake of the things that are and become, but for his own sake is in no way, in no manner, at all either being or becoming any of the things which are something among the things that are and become, since he is not at all ranked by nature with any of the things that are; and for this reason he rather admits not-being, because of his being beyond being, as more properly said of him. For it is necessary, if indeed it is truly necessary for us to know the difference of God and creatures, that the positing of the One beyond being be the removal of the things that are, and the positing of the things that are be the removal of the One beyond being; and that both names be contemplated properly concerning the same, and that neither can be so properly: being, I mean, and not-being. Both properly, since the one posits the being of God as cause of the things that are, and the other, by the pre-eminence of the cause, removes from him all the being of the things that are; and again neither properly, since neither presents the positing of the very what-it-is of what is sought according to essence and nature. For to him with whom nothing at all is naturally yoked by way of cause, whether being or not-being, to him nothing of the things that are and are said, nor of the things that are not and are not said, is fittingly near. For he has an existence simple and unknown and inaccessible to all, and altogether uninterpretable, and beyond all affirmation and negation. And so much for these things; let us come to the proposed subject of the discourse.

CHAPTER 1

How and in what manner the holy church is an image and type of God.

The holy church, then, at the first approach of contemplation, bears a type and image of God, that blessed elder used to say, as having the same activity as he by imitation and type.

Ὥσπερ γὰρ ὁ Θεὸς πάντα τῇ ἀπείρῳ δυνάμει ποιήσας καὶ εἰς τὸ εἶναι παραγαγὼν, συνέχει καὶ συνάγει καὶ περιγράφει, καὶ ἀλλήλοις καὶ ἑαυτῷ προνοητικῶς ἐνδιασφίγγει· τά τε νοητὰ καὶ τὰ αἰσθητά· καὶ περὶ ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος πάντα περικρατῶν, τὰ κατὰ τὴν φύσιν ἀλλήλων διεστηκότα, κατὰ μίαν τὴν πρὸς αὐτὸν ὡς ἀρχὴν σχέσεως δύναμιν ἀλλήλοις συννενευκότα ποιεῖ· καθ᾿ ἣν εἰς 665ταυτότητα κινήσεώς τε καὶ ὑπάρξεως ἀδιάφθορον ἀδιάφορον c. A et Fr.; ἀδιαφθορόν τε c. R. καὶ ἀσύγχυτον ἄγεται τὰ πάντα, πρὸς οὐδὲν οὐδενὸς τῶν ὄντων προηγουμένως κατὰ φύσεως διαφορὰν ἢ κινήσεως στασιάζοντός τε καὶ διαιρουμένου· πάντων πᾶσι κατὰ τὴν μίαν τῆς μόνης ἀρχῆς καὶ αἰτίας ἀδιάλυτον σχέσιν τε καὶ φρουρὰν ἀφύρτως συμπεφυκότων· τὴν πάσας τε καὶ ἐπὶ πᾶσι κατὰ τὴν ἑκάστου τῶν ὄντων φύσιν θεωρουμένας ἰδικὰς σχέσεις, καταργοῦσάν τε καὶ ἐπικαλύπτουσαν· οὐ τῷ φθείρειν αὐτὰς καὶ ἀναιρεῖν καὶ μὴ εἶναι ποιεῖν· ἀλλὰ τῷ νικᾷν καὶ ὑπερφαίνεσθαι, ὥσπερ ὁλότης μερῶν· ἢ καὶ αὐτῆς αἰτία τῆς ὁλότητος ἐπιφαινομένη· καθ᾿ ἢν ἤ τε ὁλότης αὐτὴ, καὶ τὰ τῆς ὁλότητος μέρη φαίνεσθαί τε καὶ εἶναι πέφυκεν· ὡς ὅλην ἔχοντα τὴν αἰτίαν ἑαυτῶν ὑπερλάμπουσαν· καὶ ὥσπερ ἥλιος ὑπερφανεὶς ἀστέρων καὶφύσιν καὶ δύναμιν, οὕτω τὴν αὐτῶν ὡς αἰτιατῶν αἰτίαν καλύπτουσαν ὕπαρξιν. Πέφυκε γὰρ ὥσπερ ἐκ τῆς ὁλότητος τὰ μέρη, οὕτω δὲ κἀκ τῆς αἰτίας τὰ αἰτιατὰ καὶ εἶναι, κυρίως, καὶ γνωρίζεσθαι, καὶ τὴν ἑαυτῶν σχολάζουσαν ἔχειν ἰδιότητα, ἡνίκα τῆς πρὸς τὴν αἰτίαν ἀναφορᾶς τῇ ἀναφορᾷ c. A. R. et Fr. περιληφθέντα, ποιωθῇ δι᾿ ὅλου· κατὰ τὴν μίαν, ὡς εἴρηται, τῆς πρὸς αὐτὴν σχέσεως δύναμιν. Πάντα γὰρ ἐν πᾶσιν ὢν, ὁ ἀπείροις μέτροις ὑπὲρ πάντα Θεὸς, μονώτατος τοῖς καθαροῖς τὴν διάνοιαν ὁραθήσεται· ἡνίκα ὁ νοῦς τοὺς τῶν ὄντων θεωρητικῶς ἀναλεγόμενος λόγους, εἰς αὐτὸν καταλήξει τὸν Θεὸν, ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος τῆς τῶν ὅλων παραγωγῆς καὶ γενέσεως, καὶ πυθμένα τῆς πάντων περιοχῆς ἀδιάστατον. Κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία, τὰ αὐτὰ τῷ Θεῷ περὶ ἡμᾶς ὡς ἀρχετύπῳ Fr. ἀρχετύπου. εἰκὼν ἐνεργοῦσα δειχθήσεται.

For as God, having made all things by his infinite power and brought them into being, holds together and gathers and circumscribes them, and binds them providentially to one another and to himself, both the intelligible and the sensible; and, encompassing all things about himself as cause and beginning and end, makes the things that stand apart from one another by nature to converge with one another by the one power of relation to himself as beginning; by which all things are led to an 665identity of movement and existence, incorruptible and unconfused, none of the things that are being at variance with or divided from any other primarily by a difference of nature or of movement; all things having grown together with all, without commixture, according to the one indissoluble relation and guardianship of the sole beginning and cause; a relation which annuls and covers over all the specific relations contemplated in all according to the nature of each of the things that are, not by corrupting them and destroying them and making them not to be, but by conquering and outshining them, as a wholeness does its parts; or as the cause of the wholeness itself, appearing, by which both the wholeness itself and the parts of the wholeness are of a nature to appear and to be, as having their whole cause shining above them; and, as the sun outshining both the nature and the power of the stars, so having their cause covering their existence as things caused. For as the parts are of a nature to be from the wholeness, so too the things caused are of a nature to be, properly, from the cause, and to be known, and to have their own property at rest, when, embraced by their reference to the cause, they are qualified throughout according to the one power, as has been said, of relation to it. For God, who is all in all, he who in infinite measures is above all, will be seen alone by those who are pure in understanding, when the mind, contemplatively gathering up the principles of the things that are, comes to its end in God himself, as the cause and beginning and end of the production and coming-to-be of all things, and the ground, without interval, of the circumference of all.

In the same way the holy church of God too will be shown working the same things as God concerning us, as an image to its archetype.

Πολλῶν γὰρ ὄντων καὶ ἀπείρων ἀριθμῷ σχεδὸν, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων παιδίον c. R., γένει καὶ εἴδει, καὶ ἔθνεσι καὶ γλώσσαις, καὶ βίοις καὶ ἡλικίαις καὶ γνώμαις καὶ τέχναις καὶ τρόποις καὶ ἤθεσι καὶ ἐπιτηδεύμασιν· ἐπιστήμαις τε αὖ καὶ ἀξιώμασι, καὶ τύχαις καὶ χαρακτῆρσι καὶ ἕξεσιν, ἀλλήλων διῃρημένων τε καὶ πλεῖστον διαφερόντων τῶν εἰς. αὐτὴν γιγνομένων, καὶ ὑπ᾿ αὐτῆς ἀναγεννωμένων τε καὶ ἀναδημιουργουμένων τῷ πνεύματι· μίαν πᾶσι κατὰ τὸ ἴσον δίδωσι καὶ χαρίζεται θείαν μορφὴν καὶ προσηγορίαν, τὸ, ἀπὸ Χριστοῦ καὶ εἶναι καὶ ὀνομάζεσθαι· καὶ μίαν τὴν κατὰ πίστιν ἁπλῆν τε καὶ ἀμερῆ καὶ ἀδιαίρετον σχέσιν, τὴν τὰς πολλὰς καὶ ἀμυθήτους περὶ ἕκαστον οὔσας διαφορὰς, οὐδ᾿ ὅτι κἂν εἰσὶ συγχωροῦσαν γνωρίζεσθαι,διὰ τὴν τῶν πάντων εἰς αὐτὴν καθολικὴν ἀναφορὰν καὶ συνέλευσιν· καθ᾿ ἣν οὐδεὶς τὸ παράπαν οὐδὲν ἑαυτῷ τοῦ κοινοῦ διωρισμένος ἐστί· πάντων συμπεφυκότων ἀλλήλοις καὶ 668συνημμένων, κατὰ τὴν μίαν ἀπλῆν τε καὶ ἀδιαίρετὸν τῆς πίστεως χάριν καὶ δύναμιν. Ἦν γὰρ πάντων, φησὶν, ἡ καρδία καὶ ἡ ψυχὴ μία· ὡς ἐκ διαφόρων μελῶν, σῶμα ἓν καὶ εἶναι καὶ ὁρᾶσθαι, καὶ αὐτοῦ αὐ⟨...⟩ς A. et Fr. Χριστοῦ τῆς ἀληθινῆς ἡμῶν κεφαλῆς ὄντως ἄξιον· Ἐν ᾧ, φησὶν ὁ θεῖος Ἀπόστολος, οὐκ ἔστιν ἄῤρεν οὐδὲ θῆλυ, οὔτε Ἰουδαῖος οὔτε Ἐιλην, οὔτε περιτομὴ οὔτε ἀκροβυστία, οὔτε βάρβαρος οὔτε Σκύθης· οὔτε δοῦλος, οὔτε ἐλεύθερος· ἀλλὰ πάντα καὶ ἐν πᾶσιν αὐτὸς, ὁ πάντα κατὰ μίαν ἁπλῆν τῆς ἀγαθότητος ἀπειρόσοφον δύναμιν ἑαυτῷ περικλείων, ὥσπερ κέντρον εὐθειῶν τινων ἐξημμένων αὐτοῦ, κατὰ μίαν ἁπλῆν καὶ ἑνιαίαν αἰτίαν καὶ δύναμιν· τὰς ἀρχὰς τῶν ὄντων τοῖς πέρασιν οὐκ ἐῶν συναφίστασθαι, κύκλῳ περιγράφων αὐτῶν τὰς ἐκστάσεις ἐκτάσεις c. A. Fr., καὶπρὸς ἑαυτὸν ἄγων τοὺς τῶν ὄντων καὶ ὑπ᾿ αὐτοῦ γενομένων διορισμούς· ἵνα μὴ ἀλλήλων παντάπασιν ἀλλότρια ᾖ καὶ ἐχθρὰ τὰ τοῦ ἑνὸς Θεοῦ κτίσματα καὶ ποιήματα· οὐκ ἔχοντα περὶ τί καὶ ὅποι ὅπου Fr. τὸ φίλον τι καὶ εἰρηνικὸν καὶ ταυτὸν πρὸς ἄλληλα δείξωσι· καὶ κινδυνεύσῃ αὐτοῖς καὶ αὐτὸ τὸ εἶναι εἰς τὸ μὴ ὂν μεταπεσεῖν, τοῦ Θεοῦ χωριζόμενον. Εἰκὼν μὲν οὖν ἐστι τοῦ Θεοῦ, καθὼς εἴρηται, ἡ ἁγία Ἐκκλησία, ὡς τὴν αὐτὴν τῷ Θεῷ περὶ τοὺς πιστοὺς ἐνεργοῦσα ἕνωσιν, κἂν διάφοροι τοῖς ἰδιώμασι καὶ ἐκ διαφόρων καὶ τόπων καὶ τρόπων, οἱ κατ᾿ αὐτὴν διὰ τῆς πίστεως ἑνοποιούμενοι τύχωσιν ὄντες· ἣν περὶ τὰς οὐσίας τῶν ὄντων ἀσυγχύτως αὐτὸς ἐνεργεῖν πέφυκεν ὁ Θεός· τὸ περὶ αὐτὰς διάφορον, ὡς δέδεικται, τῇ πρὸς ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος, ἀναφορᾷ τε καὶ ἑνώσει παραμυθούμενός τε καὶ ταυτοποιούμενος.

ΚΕΦΑΛ. Βʹ. Περὶ τοῦ, πῶς, καὶ τίνα τρόπον εἰκών ἐστι τοῦ ἐξ ὁρατῶν καὶ ἀοράτων οὐσιῶν ὑφεστῶτος κόσμου ἡ ἁγία τοῦ Θεοῦ. Ἐκκλησία. Κατὰ δευτέραν δὲ θεωρίας ἐπιβολὴν, τοῦ σύμπαντος κόσμου τοῦ ἐξ ὁρατῶν καὶ ἀοράτων οὐσιῶν ὑφεστῶτος, εἶναι τύπον καὶ εἰκόνα, τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν, ἔφασκεν· ὡς τὴν αὐτὴν αὐτῷ καὶ ἕνωσιν, καὶ διάκρισιν ἐπιδεχομένην. Ὥσπερ νὰρ αὕτη κατὰ τὴν οἰκοδομὴν εἷς οἶκος ὑπάρχουσα, τὴν κατὰ τὴν θέσιν τοῦ σχήματος ποιᾷ ἰδιότητι, δέξεται διαφορὰν, διαιρουμένη εἴς τε τὸν μόνοις ἱερεῦσί τε καὶ λειτουργοῖς ἀπόκληρον τόπον, ὃν καλοῦμεν ἱερατεῖον· καὶ τὸν πᾶσι τοῖς πιστοῖς λαοῖς πρὸς ἐπίβασιν ἄνετον, ὃν καλοῦμεν ναόν.

For though those who come into it and are reborn by it and recreated by the Spirit are many and nearly infinite in number, men and women and children, divided from one another and differing very greatly in race and form, and in nations and languages, and in ways of life and ages and inclinations and arts, and in manners and customs and pursuits; and again in sciences and dignities, and fortunes and characters and habits; it gives and grants to all equally one divine form and appellation: to be and to be named from Christ; and one relation according to faith, simple and without parts and undivided, which does not allow the many and untold differences that exist about each to be known, not even that they exist, through the universal reference and coming together of all to it; by which no one at all is in any way separated from the common, all having grown together with one another and 668being joined according to the one simple and undivided grace and power of faith. For of all, it says, the heart and the soul was one; Act. iv, 32. so that from different members one body both is and is seen, truly worthy of Christ himself, our true head; in whom, says the divine Apostle, there is neither male nor female, neither Jew nor Greek, neither circumcision nor uncircumcision, neither barbarian nor Scythian, neither slave nor free; but he himself is all and in all: Galat. iii, 28; Coloss. iii, 11. he who encloses all things in himself by the one simple, infinitely wise power of goodness, as a centre of certain straight lines that proceed from him, according to one simple and single cause and power; not allowing the beginnings of the things that are to stand apart together with their limits, circumscribing their extensions in a circle, and leading to himself the delimitations of the things that are and have come to be by him; so that the creatures and works of the one God may not be altogether alien and hostile to one another, having nothing about which and whither they might show something friendly and peaceful and identical toward one another; and lest their very being run the risk of falling away into not-being, separated from God.

The holy church, then, is an image of God, as has been said, as working the same union as God concerning the faithful, even though those unified in it through faith happen to be different in their idioms and from different places and manners: the union which God himself is of a nature to work, without confusion, concerning the essences of the things that are, assuaging and making identical what is different about them, as has been shown, by their reference and union to himself as cause and beginning and end.

CHAPTER 2

On how and in what manner the holy church of God is an image of the world, which subsists of visible and invisible essences.

At the second approach of contemplation, he used to say that the holy church of God is a type and image of the whole world, which subsists of visible and invisible essences, as admitting the same union and distinction as it. For as, in its building, it is one house, it admits a difference according to the placing of its shape by a property of quality, being divided into the place allotted to priests and ministers alone, which we call the sanctuary, and the place open for access to all the faithful peoples, which we call the nave.

Πάλιν μία ἐστὶ κατὰ τὴν ὑπόστασιν, οὐ συνδιαιρουμένη τοῖς ἑαυτῆς μέρεσι, διὰ τὴν ἑαυτῶν πρὸς ἄλληλα τῶν μερῶν διαφοράν· ἀλλὰ καὶ αὐτὰ τῇ πρὸς τὸ ἓν ἑαυτῆς ἀναφορᾷ τὰ μέρη, τῆς ἐν τῇ κλήσει διαφορᾶς ἀπολύουσα, καὶ

669ταυτὸν ἀλλήλοις ἄμφω δεικνύουσα· καὶ θάτερον θατέρῳ κατ᾿ ἐπαλλαγὴν ὑπάρχον, ὅπερ ἑκάτερον ἑαυτῷ καθέστηκεν ὂν ἀποφαίνουσα· ἱερατεῖον μὲν τὸν ναὸν κατὰ τὴν δύναμιν, τῇ πρὸς τὸ πέρας ἀναφορᾷ τῆς μυσταγωγίας ἱερουργούμενον· καὶ ἔμπαλιν ναὸν τὸ ἱερατεῖον, κατὰ τὴν ἐνέργειαν τῆς ἰδίας αὐτὸν ἔχον μυσταγωγίας ἀρχὴν, μία δι᾿ ἀμφοῖν καὶ ἡ αὐτὴ διαμένει. Οὕτω καὶ ὁ ἐκ Θεοῦ κατὰ γένεσιν παρηγμένος σύμπας τῶν ὄντων κόσμος, διαιρούμενος εἴς τε τὸν νοητὸν κόσμον, τὸν ἐκ νοερῶν καὶ σσωμάτων οὐσιῶνσυμπληρούμενον· καὶ τὸν αἰσθητὸν τοῦτον καὶ σωματικὸν, καὶ ἐκ πολλῶν μεγαλοφυῶς συνυφασμένον εἰδῶν τε καὶ φύσεων· ἄλλη πως ὑπάρχων ἀχειροποίητος Ἐκκλησία, διὰ ταύτης τῆς χειροποιήτου σοφῶς ὑποφαίνεται· καὶ ἱερατεῖον μὲν ὥσπερ ἔχων τὸν ἄνω κόσμον, καὶ ταῖς ἄνω προσνενεμημένον δυνάμεσι· ναὸν δὲ, τὸν κάτω, καὶ τοῖς δι᾿ αἰσθήσεως ζῇν λαχοῦσι προσκεχωρημένον. Πάλιν εἷς ἐστι κόσμος τοῖς ἑαυτοῦ μὴ σὺνδιαιρούμενος μέρεσι· τοὐναντίον δὲ, καὶ αὐτῶν τῶν μερῶν τὴν ἐξ ἰδιότητος φυσικῆς διαφορὰν, τῇ πρὸς τὸ ἓν ἑαυτοῦ καὶ ἀδιαίρετον ἀναφορᾷ περιγράφων· καὶ ταυτὸν ἑαυτῷ τε καὶ ἀλλήλοις ἀσυγχύτως ἐναλλὰξ ὄντας· καὶ θατέρῳ θάτερον ὅλον ὅλῳ δεικνὺς ἐμβεβηκότα· καὶ ἄμφω ὅλον αὐτὸν ὡς μέρη ἕνα συμπληροῦντας, καὶ κατ᾿ αὐτὸν ὡς ὅλον μέρη ἑνοειδῶς τε καὶ ὁλικῶς συμπληρουμένους. Ὅλος γὰρ ὁ νοητὸς κόσμος ὅλῳ τῷ αἰσθητῷ μυστικῶς τοῖς συμβολικοῖς εἴδεσι τυπούμενος φαίνεται τοῖς ὁρᾷν δυναμένοις· καὶ ὅλος ὅλῳ τῷ νοητῷ ὁ αἰσθητὸς γνωστικῶς κατὰ νοῦν τοῖς λόγοις ἁπλούμενος ἐνυπάρχων ἐστίν. Ἐν ἐκείνῳ γὰρ, οὗτος τοῖς λόγοις ἐστί· κἀκεῖνος ἐν τούτῳ, τοῖς τύποις· καὶ τὸ ἔργον αὐτῶν ἓν, καθὼς ἂν εἴη τροχὸς ἐν τῷ τροχῷ, φησὶν ὁ θαυμαστὸς τῶν μεγάλων θεατὴς Ἰεζεχιὴλ, περὶ τῶν δύο κόσμων, οἶμαι, λέγων. Καὶ πάλιν· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, φησὶν ὁ θεῖος Ἀπόστολος. Καὶ εἰ καθορᾶται διὰ τῶν φαινομένων τὰ μὴ φαινόμενα, καθὼς γέγραπται, πολλῷ δὴ καὶ διὰ τῶν μὴ φαινομένων τοῖς θεωρίᾳ πνευματικῇ προσανέχουσι τὰ φαινόμενα νοηθήσεται. Τῶν γὰρ νοητῶν ἡ διὰ τῶν ὁρατῶν συμβολικὴ θεωρία, τῶν ὁρωμένων ἐστὶ διὰ τῶν ἀοράτων πνευματικὴ ἐπιστήμη καὶ νόησις.

Again, it is one according to its hypostasis, not divided along with its own parts because of the difference of the parts from one another; but also releasing the parts themselves, by their reference to its own unity, from the difference in their naming, and

669showing both to be identical with each other; and declaring that each is, for the other by alternation, what each is established as being for itself: the nave a sanctuary in potency, consecrated by the reference of the mystagogy to its end; and conversely the sanctuary a nave in activity, having it as the beginning of its own mystagogy; it remains one and the same through both. So too the whole world of the things that are, brought forth from God by coming-to-be, divided into the intelligible world, filled out by noetic and bodiless essences, and this sensible and bodily world, magnificently woven together from many forms and natures, being as it were another church not made by hands, is wisely shown forth through this one made by hands; and it has, as its sanctuary, the world above, allotted to the powers above; and, as its nave, the world below, given over to those whose lot is to live through sense.

Again, the world is one, not divided along with its own parts; on the contrary, it circumscribes even the difference of the parts themselves that comes from natural property by their reference to its own unity and indivisibility; and it shows them to be identical with itself and with one another, without confusion, by alternation, and the one wholly entered into the other as whole into whole; and both, as parts, filling it out as one whole, and as parts filled out uniformly and wholly according to it as a whole. For the whole intelligible world appears, to those able to see, mystically typified in the whole sensible world by symbolic forms; and the whole sensible world is present in the whole intelligible world, made simple by way of knowledge, according to mind, in its principles. For in that world this one is in its principles; and that one in this, in its types; and their work is one, as it were a wheel within a wheel, says Ezekiel, the wonderful seer of great things, speaking, I think, of the two worlds. And again: For the invisible things of him from the creation of the world are clearly seen, being understood by the things that are made, says the divine Apostle. Rom. i, 20. And if the things that do not appear are clearly seen through the things that appear, as is written, much more will the things that appear be understood through the things that do not appear by those who devote themselves to spiritual contemplation. For the symbolic contemplation of the intelligibles through the visibles is the spiritual science and intellection of the things seen through the invisibles.

Δεῖ γὰρ τὰ ἀλλήλων ὄντα δηλωτικὰ, πάντως ἀληθεῖς καὶ ἀριδήλους τὰς ἀλλήλων ἔχειν ἐμφάσεις, καὶ τὴν ἐπ᾿ αὐταῖς σχέσιν ἀλώβητον.

672ΚΕΦ. Γʹ. Ὅτικαὶμόνου τοῦ αἰσθητοῦ κόσμου ἐστὶν εἰκὼν, ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία. Καὶ αὖθις μόνου τοῦ αἰσθητοῦ κόσμου καθ᾿ ἑαυτὸν τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν εἶναι σύμβολον, ἔφασκεν· ὡς οὐρανὸν μὲν, τὸ θεῖον ἱερατεῖον ἔχουσαν· γῆν δὲ, τὴν εὐπρέπειαν τοῦ ναοῦ κεκτημένην. Ὡσαύτως δὲ καὶ τὸν κόσμον ὑπάρχειν Ἐκκλησίαν· ἱερατείῳ μὲν ἐοικότα τὸν οὐρανὸν ἔχοντα· ναῷ δὲ, τὴν κατὰ γῆν διακόσμησιν.

ΚΕΦΑΛ. Δʹ. Πῶς τε καὶ ποίῳ τρόπῳσυμβολικῶς εἰκονίζει τὸν ἄνθρωπον ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία· καὶ αὐτὴ ὡς ἄνθρωπος ὑπ᾿ αὐτοῦ εἰκονίζεται. Καὶ πάλιν κατ᾿ ἄλλον τρόπον θεωρίας, ἄνθρωπον εἶναι τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν ἔλεγε·ψυχὴν μὲν ἔχουσαν τὸ ἱερατεῖον· καὶ νοῦν, τὸ θεῖον θυσιαστήριον· καὶ σῶμα, τὸν ναόν· ὡς εἰκόνα καὶ ὁμοίωσιν ὑπάρχουσαν τοῦ κατ᾿ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν γενομένου ἀνθρώπου· καὶ διὰ μὲν τοῦ ναοῦ, ὡς διὰ σώματος, τὴν ἠθικὴν φιλοσοφίαν προβαλλομένην· διὰ δὲ τοῦ ἱερατείου, ὡς διὰ ψυχῆς, τὴν φυσικὴν θεωρίαν πνευματικῶς ἐξηγουμένην· καὶ ὡς διὰ νοὸς τοῦ θείου θυσιαστηρίου, τὴν μυστικὴν θεολογίαν ἐμβαίνουσαν. Καὶ ἔμπαλιν, Ἐκκλησίαν μυστικὴν τὸν ἄνθρωπον, ὡς διὰ ναοῦ μὲν τοῦ σώματος, τὸ πρακτικὸν τῆς ψυχῆς ταῖς τῶν ἐντολῶν ἐνεργείαις κατὰ τὴν ἠθικὴν φιλοσοφίαν ἐναρέτως φαιδρύνοντα· ὡς δι᾿ ἱερατείου δὲ τῆς ψυχῆς τοὺς κατ᾿ αἴσθησιν λόγους, καθαρῶς ἐν πνεύματι τῆς ὕλης περιτμηθέντας, κατὰ τὴν φυσικὴν θεωρίαν διὰ λόγου τῷ Θεῷ προσκομίζοντα· καὶ ὡς διὰ θυσιαστηρίου τοῦ νοὸς, τὴν ἐν ἀδύτοις πολυύμνητον τῆς ἀφανοῦς καὶ ἀγνώστου μεγαλοφωνίας σιγὴν τῆς θεότητος, δι᾿ ἄλλης λάλου τε καὶ πολυφθόγγου σιγῆς προσκαλούμενον· καὶ ὡς ἐφικτὸν ἀνθρώπῳ, κατὰ μυστικὴν θεολογίαν αὐτῇ συγγινόμενον· καὶ τοιοῦτον γινόμενον, οἷον εἰκὸς εἶναι δεῖ τὸν ἐπιδημίας ἀξιωθέντα Θεοῦ, καὶ ταῖς αὐτοῦ παμφαέσιν αἴγλαις ἐνσημανθέντα.

ΚΕΦΑΛ. Εʹ. Πῶς καὶ ποίῳ τρόπῳ πάλιν τῆς ψυχῆς καθ᾿ ἑαυτὴν νοουμένης, εἰκών τε καὶ τύπος ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία. Καὶ οὐχ ὅλου μὲν τοῦ ἀνθρώπου, τοῦ ἐκ ψυχῆς καὶ σώματος κατὰ σύνθεσίν φημισυνεστῶτος, εἰκόνα μόνον εἶναι δύνασθαι τὴν ἁγίαν Ἐκκλησίαν ἐδίδασκεν· ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς καθ᾿ ἑαυτὴν τῷ λόγῳ θεωρουμένης. Ἐπειδὴ γὰρ ἐκ νοερᾶς καὶ ζωτικῆς δυνάμεως καθολικῶς συνίστασθαι τὴν ψυχὴν ἔφασκε· καὶ τῆς μὲν νοερᾶς ἐξουσιαστικῶς κατὰ βούλησιν κινουμένης, τῆς δὲ ζωτικῆς κατὰ φύσιν ἀπροαιρέτως, ὡς ἔχει, μενούσης.

For things that are indicative of one another must surely have true and very clear reflections of one another, and an unimpaired relation upon them.

672CHAPTER 3

That the holy church of God is also an image of the sensible world alone.

And again he used to say that the holy church of God is a symbol of the sensible world alone by itself, as having the divine sanctuary as heaven, and possessing the beauty of the nave as earth. And likewise that the world is a church, having heaven like a sanctuary, and the ordering of the earth like a nave.

CHAPTER 4

How and in what manner the holy church of God symbolically images man, and is itself imaged by him as a man.

And again, by another mode of contemplation, he used to say that the holy church of God is a man: having the sanctuary as soul, and the divine altar as mind, and the nave as body; as being an image and likeness of man, who came to be according to the image and likeness of God; and through the nave, as through a body, putting forward moral philosophy; through the sanctuary, as through a soul, expounding natural contemplation spiritually; and, as through a mind, through the divine altar, entering upon mystical theology. And conversely, that man is a mystical church: as through the nave, the body, making the practical part of the soul shine virtuously by the activities of the commandments according to moral philosophy; and as through the sanctuary, the soul, bringing to God through reason, according to natural contemplation, the principles of sense, purely cut away in the spirit from matter; and as through the altar, the mind, calling forth the silence, much-hymned in the inner shrines, of the unseen and unknown great-voicedness of the Godhead, through another silence, talkative and many-voiced; and, as far as is attainable for man, consorting with it according to mystical theology; and becoming such as one must be who has been deemed worthy of God's sojourning and has been marked with his all-radiant splendours.

CHAPTER 5

How and in what manner, again, the holy church of God is an image and type of the soul understood by itself.

And he taught that the holy church is able to be an image not only of the whole man, who is constituted, I mean, of soul and body by composition, but also of the soul itself, contemplated by itself in reason. For he used to say that the soul as a whole consists of a noetic and a vital power; and that the noetic is moved with authority according to wish, while the vital remains as it is, according to nature, without choice.

Καὶ πάλιν, τῆς μὲν νοερᾶς εἶναι τό τε θεωρητικὸν, καὶ τὸ πρακτικόν· καὶ τὸ μὲν θεωρητικὸν, καλεῖσθαι νοῦν ἔλεγε· τὸ δὲ πρακτικὸν, λόγον· καὶ τῆς μὲν νοερᾶς δυνάμεως 673κινητικὸν εἶναι τὸν νοῦν· τῆς δὲ ζωτικῆς προνοητικὸν ὑπάρχειν τὸν λόγον· καὶ τὸν μὲν εἶναί τε καὶ καλεῖσθαισοφίαν·φημὶ δὲ τὸν νοῦν, ὅταν παντάπασιν ἀτρέπτους ἑαυτοῦ διαφυλάττῃ διαφυλάττοι c. A. τὰς πρὸς τὸν Θεὸν κινήσεις· τὸν δὲ λόγον ὡσαύτως φρόνησιν καὶ εἶναι καὶ καλεῖσθαι, ὅταν σωφρόνως τὴν ὑπ᾿ αὐτοῦ κατὰ πρόνοιαν διοικουμένην ζωτικὴν δύναμιν ταῖςἐνεργείαις συνάψας τῷ νῷ, δείξειεν ἀδιάφορον· τὴν αὐτὴν αὐτῷ καὶ ὁμοίαν δι᾿ ἀρετῆς ἔμφασιν τοῦ Θείου φέρουσαν· ἣν καὶ ἐπιμερίζεσθαι τῷ τε νῷ καὶ τῷ λόγῳ φυσικῶς ἔλεγεν· ὡς εἶναι μᾶλλον καὶ συνισταμένην δείκνυσθαι προηγουμένως τὴν ψυχὴν, ἐκ τοῦ νοῦ καὶ τοῦ λόγου, ὡς νοεράν τε καὶ λογικήν· τῆς ζωτικῆς ἐπ᾿ ἀμφοῖν κατὰ τὸ ἴσον δηλονότι, νοῦ τε καὶ λόγου φημὶ, θεωρουμένης δυνάμεως· οὐδ᾿ ὁπότερον γὰρ τούτων ζωῆς ἄμοιρον εἶναι θέμις ἐννοεῖν, καὶ ὑπ᾿ ἀμφοῖν διειλημμένης διειλημμένως c. A,· δι᾿ ἧς ὁ μὲν νοῦς, ὃν καὶ σοφίαν ἔφαμεν καλεῖσθαι, τῇ θεωρητικῇ ἕξει κατ᾿ ἀπόῤῥητον σιγήν τε καὶ γνῶσιν ἐξαπλούμενος, πρὸς τὴν ἀλήθειαν δι᾿ ἀλήστου τε καὶ ἀκαταλήντου γνώσεως ἄγεται· ὁ δὲ λόγος, ὃν ἐκαλέσαμεν φρόνησιν, τῇ πρακτικῇ ἕξει σωματικῶς κατ᾿ ἀρετὴν εἰς τὸ ἀγαθὸν διὰ πίστεως καταλήγει· ἐξ ὧν ἀμφοτέρων ἡ ἀληθὴς τῶν τε θείων καὶ τῶν ἀνθρωπίνων ἐπιστήμη συνέστηκε πραγμάτων· ἡ ὄντως ἄπταιστος γνῶσις, καὶ πάσης τῆς κατὰ Χριστιανοὺς θειοτάτης φιλοσοφίας πέρας. Καὶ σαφέστερον περὶ τούτων εἰπεῖν· τῆς ψυχῆς, τὸ μὲν ἔλεγε εἶναι θεωρητικὸν, καθὼς εἴρηται· τὸ δὲ, πρακτικὸν, καὶ τὸ μὲν θεωρητικὸν ἐκάλει νοῦν· τὸ δὲ πρακτικὸν, λόγον· ὡς πρώτας δηλαδὴ δυνάμεις τῆς ψυχῆς· καὶ πάλιν τὸν νοῦν, σοφίαν· τὸν δὲ λόγον, φρόνησιν, ὡς πρώτας ἐνεργείας. Διεξοδικῶς δὲ πάλιν, τῆς ψυχῆς ἔφασκεν εἶναι, κατὰ μὲν τὸ νοερὸν, τὸν νοῦν, τὴν σοφίαν, τὴν θεωρίαν, τὴν γνῶσιν, τὴν ἄληστον γνῶσιν· τούτων δὲ τέλος εἶναι τὴν ἀλήθειαν· κατὰ δὲ τὸ λογικὸν, τὸν λόγον, τὴν φρόνησιν, τὴν πρᾶξιν, τὴν ἀρετὴν, τὴν πίστιν· τούτων δὲ τέλος εἶναι τὸ ἀγαθόν. Τὴν ἀλήθειαν δὲ καὶ τὸ ἀγαθὸν, τὸν Θεὸν ἔλεγε δηλοῦν· ἀλλὰ τὴν μὴ ἀλήθειαν, ὅταν ἐκ τῆς οὐσίας τὸ Θεῖον σημαίνεσθαι δοκῇ· ἁπλοῦν γὰρ, καὶ μόνον, καὶ ἓν, καὶ ταυτὸν, καὶ ἀμερὲς, καὶ ἄτρεπτον, καὶ ἀπαθὲς πρᾶγμα ἡ ἀλήθεια καὶ ἀλάθητον, καὶ παντελῶς ἀδιάστατον· τὸ δὲ ἀγαθὸν, ὅταν ἐκ τῆς ἐνεργείας.

And again, that to the noetic belong the contemplative and the practical; and the contemplative, he said, is called mind, and the practical reason; and that of the noetic power 673the mover is the mind, and of the vital the provider is the reason; and that the one is and is called wisdom (I mean the mind), when it keeps its movements toward God altogether unchanging; and that the reason likewise both is and is called prudence, when, having soberly joined to the mind by its activities the vital power governed by it in providence, it shows it undifferentiated, bearing the same and like reflection of the Divine through virtue as the mind; a power which he said is naturally shared between the mind and the reason; so that the soul is, and is shown primarily, rather to consist of mind and of reason, as noetic and rational; the vital power being contemplated, clearly, equally in both, mind and reason, I mean (for it is not lawful to conceive either of these as without share in life), and being divided between both; through which the mind, which we said is called wisdom, unfolding by the contemplative habit according to ineffable silence and knowledge, is led to the truth through unforgetting and unceasing knowledge; and the reason, which we called prudence, by the practical habit, bodily, according to virtue, comes to its end in the good through faith; from both of which is constituted the true science of divine and human things: the truly unerring knowledge, and the end of all the most divine philosophy of the Christians.

And to speak more clearly about these things: of the soul, he said, one part is contemplative, as has been said, and the other practical; and the contemplative he called mind, the practical reason, as the first powers of the soul; and again the mind he called wisdom, and the reason prudence, as the first activities. And again, going through it in detail, he used to say that there belong to the soul, according to the noetic, the mind, wisdom, contemplation, knowledge, unforgetting knowledge, and that the end of these is the truth; and according to the rational, the reason, prudence, practice, virtue, faith, and that the end of these is the good. And the truth and the good, he said, signify God: the truth, when the Divine seems to be signified from its essence, for the truth is a simple and sole and one and identical and partless and unchangeable and impassible thing, and one never escaping notice, and altogether without interval; and the good, when from its activity.

Εὐεργετικὸν γὰρ τὸ ἀγαθὸν, καὶ προνοητικὸν τῶν ἐξ αὐτοῦ πάντων, καὶ φρουρητικόν· ἀπὸ τοῦ ἄγαν καὶ τῷ ἄγαν c A. et Fr. εἶναι, ἢ τεθεῖσθαι, ἢ θέσιν θέειν c. A., κατὰ τὴν τῶν ἐτυμολογούντων δόξαν, πᾶσι τοῖς οὖσι τοῦ εἶναι καὶ διαμένειν καὶ κινεῖσθαι χαριστικόν Fr. Ἔστι γὰρ καὶ εὖ ἔστι καὶ ἀεί ἐστιν ὧν πάντων πᾶσι τοῖς οὖσιν ὑπάρχει χαριστικόν. Est enim, est bene et semper est, quæ omnia cunctis rebus præbet.. 676Τὰς οὖν περὶ τὴν ψυχὴν νοουμένας πέντε συζυγίας περὶ τὴν μίαν τὴν τοῦ Θεοῦ σημαντικὴν συζυγίαν ἔλεγε καταγίγνεσθαι. Συζυγίαν δέ φημι νῦν τὸν νοῦν καὶ τὸν λόγον· τὴν σοφίαν καὶ τὴν φρόνησιν· τὴν θεωρίαν καὶ τὴν πρᾶξιν· τὴν γνῶσιν καὶ τὴν ἀρετήν· τὴν ἄληστον γνῶσιν καὶ τὴν πίστιν. Τὴν δὲ τοῦ θείου σημαντικὴν, τὴν ἀλήθειαν καὶ τὸ ἀγαθόν· αἷς κατὰ πρόοδον ἡ ψυχὴ κινουμένη, τῷ Θεῷ τῶν ὅλων ἑνοῦται, μιμουμένη αὐτοῦ τῆς οὐσίας καὶ τῆς ἐνεργείας τὸ ἄτρεπτον καὶ εὐεργετικὸν, διὰ τῆς ἐν τῷ καλῷ παγίας καὶ ἀμεταθέτου κατὰ τὴν προαίρεσιν ἕξεως. Καὶ, ἵνα τούτων Fr. τούτοις. μικρόν τι μίξω θεώρημα πρόσφορον, τάχα αὕτη ἐστὶν ἡ θεία δεκὰς τῶν χορδῶν τοῦ κατὰ ψυχὴν νοητοῦ ψαλτηρίου· ἡ τὸν λόγον ὑπηχοῦντα τῷ πνεύματι, διὰ τῆς ἄλλης τῶν ἐντολῶν μακαρίας δεκάδος ἔχουσα, καὶ τοὺς ἐντελεῖς τε καὶ ἀρμονίους, τοὺς ἐμμελεῖς νοητῶς ἀποτελοῦσα φθόγγους, δι᾿ ὧν ὑμνεῖται ὁ Θεός· ἵν᾿ ἐγὼ μάθω, τίς ὁ τῆς ᾀδούσης, καὶ τῆς ᾀδομένης δεκάδος ὁ λόγος· καὶ πῶς δεκάδι δεκὰς μυστικῶς ἑνουμένη τε καὶ συναπτομένη, Ἰησοῦν μὲν τὸν ἐμὸν Θεὸν καὶ Σωτῆρα συμπληρωθέντα δι᾿ ἐμοῦ σωζομένου, πρὸς ἑαυτὸν ἐπανάγει τὸν ἀεὶ πληρέστατον, καὶ μηδέποτε ἑαυτοῦ ἐκστῆναι δυνάμενον· ἐμὲ δὲ τὸν ἄνθρωπον θαυμαστῶς ἑαυτῷ ἀποκαθίστησι· μᾶλλον δὲ Θεῷ, παρ᾿ οὗ τὸ εἶναι λαβὼν ἔχω, καὶ πρὸς ὃν ἐπείγομαι, πόῤῥωθεν τὸ εὖ εἶναι προσλαβεῖν ἐφιέμενος. Ὅπερ ὁ γνῶναι δυνηθεὶς, ἐκ τοῦ παθεῖν τὰ λεγόμενα, εἴσεται πάντως γνωρίσας ἤδη κατὰ τὴν πεῖραν ἐναργῶς τὸ οἰκεῖον ἀξίωμα· πῶς ἀποδίδοται τῇ εἰκόνι τὸ κατ᾿ εἰκόνα Hæ Gregorii voces.· πῶς τιμᾶται τὸ ἀρχέτυπον· τίς τοῦ μυστηρίου τῆς ἡμῶν σωτηρίας ἡ δύναμις, καὶ ὑπὲρ τίνος Χριστὸς ἀπέθανε· πῶς τε πάλιν ἐν αὐτῷ μεῖναι δυνάμεθα, καὶ αὐτὸς ἐν ἡμῖν, καθὼς εἶπε· καὶ πῶς Ἐστὶν εὐθὺς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Ἀλλ᾿ ἐπανάγωμεν πρὸς τὸν εἱρμὸν τοῦ λόγου τὸν λόγον, τούτοις περὶ τούτων ἀρκεσθέντες. Τὸν γὰρ νοῦν διὰ τῆς σοφίας ἔφασκε κινούμενον, εἰς θεωρίαν ἰέναι· διὰ δὲ τῆς θεωρίας, εἰς γνῶσιν· διὰ δὲ τῆς γνώσεως, εἰς τὴν ἄληστον γνῶσιν· διὰ δὲ τῆς ἀλήστου γνώσεως, εἰς τὴν ἀλήθειαν· περὶ ἣν ὁ νοῦς ὅρον τῆς κινήσεως δέχεται, περιγραφομένης αὐτῷ τῆς τε οὐσίας καὶ τῆς δυνάμεως, καὶ τῆς ἕξεως καὶ τῆς ἐνεργείας.

For the good is beneficent, and provident for all things that are from it, and their guardian: from 'exceedingly' and 'being', or 'having been set', or 'running', according to the opinion of the etymologists, bestowing on all the things that are to be and to endure and to be moved.

676The five pairs, then, understood concerning the soul, he said, are engaged about the one pair that signifies God. By a pair I now mean the mind and the reason; wisdom and prudence; contemplation and practice; knowledge and virtue; unforgetting knowledge and faith. And the one significant of the Divine, the truth and the good; by which the soul, moved in progression, is united to the God of all, imitating the unchangeableness and the beneficence of his essence and his activity, through the firm and immovable habit in the good according to choice. And, that I may mingle with these a small fitting contemplation, perhaps this is the divine decad of the strings of the intelligible psaltery of the soul, Psal. cxliii, 9. which has the word sounding beneath it to the Spirit through the other blessed decad of the commandments, and intelligibly produces the complete and harmonious, the melodious notes by which God is hymned: that I may learn what is the principle of the decad that sings and of the decad that is sung; and how decad, mystically united and joined to decad, brings back to himself Jesus, my God and Saviour, filled out through me who am saved, him who is ever most full and can never go out of himself; and restores me, man, wonderfully to myself, or rather to God, from whom I have received being and have it, and toward whom I hasten, longing from afar to receive in addition well-being. Which he who has been able to know from suffering the things said will surely know, having already come to know clearly by experience his own dignity: how the 'according to the image' is restored to the image; how the archetype is honoured; what is the power of the mystery of our salvation, and for whom Christ died; and how again we can abide in him and he in us, as he said; Joan. xv, 4. and how The word of the Lord is right, and all his works are in faith. Psal. xxxii, 4. But let us bring the discourse back to the sequence of the discourse, content with this much about these things.

For he used to say that the mind, moved through wisdom, comes to contemplation; through contemplation to knowledge; through knowledge to unforgetting knowledge; and through unforgetting knowledge to the truth; around which the mind receives the limit of its movement, its essence and power and habit and activity being circumscribed.

Νοῦ γὰρ ἔλεγε δύναμιν εἶναι τὴν σοφίαν, καὶ αὐτὸν εἶναι τὸν νοῦν δυνάμει σοφίαν· τὴν δὲ θεωρίαν, ἕξιν· τὴν δὲ γνῶσιν, ἐνέργειαν· τὴν δὲ ἄληστον γνῶσιν, σοφίας τε καὶ θεωρίας καὶ γνώσεως· ἤγουν δυνάμεως καὶ ἕξεως καὶ ἐνεργείας· τὴν περὶ 677τὸ γνωστὸν τὸ ὑπὲρ πᾶσαν τὴν γνῶσιν ἀκατάληκτον καὶ ἑκτικὴν ἀεικινησίαν· ἧς πέρας ἐστὶν, ὡς ἀλάθητον γνωστὸν, ἡ ἀλήθεια· ὃ καὶ θαυμάζειν ἄξιον· πῶς τὸ ἄληστον λήγει περιγραφόμενον, ἢ δηλονότι ὡς Θεῷ τῇ ἀληθείᾳ περατούμενον; Θεὸς γὰρ ἡ ἀλήθεια, περὶ ὃν ἀκαταλήκτως τε καὶ ἀλήστως κινούμενος ὁ νοῦς, λήγειν οὐκ ἔχει ποτὲ τῆς κινήσεως, μὴ εὑρίσκων πέρας ἔνθα μὴ ἔστι διάστημα. Τὸ γὰρ Θαυμαστὸν μέγεθος τῆς θείας ἀπειρίας, ἄποσόν τί ἐστι καὶ ἀμερὲς καὶ παντελῶς ἀδιάστατον· καὶ τὴν οἱανοῦν πρὸς τὸ γνωσθῆναι, ὃ τί ποτέ ἐστι κατ᾿ οὐσίαν, φθάνουσαν αὐτὸν οὐκ ἔχον κατάληψιν. Τὸ δὲ μὴ ἔχον διάστημα ἢ κατάληψιν καθ᾿ ὁτιοῦν, οὐκ ἔστι τινὶ περατόν. Τὸν δὲ λόγον ὡσαύτως διὰ τῆς φρονήσεως κινούμενον, εἰς τὴν πρᾶξιν ἰέναι· διὰ δὲ τῆς πράξεως, εἰς ἀρετήν· διὰ δὲ τῆς ἀρετῆς εἰς τὴν πίστιν, τὴν ὄντως βεβαίαν καὶ ἄπτωτον τῶν θείων πληροφο-ρίαν· ἣν πρώτην ἔχων δυνάμει κατὰ τὴν φρόνησιν ὁ λόγος, ὕστερον ἐνεργείᾳ κατὰ τὴν ἀρετὴν ἐπιδείκνυται, διὰ τὴν ἐπ᾿ ἔργων Fr. ἐπ' ἔργοις. φανέρωσιν. Η γὰρ χωρὶς ἔργων πίστις νεκρόν τι, καθὼς γέγραπται· πᾶν δὲ νεκρὸν καὶ ἀνενέργητον, οὐκ ἂν ποτέ τις εὖ φρονῶν τοῖς καλοῖς Nempe bonis perfectis et absolute. εἶναι θαρσήσειεν εἰπεῖν ἑνάριθμον. Διὰ δὲ τῆς πίστεως εἰς τὸ ἀγαθὸν, περὶ ὃ δέχεται τέλος, παυόμενος τῶν οἰκείων ἐνεργειῶν ὁ λόγος, περιγραφομένης αὐτοῦ τῆς τε δυνάμεως καὶ τῆς ἕξεως καὶ τῆς ἐνεργείας. Λόγου γὰρ ἔφασκεν Fr. ἔφασκε δύναμιν. εἶναι δύναμιν τὴν φρόνησιν· καὶ αὐτὸν εἶναι δυνάμει τὸν λόγον, φρόνησιν· Σ ἕξιν δὲ, τὴν πρᾶξιν· ἐνέργειαν δὲ, τὴν ἀρετήν· τὴν δὲ πίστιν φρονήσεώς τε καὶ πράξεως καὶ ἀρετῆς, ἤγουν δυνάμεως, ἕξεώς τε καὶ ἐνεργείας ἐνδιάθετον πῆξιν καὶ ἀναλλοίωτον· ἧς πέρας ἔσχατόν ἐστι τὸ ἀγαθὸν, περὶ ὃ καταλήγων τῆς κινήσεως ὁ λόγος παύεται. Θεὸς γάρ ἐστι τὸ ἀγαθὸν, ᾧ πέφυκε πᾶσα καὶ παντὸς λόγου περατοῦσθαι δύναμις.

For he said that wisdom is the power of mind, and that the mind itself is wisdom in potency; contemplation its habit; knowledge its activity; and unforgetting knowledge, the unceasing and habitual ever-moving of wisdom and contemplation and knowledge, that is, of power and habit and activity, about 677the knowable that is beyond all knowledge; whose limit is the truth, as a knowable never escaping notice; which is indeed worthy of wonder: how the unforgetting ceases by being circumscribed; or is it, clearly, as being bounded by God, the truth? For God is the truth, about whom the mind, moving unceasingly and unforgettingly, can never cease from its movement, not finding a limit where there is no interval. For the wonderful greatness of the divine infinity is something without quantity and without parts and altogether without interval; and it has no comprehension of any sort that reaches it, so as to know what at all it is in essence. And what has neither interval nor comprehension in any respect is limitable by nothing.

And likewise that the reason, moved through prudence, comes to practice; through practice to virtue; and through virtue to faith, the truly firm and unfaltering full assurance of divine things; which the reason, having it first in potency according to prudence, afterwards displays in activity according to virtue, through its manifestation in works. For faith without works is something dead, as is written; and no one in his right mind would ever dare to say that anything dead and without activity is to be numbered among the good things. And through faith to the good, about which the reason receives its end, ceasing from its own activities, its power and habit and activity being circumscribed.

For he said that prudence is the power of reason, and that the reason itself is prudence in potency; practice its habit; virtue its activity; and faith the inward and unalterable fixity of prudence and practice and virtue, that is, of power, habit and activity; whose last limit is the good, about which the reason, ceasing from its movement, comes to rest. For God is the good, in whom every power of every reason is of a nature to be bounded.

Πῶς δὲ καὶ τίνα τρόπον τούτων ἕκαστον κατορθοῦται, καὶ εἰς ἐνέργειαν ἄγεταί· καὶ τίνα τούτων ἑκάστῳ ἠναντίωται, ἢ προσῳκείωται, καὶ ἐπὶ πόσον, διαιρεῖν τε καὶ λέγειν, οὐ τῆς παρούσης ἐστὶν ὑποθέσεως· πλὴν τοῦ, ὅσον γιγνώσκειν, ὅτι πᾶσα ψυχὴ ἡνίκα διὰ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος, καὶ τῆς οἰκείας φιλοπονίας καὶσπουδῆς ἀλλήλοις ταῦτα συνάψαι τε καὶ ἱστουργῆσαι δυνηθῇ· τὸν λόγον φημὶ τῷ νῷ, καὶ τῇ σοφίᾳ τὴν φρόνησιν, καὶ τῇ θεωρίᾳ τὴν πρᾶξιν, καὶ τῇ γνώσει τὴν ἀρετὴν, καὶ τῇ ἀλήστῳ γνώσει τὴν πίστιν, οὐδενὸς ἐλαττουμένου πρὸς τὸ ἕτερον ἢ πλεονάζοντος, πάσης αὐτοῖς περικοπείσης ὑπερβολῆς καὶ ἑλλείψεως· καὶ, ἵνα συνελὼν εἴπω, μονάδα τὴν ἑαυτῆς δεκάδα ποιῆσαι· τηνικαῦτα καὶ αὐτὴ τῷ Θεῷ

680ἀληθινῷ τε καὶ ἀγαθῷ, καὶ ἑνὶ καὶ μόνῳ ἑνωθήσεται· καλή τε καὶ μεγαλοπρεπὴς, καὶ αὐτῷ [κατὰ τὸ ἐφικτὸν] ἐμφερὴς γενομένη, τῇ συμπληρώσει τῶν τεσσάρων γενικῶν ἀρετῶν· τῶν δηλωτικῶν μὲν τῆς κατὰ ψυχὴν θείας δεκάδος, περιεκτικῶν δὲ τῆς ἄλλης τῶν ἐντολῶν μακαρίας δεκάδος. Δεκὰς γὰρ δυνάμει ἐστὶν ἡ τετρὰς, ἀπὸ τῆς μονάδος εἱρμῷ κατὰ πρόοδον συντιθεμένη. Καὶ πάλιν μονὰς ἡ αὐτὴ, κατὰ σύνοδον τὸ ἀγαθὸν μοναδικῶς περιέχουσα, καὶ τὸ ἁπλοῦν καὶ ἀμερὲς τῆς θείας ἐνεργείας, ἐφ᾿ ἑαυτῆς ἀτμήτως μεμερισμένον δεικνύουσα· αἷς, τὸ μὲν οἰκεῖον εὐτόνως ἀπερεγχείρητον ἡ ψυχὴ διετήρησεν· τὸ δὲ ἀλλότριον ἀνδρικῶς ὡς πονηρὸν ἀπεῤῥάπισεν· ὡς νοῦν εὔλογον ἔχουσα, καὶ σοφίαν ἕμφρονα, καὶ θεωρίαν ἔμπρακτον, καὶ γνῶσιν ἐνάρετον, καὶ τὴν ἐπ᾿ αὐταῖς ἄληστον γνῶσιν, πιστοτάτην ὁμοῦ καὶ ἀμετάπτωτον· καὶ ὡς τοῖς αἰτίοις τὰ αἷτιατὰ, καὶ ταῖς δυνάμεσι τὰς ἐνεργείας σωφρόνως συνημμένας, Θεῷ προσκομίσασα· καὶ ἀντιλαβοῦσα τούτων τὴν ποιητικὴν τῆς ἁπλότητος θέωσιν. Ἐνέργεια γάρ ἐστι καὶ φανέρωσις· τοῦ μὲν νοῦ, ὁ λόγος, ὡς αἰτίας αἰτιατόν· καὶ τῆς σοφίας ἡ φρόνησις, καὶ τῆς θεωρίας ἡ πρᾶξις, καὶ τῆς γνώσεως ἡ ἀρετὴ, καὶ τῆς ἀλήστου γνώσεως ἡ πίστις· ἐξ ὧν ἡ ἐνδιάθετος πρός τε τὴν ἀλήθειαν καὶ τὸ ἀγαθὸν, φημὶ δὲ τὸν Θεὸν, σχέσις δημιουργεῖται· ἣν ἔφασκεν εἶναι θείαν ἐπιστήμην, καὶ γνῶσιν ἄπταιστον, καὶ ἀγάπην καὶ εἰρήνην, ἐν αἷς καὶ δι᾿ ὧν ἡ θέωσις· τὴν μὲν [ἐπιστήμην] ὡς συμπλήρωσιν πάσης τῆς ἐφικτῆς ἀνθρώποις περὶ Θεοῦ καὶ τῶν θείων γνώσεως, καὶ τῶν ἀρετῶν περιοχὴν ἅπταιστον· τὴν δὲ [γνώμην], ὡς ἐπιβᾶσαν γνησίως τῇ ἀληθείᾳ, καὶ πεῖραν τοῦ θείου διαρκῆ παρεχομένην· τὴν δὲ [ἀγάπην] ὡς ὅλης τοῦ Θεοῦ κατὰ διάθεσιν, ὅλην μετέχουσαν τῆς τερπνότητος· τὴν δὲ [εἰρήνην], ὡς τὰ αὐτὰ τῷ Θεῷ πάσχουσαν, καὶ πάσχειν τοὺς κατ᾿ αὐτὴν ἀξιωθέντας γενέσθαι παρασκευάζουσαν. Εἰ γὰρ τὸ θεῖον παντελῶς ἀκίνητον, ὡς τὸ διοχλοῦν καθ᾿ ὁτιοῦν οὐκ ἔχον (Τί γὰρ καὶ τὸ φθάνον ἐστὶ τὴν ἐκείνου περιωπήν;) τὴ δὲ εἰρήνη, σταθερότης ἐστὶν ἀκλόνητός τε καὶ ἀκίνητος· πρὸς δὲ, καὶ ἀνενόχλητος εὐφροσύνη· ἆρα τὰ θεῖα οὐ πάσχει Fr. ἄρα τὰ θεῖα πάσχει. καὶ πᾶσα ψυχὴ, ἡ τὴν θείαν καταξιωθεῖσα κομίσασθαι εἰρήνην;

But how and in what manner each of these is accomplished and brought into activity, and what is contrary to each of these, or akin to it, and to what extent, to divide and to say is not of the present subject; except so much as to know that every soul, when through the grace of the Holy Spirit and its own diligence and zeal it has been able to join these to one another and to weave them together, the reason, I mean, to the mind, and prudence to wisdom, and practice to contemplation, and virtue to knowledge, and faith to unforgetting knowledge, none being lessened in respect of the other or exceeding it, all excess and deficiency being cut away from them; and, to speak summarily, to make its own decad a monad, then it too, to God

680… true and good, and one and only, it shall be united; beautiful and magnificent, and become like him [as far as may be attained], by the completion of the four general virtues: which manifest the divine decad in the soul, and contain the other, blessed decad of the commandments. For the tetrad is in potency a decad, being composed from the monad in a sequence by procession. And again the same is a monad, containing the good singularly by concourse, and showing the simple and partless of the divine activity partitioned in itself without being cut; by which virtues the soul vigorously kept what is its own unassailed, and manfully struck away what is alien as evil: as having a well-reasoned mind, and prudent wisdom, and active contemplation, and virtuous knowledge, and upon these the unforgetting knowledge, most faithful at once and unchanging; and as having brought to God, as effects joined to their causes, the activities temperately joined to the powers; and as having received in return for them the deification that makes simplicity.

For the activity and manifestation of the mind is reason, as of a cause its effect; and of wisdom, prudence; and of contemplation, practice; and of knowledge, virtue; and of the unforgetting knowledge, faith; from which is made the inward relation toward the truth and the good, I mean God; which he said is divine science, and unerring knowledge, and love and peace, in which and through which is deification: [science] as the completion of all the knowledge about God and divine things attainable by men, and the unerring compass of the virtues; [knowledge] as having truly set foot upon the truth, and furnishing a lasting experience of the divine; [love] as partaking wholly, by disposition, of the whole delight of God; and [peace] as undergoing the same things as God, and preparing those counted worthy to come into it to undergo them.

ὡς μὴ μόνον κακίας καὶ ἀγνωσίας, ψεύδους τε καὶ πονηρίας, τῶν τῇ ἀρετῇ καὶ γνώσει, τῇ τε ἀληθείᾳ καὶ τῷ ἀγαθῷ ἀντικειμένων κακιῶν, αἷ ταῖς παρὰ φύσιν τῆς ψυχῆς κινήσεσι παρυφίστανται· ἀλλ᾿ ἤδη καὶ ἀρετῆς αὐτῆς καὶ γνώσεως, ἀληθείας τε αὖ καὶ ἀγαθότητος τῶν ἡμῖν διεγνωσμένων τοὺς ὅρους, εἰ θέμις εἰπεῖν, ὑπερβᾶσα, καὶ τῇ ὑπεραληθεστάτῃ καὶ ὑπεραγάθῳ κοίτῃ τοῦ Θεοῦ, κατὰ τὴν ἀψευδεστάτην αὐτοῦ ἐπαγγελίαν, ἀῤῥήτως τε καὶ ἀγνώστως ἑαυτὴν κατευνάσασα· ὡς μηδὲν τῶν διοχλεῖν αὐτῇ πεφυκότων λοιπὸν ἔχουσα φθάνον αὐνῆς τὴν ἐν Θεῷ κρυφιότητα· καθ᾿ ἣν μακαρίαν καὶ παναγίαν 681κοίτην, τὸ φρικτὸν ἐκεῖνο τῆς ὑπὲρ νοῦν καὶ λόγον ἑνότητος μυστήριον ἐπιτελεῖται· δι᾿ οὗ μία σὰρξ καὶ ἓν πνεῦμα, ὅ τε Θεὸς πρὸς τὴν Ἐκκλησίαν, τὴν ψυχὴν Fr. ἐκκλησίαν ψυχήν., καὶ ἡ ψυχὴ πρὸς τὸν Θεὸν γενήσεται· ὢ πῶς σε γράφ. καὶ σοῦ., Χριστὲ, θαυμάσω τῆς ἀγαθότητος, οὐ γὰρ ἀνυμνῆσαι φάναι τολμήσω, ὁ μῆτε πρὸς τὸ θαυμάζειν ἀξίως ἀρκοῦσαν ἔχων τὴν δύναμιν· Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα μίαν· τὸ δὲ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν, φησὶν ὁ θεῖος Ἀπόστολος. Καὶ πάλιν· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Οὕτω γοῦν ἑνοειδῆ γενομένην ψυχὴν, καὶ πρὸς ἑαυτὴν καὶ τὸν Θεὸν συναχθεῖσαν, οὐκ ἔσται ὁ εἰς πολλὰ κατ᾿ ἐπίνοιαν αὐτὴν ἔτι διαιρῶν λόγος, τῷ πρώτῳ καὶ μόνῳ καὶ ἑνὶ Λόγῳ τε καὶ Θεῷ κατεστεμμένην τὴν κεφαλήν· ἐν ᾧ κατὰ μίαν ἀπερινόητον ἁπλότητα πάντες οἱ τῶν ὄντων λόγοι ἑνοειδῶς καὶ εἰσὶ καὶ ὑφεστήκασιν, ὡς δημιουργῷ τῶν ὄντων καὶ ποιητῇ· ᾧ ἐνατενίζουσα, οὐκ ἐκτὸς αὐτῆς ὄντι, ἀλλ᾿ ἐν ὅλῃ ὅλῳ, κατὰ ἁπλῆν προσβολὴν εἴσεται καὶ αὐτὴ τοὺς τῶν ὄντων λόγους καὶ τὰς αἰτίας, δι᾿ οὓς τυχὸν πρὶν νυμφευθῆναι τῷ Λόγῳ καὶ Θεῷ ταῖς διαιρετικαῖς ὑπήγετο μεθόδοις· σωστικῶς τε δι᾿ αὐτῶν καὶ ἐναρμονίως πρὸς αὐτὸν φερομένη, τὸν παντὸς λόγου καὶ πάσης αἰτίας περιεκτικόν τε καὶ ποιητήν.

For if the Divine is wholly unmoved, as having nothing whatever to trouble it (for what is there that even reaches its watchtower?), and peace is a stability unshaken and unmoved, and besides, an untroubled gladness, does not every soul too that has been counted worthy to obtain the divine peace undergo the divine things? as having passed beyond the bounds not only of vice and ignorance, of falsehood and wickedness, the vices opposed to virtue and knowledge, to truth and the good, which subsist parasitically upon the movements of the soul contrary to nature, but now also, if it is lawful to say, of virtue itself and knowledge, and again of truth and goodness as known to us; and as having laid itself to rest, ineffably and unknowably, in the more-than-most-true and more-than-good bed of God, according to his most unlying promise; so that it has nothing left, of the things that are of a nature to trouble it, which reaches its hiddenness in God; in which blessed and 681all-holy bed that awesome mystery of the oneness beyond mind and reason is accomplished; through which God with the church, the soul, and the soul with God, shall become one flesh and one spirit. O how shall I marvel at thee, Christ, for thy goodness — for I will not dare to say hymn thee — I who have not even the power sufficient to marvel worthily! For the two shall become one flesh; this mystery is great, but I speak of Christ and of the church, says the divine Apostle. Ephes. v, 32. And again: He who is joined to the Lord is one spirit. I Cor. vi, 17.

So then, when the soul has become uniform, and has been gathered both to itself and to God, there will no longer be the reason that divides it into many by conception, since it has been crowned on the head with the first and only and one Word and God; in whom, according to one simplicity beyond conceiving, all the principles of beings both are and subsist uniformly, as in the creator and maker of beings; gazing intently on whom, who is not outside it but whole in it whole, it too will know by a simple apprehension the principles and the causes of beings, by which perhaps, before it was espoused to the Word and God, it was led along by divisive methods; being borne through them savingly and harmoniously toward him who contains and makes every principle and every cause.

Ἐπειδὴ ταῦτα τοίνυν τῆς ψυχῆς εἰσὶν, ὡς ἔφαμεν, κατὰ νοῦν μὲν ἐχούσης δυνάμει τὴν σοφίαν, ἐκ δὲ τῆς σοφίας τὴν θεωρίαν, ἐκ δὲ ταύτης τὴν γνῶσιν· ἐκ δὲ τῆς γνώσεως τὴν ἄληστον γνῶσιν· δι᾿ ἧς πρὸς τὴν ἀλήθειαν ὡς πέρας καὶ τέλος οὖσαν τῶν κατὰ νοῦν ἀγαθῶν ἄγεται· κατὰ δὲ τὸν λόγον ἐχούσης τὴν φρόνησιν, ἐκ δὲ ταύτης τὴν πρᾶξιν, ἐκ δὲ τῆς πράξεως τὴν ἀρετὴν, ἐκ δὲ ταύτης τὴν πίστιν, καθ᾿ ἣν εἰς τὸ ἀγαθὸν ὡς τέλος μακάριον τῶν λογικῶν ἐνεργιῶν καταλήγει· δι᾿ ὧν ἡ τῶν θείων ἐπιστήμη, κατὰ σύνοδον τῆς πρὸς ἄλληλα τούτων ἑνώσεως, συλλέγεται· πρὸς ταῦτα πάντα σαφῶς ἁρμόζεται, κατὰ τὴν θεωρίαν εἰκαζομένη τῇ ψυχῇ ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία· τὰ μὲν κατὰ νοῦν πάντα καὶ ἐκ τοῦ νοῦ κατὰ πρόοδον εἶναι δειχθέντα, διὰ τοῦ ἱερατείου σημαίνουσα· τὰ δὲ κατὰ τὸν λόγον καὶ ἐκ τοῦ λόγου κατὰ διαστολὴν εἶναι δηλωθέντα, διὰ τοῦ ναοῦ σαφηνίζουσα· καὶ πάντα συνάγουσα πρὸς τὸ τελούμενον ἐπὶ τοῦ θείου θυσιαστηρίου μυστήριον· ὅπερ διὰ τῶν κατὰ τὴν Ἐκκλησίαν ἐπιτελουμένων ὁ δυνηθεὶς ἐμφρόνως καὶ σοφῶς μυηθῆναι, Ἐκκλησίαν ὄντως Θεοῦ, καὶ θείαν τὴν ἑαυτοῦ ψυχὴν κατεστήσατο· δι᾿ ἣν ἴσως, καὶ ἧς ἡ χειροποίητος ἐκκλησία σοφῶς διὰ τῆς ἐν αὐτῇ τῶν θείων ποικιλίας 684κατὰ σύμβολον οὖσα παράδειγμα, πρὸς ὁδηγίαν τοῦ κρείττονος ἡμῖν παρεδόθη.

ΚΕΦΑΛ. ϛʹ. Πῶς καὶ ποίῳ τρόπῳ ἄνθρωπος λέγεται καὶ ἡ ἁγία Γραφή. Ὥσπερ δὲ τῇ κατὰ ἀναγωγὴν θεωρίᾳ τὴν Ἐκκλησίαν ἔλεγεν ἄνθρωπον εἶναι πνευματικὸν, μυστικὴν δὲ Ἐκκλησίαν τὸν ἄνθρωπον· οὕτω δὴ καὶ τὴν ἁγίαν πᾶσαν κατὰ συναίρεσιν Γραφὴν, ἄνθρωπον ἔφασκεν εἶναι· τὴν μὲν Παλαιὰν Διαθήκην, ἔχουσαν σῶμα· ψυχὴν δὲ καὶ πνεῦμα καὶ νοῦν, τὴν Καινήν. Καὶ πάλιν, ὅλης τῆς ἁγίας Γραφῆς, Παλαιᾶς τέ φημι καὶ Νέας, τὸ καθ᾿ ἱστορίαν γράμμα, σῶμα· τὸν δὲ νοῦν τῶν γεγραμμένων, καὶ τὸν σκοπὸν, πρὸς ὃν ὁ νοῦς ἀποτέτακται, ψυχήν. Ὅπερ ἀκούσας ἐγὼ, μάλιστα τῆς εἰκασίας ἠγάσθην τὸ ἀκριβὲς, καὶ τὸν κατ᾿ ἀξίαν ἑκάστῳ διανέμοντα χαρίσματα, δεόντως ἀνύμνησα κατὰ δύναμιν. Ὡς γὰρ θνητὸς ὁ καθ᾿ ἡμᾶς ἄνθρωπος, κατὰ τὸ φαινόμενον, κατὰ δὲ τὸ μὴ φαινόμενον, ἀθάνατος· οὕτω καὶ ἡ ἀγία Γραφὴ, τὸ μὲν φαινόμενον γράμμα, παρερχόμενον παρεχόμενος c. A. ἔχουσα· τὸ δὲ κρυπτόμενον τῷ γράμματι πνεῦμα, μηδέποτε τοῦ εἶναι παυόμενον, ἀληθῆ τὸν λόγον τῆς θεωρίας συνἱστησι. Καὶ ὥσπερ οὗτος ὁ καθ᾿ ἡμᾶς ἄνθρωπος, φιλοσοφίᾳ κρατῶν τῆς ἐμπαθοῦς ὀρέξεώς τε καὶ ὁρμῆς, μαραίνει τὴν σάρκα· οὕτω καὶ ἡ ἅγία Γραφὴ νοουμένη πνευματικῶς, τὸ γράμμα ἑαυτῆς περιτέμνει. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος, Ὅσον ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Τοῦτο νοείσθω καὶ λεγέσθω καὶ ἐπὶ τῆς ἁγίας Γραφῆς, ἀνθρώπου τροπικῶς νοουμένης. Ὅσον γὰρ αὐτῆς τὸ γράμμα ὑποχωρεῖ, τοσοῦτον τὸ πνεῦμα πλεονεκτεῖ· καὶ ὅσον αἱ σκιαὶ τῆς προσκαίρου λατρείας παρατρέχουσι, τοσοῦτον ἡ ἀλήθεια τῆς πίστεως ἡ παμφαής τε καὶ ὁλολαμπὴς καὶ ἄσκιος ἐπεισέρχεται· καθ᾿ ἣν καὶ δι᾿ ἣν προηγουμένως καὶ ἔστι καὶ γέγραπται, καὶ Γραφὴ λέγεται, τῷ νῷ διὰ χάριτος πνευματικῆς ἐγχαραττομένη· ὥσπερ καὶ ὁ καθ᾿ ἡμᾶς ἄνθρωπος, διὰ τὴν ψυχὴν τὴν λογικήν τε καὶ νοερὰν, προηγουμένως ἄνθρωπος μάλιστα καὶ ἔστι καὶ λέγεται· καθ᾿ ἡν καὶ δι᾿ ἣν εἰκών τε καὶ ὁμοίωσίς ἐστι Θεοῦ, τοῦ ποιήσαντος αὐτόν· καὶ τῶν λοιπῶν ζῴων φυσικῶς ἀποδιώρισται, μηδεμίαν πρὸς αὐτὰ σχετικῆς δυνάμεως τὴν οἱανοῦν ἔμφασιν ἔχων.

ΚΕΦΑΛ. Ζʹ. Πῶς ὁ κόσμος ἄνθρωπος λέγεται· καὶποίῳ τρόπῳ καὶ ὁ ἄνθρωπος, κόσμος.

Since, then, these things belong to the soul, as we said — which has in the mind wisdom in potency, and from wisdom contemplation, and from this knowledge, and from knowledge the unforgetting knowledge, through which it is led to the truth, as being the limit and end of the goods of the mind; and has in reason prudence, and from this practice, and from practice virtue, and from this faith, according to which it comes to rest in the good, as the blessed end of the rational activities; through which the science of divine things is gathered, by concourse of the union of these with one another — the holy church of God, likened to the soul by contemplation, clearly fits all these things: signifying through the sanctuary all the things that have been shown to be in the mind and from the mind by procession, and making plain through the nave all the things that have been shown to be in reason and from reason by expansion; and gathering all things to the mystery accomplished on the divine altar; into which he who has been able to be initiated prudently and wisely through the things accomplished in the church has established his own soul as truly a church of God, and divine; for whose sake perhaps, and of which, the church made by hands, being by the variety of the divine things in it wisely 684a pattern by symbol, was handed down to us for guidance toward the better.

CHAPTER 6

How and in what manner holy Scripture too is called a man.

And just as, by the contemplation according to anagogy, he said that the church is a spiritual man, and man a mystical church, so too he said that the whole of holy Scripture, taken together, is a man: having the Old Testament as body, and the New as soul and spirit and mind. And again, that of the whole of holy Scripture, Old I mean and New, the letter according to history is the body; and the mind of what is written, and the aim to which the mind is directed, the soul. Hearing which, I especially admired the exactness of the likening, and I fittingly hymned, as far as I could, him who distributes gifts of grace to each according to worth. For as this man of ours is mortal according to what appears, but immortal according to what does not appear, so too holy Scripture, having the letter that appears as passing away, but the spirit hidden in the letter as never ceasing to be, establishes the account of the contemplation as true. And as this man of ours, mastering by philosophy the passionate appetite and impulse, withers the flesh, so too holy Scripture, understood spiritually, circumcises its own letter. For the divine Apostle says: As much as our outward man is corrupted, so much the inward is renewed day by day. II Cor. iv, 16. Let this be understood and said of holy Scripture too, understood figuratively as a man. For as much as its letter recedes, so much the spirit gains; and as much as the shadows of the temporary worship pass by, so much the truth of faith, all-shining and wholly bright and shadowless, enters in; according to which and for the sake of which it principally both is and has been written, and is called Scripture, being engraved on the mind through spiritual grace; just as this man of ours too, because of the rational and noetic soul, principally and most of all both is and is called man; according to which and through which he is image and likeness of God who made him, and is by nature set apart from the other living things, having toward them no reflection whatever of a relational power.

Κατὰ ταύτην δὲ πάλιν εὐμιμήτως τὴν εἰκόνα, καὶ τὸν κόσμον ὅλον τὸν ἐξ ὁρατῶν καὶ ἀοράτων συνιστὰμενον, 685ἄνθρωπον ὑπέβαλλεν εἶναι· καὶ κόσμον αὖθις, τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον· ψυχῆς γὰρ λόγον ἐπέχειν ἔλεγε, τὰ νοητά· ὥσπερ καὶ ἡ ψυχὴ, τῶν νοητῶν· καὶ σώματος τύπον τόπον c. A. et Fr. ἐπέχειν τὰ αἰσθητά· ὥσπερ καὶ τῶν αἰσθητῶν τὸ σῶμα. Καὶ ψυχὴν μὲν εἶναι τῶν αἰσθητῶν, τὰ νοητὰ, σῶμα δὲ τῶν νοητῶν, τὰ αἰσθητά. Καὶ ὡς ψυχὴν ἐνοῦσαν σώματι, τῷ αἰσθητῷ κόσμῳ τὸν νοητὸν εἶναι· καὶ τῷ νοητῷ τὸν αἰσθητὸν, ὡς σῶμα τῇ ψυχῇ συγκροτούμενον· καὶ ἕνα ἐξ ἀμφοῖν εἶναι κόσμον, ὥσπερ καὶ ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον ἕνα, μηδ᾿ ἑτέρου τούτων, τῶν ἀλλήλοις καθ᾿ ἕνωσιν συμπεφυκότων, θάτερον ἀρνουμένου καὶ ἀποπέμποντος, διὰ τὸν τοῦ συνδήσαντος νόμον· καθ᾿ ὃν τῆς ἑνοποιοῦ δυνάμεως ὁ λόγος ἐνέσπαρται ἔσπαρται c. A. Fr. Περὶ ὑποστάσεως δόγμα ἀξιοτήρητον, καὶ περὶ τῆς τοῦ κόσμου συντελείας, καὶ ὅτι τῆς ἑνοποιοῦ δυνάμεως ὁ λόγος πᾶσιν ἐνέσπαρται. Digna qua observetur, de hypostasi seu persona doctrina: et de mundi consummatione; quodque unifica virtutis ratio cunctis inspersa est., μὴ συγχωρῶν τὴν καθ᾿ ὑπόστασιν ἐπὶ τῇ ἑνώσει ταυτότητα τούτων ἀγνοηθῆναι, διὰ τὴν φυσικὴν ἑτερότητα· μηδ᾿ εἶναι δυνατωτέραν πρὸς διάστασίν τε καὶ μερισμὸν τὴν ἕκαστον τούτων ἑαυτῷ περιγράφουσαν ἰδιότητα, τῆς μυστικῶς καθ᾿ ἕνωσιν αὐτοῖς ἐντεθείσης φιλικῆς συγγενείας, ἀποφανθῆναι· καθ᾿ ἣν, ὁ καθόλου καὶ εἷς τρόπος τῆς ἐν ὅλοις ἀφανοῦς καὶ ἀγνώστου παρουσίας τῆς τῶν ὄντων συνεκτικῆς αἰτίας ποικίλως πᾶσιν ἐνυπάρχων, καὶ καθ᾿ ἑαυτὰ καὶ ἐν ἀλλήλοις τὰ ὅλα συνίστησιν ἄφυρτα καὶ ἀδιαίρετα· καὶ ἀλλήλων μᾶλλον, ἢ ἑαυτῶν κατὰ τὴν ἑνοποιὸν σχέσιν, ὄντα, παρίστησι· μέχρις οὗ λῦσαι παραστῇ τῷ συνδήσαντι, μείζονος ἕνεκα καὶ μυστικωτέρας οἰκονομίας, κατὰ τὸν καιρὸν τῆς ἐλπιζομένης καθολικῆς συντελείας· καθ᾿ ἣν καὶ ὁ κόσμος, ὡς ἄνθρωπος, τῶν φαινομένων Fr. τῷ φαινομένῳ. τεθνήξεται, καὶ πάλιν ἀναστήσεται νέος ἐκ γεγηρακότος, κατὰ τὴν παραυτίκα, προσδοκωμένην ἀνάστασιν· ἡνίκα καὶ ὁ καθ᾿ ἡμᾶς ἄνθρωπος, ὡς μέρος τῷ ὅλῳ, καὶ μικρὸς Homo parvus mundus, nec nisi errore in Gregorio et interpretibus, ma-gnas. τῷ μεγάλῳ, συναναστήσεται κόσμῳ, τὴν πρὸς τὸ μηκέτι δύνασθαι φθείρεσθαι κομισάμενος δύναμιν· ὅταν ἐμφερῆ τῇ τε ψυχῇ τὸ σῶμα, καὶ τοῖς νοητοῖς τὰ αἰσθητὰ, κατ᾿ εὐπρέπειαν καὶ δόξαν γενήσεται, μιᾶς ὅλοις κατ᾿ ἐναργῆ τε καὶ ἐνεργὸν Fr. ἐνεργῆτε καὶ ἔργοι. παρουσίαν, ἀναλόγως ἑκάστῳ θείας ἐπιφαινομένης δυνάμεως, καὶ δι᾿ ἑαυτῆς τὸν τῆς ἑνώσεως ἄλυτον εἰς τοὺς ἀπείρους αἰῶνας συντηρούσης δεσμόν. Εἴ τις οὖν βούλεται καὶ βίον καὶ λόγον θεοφιλῆ καὶ θεάρεστον ἔχειν, τῶν τριῶν τούτων ἀνθρώπων· τοῦ κόσμου τέ φημι, καὶ τῆς ἁγίας Γραφῆς, καὶ τοῦ καθ᾿ ἡμᾶς, τὰ κρείττω περὶ πολλοῦ ποιείτω καὶ τιμιώτερα.

CHAPTER 7

How the world is called a man, and in what manner man too is called a world.

And again, following this image in apt imitation, he suggested that the whole world too, constituted from visible and invisible things, 685is a man; and again, that man, constituted from soul and body, is a world. For he said that the intelligible things hold the ratio of soul, as the soul too holds that of the intelligibles; and that the sensible things hold the figure of body, as the body too that of the sensibles. And that the intelligibles are soul of the sensibles, and the sensibles body of the intelligibles. And that, as soul is in body, the intelligible world is in the sensible world; and the sensible in the intelligible, as body knit together with soul; and that one world is from both, as also one man is from soul and body, neither of these, which have grown together with each other by union, denying and dismissing the other, because of the law of him who bound them together; according to which the principle of the unifying power has been sown in them, not allowing their identity according to hypostasis upon the union to be ignored because of the natural otherness; nor the property that circumscribes each of these to itself to be shown more powerful toward severance and partition than the friendly kindredness placed in them mystically by union; according to which the universal and single mode of the invisible and unknown presence in all things of the cause that holds beings together, being present in all variously, constitutes all things, both in themselves and in one another, uncommixed and undivided; and shows them to be, by the unifying relation, rather of one another than of themselves; until it please him who bound them to loose them, for the sake of a greater and more mystical economy, at the time of the hoped-for universal consummation; at which the world of the things that appear, as a man, will die, and will rise again new from having grown old, at the resurrection expected presently; when this man of ours too, as a part with the whole and a small one with the great, will rise together with the world, having obtained the power of being no longer able to be corrupted; when the body will become like the soul, and the sensibles like the intelligibles, in comeliness and glory, one divine power shining forth upon all by a manifest and active presence, proportionately to each, and through itself preserving the bond of the union unloosed unto the infinite ages.

If anyone, then, wishes to have both a life and a word dear to God and pleasing to God, let him make much of the better and more honourable parts of these three men — the world I mean, and holy Scripture, and the man that we are.

Ψυχῆς μὲν, ὅση δύναμις ἐπιμελείσθω τῆς ἀθανάτου καὶ θείας καὶ θεοποιηθησομένης ἐξ ἀρετῶν· καὶ σαρκὸς καταφρονείτω τῆς ὑποκειμένης φθορᾷ καὶ θανάτῳ, καὶ τὸ τῆς ψυχῆς ἀμελούμενον ῥυπῶσαι 688δυναμένης ἀξίωμα.Φθαρτὸν γὰρ σῶμα, φησὶ, βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. Καὶ πάλιν, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος· τὸ δὲ πνεῦμα, κατὰ τῆς σαρκός. Καὶ αὖθις, Ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν. Πρὸς δὲ τὰς ἀσωμάτους καὶ νοερὰς δυνάμεις κατὰ νοῦν διὰ νοήσεως κινησάτω τὴν ἅμιλλαν, ἀφεὶς τὰ παρόντα καὶ βλεπόμενα· Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, φησί· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια· αἷς διὰ τὸ πλῆθος τῆς κατ᾿ εἰρήνην ἕξεως ὁ Θεὸς ἐναναπαύεται. Καὶ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, δι᾿ ἔμφρονος μελέτης τῆς ἁγίας Γραφῆς, ὑπερβὰς τὸ γράμμα, σωφρόνως ἀναφερέσθω· ἐν ᾧ τὸ πλήρωμα ὑπάρχει τῶν ἀγαθῶν, καὶ οἱ θησαυροὶ τῆς γνώσεως καὶ τῆς σοφίας ἀπόκρυφοι· ὧν εἴ τις ἐντὸς ἄξιος γενέσθαι φανήσεται, τὸν Θεὸν αὐτὸν εὑρήσει ταῖς πλαξὶ τῆς καρδίας ἐγγεγραμμένον διὰ τῆς ἐν πνεύματι χάριτος, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν τοῦ Θεοῦ δόξαν ἐνοπτριζόμενος τῇ περιαιρέσει τοῦ κατὰ γράμμα καλύμματος.

ΚΕΦΑΛ. Ηʹ. Τίνων εἰσὶ σύμβολα, ἤ τε πρώτη τῆς ἁγίας συνἄξεως εἴσοδος, καὶ τὰ μετ᾿ αὐτὴν τελούμενα. Ἥκει δὲ λοιπὸν ὁ λόγος ἡμῖν, μετὰ τὴν σύντομον ἔκθεσιν τῶν εἰρημένων περὶ τῆς ἁγίας Ἐκκλησίας θεωριῶν παρὰ τοῦ μακαρίου γέροντος, συντομωτέραν καὶ τὴν περὶ τῆς ἁγίας τῆς Ἐκκλησίας συνάξεως διήγησιν, ὡς οἷόν τε, ποιησόμενος. Τὴν μὲν οὖν πρώτην εἰς τὴν ἁγίαν Ἐκκλησίαν τοῦ ἀρχιερέως κατὰ τὴν ἱερὰν σύναξιν εἴσοδον, τῆς πρώτης τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ σαρκὸς εἰς τὸν κόσμον τοῦτον παρουσίας τύπον καὶ εἰκόνα φέρειν, ἐδίδασκε· δι᾿ ἧς τὴν δουλωθεῖσαν τῇ φθορᾷ καὶ παθοῦσαν πραθεῖσαν c. A et Fr. ὑφ᾿ ἑαυτῆς τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας, καὶ βασιλευομένην τυραννικῶς ὑπὸ τοῦ διαβόλου τῶν ἀνθρώπων φύσιν ἐλευθερώσας τε καὶ λυτρωσάμενος· πᾶσαν τὴν ὑπὲρ αὐτῆς ὀφειλὴν, ὡς ὑπεύθυνος ἀποδοὺς ὁ ἀνεύθυνος καὶ ἀναμάρτητος, πάλιν πρὸς τὴν ἐξ ἀρχῆς ἐπανήγαγε τῆς βασιλείας χάριν, ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν δοὺς καὶ ἀντάλλαγμα· καὶ τῶν ἡμετέρων φθοροποιῶν παθημάτων τὸ ζωοποιὸν αὐτοῦ πάθος ἀντιδοὺς, παιώνιον ἄκος καὶ παντὸς τοῦ κόσμουσωτήριον· μεθ᾿ ἣν παρουσίαν, ἡ εἰς οὐρανοὺς αὐτοῦ καὶ τὸν ὑπερουράνιον θρόνον ἀνάβασίς τε καὶ ἀποκατάστασις συμβολικῶς τυποῦται, διὰ τῆς ἐν τῷ ἱερατείῳ τοῦ ἀρχιερέως εἰσόδου, καὶ τῆς εἰς τὸν θρόνον τὸν ἱερατικὸν ἀναβάσεως.

ΚΕΦΑΛ. Θʹ. Τίνος ἔχειδήλωσιν καὶ ἡ τοῦ λαοῦ εἰς τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν εἴσοδος.

Let him take care, as far as he can, of the soul, which is immortal and divine and is to be deified from the virtues; and let him despise the flesh, which is subject to corruption and death, and is able 688to soil the dignity of the soul when that dignity is neglected. For a corruptible body, it says, weighs down the soul, and the earthy tent burdens the mind of many cares. Sap. ix, 15. And again: The flesh lusts against the spirit, and the spirit against the flesh. Galat. v, 17. And again: He who sows to his own flesh shall of the flesh reap corruption. Galat. vi, 8. And toward the bodiless and noetic powers let him move his emulation in the mind through intellection, leaving the things present and seen: For the things seen are temporary, it says, but the things not seen everlasting; II Cor. iv, 18. in which, because of the abundance of their habit of peace, God rests. And let him be borne up temperately to the Holy Spirit through prudent study of holy Scripture, having passed beyond the letter; in whom is the fullness of good things, and the hidden treasures of knowledge and of wisdom; within which if anyone shall appear worthy to come, he will find God himself written on the tablets of the heart through the grace in the Spirit, beholding as in a mirror with unveiled face the glory of God, by the taking away of the veil of the letter. Coloss. ii, 3.

CHAPTER 8

Of what things the first entrance of the holy synaxis, and the things done after it, are symbols.

Our discourse has now come, after the brief exposition of the contemplations about the holy church spoken by the blessed elder, to make, as far as possible, a still briefer narration of the holy synaxis of the church too. The first entrance, then, of the high priest into the holy church at the sacred synaxis, he taught, bears the type and image of the first coming through flesh into this world of the Son of God and our Saviour Christ; through which, having freed and redeemed the nature of men, which had been enslaved to corruption, and had been sold by itself to death through sin, and ruled tyrannically by the devil — having paid all the debt on its behalf as one liable, he who was not liable and was sinless — he led it back again to the grace of the kingdom that was from the beginning, giving himself as ransom for us and exchange, and giving in return for our corruption-working sufferings his own life-making passion, a healing remedy, and saving for the whole world; after which coming, his ascent into heaven and to the throne above heaven, and his restoration, are symbolically figured through the entrance of the high priest into the sanctuary and his ascent to the priestly throne.

Τὴν δὲ τοῦ λαοῦ σὺν τῷ ἱεράρχῃ γενομένην εἰς τὴν Ἐκκλησίαν εἴσοδον, τὴν ἐξ ἀγνοίας καὶ πλάνης

689εἰς ἐπίγνωσιν Θεοῦ ἐπιστροφὴν τῶν ἀπίστων, καὶ τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας εἰς ἀρετὴν καὶ γνῶσιν, μετάθεσιν τῶν πιστῶν σημαίνειν, ὁ μακάριος ἔλεγε γέρων. Οὐ γὰρ μόνον τὴν ἐπὶ τὸν ἀληθινὸν Θεὸν ἐπιστροφὴν τῶν ἀπίστων ἡ εἰς τὴν ἐκκλησίαν εἴσοδος παραδηλοῖ· ἀλλὰ καὶ ἑκάστου ἡμῶν τῶν πιστευόντων μὲν, ἀθετούντων δὲ τὰς ἐντολὰς τοῦ Κυρίου δι᾿ ἀγωγῆς ἀκολάστου καὶ ἀσχήμονος βίου, τὴν διὰ μετανοίας διόρθωσιν. Πᾶς γὰρ ἄνθρωπος, εἴτε φονεὺς, εἴτε μοιχὸς, εἴτε κλέπτης, εἴτε ὑπερήφανος, εἴτε ἀλαζὼν, ἢ ὑβριστὴς, ἢ πλεονέκτης, ἢ φιλάργυρος, ἢ κατάλαλος, ἢ μνησίκακος, ἢ πρὸς θυμὸν καὶ ὀργὴν εὐάγωγος, ἢ λοίδορος, ἢ συκοφάντης, ἢ ψίθυρος, ἢ φθόνῳ εὐχείρωτος, ἢ μέθυσος· καὶ ἁπλῶς, ἵνα μὴ πάντα τὰ τῆς κακίας εἴδη ἀπαριθμούμενος μηκύνω τὸν λόγον, ὅστις ὑφ᾿ οἱασδήποτε κακίας ἐνεχόμενος, ἐπὸν τοῦ ἑκουσίως κατ᾿ ἐπιτήδευσιν ἐνέχεσθαι καὶ ἐνεργεῖν κατὰ πρόθεσιν παύσοιτο, καὶ μεταβαλοῖ τὸν βίον ἐπὶ τὸ κρεῖττον, τῆς κακίας τὴν ἀρετὴν ἀνθαιρούμενος· ὁ τοιοῦτος κυρίως τε καὶ ἀληθῶς Χριστῷ τῷ Θεῷ καὶ ἀρχιερεῖ νοείσθω τε καὶ λεγέσθω συνεισιέναι εἰς τὴν ἀρετὴν, Ἐκκλησίαν τροπικῶς νοουμένην.

ΚΕΦΑΛ. Ιʹ. Τίνων εἰσὶ σύμβολον τὰ θεῖα ἀναγνώσματα. Τὰς δὲ θείας τῶν πανιέρων βίβλων ἀναγνώσεις, τὰς θείας καὶ μακαρίας τοῦ παναγίου Θεοῦ βουλήσεις A marg. Βούλησίς ἐστιν ὄρεξις φανταστικὴ τῶν ἐφ' ἡμῖν, καὶ οὐκ ἐφ' ἡμῖν· ἢ ποία φυσικὴ θέλησις. Fr. Βουλὴ ἤγουν βούλευσίς ἐστιν ὄρεξις ζητητικὴ περί τι τῶν ἐφ' ἡμῖν πρακτῶν γινομένη. Τὰ δὲ τοῦ Θεοῦ, καὶ ὑπὲρ ταῦτα πάντα· καὶ βούλησις καὶ θέλησις καὶ βουλὴ καὶ ὅσα ἄλλα ἐπὶ Θεοῦ καταφάσκεται. τε καὶ βουλὰς ὑπεμφαίνειν, ἔλεγεν ὁ διδάσκαλος· δι᾿ ὧν τὰς ὑποθήκας τῶν πρακτέων, ἀναλόγως ἕκαστος ἡμῶν, κατὰ τὴν ὑποῦσαν αὐτῷ δύναμιν, λαμβάνομεν· καὶ τοὺς τῶν θείων καὶ μακαρίων ἀγώνων νόμους μανθάνομεν· καθ᾿ οὓς νομίμως ἀθλοῦντες, τῶν ἀξιονίκων τῆς Χριστοῦ βασιλείας ἀξιούμεθα στεφάνων.

ΚΕΦΑΛ. Ιαʹ. Τίνος ἐστὶ σύμβολον Τίνων εἰσὶ σύμβολα c. A. Τίνων ἐστὶ. Fr. τὰ θεῖα ᾄσματα. Τὴν δὲ πνευματικὴν τῶν θείων ᾀσμάτων τερπνότητα, τὴν ἐμφαντικὴν δηλοῦν ἔφασκε, τῶν θείων ἡδονὴν ἀγαθῶν· τὴν τὰς ψυχὰς πρὸς μὲν τὸν ἀκήρατον τοῦ Θεοῦ καὶ μακάριον ἀνακινοῦσαν ἔρωτα· πρὸς δὲ τὸ μῖσος τῆς ἁμαρτίας, πλέον ἐγείρουσαν.

ΚΕΦαλ. ΙΒʹ. Τί σημαίνουσιν αἱ τῆς εἰρήνης προσφωνήσεις.

CHAPTER 9

Of what the entrance of the people too into the holy church of God gives a manifestation.

And the entrance of the people into the church, which takes place with the hierarch: the turning of the unbelievers from ignorance and error …

689… to the full knowledge of God, and the transfer of the faithful from vice and ignorance to virtue and knowledge: this, the blessed elder said, it signifies. For the entrance into the church indicates not only the turning of the unbelievers to the true God, but also the correction through repentance of each of us who believe, yet set aside the commandments of the Lord through a licentious conduct and an unseemly life. For every man, whether murderer, or adulterer, or thief, or proud, or boaster, or insolent, or grasping, or avaricious, or slanderer, or rancorous, or easily led to anger and wrath, or reviler, or calumniator, or whisperer, or easily mastered by envy, or drunkard; and in a word, that I may not lengthen my discourse by enumerating all the species of vice, whoever is held fast by any vice whatever, when he ceases to be held by it willingly through practice and to act in it by intent, and changes his life for the better, choosing virtue in place of vice: such a one, let him be understood and said properly and truly to enter in with Christ, God and high priest, into virtue, which is understood figuratively as the church.

CHAPTER 10

Of what things the divine readings are a symbol.

The divine readings of the all-holy books, the teacher said, show forth the divine and blessed wishes and counsels of the all-holy God; through which each of us, proportionately, according to the power that is in him, receives the precepts of what is to be done; and we learn the laws of the divine and blessed contests, contending lawfully according to which we are counted worthy of the victory-worthy crowns of the kingdom of Christ.

CHAPTER 11

Of what the divine chants are a symbol.

The spiritual delight of the divine chants, he said, manifests the reflective pleasure of the divine goods, which stirs souls up to the pure and blessed yearning for God, and rouses them further to hatred of sin.

Διὰ δὲ τῶν γινομένων ἔνδοθεν ἐκ τοῦ ἱερατείου κελεύσει τοῦ ἀρχιερέως, ἐφ᾿ ἑκάστῳ ἀναγνώσματι τῆς εἰρήνης ὑποφωνήσεων· τὰς διὰ τῶν ἁγίων ἀγγέλων διακομιζομένας θείας ἀποδοχὰς δηλοῦσθαι, ὁ σοφὸς διωρίζετο· δι᾿ ὧν ὁ Θεὸς ὁρίζει τῶν νομίμως ὑπὲρ τῆς ἀληθείας πρὸς τὰς ἀντικειμένας δυνάμεις ἀθλούντων τοὺς ἀγῶνας, τὰς ἀοράτους συμπλοκὰς 692διαλύων, καὶ εἰρήνην διδοὺς ἐν τῇ καταργήσει τοῦ σώματος τῆς ἁμαρτίας, καὶ τῶν ὑπὲρ ἀρετῆς πόνων τῆς ἀπαθείας τὴν χάριν τοῖς ἁγίοις ἀντιδιδούς· ἵνα τοῦ πολεμεῖν ἀφέμενοι, πρὸς γεωργίαν πνευματικὴν, εἴτουν ἀρετῶν ἐργασίαν, τὰς τῆς ψυχῆς μετασκευάσωσι δυνάμεις· δι᾿ ὧν τὰ στίφη τῶν πονηρῶν πνευμάτων διέλυσαν, στρατηγοῦντος αὐτοῖς τοῦ Θεοῦ καὶ Λόγου, καὶ τὰ πικρὰ τοῦ διαβόλου καὶ δύσφυκτα Fr. δυσλυτα. μηχανήματα διασκεδάζοντος.

ΚΕΦΑΛ. ΙΓʹ. Τίνος ἰδικῶς ἐπὶ τοῦ καθ᾿ ἕκαστον σύμβολόν ἐστιν ἡ ἀνάγνωσις τοῦ ἁγίου Εὐαγγελίου, καὶ τὰ μετ᾿ αὐτὴν μυστικά. Ὅθεν εὐθὺς μετὰ ταύτας, τὴν θείαν τοῦ ἁγίου Εὐαγγελίου ἀνάγνωσιν, ἡ τῆς ἁγίας Ἐκκλησίας ἱερὰ διάταξις ἐνομοθέτησε γίγνεσθαι· ἰδικῶς Fr. marg. Τὸ ἰδικῶς μὲν, πρὸς τὸ, γενικῶς δέ· τὰ δὲ ἄλλα διὰ μέσου λεχθέντα, τῶν μετὰ τὸ Εὐαγγέλιόν εἰσι θεωρήματα.. Illud, proprie, ad illud refertur, generaliter; reliqua intercepta considerationes sunt eorum rituum qui sequuntur ab Evangelio. μὲν τὴν ὑπὲρ τοῦ λόγου τοῖς σπουδαίοις κακοπάθειαν εἰσηγουμένην· μεθ᾿ ἣν ὁ τῆς γνωστικῆς θεωρίας ὥσπερ Ἀρχιερεὺς οὐρανόθεν ἐπιδημῶν αὐτοῖς Λόγος, τῆς σαρκὸς αὐτοῖς ὥσπερ τινὰ κόσμον αἰσθητὸν συστέλλει τὸ φρόνημα· τοὺς ἔτι πρὸς γῆν κατανεύοντας λογισμοὺς ἀπωθούμενος, καὶ πρὸς τὴν τῶν νοητῶν ἐποψίαν ἐντεῦθεν διὰ τῆς τῶν θυρῶν κλείσεως, καὶ τῆς εἰσόδου τῶν ἁγίων μυστηρίων, αὐτοὺς ἀγαγὼν Schol. cod. A., ὡς κατηχουμένους αὐτῶν, velut eorum catechumenos, ad quorum scilicet ejectionem lecto Evangelio hæc spectant., λόγων τε καὶ πραγμάτων, μύσαντας ἤδη τὰς αἰσθήσεις· καὶ ἔξω σαρκὸς καὶ κόσμου γεγενημένους, τὰ ἀπόῤῥητα διδάσκει· συναχθέντας ἤδη διὰ τοῦ ἀσπασμοῦ πρὸς ἑαυτούς τε καὶ αὐτὸν, καὶ μόνην ἀντεισάγοντας αὐτῷ τῆς περὶ αὐτοὺς πολλῆς εὐεργεσίας, εὐγνωμόνως, τὴν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας εὐχαριστήριον ὁμολογίαν· ἣν τὸ θεῖον τῆς πίστεως αἰνίττεται σύμβολον. Εἶτα τοῖς ἀγγέλοις ἐναριθμίους αὐτοὺς καταστήσας διὰ τοῦ Τρισαγίου, καὶ τὴν αὐτὴν ἐκείνοις ἐπιστήμην τῆς ἁγιαστικῆς θεολογίας αὐτοῖς χαρισάμενος, τῷ Θεῷ καὶ Πατρὶ προσάγει, υἱοθετηθέντας τῷ Πνεύματι διὰ τῆς προσευχῆς, δι᾿ ἧς Πατέρα ναλεῖν τὸν Θεὸν ἠξιώθησαν. Κἀντεῦθεν πάλιν ὥσπερ ἐπιστημόνως ἤδη τοὺς ἐν τοῖς οὖσι πάντας λόγους περάσαντας, πρὸς τὴν ἄγνωστον ἀγνώστως διὰ τοῦ, Εἷς ἅγιος, καὶ τῶν ἑξῆς, ἄγει μονάδα, τῇ χάριτι ἑνωθέντας Fr. ⟨...⟩ωθέντας, καὶ κατὰ μέθεξιν πρὸς αὐτὴν ὁμοιωθέντας τῇ κατὰ δύναμιν ἀδιαιρέτῳ ταυτότητι.

ΚΕΦΑΛ. ΙΔʹ. Τίνος ἐστὶ σύμβολον, καὶ τὸ γενικῶς σημαινόμενον, ἡ θεία τοῦ ἁγίου Εὐαγγελίου ἀνάγνώσις. Γενικῶς δὲ τὴν τοῦ κόσμου τούτου συντέλειαν ὑποσημαίνουσαν.

CHAPTER 12

What the salutations of peace signify.

Through the acclamations of peace that are made from within the sanctuary at the command of the high priest at each reading, the wise man defined, are shown the divine acceptances conveyed through the holy angels; through which God sets an end to the contests of those who lawfully contend for the truth against the opposing powers, 692dissolving the invisible grapplings, and giving peace in the annulling of the body of sin, Rom. vi, 6. and giving the saints in return, for their labours on behalf of virtue, the grace of passionlessness; so that, released from warring, they may refit the powers of the soul for spiritual husbandry, that is, the working of the virtues; through which they broke up the ranks of the wicked spirits, the God and Word being their general, and scattering the bitter and hard-to-escape devices of the devil.

CHAPTER 13

Of what, specifically in each one, the reading of the holy Gospel is a symbol, and the mystical things after it.

Hence, immediately after these, the sacred ordinance of the holy church has legislated that the divine reading of the holy Gospel take place: which specifically introduces to the zealous the suffering of hardship for the sake of the word; after which the Word, as high priest of the contemplation of knowledge, coming to them from heaven, contracts for them the way of thinking of the flesh, as a kind of sensible world; thrusting away the thoughts that still bend down toward earth, and having led them thence, through the closing of the doors and the entrance of the holy mysteries, to the beholding of the intelligibles, both principles and things, their senses now shut, and having come to be outside flesh and world, he teaches them the unutterable things; gathered now through the kiss both to one another and to him, and bringing to him in return for his great benefaction toward them, gratefully, only the thankful confession on behalf of their own salvation, which the divine Creed intimates in riddle. Then, having set them among the number of the angels through the thrice-holy hymn, and having granted them the same science as theirs of the sanctifying theology, he brings them to God and Father, adopted as sons in the Spirit through the prayer through which they have been counted worthy to call God Father. And thence again, as having now passed scientifically through all the principles in beings, he leads them unknowably, through the One is Holy and what follows, to the unknown Monad, united by grace, and by participation likened to it in the identity undivided as far as possible.

CHAPTER 14

Of what the divine reading of the holy Gospel is a symbol, and what it signifies generally.

And generally, it intimates the consummation of this world.

Μετὰ γὰρ τὴν θείαν τοῦ ἁγίου Εὐαγγελίου ἀνάγνωσιν, ὅ τε ἀρχιερεὺς κάτεισι τοῦ θρόνου· καὶ ἡ τῶν κατηχουμένων, καὶ ἡ τῶν λοιπῶν 693τῶν ἀναξίων τῆς θείας τῶν δειχύησομένων μυστηρίων θεωρίας, ἀπόλυσίς τε καὶ ἐκβολὴ διὰ τῶν λειτουργῶν γίγνεται· σημαίνουσα καὶ προτυποῦσα δι᾿ ἑαυτῆς τὴν ἀλήθειαν, ἧς εἰκὼν ὑπάρχει καὶ τύπος, καὶ οἷον ἐν τούτοις βοῶσα, ὅτι μετὰ τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον, καθὼς γέγραπται, τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ, εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, τότε ἤξει τὸ τέλος· παραγινομένου κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν, ἐξ οὐρανῶν δηλαδὴ, μετὰ δόξης πολλῆς τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· Αὐτὸς γὰρ ὁ Κύριος ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ, φησὶν ὁ θεῖος Ἀπόστολος· καὶ ποιοῦντος ἐκδίκησιν ἐν τοῖς ὑπεναντίοις, καὶ ἀφορίζοντος διὰ τῶν ἁγίων ἀγγέλων τοὺς πιστοὺς ἀπὸ τῶν ἀπίστων, καὶ ἀπὸ τῶν δικαίων τοὺς ἀδίκους, καὶ τῶν ἁγίων τοὺς ἐναγεῖς· καὶ ἁπλῶς, ἵνα συνελὼν εἴπω, τῶν Πνεύματι Θεοῦ στοιχησάντων, τοὺς ὀπίσω σαρκὸς πορευθέντας· καὶ ἐπ᾿ αἰῶσι ἀπείροις τε καὶ ἀτελευτήτοις, ὡς ἡ τῶν θείων λογίων ἀλήθειά φησι, κατ᾿ ἀξίαν τῶν βεβιωμένων ἑκάστῳ δικαίαν ἀποδιδόντος τὴν ἀμοιβήν.

ΚΕΦΑΛ. ΙΕʹ. Τίνος σύμβολόν ἐστι ἡ κλεῖσις τῶν θυρῶν τῆς ἁγίας ἐκκλησίας, ἡ μετὰ τὸ ἅγιον Εὐαγγέλιον γιγνομένη. Ἡ δὲ μετὰ τὴν ἱερὰν ἀνάγνωσιν τοῦ ἁγίου Εὐαγγελίου, καὶ τὴν ἐκβολὴν τῶν κατηχουμένων γινομένη κλεῖσις τῶν θυρῶν τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας, τήν τε τῶν ὑλικῶν δηλοῖ πάροδον, καὶ τὴν γενησομένην μετὰ τὸν φοβερὸν ἐκεῖνον ἀφορισμὸν καὶ τὴν φοβερωτέραν ψῆφον, εἰς τὸν νοητὸν κόσμον, ἤτοι τὸν νυμφῶνα τοῦ Χριστοῦ, τῶν ἀξίων εἴσοδον· καὶ τὴν ἐν ταῖς αἰσθήσεσι τῆς κατὰ τὴν ἀπάτην ἐνεργείας τελείαν ἀποβολήν.

ΚΕΦΑΛ. Ιϛʹ. Τί σημαίνει ἡ τῶν ἁγίων μυστηρίων εἴσοδος. Ἡ δὲ τῶν ἁγίων καὶ σεπτῶν μυστηρίων εἴσοδος, ἀρχὴ καὶπροοίμιόν ἐστιν(ὡς ὁ μέγας ἐκεῖνος ἔφασκε γέρων) τῆς γενησομένης ἐν οὐρανοῖς καινῆς διδασκαλίας περὶ τῆς οἰκονομίας τοῦ Θεοῦ τῆς εἰς ἡμᾶς, καὶ ἀποκάλυψις τοῦ ἐν ἀδύτοις τῆς θείας κρυφιότητος ὄντος μυστηρίου τῆς ἡμῶν σωτηρίας. Οὐ γὰρ μὴ πίω, φησὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Θεὸς καὶ Λόγος, ἀπ᾿ ἄρτι ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἐμοῦ τῶν οὐρανῶν c. A..

ΚΕΦΑΛ. ΙΖʹ. Τίνος ἐστὶ σύμβολον ὁ θεῖος ἀσπασμός.

For after the divine reading of the holy Gospel the high priest comes down from the throne; and there takes place, through the ministers, the dismissal and expulsion of the catechumens and of the rest 693who are unworthy of the divine sight of the mysteries about to be shown; signifying and prefiguring through itself the truth of which it is image and type, and as it were crying out in these things that after the Gospel of the kingdom has been preached, as it is written, in the whole inhabited world, for a testimony to all the nations, then shall the end come; Matth. xxiv, 14. when our great God and Saviour Jesus Christ comes at his second coming, from heaven, namely, with much glory Tit. ii, 13. — For the Lord himself, with the voice of an archangel and with the trumpet of God, shall descend from heaven, says the divine Apostle I Thess. iv, 15. — and takes vengeance on the adversaries, and through the holy angels marks off the faithful from the unfaithful, and the unjust from the just, and the defiled from the holy; and simply, to put it briefly, those who have gone after the flesh from those who have walked by the Spirit of God; and for infinite and endless ages, as the truth of the divine oracles says, renders to each the just recompense according to the worth of what he has lived.

CHAPTER 15

Of what the closing of the doors of the holy church, which takes place after the holy Gospel, is a symbol.

The closing of the doors of the holy church of God, which takes place after the sacred reading of the holy Gospel and the expulsion of the catechumens, shows both the passing away of material things, and the entrance of the worthy, which will take place after that fearful marking-off and the more fearful sentence, into the intelligible world, that is, the bridal chamber of Christ; and the perfect casting off of the activity of deception in the senses.

CHAPTER 16

What the entrance of the holy mysteries signifies.

The entrance of the holy and venerable mysteries is the beginning and prelude (as that great elder said) of the new teaching that will take place in heaven about the economy of God toward us, and the revelation of the mystery of our salvation which is in the inner shrines of the divine hiddenness. For I will not drink, says God and Word to his own disciples, henceforth of the fruit of the vine, until that day when I drink it new with you in the kingdom of my Father. Matth. xxvi, 29.

Ὁ δὲ πᾶσι προσφωνούμενος πνευματικὸς Θεῖος ἀσπασμὸς καὶ πνευματικὸς c. A. ἀσπασμὸς, τὴν ἐσομένην πάντων πρὸς ἀλλήλους ἐν τῷ καιρῷ 696τῆς τῶν μελλόντων ἀῤῥήτων ἀγαθῶν ἀποκαλύψεως, κατὰ πίστιν τε καὶ ἀγάπην, ὁμόνοιάν τε καὶ ὁμογνωμοσύνην, καὶ ταυτότητα λογικήν· δι᾿ ἣν τὴν πρὸς τὸν Λόγον καὶ Θεὸν οἰκείωσιν οἱ ἄξιοι δέχονται, προτυποῖ καὶ προδιαγράφει. Λόγου γὰρ σύμβολον τὸ στόμα, καθ᾿ ὃν μάλιστα πᾶσιν ἅπαντες οἱ λόγου μετειληφότες, ὡς λογικοὶ, καὶ τῷ πρώτῳ καὶ μόνῳ Λόγῳ, καὶ παντὸς αἰτίῳ λόγου συμφύονται.

ΚΕΦΑΛ. ΙΗʹ. Τί σημαίνει τὸ θεῖον τῆς πίστεως Σύμβολον. Ἡ δὲ τοῦ θείου συμβόλου τῆς πίστεως γινομένη παρὰ πάντων ὁμολογία, τὴν ἐφ᾿ οἷς ἐσώθημεν παραδόξοις λόγοις τε καὶ τρόποις τῆς πανσόφουπερὶ ἡμᾶς τοῦ Θεοῦ προνοίας γενησομένην μυστικὴν εὐχαριστίαν, κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, προσημαίνει· δι᾿ ἧς εὐγνώμονας ἐπὶ τῇ θείᾳ εὐεργεσίᾳ ἑαυτοὺς συνιστῶσιν οἱ ἄξιοι· πλὴν ταύτης τῶν περὶ αὐτοὺς ἀπείρων θείων ἀγαθῶν ἀντεισαγαγεῖν ἄλλο τι καθ᾿ ὁτιοῦν οὐκ ἔχοντες.

ΚΕΦΑΛ. ΙΘʹ. Τί σημαίνει ἡ τοῦ Τρισαγίου δοξολογία. Ἡ δὲ γινομένη τρισσὴ τοῦ ἁγιασμοῦ τῆς θείας ὑμνολογίας ἐκβόησις παρὰ παντὸς τοῦ πιστοῦ λαοῦ, τὴν πρὸς τὰς ἀσωμάτους καὶ νοερὰς δυνάμεις κατὰ τὸ μέλλον φανησομένην ἕνωσίν τε καὶ ἰσοτιμίαν παραδηλοῖ· καθ᾿ ἣν συμφώνως ταῖς ἄνω δυνάμεσι, διὰ ταυτότητα τῆς ἀτρέπτου περὶ Θεὸν ἀεικινησίας, τρισὶν ἁγιασμοῖς ὑμνεῖν τε καὶ ἁγιάζειν τὴν τρισυπόστατον μίαν θεότητα διδαχθήσεται τῶν ἀνθρώπων ἡ φύσις.

ΚΕΦΑΛ. Κʹ. Τίνος ἐστὶ σύμβολον ἡ ἁγία προσευχὴ τοῦ, «Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.» Ἡ δὲ παναγία τε καὶ σεπτὴ τοῦ μεγάλου καὶ μακαρίου Θεοῦ καὶ Πατρὸς ἐπίκλησις, τῆς δοθησομένης ἐνυποστάτου τε καὶ ἐνυπάρκτου κατὰ δωρεὰν καὶ χάριν τοῦ ἁγίου Πνεύματος, υἱοθεσίας ἐστὶ σύμβολον· καθ᾿ ἣν πάσης ὑπερνικωμένης τε καὶ καλυπτομένης ἀνθρωπίνης ἰδιότητος, τῇ ἐπιφοιτήσει τῆς χάριτος, υἱοὶ Θεοῦ χρηματίσουσί τε καὶ ἔσονται πάντες οἱ ἅγιοι, ὅσοι δι᾿ ἀρετῶν ἀπ᾿ ἐντεῦθεν ἤδη τῷ θείῳ τῆς ἀγαθότητος κάλλει ἑαυτοὺς λαμπρῶς τε καὶ ἐπιδόξως ἐφαίδρυναν.

ΚΕΦαλ.ΚΑʹ. Τί σημαίνει τὸ τέλος τῆς μυστικῆς ἱερουργίας τῶν ἐκφωνουμένων ὕμνων· τουτέστιν, «Εἷς Ἅγιος, εἷς Κύριος,» καὶ τὰ ἑξῆς.

CHAPTER 17

Of what the divine kiss is a symbol.

The spiritual kiss proclaimed to all prefigures and sketches beforehand the concord and oneness of inclination and identity in reason that there will be of all with one another, in faith and love, at the time 696of the revelation of the ineffable goods to come; through which the worthy receive kinship with the Word and God. For the mouth is a symbol of the word, according to which above all all who have partaken of reason, as rational, grow together with all, and with the first and only Word, the cause of every word.

CHAPTER 18

What the divine Creed signifies.

The confession of the divine Creed made by all signifies beforehand the mystical thanksgiving that will take place in the age to come for the paradoxical principles and modes of the all-wise providence of God toward us by which we have been saved; through which the worthy show themselves grateful for the divine benefaction, having nothing else whatever besides this to bring in return for the infinite divine goods toward them.

CHAPTER 19

What the doxology of the Trisagion signifies.

The threefold acclamation of the sanctification of the divine hymnody made by all the faithful people intimates the union and equality of honour with the bodiless and noetic powers that will appear in the future; in which the nature of men will be taught, in concord with the powers above, through the identity of the unchangeable ever-moving around God, to hymn and to sanctify with three sanctifications the one Godhead of three hypostases.

CHAPTER 20

Of what the holy prayer «Our Father, who art in heaven» is a symbol.

The all-holy and venerable invocation of the great and blessed God and Father is a symbol of the enhypostatic and enhyparctic adoption that will be given by the gift and grace of the Holy Spirit; according to which, all human property being overcome and covered over by the visitation of grace, all the saints will be called and will be sons of God, as many as, through the virtues, from here and now have already brightened themselves splendidly and gloriously with the divine beauty of goodness.

Ἡ δὲ κατὰ τὸ τέλος τῆς μυστικῆς ἱερουργίας παρὰ παντὸς τοῦ λαοῦ γινομένη τοῦ, Εἷς Ἅγιος, καὶ τῶν ἑξῆς, ὁμολογία, τὴν ὑπὲρ λόγον καὶ νοῦν πρὸς τὸ ἓν τῆς θείας ἁπλότητος κρύφιον γενησομένην τῶν μυστικῶς τε καὶ σοφῶς κατὰ Θεὸν τετελεσμένων, συναγωγήν τε καὶ ἕνωσιν οηλοῖ, ἐν τί 697ἀφθάρτῳ τῶν νοητῶν αἰῶνι· καθ᾿ ὃν τῆς ἀφανοῦς καὶ ὑπεραῤῥήτουδόξης τὸ φῶς ἐνοπτεύοντες, τῆς μακαρίας, μετὰ τῶν ἄνω δυνάμεων, καὶ αὐτοὶ δεκτικοὶ γίνονται καθαρότητος· μεθ᾿ ἣν, ὡς τέλος πάντων, ἡ τοῦ μυστηρίου μετάδοσις γίνεται· μεταποιοῦσα πρὸς ἑαυτὴν, καὶ ὁμοίους τῷ κατ᾿ αἰτίαν ἀγαθῷ κατὰ χάριν καὶ μέθεξιν ἀποφαίνουσα τοὺς ἀξίως μεταλαμβάνοντας, ἐν μηδενὶ αὐτοῦ λειπομένους, κατὰ τὸ ἐφικτὸν ἀνθρώποις καὶ ἐνδεχόμενον. Ὥστε καὶ αὐτοὺς δύνασθαι εἶναί τε καὶ καλεῖσθαι θέσει κατὰ τὴν χάριν θεοὺς, διὰ τὸν αὐτοὺς ὅλως ὕλης c. A. πληρώσαντα ὅλον Θεὸν, καὶ μηδὲν αὐτῶν τῆς αὐτοῦ παρουσίας κενὸν καταλείψαντα.

ΚΕΦΑΛ. ΚΒ. Πῶς, καὶ τίνι τρόπῳ καὶ ἡ τῆς ψυχῆς καθ᾿ ψυχὴ ἡ τῆς κ. cod. Marg. ἑαυτὴν νοουμένης ἐπὶ τοῦ καθ᾿ ἕκαστον ἰδικῶς, ἐκθεωτικὴ καὶ τελειοποιὸς διὰ τῶν εἰρημένων θεωρεῖται κατάστασις. Δεῦρο δὴ οὖν, διὰ τῶν αὐτῶν ὁδῷ καὶ τάξει βαίνοντες, πάλιν τὰ αὐτὰ καὶ περὶ ψυχῆς γνωστικῆς θεωρήσωμεν· καὶ συναναβῆναι μικρὸν κατὰ δύναμιν τῷ λόγῳ μετ᾿ εὐλαβείας πρὸς ὑψηλοτέραν θεωρίαν, σκοπῆσαί τε καὶ κατανοῆσαι πῶς οἱ θεῖοι τῆς ἁγίας Ἐκκλησίας θεσμοὶ τὴν ψυχὴν ἐπὶ τὴν ἑαυτῆς τελειότητα δι᾿ ἀληθοῦς καὶ ἐνεργοῦς γνώσεως ἄγουσι, ποθοῦντα τὸν νοῦν καὶ βουλόμενον, Θεοῦ χειραγωγοῦντος (εἰ δοκεῖ) μὴ κωλύσωμεν.

ΚΕΦΑΛ ΚΓ. Ὅτι σύμβολον τῶν κατὰ ψυχὴν ἀρετῶν ἐστιν ἡ πρώτη εἴσοδος τῆς ἁγίας συνάξεως.

CHAPTER 21

What the end of the mystical sacred rite signifies, of the hymns proclaimed: that is, «One is holy, one is Lord», and what follows.

The confession of One is Holy and what follows, made by all the people at the end of the mystical sacred rite, shows the gathering and union, beyond reason and mind, that will take place toward the one hidden of the divine simplicity, of those who have been perfected mystically and wisely according to God, in the 697incorruptible age of the intelligibles; in which, gazing upon the light of the invisible and more-than-ineffable glory, they themselves too become receptive, with the powers above, of the blessed purity; after which, as the end of all, the communication of the mystery takes place, transforming into itself, and showing those who worthily partake to be like the good by cause, by grace and participation, lacking it in nothing, as far as is attainable and possible for men. So that they too can both be and be called gods by adoption according to grace, because of the whole God who has wholly filled them and left nothing of them empty of his presence.

CHAPTER 22

How and in what manner the deifying and perfecting state of the soul too, considered by itself, specifically in each one, is contemplated through what has been said.

Come then, walking through the same things by the same way and order, let us contemplate the same things again concerning the soul of knowledge too; and the mind that longs and wishes to ascend a little, as far as it can, together with the discourse, with reverence, to a higher contemplation, and to consider and perceive how the divine ordinances of the holy church lead the soul to its own perfection through true and active knowledge, let us not hinder, God leading it by the hand (if it seems good).

Ἄθρει τοιγαροῦν, ὅστις τῆς μακαρίας τοῦ Χριστοῦ σοφίας γνήσιος καθέστηκας ἐραστὴς, νοὸς ὀφθαλμοῖς, κατὰ τὴν πρώτην εἴσοδον τῆς ἁγίας συνάξεως ἀπὸ τῆς ἔξωθεν τῶν ὑλικῶν πλάνης καὶ ταραχῆς, κατὰ τὸ γεγραμμένον, Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· τῆς ἐν εἴδει καὶ σχήματι, φημὶ κατὰ τὴν πρόσοψιν τῶν αἰσθητῶν περιπλανήσεως· οὐ γὰρ θεωρίαν εἰπεῖν ἀληθὲς, κατὰ τοὺς ἀσόφους τῶν παρ᾿ Ἕλλησι λεγομένων σοφῶν (μηδὲ γὰρ σοφοὶ κληθεῖέν ποτε πρὸς ἡμῶν, οἱ τὸν Θεὸν γνῶναι διὰ τῶν αὐτοῦ ποιημάτων μὴ δυνηθέντες, ἢ μὴ βουληθέντες) τῶν βουληθέντες μὲν, τῶν c. A. αἰσθητῶν λέγω τὴν ἐπιφάνειαν, καθ᾿ ἣν ὁ διηνεκὴς τῶν αἰσθητῶν πρὸς ἄλληλα συνέστηκε πόλεμος, πᾶσι τὴν δι᾿ ἀλλήλων φθορὰν ἐνεργῶν, πάντων φθειρόντων ἄλληλα καὶ ἐν ἀλλήλοις φθειρομένων· καὶ τοῦτο μόνον πάγιον ἔχοντα, τὸ ἀστατεῖν καὶ φθείρεσθαι, καὶ μηδέποτε συμβαίνειν ἀλλήλοις κατὰ διαμονὴν ἄμαχον δύνασθαι καὶ ἀστασίαστον· ἐρχομένην τε τὴν ψυχὴν, καὶ προτροπάδην φεύγουσαν, καὶ ὥσπερ εἰς Ἐκκλησίαν καὶ ἄσυλον εἰρήνης ἀνάκτορον, τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν, τὴν ἄμαχον καὶ πάσης ἐλευθέραν ταραχῆς, μετὰ Λόγου τε καὶ ὑπὸ τοῦ Λόγου τοῦ μεγάλου καὶ

700ἀληθοῦς ἡμῶν Θεοῦ καὶ ἀρχιερέως εἰσερχομένην· καὶ ὡς διὰ συμβόλων τῶν γινομένων θείων ἀναγνωσμάτων, τοὺς τῶν ὄντων διδασκομένην λόγους, καὶ τὸ θαυμαστὸν καὶ μέγα τῆς ἐν νόμῳ καὶ προφήταις δηλουμένης θείας προνοίας μυστήριον· καθ᾿ ἕκαστόν τε δεξαμένην, ὑπὲρ τῆς ἐν τούτοις καλῆς μαθητείας θεόθεν διὰ τῶν ἁγίων δυνάμεων, νοερῶς κατὰ διάνοιαν αὐτῇ διαλεγομένων, τὰς εἰρηνοδώρους σημειώσεις, μετὰ τῆς ῥωστικῆς καὶ συντηρητικῆς θέλξεως, τῆς θείας καὶ διαπύρου κατὰ Θεὸν ἐφέσεως, διὰ τῆς μυστικῶς ὑπᾳδομένης αὐτῇ νοητῶς τῶν θείων ᾀσμάτων ἡδονῆς. Πάλιν ἐκ τούτων μεταβαίνουσαν, καὶ συναγομένην ἐπὶ τὴν μίαν καὶ μόνην καὶ ἑνιαίως τούτους συλλαμβάνουσαν τοὺς λόγους κορυφήν· λέγω δὲ, τὸ ἅγιον Εὐαγγέλιον, ἐν ᾧ πάντες τῆς τε προνοίας καὶ τῶν ὄντων οἱ λόγοι κατὰ μίαν περιοχῆς δύναμιν κατὰ νοῦν c. A. ἑνοειδῶς προϋφεστήκασι. Μεθ᾿ ὃ κατ᾿ αἴσθησιν θείαν αὐτὸν ὁρᾷν ἔνεστι πάλιν θεμιτὸν τοῖς φιλοθέοις, ἀταρβήτοις νοὸς ὄμμασι παραγινόμενον οὐρανόθεν αὐτῇ τὸν Λόγον καὶ Θεὸν, ὡς ἡ τοῦ ἀρχιερέως ἀπὸ τοῦ θρόνου τοῦ ἱερατικοῦ σημαίνει κατάβασις· καὶ τέλειον αὐτῆς διακρίνοντα κατηχουμένων δίκην τοὺς ἔτι τὴν αἴσθησιν, καὶ τὸ κατ᾿ αὐτὴν μεριστὸν φαντασιουμένους λογισμούς. Κἀντεῦθεν πάλιν ἔξω γενομένην τῶν αἰσθητῶν, ὡς ἡ τῶν θυρῶν τῆς ἀγίας τοῦ Θεοῦ ἐκκλησίας νοεῖν ὑποτίθεται κλεῖσις· ἐπὶ τὴν δηλουμένην διὰ τῆς εἰσόδου τῶν ἀῤῥήτων μυστηρίων, ἄϋλον καὶ ἁπλῆν καὶ ἀναλλοίωτον καὶ θεοειδῆ, καὶ παντὸς ἐλευθέραν εἴδους καὶ σχήματος ἐπιστήμην τῶν νοητῶν ἄγοντα· καθ᾿ ἣν συναγαγοῦσαν πρὸς μὲν ἑαυτῆς τὰς οἰκείας δυνάμεις· πρὸς δὲ τὸν Λόγον, ἑαυτὴν καταντᾷ, διὰ τοῦ νοεροῦ ἀσπασμοῦ ἑνώσασαν τοὺς περὶ ἑαυτὴν ἀῤῥήτους τῆς σωτηρίας καὶ λόγους καὶ τρόπους, διὰ τοῦ συμβόλου τῆς πίστεως εὐχαρίστως ὁμολογεῖν ἐκδιδάσκοντα. Ἐπὶ τούτοις δὲ πάλιν, ὡς ἤδη λοιπὸν κατὰ δύναμιν ἁπλῆν καὶ ἀδιαίρετον διὰ μαθητείας, γνώσει, περιλαβοῦσαν τούς τε τῶν αἰσθητῶν καὶ τῶν νοητῶν λόγους, ἐπὶ τὴν γνῶσιν τῆς ἐκφανοῦς αὐτὴν ἄγοντα θεολογίας, μετὰ τὴν πάντων διάβασιν, καὶ τὴν ἴσην τοῖς ἀγγέλοις κατὰ τὸ ἐφικτὸν αὐτῇ παρεχόμενον νόησιν· καὶ τοσοῦτον διδάσκοντα σωφρόνως αὐτὴν, ὅσον εἰδέναι Θεὸν ἕνα, μίαν οὐσίαν, ὑποστάσεις τρεῖς· μονάδα οὐσίας τρισυπόστατον, καὶ Τριάδα ὑποστάσεων ὁμοούσιον· μονάδα ἐν τριάδι, καὶ τριάδα ἐν μονάδι Eadem in Orat. Dominicam, ubi etiam singulorum rationes assignat.· οὐκ ἄλλην καὶ ἄλλην, οὐδ᾿ ἄλλην παρ᾿ ἄλλην, οὐδὲ δι᾿ ἄλλης ἄλλην, οὐδ᾿ ἄλλην ἐν ἄλλῃ. οὐδὲ ἐξ ἄλλης ἄλλην· ἀλλὰ τὴν αὐτὴν ἐν ἑαυτῇ, καὶ καθ᾿ ἑαυτὴν ἐφ᾿ ἑαυτὴν, ἑαυτῇ ταὐτὴν Ταυτὸ ⟨line break⟩ c. A. καὶ μονάδα καὶ τριάδα ἀσύγχυτόν τε καὶ ἀσυγχύτως τὴν ἕνωσιν ἀσύνθετόν τε καὶ ἀσύγχυτον τὴν ἕνωσιν c. A. et Fr.

CHAPTER 23

That the first entrance of the holy synaxis is a symbol of the virtues of the soul.

Behold, then, thou who hast become a true lover of the blessed wisdom of Christ, with the eyes of the mind, at the first entrance of the holy synaxis, from the outward error and confusion of material things, according to what is written, Women coming from a spectacle, come hither Isa. xxvii, 11. — I mean the wandering in form and shape over the outward look of sensible things; for it is not true to call it contemplation, as do the unwise among those called wise by the Greeks (for let them never be called wise by us, who were not able, or not willing, to know God through his works) — the surface of sensible things, I say, by which the unceasing war of sensible things with one another has been constituted, working in all their corruption through one another, all corrupting one another and being corrupted in one another; and having this alone fixed, to be unstable and to be corrupted, and never to be able to concur with one another in a permanence without strife and without faction: behold the soul coming, and fleeing headlong, and as into a church and an inviolable palace of peace, into the natural contemplation in the spirit, which is without strife and free of all confusion, with the Word, and under the great Word and …

700… our true God and high priest, entering; and, as through symbols, through the divine readings that take place, being taught the principles of beings, and the wonderful and great mystery of the divine providence made plain in the law and the prophets; and receiving in each, for its good discipleship in these things, from God, through the holy powers who converse with it noetically in the understanding, the peace-bestowing intimations, together with the strengthening and preserving charm of the divine and fiery aspiration toward God, through the pleasure of the divine songs mystically and intelligibly sung to it.

Then again passing over from these, and being gathered toward the one and only summit, which comprehends these principles in a unified way: I mean the holy Gospel, in which all the principles both of providence and of beings pre-subsist uniformly according to one power of comprehension. After which it is again possible and lawful for the God-loving to see by divine sense, with fearless eyes of the mind, the Word and God coming to it from heaven, as the descent of the high priest from the priestly throne signifies; and him perfectly separating from it, after the manner of catechumens, the thoughts that still imagine sense and what is partible according to it. And hence, the soul having again come to be outside the sensible things, as the closing of the doors of the holy church of God suggests be understood, him leading it to the immaterial and simple and unalterable and God-formed science of the intelligibles, free from every form and shape, which is signified through the entrance of the ineffable mysteries; according to which, having gathered its own powers on its own side, it brings itself to the Word, having united through the noetic kiss the ineffable principles and modes of salvation that concern it, him thoroughly teaching it to confess them with thanksgiving through the Creed.

ἔχουσαν, καὶ τὴν διάκρισιν ἀδιαίρετόν τε καὶ ἀμέριστον· μονάδα μὲν κατὰ τὸν τῆς οὐσίας, ἤτοι 701τὸν τοῦ εἶναι λόγον· ἀλλ᾿ οὐ κατὰ σύνθεσιν ἢ συν-Α αίρεσιν, ἢ τὴν οἱανοῦν σύγχυσιν· τριάδα δὲ, κατὰ τὸν τοῦ πῶς ὑπάρχειν καὶ ὑφεστάναι λόγον· ἀλλ᾿ οὐ κατὰ διαίρεσιν ἢ ἀλλοτρίωσιν, ἢ τὸν οἱονοῦν μερισμόν. Οὐ γὰρ μεμέρισται ταῖς ὑποστάσεσιν ἡ μονὰς, οὐδὲ σχετικῶς ἔνεστι καὶ ἐπιθεωρεῖται αὐταῖς· οὐδὲ συντέθεινται εἰς Μονάδα αἱ ὑποστάσεις, ἢ συναιρέσει αὐτὴν ἐκπληροῦσιν· ἀλλὰ τὴν αὐτὴν ἑαυτῇ ταὐτὸν, ἄλλως μέντοι καὶ ἄλλως· μονὰς γάρ ἐστι ἀσύγχυτος τῇ οὐσίᾳ, καὶ τῷ κατ᾿ αὐτὴν ἁπλῷ λόγῳ ἡ ἁγία τριὰς τῶν ὑποστάσεων· καὶ τριάς ἐστι ταῖς ὑποστάσεσι καὶ τῷ τρόπῳ τῆς ὑπάρξεως ἡ ἁγία μονάς· τὴν αὐτὴν ὅλην τοῦτο κἀκεῖνο διαφόρως, κατ᾿ ἄλλον καὶ ἄλλον, ὡς εἴρηται, λόγον νοουμένην· μίαν καὶ μόνην, ἀδιαίρετόν τε καὶ ἀσύγχυτον, καὶ ἁπλῆν καὶ ἀμείωτον καὶ ἀπαράλλακτον θεότητα· μονάδα κατὰ τὴν οὐσίαν ὅλην ὑπάρχουσαν, καὶ ὅλην τριάδα τὴν αὐτὴν ταῖς ὑποστάσεσι, καὶ μίαν ἑνὸς τρισσοφαοῦς ἀκτῖνα φωτὸς μονοειδῶς ἐπιλάμπουσαν· ἐφ᾿ ᾧ καὶ τὴν ψυχὴν, ὁμοτίμως τοῖς ἁγίοις ἀγγέλοις τοὺς ἐκφανεῖς καὶ ἐφικτοὺς τῇ κτίσει περὶ θεότητος δεξαμένην λόγους, καὶ συμφώνως αὐτοῖς ἀσιγήτως ἀνυμνεῖν μαθοῦσαν τριαδικῶς τὴν μίαν θεότητα, ἐπὶ τὴν κατὰ χάριν δι᾿ ὁμοιότητος ἐμφεροῦς υἱοθεσίαν ἀχθῆναι· δι᾿ ἧς μετ᾿ κατ' c. A. et Fr. εὐχὰς τὸν Θεὸν Πατέρα, μυστικόν τε χάριτι καὶ μόνον ἔχουσα, πρὸς τὸ ἓν τῆς αὐτοῦ κρυφιότητος κατ᾿ ἔκστασιν πάντων συναχθήσεται· καὶ τοσοῦτον πείσεται μᾶλλον, ἢ γνώσεται τὰ θεῖα· ὅσον μὴ ἑαυτῆς εἶναι βούλεσθαι, μηδὲ ἐξ ἑαυτῆς ὑφ᾿ ἑαυτῆς ἢ ἄλλου τινὸς γνωσθῆναι δύνασθαι, ἢ μόνου τοῦ ὅλην ἀγαθοπρεπῶς αὐτὴν ἀνειληφότος ὅλου Θεοῦ, καὶ ὅλον αὐτῇ θεοπρεπῶς ὅλῃ [ὅλον αὐτῇ θεοπρεπῶς ὅλως] καὶ ἀπαθῶς ἑαυτὸν ἐνιέντος, καὶ ὅλην θεοποιήσαντος· ὡς εἶναι, καθώς φησιν ὁ πανάγιος Ἀρεοπαγίτης Διονύσιος, εἰκόνα καὶ φανέρωσιν τοῦ ἀφανοῦς φωτὸς, ἔσοπτρον ἀκραιφνὲς, διειδέστατον, ἀλώβητον, ἄχραντον, ἀκηλίδωτον, εἰσδεχόμενον ὅλην, εἰ θέμις εἰπεῖν, τὴν ὡραιότητα τοῦ ἀγαθοτύπου, θεοειδῶς καὶ ἀμειώτως ἐπιλάμπον ἐν ἑαυτῷ, καθάπερ οἷόν τέ ἐστι, τὴν ἀγαθότητα τῆς ἐν ἀδύτοις σινῆς.

ΚΕΦ. ΚΔʹ. Τίνων ἐστὶν ἐνεργητική τε καὶ ἀποτελεστικὴ μυστηρίων, διὰ τῶν τελουμένων κατὰ τὴν ἁγίαν σύναξιν θεσμῶν ἐν τοῖς πιστοῖς καὶ πιστῶς συναγομένοις, ἡ παραμένουσα τοῦ ἁγίου Πνεύματος χάρις.

After these things again, the soul as having now at last, according to a simple and undivided power, through discipleship, by knowledge, embraced the principles both of the sensible and of the intelligible things, him leading it to the knowledge of manifest theology, after its passage through all things, and providing it with an intellection equal to the angels, so far as is attainable to it; and teaching it so much, soberly, as to know God as one, one essence, three hypostases; a Monad of essence in three hypostases, and a Trinity of hypostases consubstantial; a Monad in Trinity, and a Trinity in Monad; not one and another, nor one beside another, nor one through another, nor one in another, nor one from another; but the same in itself, and by itself toward itself, the same with itself, both Monad and Trinity, having the union unconfused and unconfusedly, and the distinction undivided and unpartitioned; a Monad according to the principle of the essence, that is, 701of being, but not according to composition or coalescence, or any confusion whatever; a Trinity according to the principle of how it exists and subsists, but not according to division or alienation, or any partition whatever. For the Monad is not partitioned in the hypostases, nor is it in them relationally and contemplated in them; nor are the hypostases compounded into a Monad, or fill it up by coalescence; but it is the same identical with itself, though in one way and in another. For the holy Trinity of the hypostases is a Monad unconfused in the essence and in the simple principle according to it; and the holy Monad is a Trinity in the hypostases and in the mode of existence; the same whole being understood as this and that differently, according to one principle and another, as has been said; one and only Godhead, undivided and unconfused, and simple and undiminished and invariant; a Monad existing whole according to the essence, and whole the same Trinity in the hypostases, and shining forth uniformly one ray of one thrice-lit light; upon which the soul too, having received, equally in honour with the holy angels, the principles concerning Godhead that are manifest and attainable to creation, and having learned to hymn with them harmoniously and without silence, in Trinitarian fashion, the one Godhead, is led to the adoption by grace through a resembling likeness; through which, having after prayers God as Father, both mystically by grace and alone, it will be gathered, by ecstasy from all things, to the One of his hiddenness; and it will suffer the divine things rather than know them, so much as not to wish to be its own, nor to be able to be known from itself, by itself or by any other, but only by the whole God, who has taken it up whole in a manner befitting goodness, and has given himself whole to it whole in a manner befitting God [whole to it wholly, as befits God] and impassibly, and has deified it whole; so that it is, as the all-holy Areopagite Dionysius says, an image and manifestation of the unseen light, a pure mirror, most transparent, unblemished, undefiled, spotless, receiving whole, if it is lawful to say, the beauty of the Good that is its type, and in God-formed manner and undiminishedly shining forth in itself, so far as is possible, the goodness of the silence in the inner shrines.

Τοιγαροῦν ᾤετο δεῖν ὁ μακάριος γέρων, καὶ παρακαλεῖν οὐκ ἐπαύετο πάντα Χριστιανὸν, τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ σχολάζειν, καὶ μὴ ἀπολιμπάνεσθαί ποτε τῆς ἐν αὐτῇ τελουμένης ἁγίας συνάξεως, διά τε τὺς παραμένοντας αὐτῇ ἁγίους ἀγγέλους, κα ἀποἀπογραφομένους 704(with ἀπο- p0389.54) ἑκάστοτε τοὺς εἰσιόντας καὶ ἐμφανίζοντας τῷ Θεῷ, καὶ τὰς ὑπὲρ αὐτῶν δεήσεις ποιουμένους· καὶ διὰ τὴν ἀοράτως ἀεὶ μὲν παροῦσαν τοῦ ἁγίου Πνεύματος χάριν, ἰδιοτρόπως δὲ μάλιστα κατὰ τὸν καιρὸν τῆς ἁγίας συνάξεως, καὶ ἕκαστον τῶν εὑρισκομένων μεταποιοῦσάν τε καὶ μετασκευάζουσαν, καὶ ἀληθὲς ἀληθῶς c. A. R. ἀληθῶς εἰπεῖν. μεταπλάττουσαν ἐπὶ τὸ θειότερον ἀναλόγως ἑαυτῷ, καὶ πρὸς τὸ δηλούμενον διὰ τῶν τελουμένων μυστηρίων ἄγουσαν· κἂν αὐτὸς μὴ αἰσθάνηται, εἴπερ τῶν ἔτι κατὰ Χριστὸν νηπίων ἐστί· καὶ εἰς τὸ βάθος τῶν γινομένων ὁρᾷν ἀδυνατεῖ, καὶ τὴν δηλουμένην δι᾿ ἑκάστου τῶν τελουμένων θείων συμβόλων τῆς σωτηρίας ἐν αὐτῷ χάριν ἐνεργοῦσαν, καθ᾿ εἱρμὸν καὶ τάξιν ἀπὸ τῶν προσεχῶν μέχρι τοῦ πάντων τέλους ὁδεύουσαν. Κατὰ μὲν πρώτην εἴσοδον ἀπιστίας ἀποβολὴν, πίστεως αὔξησιν, κακίας μείωσιν, ἀρετῆς ἐπίδοσιν, ἀγνοίας ἀφανισμὸν, γνώσεως προσθήκην. Διὰ δὲ τῆς ἀκροάσεως τῶν θείων λογίων, τὰς τῶν εἰρημένων τούτων, πίστεώς φημι καὶ ἀρετῆς καὶ γνώσεως, παγίας καὶ ἀμεταθέτους ἕξεις τε καὶ διαθέσεις. Διὰ δὲ τῶν ἐπὶ τούτοις θείων ᾀσμάτων, τὴν πρὸς τὰς ἀρετὰς τῆς ψυχῆς ἑκούσιον συγκατάθεσιν, καὶ τὴν ἐπ᾿ αὐταῖς ἐγγινομένην αὐτῇ νοερὰν ἡδονὴν καὶ τερπνότητα. Διὰ δὲ τῆς ἱερᾶς ἀναγνώσεως τοῦ ἁγίου Εὐαγγελίου, τὴν τοῦ χοϊκοῦ φρονήματος, ὥσπερ αἰσθητοῦ κόσμου, συντέλειαν. Διὰ δὲ τῆς μετὰ ταῦτα τῶν θυρῶν κλείσεως, τὴν κατὰ διάθεσιν ἀπὸ τούτου τοῦ φθαρτοῦ κόσμου πρὸς τὸν νοητὸν κόσμον μετάβασιν τῆς ψυχῆς καὶ μετάθεσιν· δι᾿ ἧς τὰς αἰσθήσεις, θυρῶν δίκην, μύσασα, τῶν καθ᾿ ἁμαρτίαν εἰδώλων καθαρὰς ἀπεργάζεται. Διὰ δὲ τῆς εἰσόδου τῶν ἁγίων μυστηρίων, τὴν τελειωτέραν καὶ μυστικωτέραν καὶ καινὴν περὶ τὴν εἰς ἡμᾶς οἰκονομίαν τοῦ Θεοῦ διδασκαλίαν καὶ γνῶσιν. Διὰ δὲ τοῦ θείου ἀσπασμοῦ, τὴν πάντων πρὸς πάντας καὶ πρὸς ἑαυτὸν ἑκάστου πρότερον καὶ τὸν Θεὸν, ὁμονοίας καὶ ὁμογνωμοσύνης καὶ ἀγάπης ταυτότητα. Διὰ δὲ τῆς τοῦ συμβόλου, τῆς πίστεως ὁμολογίας, τὴν ἐπὶ τοῖς παραδόξοις τρόποις τῆς σωτηρίας ἡμῶν πρόσφορον εὐχαριστίαν. Διὰ δὲ τοῦ Τρισαγίου, τὴν πρὸς τοὺς ἁγίους ἀγγέλους ἕνωσίν τε καὶ ἰσοτιμίαν, καὶ τὴν ἄπαυστον τῆς ἁγιαστικῆς δοξολογίας τοῦ Θεοῦ σύμφωνον εὐτονίαν. Διὰ δὲ τῆς προσευχῆς, δι᾿ ἧς Πατέρα καλεῖν τὸν Θεὸν ἀξιούμεθα, τὴν ἐν χάριτι τοῦ ἁγίου Πνεύματος ἀληθεστάτην υἱοθεσίαν. Διὰ δὲ τοῦ, Εἷς Ἅγιος, καὶ τῶν ἑξῆς, τὴν πρὸς αὐτὸν τὸν Θεὸν ἑνοποιὸν χάριν καὶ οἰκειότητα. Διὰ δὲ τῆς ἀγίας μεταλήψεως τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων, τὴν πρὸς αὐτὸν κατὰ μέθεξιν ἐνδεχομένην δι᾿ ὁμοιότητος κοινωνίαν τε καὶ ταυτότητα· δι᾿ ἧς γενέσθαι θεὸς ἐξ ἀνθρώπου καταξιοῦται ὁ ἄνθρωπος.

CHAPTER 24

Of what mysteries the grace of the Holy Spirit, which remains present, is active and effective, in those who are faithful and faithfully gathered, through the ordinances performed at the holy synaxis.

Accordingly the blessed elder thought it needful, and did not cease exhorting every Christian, to give his leisure to the holy Church of God, and never to absent himself from the holy synaxis performed in it: both because of the holy angels who remain in it, and who 704record each time those who enter and present them to God, and make supplications on their behalf; and because of the grace of the Holy Spirit, invisibly present always, but in a peculiar way especially at the time of the holy synaxis, which transforms and refashions each of those found there, and remoulds him, as something true, toward what is more divine, in proportion to himself, and leads him toward what is signified through the mysteries performed, even if he himself does not perceive it, if he is still among the infants in Christ, and is unable to see into the depth of the things taking place, and the grace signified through each of the divine symbols of salvation performed, working in him and proceeding in sequence and order from the nearest things to the end of all.

At the first entrance: the casting off of unbelief, the increase of faith, the diminution of vice, the advance of virtue, the abolition of ignorance, the addition of knowledge. Through the hearing of the divine oracles: the firm and immovable habits and dispositions of these things that have been named, I mean of faith and virtue and knowledge. Through the divine songs that follow these: the soul's voluntary assent to the virtues, and the noetic pleasure and delight that arises in it over them. Through the sacred reading of the holy Gospel: the consummation of the earthly way of thinking, as of a sensible world. Through the closing of the doors after these: the passage and transfer of the soul, by disposition, from this corruptible world to the intelligible world; through which, having shut the senses like doors, it renders them pure of the idols of sin. Through the entrance of the holy mysteries: the more perfect and more mystical and new teaching and knowledge concerning God's economy toward us. Through the divine kiss: the identity of concord and oneness of inclination and love of all toward all, and of each toward himself first, and toward God. Through the confession of the Creed: the fitting thanksgiving for the paradoxical modes of our salvation. Through the Trisagion: the union and equality of honour with the holy angels, and the harmonious intensity of the unceasing sanctifying doxology of God. Through the prayer, through which we are deemed worthy to call God Father: the truest adoption in the grace of the Holy Spirit. Through the One is Holy and what follows: the grace that makes one with God himself, and the intimacy toward him. Through the holy partaking of the undefiled and life-giving mysteries: the communion and identity with him by participation, possible through likeness; through which man is deemed worthy to become god from man.

Ὧν γὰρ ἐνταῦθα κατὰ τὴν παροῦσαν ζωὴν, διὰ τῆς ἐν πίστει χάριτος, πιστεύομεν μετειληφέναι δωρεῶν τοῦ ἁγίου Πνεύματος, τούτων ἐν τῷ μέλλοντι αἰῶνι κατὰ ἀλήθειαν ἐνὑποστάτως αὐτῷ τῷ πράγματι, κατὰ τὴν ἄπτωτον ἐλπίδα τῆς πίστεως ἡμῶν, καὶ τὴν τοῦ ἐπαγγειλομένου 705βεβαίαν καὶ ἀπαράβατον ὑπόσχεσιν, φυλάξαντες κατὰ δύναμιν τὰς ἐντολὰς, πιστεύομεν καταλήψεσθαι μεταλήψ. c. A. et Fr., μεταβαίνοντες ἀπὸ τῆς ἐν πίστει χάριτος, εἰς τὴν κατ᾿ εἶδος χάριν· μεταποιοῦντος ἡμᾶς πρὸς ἑαυτὸν δηλαδὴ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· τῇ περιαιρέσει τῶν ἐν ἡμῖν τῆς φθορᾶς γνωρισμάτων, καὶ τὰ παραδειχθέντα διὰ τῶν ἐνταῦθα αἰσθητῶν συμβόλων ἡμῖν ἀρχέτυπα χαριζομένου μυστήρια. Διὰ δὲ τὸ εὐμνημόνευτον, εἰ δοκεῖ, τὴν τῶν εἰρημένων δύναμιν κατ᾿ ἐπιτομὴν ἐπιδραμόντες, οὕτω κεφαλαιώσωμεν. Ἔστι μὲν οὖν ἡ ἁγία Ἐκκλησία τύπος, ὡς εἴρηται, καὶ εἰκὼν, τοῦ μὲν Θεοῦ· διότι ἣν ἐργάζεται κατὰ τὴν ἄπειρον αὐτοῦ δύναμιν καὶ σοφίαν, περὶ τὰς διαφόρους τῶν ὄντων οὐσίας ἀσύγχυτον ἕνωσιν, ὡς δημιουργὸς κατ᾿ ἄκρον ἑαυτῷ συνέχων· καὶ κατὰ μίαν τῆς πίστεως καὶ χάριν καὶ κλῆσιν τοὺς πιστοὺς ἀλλήλοις ἑνοειδῶς συνάπτουσα· τοὺς δὲ πρακτικοὺς καὶ ἐναρέτους, κατὰ μίαν γνώμης ταυτότητα· τοὺς δὲ θεωρητικοὺς καὶ γνωστικοὺς πρὸς τούτοις καὶ καθ᾿ ὁμόνοιαν ἀῤῥαγῆ καὶ ἀδιαίρετον Τοῦ δὲ κόσμου, τοῦ τε νοητοῦ καὶ τοῦ αἰσθητοῦ τύπος ἐστίν· ὡς τοῦ νοητοῦ κόσμου τὸ ἱερατεῖον σύμβολον ἔχουσα· τοῦ αἰσθητοῦ δὲ, τὸν ναόν. Ἀνθρώπου δὲ πάλιν εἰκών ἐστιν, ὡς τὴν ψυχὴν διὰ τοῦ ἱερατείου μιμουμένη· τὸ δὲ σῶμα, διὰ τοῦ ναοῦ προβαλλομένη. Αὐτῆς δὲ τῆς ψυχῆς καθ᾿ ἑαυτὴν νοουμένης τύπος ἐστὶ καὶ εἰκὼν, ὡς τοῦ θεωρητικοῦ διὰ τοῦ ἱερατείου φέρουσα τὸ ἐπίδοξον· τοῦ δὲ πρακτικοῦ διὰ τοῦ ναοῦ τὸ κόσμιον ἔχουσα.

For of the gifts of the Holy Spirit which here, in the present life, we believe we have partaken through the grace in faith, of these, in the age to come, in truth, enhypostatically, in the very reality, according to the unfailing hope of our faith and the firm and inviolable promise of him who 705promised, having kept the commandments according to our power, we believe we shall receive, passing from the grace in faith to the grace in sight; our God and Saviour Jesus Christ, that is, transforming us toward himself by the removal of the marks of corruption in us, and graciously granting us the archetypal mysteries shown forth to us through the sensible symbols here.

But for ease of remembering, if it seems good, let us run over the force of what has been said in summary, and so recapitulate it. The holy Church, then, is, as has been said, a type and image of God; because the unconfused union which he works, according to his infinite power and wisdom, among the different essences of beings, holding them together with himself at the summit as creator, [?] and by one faith and grace and calling joining the faithful to one another in a unified way; the practical and virtuous by one identity of inclination; and the contemplative and knowers, in addition to these, also by an unbroken and undivided concord.

And of the world, both the intelligible and the sensible, it is a type; as having the sanctuary as symbol of the intelligible world, and the nave of the sensible.

Again, it is an image of man, as imitating the soul through the sanctuary, and putting forward the body through the nave. And of the soul itself, understood by itself, it is a type and image, as bearing through the sanctuary the glory of the contemplative part, and having through the nave the orderliness of the practical.

Of the holy synaxis performed in it, the first entrance generally signifies the first coming of our God; specifically, the conversion, through him and with him, of those who are being brought in from unbelief to faith, and from vice to virtue, and from ignorance to knowledge.

Τῆς δὲ τελουμένης ἐν αὐτῇ ἁγίας συνάξεως, ἡ μὲν πρώτη εἴσοδος γενικῶς μὲν δηλοῖ τὴν πρώτην τοῦ Θεοῦ ἡμῶν παρουσίαν· ἰδικῶς δὲ, τὴν δι᾿ αὐτοῦ καὶ σὺν αὐτῷ τῶν ἐξ ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν εἰσαγομένων ἐπιστροφήν. Τὰ δὲ γινόμενα μετ᾿ αὐτὴν ἀναγνώσματα, γενικῶς μὲν, τὰ θεῖα θελήματά τε καὶ βουλήματα, καθ᾿ ἃ χρὴ τοὺς πάντας παιδεύεσθαί τε καὶ πολιτεύεσθαι, μηνύει· ἰδικῶς δὲ, τὴν κατὰ τὴν πίστιν διδασκαλίαν καὶ προκοπὴν τῶν πιστευσάντων· καὶ τῶν πρακτικῶν τὴν κατ᾿ ἀρετὴν παγίαν διάθεσιν· καθ᾿ ἣν τῷ θείῳ νόμῳ στοιχοῦντες τῶν ἐντολῶν ἀνδρικῶς τε καὶ ἀκλονήτως ἵστανται πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, καὶ τὰς ἀντικειμένας ἐνεργείας διαδιδράσκουσι· καὶ τῶν γνωστικῶν τὴν κατὰ θεωρίαν ἕξιν· καθ᾿ ἣν τοὺς τῶν αἰσθητῶν καὶ τῆς ἐπ᾿ αὐτοῖς προνοίας 708(προνοίας) πνευματικοὺς κατὰ δύναμιν συλλεγόμενοι λόγους, ἀπλανῶς πρὸς τὴν ἀλήθειαν φέρονται. Τὰ δὲ θεῖα τῶν ᾀσμάτων μελίσματα, τὴν ἐγγινομένην ταῖς ἁπάντων Fr. πάντων. ψυχαῖς θείαν ἡδονὴν καὶ τερπνότητα· καθ᾿ ἣν μυστικῶς ῥωννύμεναι, τῶν μὲν παρελθόντων τῆς ἀρετῆς ἐπιλανθάνονται πόνων· πρὸς δὲ τὴν τῶν λειπομένων θείων καὶ ἀκηράτων ἀγαθῶν, νεάζουσι εὔτονον ἔφεσιν. Τὸ δὲ ἅγιον Εὐαγγέλιον, γενικῶς μὲν σύμβολόν ἐστι τῆς συντελείας τοῦ αἰῶνος τούτου· ἰδικῶς δὲ, τῶν μὲν πιστευσάντων δηλοῖ τὸν παντελῆ τῆς ἀρχαίας πλάνης ἀφανισμόν· τῶν δὲ πρακτικῶν, τὴν νέκρωσιν καὶ συντέλειαν τοῦ κατὰ σάρκα νόμου τε καὶ φρονήματος· τῶν δὲ γνωστικῶν, τὴν πρὸς τὸν συνεκτικώτατον λόγον τῶν πολλῶν καὶ διαφόρων λόγων συναγωγήν τε καὶ ἀναφορὰν, συντελεσθείσης αὐτοῖς καὶ περατωθείσης τῆς διεξοδικωτέρας καὶ ποικιλωτέρας φυσικῆς θεωρίας. Ἡ δὲ τοῦ ἀρχιερέως ἀπὸ τοῦ θρόνου κατάβασις, καὶ ἡ τῶν κατηχουμένων ἐκβολὴ, γενικῶς μὲν σημαίνει τὴν ἀπ᾿ οὐρανοῦ δευτέραν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν, καὶ τὸν ἀπὸ τῶν ἁγίων ἀφορισμὸν τῶν ἁμαρτωλῶν· καὶ τὴν δικαίαν πρὸς τὴν ἑκάστου ἀξίαν ἀμοιβήν· ἰδικῶς δὲ, τὴν τελείαν ἐν πίστει τῶν πιστευσάντων πιστευόντων C. A. et Fr. πληροφορίαν, ἣν ποιεῖ παραγινόμενος ἀοράτως ὁ Θεὸς καὶ Λόγος· δι᾿ ἧς πᾶς ἔτι καθ᾿ ὁτιοῦν σκάζων κατὰ τὴν πίστιν λογισμὸς κατηχουμένου τρόπον, αὐτῶν ἀπελαύνεται· τῶν δὲ πρακτικῶν, τὴν τελείαν ἀπάθειαν, δι᾿ ἧς πᾶς ἐμπαθὴς καὶ ἀφώτιστος λογισμὸς τῆς ψυχῆς ἀπογίνεται· τῶν δὲ γνωστικῶν, τὴν συνεκτικὴν ἐπιστήμην τῶν ἐπεγνωσμένων ἐγνωσμένων C. A. et Fr.. δι᾿ ἧς πᾶσαι τῶν ὑλικῶν αἱ εἰκόνες τῆς ψυχῆς ἐκδιώκονται. Ἡ δὲ κλεῖσις τῶν θυρῶν, καὶ ἡ τῶν ἁγίων μυστηρίων εἴσοδος, καὶ ὁ θεῖος ἀσπασμὸς, καὶ ἡ τοῦ συμβόλου τῆς πίστεως ἐκφώνησις, γενικῶς μὲν δηλοῖ τὴν τῶν αἰσθητῶν πάροδον, καὶ τὴν τῶν νοητῶν φανέρωσιν, καὶ τὴν καινὴν τοῦ περὶ ἡμᾶς θείου μυστηρίου διδαχὴν, καὶ τὴν πρὸς πάντας πάντων ἑαυτούς τε καὶ τὸν Θεὸν γενησομένην ὁμονοίας καὶ ὁμογνωμοσύνης καὶ ἀγάπης ταυτότητα, καὶ τὴν ἐφ᾿ οἷς ἐσώθημεν τρόποις εὐχαριστίαν· ἰδικῶς δὲ, τῶν μὲν πιστῶν τὴν ἀπὸ τῆς ἁπλῆς πίστεως εἰς τὴν ἐν δόγμασι διδαχὴν καὶ μύησιν, καὶ ὁμοφωνίαν καὶ εὐσέβειαν, προκοπήν· τὸ γὰρ πρῶτον, ἡ τῶν θυρῶν δηλοῖ κλεῖσις.

The readings that take place after it generally make known the divine wills and purposes, according to which all must be educated and conduct their lives; specifically, the teaching and progress according to the faith of those who have believed; and of the practical, the firm disposition according to virtue, by which, walking in line with the divine law of the commandments, they stand manfully and unshaken against the wiles of the devil, and escape the opposing activities; and of the knowers, the habit according to contemplation, by which, gathering, so far as they can, the spiritual principles of the sensible things and of the 708providence over them, they are borne unerringly toward the truth.

The divine melodies of the songs: the divine pleasure and delight that arises in the souls of all; by which, mystically strengthened, they forget the past toils of virtue, and grow young again toward the vigorous aspiration for the divine and pure goods that remain.

The holy Gospel generally is a symbol of the consummation of this age; specifically, of those who have believed it signifies the complete abolition of the ancient error; of the practical, the mortification and consummation of the law and the way of thinking according to the flesh; of the knowers, the gathering and referral of the many and different principles to the most comprehensive principle, the more discursive and more varied natural contemplation having been completed and brought to its limit for them.

The descent of the high priest from the throne, and the expulsion of the catechumens, generally signifies the second coming from heaven of our great God and Saviour Jesus Christ, and the separation of the sinners from the saints, and the just requital according to the worth of each; specifically, of those who have believed, the perfect assurance in faith which God and the Word makes, coming invisibly, through which every thought still limping in any way concerning the faith, in the manner of a catechumen, is driven away from them; of the practical, perfect passionlessness, through which every passionate and unenlightened thought departs from the soul; of the knowers, the comprehensive science of the things known, through which all the images of material things are chased out of the soul.

Τὸ δεύτερον δὲ, ἡ τῶν ἁγίων εἴσοδος· τὸ δὲ τρίτον, ὁ ἀσπασμός· καὶ τὸ τέταρτον, ἡ ἐκφώνησις τοῦ σοβόλου· τῶν δὲ πρακτικῶν, τὴν ἀπὸ πράξεως εἰς θεωρίαν μυσάντων τὰς αἰσθήσεις καὶ ἔξω σαρκὸς καὶ κόσμου γενομένων διὰ τῆς ἀποβολῆς τῶν

709κατ᾿ αὐτὰς ἐνεργειῶν, μετάθεσιν, καὶ τὴν ἀπὸ τοῦ τρόπου τῶν ἐντολῶν εἰς τὸν λόγον αὐτῶν ἀνάβασιν· καὶ τὴν αὐτῶν τῶν ἐντολῶν κατὰ τοὺς οἰκείους λόγους συγγενῆ πρὸς τὰς δυνάμεις τῆς ψυχῆς οἰκειότητά τε καὶ ἕνωσιν, καὶ τὴν πρὸς θεολογικὴν εὐχαριστίαν ἐπιτήδειον ἕξιν· τῶν δὲ γνωστικῶν, τὴν ἀπὸ τῆς φυσικῆς θεωρίας εἰς τὴν τῶν νοητῶν ἁπλῆν κατανόησιν· καθ᾿ ἣν οὐδαμῶς δι᾿ αἰσθήσεως ἤ τινος τῶν φαινομένων ἔτι τὸν θεῖον καὶ ἄῤῥητον μεταδιώκουσι λόγον· καὶ τὴν πρὸς τὴν ψυχὴν τῶν αὐτῆς δυνάμεων ἕνωσιν, καὶ τὴν κατὰ νοῦν ἑνοειδῶς συλλαμβάνουσαν τὸν τῆς προνοίας λόγον ἀπλότητα. Ἡ δὲ τοῦ Τρισαγίου ἄπαυστος τῶν ἁγίων ἀγγέλων ἁγιαστικὴ δοξολογία, γενικῶς μὲν σημαίνει τὴν ἅμα τε καὶ ἐν ταὐτῷ γενησομένην κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τῶν οὐρανίων καὶ ἐπιγείων δυνάμεων ἴσην καὶ πολιτείαν καὶ ἀγωγὴν καὶ συμφωνίαν τῆς θείας δοξολογίας, ἀθανατισθέντος τοῖς ἀνθρώποις τοῦ σώματος διὰ τῆς ἀναστάσεως, καὶ μηκέτι βαροῦντος τὴν ψυχὴν τῇ φθορᾷ, καὶ βαρουμένου· ἀλλὰ διὰ τῆς εἰς ἀφθαρσίαν ἁλλαγῆς πρὸς ὑποδοχὴν παρουσίας Θεοῦ λαβόντος καὶ δύναμιν καὶ ἐπιτηδειότητα· ἰδικῶς δὲ, τῶν μὲν πιστῶν τὴν πρὸς ἀγγέλους κατὰ τὴν πίστιν θεολογικὴν ἅμιλλαν· τῶν δὲ πρακτικῶν, τὴν ἰσάγγελον, ὡς ἐφικτὸν ἀνθρώποις, κατὰ τὸν βίον λαμπρότητα, καὶ τὴν εὐτονίαν τῆς θεολογικῆς ὑμνολογίας· τῶν δὲ γνωστικῶν, τὰς ἰσαγγέλους κατὰ τὸ δυνατὸν ἀνθρώποις περὶ θεότητος νοήσεις τε καὶ ὑμνήσεις καὶ ἀεικινησίας. Ἡ δὲ μακαρία τοῦ μεγάλου Θεοῦ καὶ Πατρὸς ἐπίκλησις, καὶ ἡ τοῦ, Εἷς ἅγιος, καὶ τῶν ἑξῆς ἐκφώνησις· καὶ ἡ τῶν ἁγίων καὶ ζωοποιῶν μυστηρίων μετάληψις, τὴν ἐπὶ πᾶσι καὶ ἐπὶ πάντων τῶν ἀξίων ἐσομένην διὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ ἡμῶν υἱοθεσίαν, ἕνωσίν τε καὶ οἰκειότητα, καὶ ὁμοιότητα θείαν καὶ θέωσιν δηλοῖ· δι᾿ ἧς πάντα ἐν πᾶσιν ἔσται τοῖς σωζομένοις αὐτὸς ὁ Θεὸς, ὁμοίως· ὡς κάλλος ἀρχέτυπον κατ᾿ αἰτίαν ἐμπρέπων τοῖς αὐτῷ δι᾿ ἀρετῆς καὶ γνώσεως κατὰ χάριν ὁμοίως συμπρέπουσι. Πιστοὺς Fr. Πιστοὶ, ἐνάρετοι· γνωστικοί. Εἰσαγόμενοι· προκόπτοντες· τέλειοι. Δοῦλοι· μίσθιοι· υἱοί. Fideles, virtutis studentes, sapientia vacantes et spirituales; rudimentarii, proficientes, perfecti, servi, mercenarii filii. δὲ καὶ ἐναρέτους καὶ γνωστικοὺς ἐκάλει, τοὺς εἰσαγομένους καὶ τοὺς προκόπτοντας καὶ τοὺς τελείους, ἤγουν δούλους καὶ μισθίους καὶ υἱούς· τὰς τρεῖς τάξεις τῶν σωζομένων.

The closing of the doors, and the entrance of the holy mysteries, and the divine kiss, and the proclamation of the Creed, generally signify the passing-by of the sensible things, and the manifestation of the intelligible things, and the new teaching of the divine mystery concerning us, and the identity of concord and oneness of inclination and love that will come to be of all toward all, toward themselves and toward God, and the thanksgiving for the modes by which we have been saved; specifically, of the faithful, the progress from simple faith to the teaching and initiation in doctrines, and to harmony of voice and piety; for the closing of the doors signifies the first, and the entrance of the holy things the second, and the kiss the third, and the proclamation of the Creed the fourth; of the practical, the transfer from practice to contemplation of those who have shut the senses and come to be outside flesh and world through the casting off of the

709activities according to them, and the ascent from the mode of the commandments to their principle; and the kindred intimacy and union of the commandments themselves, according to their own principles, with the powers of the soul, and the habit apt for theological thanksgiving; of the knowers, the passage from natural contemplation to the simple apprehension of the intelligibles, according to which they no longer pursue the divine and ineffable principle through sense or through anything that appears; and the union of its powers with the soul, and the simplicity which, according to the mind, comprehends in a unified way the principle of providence.

The unceasing sanctifying doxology of the Trisagion by the holy angels generally signifies the equality of conduct and way of life and harmony of the divine doxology, of the heavenly and earthly powers, which will come to be at once and in the same in the age to come, when the body of men has been made immortal through the resurrection, and no longer weighs down the soul with corruption, nor is weighed down, but through the change into incorruption has received both power and aptitude for the reception of the presence of God; specifically, of the faithful, the theological emulation of angels according to faith; of the practical, the angel-like brilliance in life, so far as is attainable to men, and the intensity of theological hymnody; of the knowers, the angel-like intellections and hymnings and ever-movings concerning Godhead, so far as is possible to men.

The blessed invocation of the great God and Father, and the proclamation of the One is Holy and what follows, and the partaking of the holy and life-giving mysteries, signify the adoption, union and intimacy, and divine likeness and deification, which will be, through the goodness of our God, upon all and over all the worthy; through which God himself will be all in all those who are saved, likewise; as archetypal beauty, according to cause, shining in those who, through virtue and knowledge, by grace, likewise shine together with him.

He used to call faithful and virtuous and knowers those who are being introduced, and those who are advancing, and the perfect, that is, slaves and hirelings and sons: the three orders of those who are saved.

Δοῦλοι γάρ εἰσι, πιστοὶ, οἱ φόβῳ τῶν ἡπειλημένων ἐκπληροῦντες τοῦ δεσπότου τὰς ἐντολὰς, καὶ τοῖς πιστευθεῖσιν εὐνοϊκῶς ἐπεργαζόμενοι· μίσθιοι δὲ, οἱ πόθῳ τῶν ἐπηγγελμένων ἀγαθῶν βαστάζοντες μεθ᾿ ὑπομονῆς τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσονα· τουτέστι, τὴν ἔμφυτον καὶ συνεζευγμένην τῇ παρούσῃ ζωῇ ἐκ τῆς προπατορικῆς καταδίκης θλίψιν, καὶ τοὺς ἐπ᾿ αὐτῇ ὑπὲρ 712τῆς ἀρετῆς πειρασμούς· καὶ ζωῆς ζωὴν σοφῶς κατ᾿ αὐθαίρετον γνώμην ἀνταλλάσσοντες, τῆς παρούσης τὴν μέλλουσαν. Υἱοὶ δὲ, οἱ μήτε φόβῳ τῶν ἡπειλημένων, μήτε πόθῳ τῶν ἐπηγγελμένων, ἀλλὰ τρόπῳ καὶ ἕξει τῆς πρὸς τὸ καλὸν κατὰ γνώμην τῆς ψυχῆς ῥοπῆς τε καὶ διαθέσεως, μηδέποτε τοῦ Θεοῦ χωριζόμενοι· κατ᾿ ἐκεῖνον τὸν υἱὸν, πρὸς ὃν εἴρηται. Τέκνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, καὶ τὰ ἐμὰ πάντα σά ἐστι· τοῦτο κατὰ τὴν ἐν χάριτι θέσιν θέωσιν A. C. et Fr. ἐνδεχομένως ὑπάρχοντες, ὅπερ ὁ Θεὸς κατὰ τὴν φύσιν καὶ αἰτίαν καὶ ἔστι καὶ πιστεύεται. Μὴ τοίνυν ἀπολειφθῶμεν τῆς ἁγίας τοῦ Θεοῦ Ἐκλησίας, τοσαῦτα κατὰ τὴν τῶν τελουμένων θείων συμβόλων ἁγίαν διάταξιν τῆς σωτηρίας ἡμῶν περιεχούσης μυστήρια, δι᾿ ὧν ἕκαστον ἡμῶν καλῶς μάλιστα πολιτευόμενον ἀναλόγως ἑαυτῷ κατὰ Χριστὸν δημιουργοῦσα, τὸ δοθὲν διὰ τοῦ ἁγίου βαπτίσματος ἐν Πνεύματι ἁγίῳ χάρισμα τῆς υἱοθεσίας, εἰς φανέρωσιν ἄγει κατὰ Χριστὸν πολιτευόμενον· ἀλλὰ πάσῃ δυνάμει τε καὶ σπουδῇ παραστήσωμεν ἑαυτοὺς ἀξίους τῶν θείων χαρισμάτων, δι᾿ ἔργων ἀγαθῶν εὐαρεστοῦντας τῷ Θεῷ· μὴ ἀναστρεφόμενοι κατὰ τὰ ἔθνη, τὰ μὴ εἰδότα Θεὸν, ἐν πάθει ἐπιθυμίας· ἀλλὰ, καθώς φησιν ὁ ἅγιος Ἀπόστολος, Νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία· δι᾿ ἁ ἔρχεται ἡ ὀργὴ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ὀργήν τε πᾶσαν, καὶ θυμὸν καὶ αἰσχρολογίαν καὶ ψεῦδος· καὶ, συντόμως εἰπεῖν, πάντα τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀποθέμενοι σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, ἀξίως τοῦ Θεοῦ περιπατήσωμεν, τοῦ καλέσαντος ἡμᾶς εἰς τὴν αὐτοῦ βασιλείαν καὶ δόξαν· ἐνδυσάμενοι σπλάγχνα οἰκτιρμοῦ, γρηστότητα, ταπεινοφροσύνην, πραΰτητα Fr. πραότητα., μακροθυμίαν· ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφὴν, καθὼς καὶ ὁ Κύριος Χριστός. C. A. ἐχαρίσατο ἡμῖν, ἐπὶ πᾶσί τε τὸν σύνδεσμον τελειότητος, τὴν ἀγάπην καὶ τὴν εἰρήνην, εἰς ἣν καὶ ἐκλήθημεν ἐν ἑνὶ σώματι· καὶ, ἵνα συνελὼν εἴπω, τὸν νέον ἄνθρωπον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτόν.

For slaves, the faithful, are those who fulfil the master's commandments out of fear of the things threatened, and who work with goodwill on what has been entrusted to them; hirelings, those who out of longing for the promised goods bear with patience the burden of the day and the heat, that is, the affliction innate and yoked to the present life from the condemnation of our forefathers, and the temptations upon it for the sake of 712virtue; and who wisely, by self-chosen inclination, exchange life for life, the present for the future. Sons, those who neither by fear of the things threatened, nor by longing for the things promised, but by the mode and habit of the soul's tendency and disposition, by inclination, toward the good, are never separated from God; after the manner of that son to whom it was said, Child, thou art always with me, and all that is mine is thine; Luc. xv, 31. being, so far as is possible, by adoption in grace, this which God is and is believed to be by nature and by cause.

Let us not, then, absent ourselves from the holy Church of God, which, in the holy arrangement of the divine symbols performed, contains so great mysteries of our salvation; through which, fashioning each of us who conducts himself well, in proportion to himself, according to Christ, she brings to manifestation the gift of adoption given through holy baptism in the Holy Spirit, as he conducts himself according to Christ. But with all power and zeal let us present ourselves worthy of the divine gifts, pleasing God through good works; not conducting ourselves like the Gentiles who do not know God, in the passion of desire; I Thess. iv, 5. but, as the holy Apostle says, having mortified the members which are upon the earth, fornication, uncleanness, passion, evil desire, and covetousness, which is idolatry, on account of which the wrath comes upon the sons of disobedience; Coloss. iii, 5-9. and having put off all wrath, and anger, and filthy speech, and lying, Coloss. iii, 9. and, to say it briefly, the whole old man, which is corrupted according to the desires of deceit, with his practices and desires, let us walk worthily of God, who has called us into his kingdom and glory; I Thess. ii, 12. having put on bowels of compassion, kindness, humble-mindedness, meekness, long-suffering; forbearing one another in love, and forgiving each other, if any has a complaint against any, even as the Lord forgave us; and above all the bond of perfection, love, and peace, to which we were also called in one body; Coloss. iii, 12-15. and, to sum it up, the new man, which is renewed unto knowledge according to the image of him who created him. ibid. 9, 10.

Οὕτω γὰρ ἂν βιοῦντες, δυνηθείημεν πρὸς τὸ τέλος ἐλθεῖν τῶν θείων ἐπαγγελιῶν, μετ᾿ ἐλπίδος ἀγαθῆς πληρωθῆναί τε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ, καὶ πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ καρποφοροῦντες, καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει Κυρίου· ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν οἰκοδομὴν Græca habent ὑπομονήν. καὶ μακροθυμίαν μετὰ χαρᾶς, εὐχαριστοῦντες τῷ Πατρὶ, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί. 713Σαφὴς δὲ τῆς χάριτος ταύτης ἐστὶν ἀπόδειξις, ἡ πρὸς τὸ συγγενὲς δι᾿ εὐνοίας ἑκούσιος συνδιάθεσις· ἧς ἔργον ἐστὶν, ὡς Θεὸν, οἰκειοῦσθαι κατὰ δύναμιν τὸν καθ᾿ ὁτιοῦν τῆς ἡμῶν ἐπικουρίας δεόμενον ἄνθρωπον· καὶ μὴ ἐᾷν ἀτημέλητον καὶ ἀπρονόητον· ἀλλὰ σπουδῇ τῇ πρεπούσῃ κατ᾿ ἐνέργειαν ἐνδείκνυσθαι ζῶσαν τὴν ἐν ἡμῖν πρός τε τὸν Θεὸν καὶ τὸν πλησίον διάθεσιν. Ἔργον γὰρ ἀπόδειξις διαθέσεως. Οὐδὲν γὰρ οὔτε πρὸς δικαιοσύνην οὕτω ῥᾴδιόν ἐστιν, οὔτε πρὸς θέωσιν (ἵν᾿ οὕτως εἴπω) καὶ τὴν πρὸς Θεὸν ἐγγύτητα καθέστηκεν ἐπιτήδειον, ὡς ἔλεος ἐκ ψυχῆς εἰς τοὺς δεομένους μεθ᾿ ἡδονῆς καὶ χαρᾶς προσφερόμενος. Εἰ γὰρ Θεὸν ὁ Λόγος τὸν εὖ παθεῖν δεόμενον ἔδειξεν. Ἐφ᾿ ὅσον γὰρ ἐποιήσατε, φησὶν, ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε· Θεὸς δὲ ὁ εἰπὼν, πολλῷ μᾶλλον τὸν εὖ ποιεῖν δυνάμενον καὶ ποιοῦντα, δείξει ἀληθῶς κατὰ χάριν καὶ μέθεξιν ὄντα Θεὸν, ὡς τὴν αὐτοῦ τῆς εὐεργεσίας εὐμιμήτως ἀνειλημμένον ἐνέργειάν τε καὶ ἰδιότητα. Καὶ εἰ Θεὸς ὁ πτωχὸς, διὰ τὴν τοῦ δι᾿ ἡμᾶς πτωχεύσαντος Θεοῦ συγκατάβασιν, καὶ εἰς ἑαυτὸν ἑκάστου συμπαθῶς ἀναδεχομένου πάθη, καὶ μέχρι τῆς συντελείας τοῦ αἰῶνος, κατὰ τὴν ἀναλογίαν τοῦ ἐν ἑκάστῳ πάθους, ἀεὶ δι᾿ ἀγαθότητα πάσχοντος μυστικῶς· πλέον δηλονότι δὲ δῆλον ὅτι C. A κατὰ τὸν εἰκότα λόγον ἔσται Θεὸς, ὁ κατὰ μίμησιν τοῦ Θεοῦ διὰ φιλανθρωπίαν τὰ τῶν παθόντων πάθη δι᾿ ἑαυτοῦ θεοπρεπῶς ἐξιώμενος καὶ τὴν αὐτὴν τῷ Θεῷ, κατὰ ἀναλογίαν τῆς σωστικῆς προνοίας, κατὰ διάθεσιν ἔχων δεικνύμενος δύναμιν. Τίς οὖν ἄρα πρὸς ἀρετὴν οὕτω βραδύς ἐστι καὶ δυσκίνητος, ὥστε μὴ ἐφίεσθαι θεότητος, οὕτως εὔώνου τε καὶ εὐπορίστου καὶ ῥᾳδίας οὔσης τῆς κτήσεως; Ἀσφαλὴς δὲ τούτων ἐστὶ καὶ ἄσυλος φυλακὴ, καὶ εὐμαρὴς πρὸς σωτηρίαν ὁδός· ἧς, οἶμαι, χωρὶς κατ᾿ ἀλήθειαν οὐδὲν ἔσται τῶν ἀγαθῶν ἀβλαβῶς τῷ ἔχοντι συντηρούμενον· ἡ αὐτοπραγία, εἴτουν ἰδιοπραγία, δι᾿ ἧς τὰ καθ᾿ ἑαυτοὺς σκοπεῖν τε καὶ διασκέπτεσθαι μόνους μανθάνοντες, τοῦ παρ᾿ ἄλλων διακενῆς βλάβην ἔχειν ἐλευθερούμεθα. Εἰ γὰρ ἑαυτοὺς μόνους ὁρᾷν τε καὶ ἐτάζειν μάθοιμεν, οὐδέποτε τοῖς τῶν ἄλλων, ὡς δ᾿ ἂν ἔχοντα τύχωσιν; ἐπιθησόμεθα· γινώσκοντες ἕνα μόνον κριτὴν σοφόν τε καὶ δίκαιον τὸν Θεὸν, τὸν σοφῶς τε καὶ δικαίως πάντα τὰ γινόμενα κρίνοντα· καθ᾿ ὃν γεγένηται λόγον, ἀλλ᾿ οὐ καθ᾿ ὃν πεφανέρωται τρόπον· ὃν ἴσως ἂν δύναιντο καὶ ἄνθρωποι κρίνειν, ἀμυδρῶς εἰς τὸ φαινόμενον βλέποντες· περὶ ὃ οὐ πάντως ἐστὶν ἡ ἀλήθεια, οὐδὲ τῶν γινομένων ὁ λόγος.

For living thus we might be able to come to the end of the divine promises with good hope, and to be filled with the knowledge of his will, bearing fruit in all spiritual wisdom and understanding, and increasing in the knowledge of the Lord; being strengthened with all power according to the might of his glory, unto all edification and long-suffering with joy, giving thanks to the Father, who made us fit for the share of the lot of the saints in light. Coloss. i, 9-12.

713A clear demonstration of this grace is the voluntary co-disposition, through goodwill, toward what is kindred; whose work is to make one's own, according to our power, as God, the man who in any respect needs our help, and not to leave him uncared for and unprovided for, but with fitting zeal to show forth in activity the disposition in us toward God and our neighbour as living. For a work is the demonstration of a disposition. For nothing is so easy for righteousness, nor so apt for deification (if I may so speak) and for nearness to God, as mercy offered from the soul to those in need with pleasure and joy. For if the Word has shown him who needs to be well treated to be God (For inasmuch as you did it, he says, to one of the least of these, you did it to me; Matth. xxv, 40. and he who said it is God), much more will he show him who is able to do good, and does it, to be truly God by grace and participation, as having taken up, by apt imitation, the activity and property of his beneficence. And if the poor man is God, on account of the condescension of God who became poor for us, II Cor. viii, 9. and who takes up sympathetically into himself the passions of each, and until the consummation of the age, according to the proportion of the passion in each, always suffers mystically out of goodness; much more, plainly, by the fitting account, will he be God who, in imitation of God, through love for man, heals by himself, in a manner befitting God, the passions of those who suffer, and is shown to have by disposition the same power as God, according to the proportion of saving providence.

Who then is so slow toward virtue and so hard to move as not to aspire to Godhead, when its acquisition is so cheap and easily procured and easy? And a safe and inviolable guard of these, and an easy road to salvation, without which, I think, none of the goods will in truth be preserved unharmed for him who has it, is the doing of one's own business, that is, the minding of one's own affairs; through which, learning to look at and examine our own affairs alone, we are freed from having harm in vain from others. For if we should learn to see and examine ourselves alone, we shall never set upon the affairs of others, however they may chance to be; knowing that the one only judge, wise and just, is God, who judges wisely and justly all that comes to pass, according to the principle by which it has come to be, but not according to the mode in which it has been manifested; which perhaps men too could judge, looking dimly at what appears, about which the truth does not altogether lie, nor the principle of the things that come to pass.

Ὁ δὲ Θεὸς, τὸ ἀφανές τε κίνημα τῆς ψυχῆς, καὶ τὴν ἀόρατον ὁρμὴν, καὶ τὸν λόγον αὐτὸν, καθ᾿ ὃν ὥρμηται ἡ ψυχὴ, καὶ τὸν τοῦ λόγου, σκοπόν· τουτέστι, τὸ παντὸς πράγματος προεπινοούμενον προεπινοουμένου C. A. τέλος βλέπων, κρίνει δικαίως, 716ὡς ἔφην, πάντα τὰ παρα τῶν ἀνθρώπων πραττόμενα· ὅπερ εἰ κατορθῶσαι σπουδάσομεν, καὶ ἑαυτοῖς ἑαυτοὺς περιορίσομεν τοῖς ἐκτὸς οὐκ ἐπιφυόμενοι, οὔτε ὁρᾷν, οὔτε ἀκούειν, οὔτε λαλεῖν, τὸν ὀφθαλμὸν, ἢ τὸ οὖς, ἢ τὴν γλῶσσαν τὰ τῶν ἄλλων ἀφήσομεν, εἰ μὲν οἷόν τέ ἐστι, παντελῶς· εἰ δὲ μήγε, συμπαθῶς μᾶλλον, ἀλλ᾿ οὐ μὴ ἐμπαθῶς ἀσυμπαθῶς C. A. τούτοις ἐνεργεῖν, καὶ εἰς κέρδος ἡμέτερον ὁρᾷν τε, καὶ ἀκούειν, καὶ λαλεῖν ἐπιτρέποντες· καὶ τοσοῦτον μόνον, ὅσον τῷ ἡνιοχοῦντι ταῦτα θείῳ λόγῳ δοκεῖ. Οὐδὲν γὰρ τούτων τῶν ὀργάνων πρὸς ἁμαρτίαν ἐστὶν εὐολισθότερον, μὴ λόγῳ παιδαγωγουμένων· καὶ οὐδὲν πάλιν πρὸς σωτηρίαν αὐτῶν ἑτοιμότερον, τάσσοντος αὐτὰ τοῦ λόγου, καὶ ῥυθμίζοντος καὶ ἐφ᾿ ἃ δεῖ καὶ βούλεται ἄγοντος. Μὴ τοίνυν ἀμελήσωμεν κατὰ δύναμιν τοῦ πείθεσθαι τῷ Θεῷ, καλοῦντι ἡμᾶς εἰς ζωὴν αἰώνιον καὶ μακάριον τέλος, διὰ τῆς ἐργασίας τῶν αὐτοῦ θείων τε καὶ σωτηρίων ἐντολῶν· ἵνα λάβωμεν ἔλεος, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν· Ἡ γὰρ χάρις, φησὶν ὁ θεῖος Ἀπόστολος, μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ· τουτέστι, τῶν μετὰ τῆς κατ᾿ ἀρετὴν ἀφθαρσίας, καὶ τῆς κατὰ τὸν βίον καθαρᾶς τε καὶ ἀνυποκρίτου σεμνότητος ἀγαπώντων τὸν Κύριον, ἐν τῷ ποιεῖν αὐτοῦ τὰ θελήματα· καὶ μὴ παραφθειρόντων τι τῶν θείων αὐτοῦ προσταγμάτων. Ταῦτα μὲν ἐγὼ περὶ τούτων διὰ τὸν τῆς ὑπακοῆς μισθὸν, κατὰ δύναμιν, ὡς ἐδιδάχθην, ἐξεθέμην, τῶν μυστικωτέρων τε καὶ ὑψηλότέρων ἅψασθαι μὴ τολμήσας· ἅπερ εἰ ποθεῖ τις γνῶναι τῶν φιλομαθῶν, τοῖς περὶ τούτων τῷ ἁγίῳ Διονυσίῳ τῷ Ἀρεοπαγίτῃ ἐνθέως πονηθεῖσιν ἐντύχοι, καὶ εὑρήσει κατ᾿ ἀλήθειαν μυστηρίων ἀῤῥήτων ἀποκάλυψιν, διὰ τῆς θείας αὐτοῦ καὶ διανοίας καὶ γλώττης χαρισθεῖσαν τῷ τῶν ἀνθρώπων γένει, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Καὶ εἰ μὲν πολὺ τῆς ὑμῶν ἐπιθυμίας οὐκ ἀποπέπτωκε, τῷ Χριστῷ χάρις τῷ χορηγῷ τῶν καλῶν, καὶ ὑμῖν τοῖς λεχθῆναι ταῦτα βιασαμένοις. Εἰ δὲ μακράν που καὶ πολὺ τῆς ἐλπίδος ἀπολείπεται· τί πάθω, ἢ τί δράσω, περὶ τὸ λέγειν ἀσθενήσας; Συγγνωστὸν γὰρ, οὐ τιμωρητὸν, ἡ ἀσθένεια· καὶ ἀποδεκτὸν μᾶλλον, ἀλλ᾿ οὐ μεμπτὸν τὸ ἐγχωροῦν καὶ ἐνδεχόμενον· καὶ μάλισθ᾿ ὑμῖν, τοῖς ἀγαπᾷν διὰ τὸν Θεὸν προθεμένοις.

But God, seeing the unseen motion of the soul, and the invisible impulse, and the very principle by which the soul has been moved, and the aim of the principle, that is, the end pre-conceived of every action, judges 716justly, as I said, all the things done by men; which if we are zealous to achieve, we shall also bound ourselves within ourselves, not fastening upon the things outside; we shall not let the eye, or the ear, or the tongue see, or hear, or speak the things of others: if it is possible, entirely; but if not, permitting them to act on these sympathetically rather, and not passionately, and to see and hear and speak for our gain; and only so much as seems good to the divine reason that holds the reins of them. For nothing is more slippery toward sin than these organs, when they are not schooled by reason; and again nothing is more ready for salvation than they, when reason orders them, and gives them measure, and leads them to what it must and wills.

Let us not then neglect, according to our power, to obey God, who calls us to life everlasting and a blessed end through the working of his divine and saving commandments; that we may receive mercy, and find grace for timely help. For grace, says the divine Apostle, be with all who love our Lord Jesus Christ in incorruption; Eph. vi, 24. that is, with those who, with the incorruption according to virtue, and the pure and unfeigned dignity in their life, love the Lord in doing his wills, and not corrupting anything of his divine precepts.

These things I, concerning these matters, for the reward of obedience, have set out according to my power, as I was taught, not daring to touch the more mystical and loftier things; which, if anyone of the lovers of learning longs to know, let him read what was laboured over inspiredly about these things by the holy Dionysius the Areopagite, and he will find in truth a revelation of ineffable mysteries, bestowed through his divine understanding and tongue on the race of men, for the sake of those who are to inherit salvation. Hebr. i, 14. And if it has not fallen far short of your desire, thanks be to Christ, the giver of good things, and to you, who compelled these things to be said. But if it falls somewhere far and much short of the hope, what shall I suffer, or what shall I do, having been weak at speaking? For weakness is pardonable, not punishable; and what is possible and admissible is rather acceptable, not blameworthy; and especially to you, who have resolved to love for God's sake.

Καὶ Θεῷ δὲ φίλον τὸ κατὰ δύναμιν ἅπαν γνησίως ἐκ ψυχῆς προσαγόμενον, κἂν μικρὸν συγκρίσει μεγάλων ὑπάρχον φανήσεται· ὃς οὐδὲ τὴν χήραν, τὰ δύο λεπτὰ προσκομίσασαν, ἀπεώσατο· ἥτις ποτὲ ἦν ἡ χήρα αὕτη, καὶ τὰ δύο λεπτά· εἴτε ψυχὴ κακίας χηρεύουσα, καὶ ὥσπερ ἄνδρα τὸν παλαιὸν μὲν ἀποβαλομένη νόμον, οὔπω δὲ τῆς πρὸς τὸν Λόγον καὶ Θεὸν ἄκρας συναφείας ἀξία· προσάγουσα δὲ ὅμως αὐτῷ ἀῤῥαβῶνος 717λόγῳ ὥσπερ λεπτὰ, τὸν τέως σύμμετρον λόγον καὶ βίον· ἢ πίστιν καὶ ἀγαθὴν συνείδησιν· ἢ τὴν περὶ τῶν καλῶν τὸ καλὸν C. A. et Fr. ἕξιν καὶ ἐνέργειαν· ἢ τὴν τούτοις πρόσφορον θεωρίαν καὶ πρᾶξιν· ἢ τὴν ἀνάλογον γνῶσιν καὶ ἀρετήν· ἢ τοὺς μικρὸν ὑπὲρ ταῦτα, φημὶ δὲ τοὺς ἐν τῷ φυσικῷ καὶ τῷ γραπτῷ νόμῳ λόγους, οὓς ἡ ψυχὴ κεκτημένη, κατ᾿ ἔκστασιν τούτων καὶ ἄφεσιν ὡς ὅλου βίου καὶ ζωῆς, μόνῳ συναφθῆναι τῷ Λόγῳ καὶ Θεῷ βουλομένη, προσάγει· καὶ τῶν κατὰ φύσιν καὶ νόμον βιαίων τρόπων τε καὶ θεσμῶν καὶ ἐθῶν, ὥσπερ ἀνδρῶν χηρεύειν δέχεται· εἴτε τι ἄλλο τούτων πνευματικώτερον, καὶ μόνοις θεωρητὸν τοῖς καθαροῖς τὴν διάνοιαν, διὰ τοῦ καθ᾿ ἱστορίαν πληρωθέντος γράμματος ὁ λόγος αἰνίττεται. Πάντα γὰρ τῷ κατὰ θεολογίαν ἐποπτικῷ συγκρινόμενα λόγῳ, τὰ ἐν ἀνθρώποις δοκοῦντα κατ᾿ ἀρετὴν εἶναι μεγάλα, μικρὰ τυγχάνει. Πλήν γε ὅτι κἂν μικρὰ, καὶ ἐξ ὕλης εὐτελοῦς καὶ οὐ πολὺ τιμίας· ἀλλ᾿ οὖν τοῖς ἐκ χρυσοῦ νομίσμασι τῆς ἐν ὕλαις τιμιωτέρας, ἃ προσφέρουσιν οἱ εὐπορώτεροι, κατὰ τὸ ἴσον τὸν βασιλικὸν χαρακτῆρα φέροντα, κατὰ [καὶ τὸ] πλέον ἴσως ἔχοντα τῆς προσαγούσης τὴν ἐξ ὅλης διαθέσεως πρόθεσιν. Ταύτην κἀγὼ μιμούμενος τὴν χήραν, Θεῷ τε καὶ ὑμῖν, ἠγαπημένοι, τὰ μικρὰ ταῦτα καὶ εὐτελῆ, καὶ ἐξ εὐτελοῦς καὶ πτωχῆς διανοίας καὶ γλώσσης προενηνεγμένα νοήματά τε καὶ ῥήματα ὥσπερ λεπτὰ, περὶ ὧν ἐκελεύσατε, προσενήνοχα· παρακαλῶν τὴν εὐλογημένην ὑμῶν καὶ ἁγίαν ψυχήν· πρῶτον μὲν, μηδενὸς ἔτι τῶν παρ᾿ ἐμοῦ λεγομένων ἔγγραφον ζητῆσαι σημείωσιν, δυοῖν ἕνεκεν· ἑνὸς μὲν, ὅτι μηδέπω τὸν φόβον ἐκτησάμην τοῦ Θεοῦ τὸν ἁγνὸν καὶ διαμένοντα, οὐδ᾿ ἀρετῆς ἕξιν στερέμνιον καὶ δικαιοσύνης ἀληθοῦς πῆξιν σταθερὰν καὶ ἀσάλευτον, τὰ μαρτυροῦντα μάλιστα τοῖς λόγοις τὸ βέβαιον· ἑτέρου δὲ, ὅτι πολλῷ κλύδωνι παθῶν ἔτι δίκην θαλάσσης ἀγρίας περιδονούμενος, καὶ πολὺ τοῦ θείου ἀπαθείας ἀπέχων λιμένος, καὶ ἄδηλον ἔχων τοῦ βίου τὸ πέρας, οὐ βούλομαι πρὸς τοῖς ἔργοις καὶ τὸν ἐν γράμμασι λόγον ἔχειν κατήγορον. Ἔπειτα δὲ τῆς εὐπειθείας χάριν, εἰ δέον ἐστὶν, ἀποδεξάμενοι, Χριστῷ με δι᾿ εὐχῶν παράθεσθε, τῷ μεγάλῳ καὶ μόνῳ θεῷ καὶ Σωτῆρι τῶν ἡμετέρων ψυχῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

And to God, too, all that is offered genuinely from the soul according to power is dear, even if it appears small by comparison with great things; who did not even reject the widow who brought the two mites; Marc. xii, 41 seqq.; Luc. xxi, 2 seqq. whatever this widow was, and the two mites: whether a soul widowed of vice, and having cast off the old law as a husband, but not yet worthy of the utmost conjunction with the Word and God, yet bringing to him by way of pledge, 717like mites, the reason and life proportioned to her so far; or faith and a good conscience; or the habit and activity concerning good things; or the contemplation and practice fitting to these; or the proportionate knowledge and virtue; or those a little above these, I mean the principles in the natural and in the written law, which the soul, having acquired them, brings, in ecstasy from them and release from them as from her whole livelihood and life, wishing to be conjoined to the Word and God alone; and accepts to be widowed of the violent modes and ordinances and customs according to nature and law, as of husbands; or whether the word hints at something else more spiritual than these, and to be contemplated only by those pure in understanding, through the letter fulfilled according to history. For all things, compared with the beholding principle of theology, the things among men that seem to be great in virtue, turn out to be small. Save that, even if small, and of cheap material and not much prized, yet, equally with the gold coins of the more precious among materials, which the wealthier offer, they bear the royal stamp; and perhaps they have over and above [also] the intent of the woman who offers from her whole disposition.

Imitating this widow, I too have offered to God and to you, beloved, these small and cheap notions and words, brought forth from a cheap and poor understanding and tongue, like mites, concerning the things you commanded; beseeching your blessed and holy soul: first, no longer to seek a written record of anything said by me, for two reasons: one, that I have not yet acquired the fear of God that is pure and abiding, Psal. xviii, 10. nor a solid habit of virtue and a steady and unshaken fixity of true righteousness, the things that most of all bear witness to the firmness of words; the other, that, still tossed about like a wild sea by much surge of passions, and far from the divine harbour of passionlessness, and having the end of my life uncertain, I do not wish to have, in addition to my works, the word in writing too as my accuser. And then, accepting it, if it is fitting, for the sake of my obedience, commend me through prayers to Christ, the great and only God and Saviour of our souls; to whom be the glory and the might, with the Father and the Holy Spirit, unto the ages. Amen.

On this text

Maximus the Confessor's interpretation of the church building and of the liturgy (written c. 628–630): the Mystagogia, as Migne prints it (PG 91.657–717), with a Latin version facing. Migne's notice before it (col. 653) reprints, from the Augsburg edition of the Mystagogia, the letters exchanged over it by the editor David Hoeschel and Maximus Margunius, bishop of Cythera. After a proem to a friend who had asked for it, twenty-four short chapters read the church as an image of God and of the world, of the human being and of the soul, and then follow the liturgy of the synaxis, the entrance, the readings, the kiss, the creed, the Sanctus and the communion, as the soul's passage from the visible to the intelligible. On the text. The Greek is our own OCR of Migne's plates; every doubtful reading was checked against the page image. The variant readings Migne prints at the foot of the page (codex A, codex R, and an edition marked "Fr.") are shown as notes, and the English follows a variant in two places where the print is strained and a manuscript and the Latin agree (named in the notes). One sentence (col. 705) has no verb in the Greek and is marked. Where Migne's own type is wrong the English follows the sense and the printed form is listed with the cruces. The modern critical edition (Boudignon, CCSG 69, 2011) was not consulted. English. English translations exist: Julian Stead, The Church, the Liturgy and the Soul of Man (St Bede's, 1982); George C. Berthold, Maximus Confessor: Selected Writings (Paulist, 1985); and Jonathan Armstrong (2019); readers who have them should keep them, and this is a new translation, not the first.